| 07:26 | 12:39 | 17:52 |
| Ἀθῆναι | ||
Μεγάλη συλλογή εἰκόνων ἀπὸ ἀγγεῖα, ἀγάλματα, ζωγραφικοὺς πίνακας, χαρακτικὰ κ.α.
Ὑποστηρίξετε τὸ μεταφραστικὸ μας ἔργο - Support our translation project
|
|
ΑΦΡΟΔΙΤΗΣ ΟΨΕΙΣ
ἭλιοςΕΞΑΓΩΝΟΝ Ἀφροδίτη Ἡλίῳ ἑξάγωνος ἑῴα οὖσα ἐπαφρόδιτον καὶ ἐπίσημον τὸν πατέρα καὶ τὸν γεννώμενον σημαίνει· εἰ δὲ ἐπ' ἀγαθοῦ δαίμονος ἢ ἐπ' ἀγαθῆς τύχης τὸ σχῆμα γένηται, ὑπὸ γυναικὸς πορφύρας καὶ χρυσοφορίας καταξιωθήσεται. ΤΕΤΡΑΓΩΝΟΝ - ΣΥΝΟΔΟΣ 356.16 Ὁ Ἥλιος μετὰ Ἀφροδίτης ἐπὶ νυκτερινῆς γενέσεως ἑσπερίας ἀνατολικῆς οὔσης, ἐπὶ δὲ ἡμερινῆς ἑῴας ἀνατολικῆς, ἐνδόξους, πλουσίους, ἄλλοις κελεύοντας ποιοῦσιν. Ἀφροδίτη καὶ Ἥλιος σύμφωνοι καὶ ἐπίδοξοι καὶ ἀγαθῶν δοτῆρες, συστάσεις ἀρρενικῶν καὶ θηλυκῶν ἐπάγοντες δωρεάς τε καὶ καταγραφάς, καὶ περὶ τὰς ἐπιβολὰς εὐεπιτεύκτους· ἔσθ' ὅτε μὲν οὖν καὶ προστασίας ἀναλαμβάνοντας ὀχλικὰς ἢ πίστεις καὶ ἑτέρων τόπων προεστῶτας καὶ ὀψωνίων καταξιουμένους, εἰς δὲ τὸν περὶ γυναικὸς καὶ τέκνων τόπον οὐκ ἀλύπους, καὶ μάλιστα ἐὰν ὑπὸ δύσιν τύχῃ ὁ ἀστήρ. ΑΝΤΙΘΕΣΙΣ -
* Ἡ Ἀφροδίτη δὲν φαίνεται νὰ ἀπομακρύνεται ποτέ ἀπὸ τὸν Ἥλιον πέραν μῆκους δύο δωδεκατημορίων περίπου. Αὐτό σημαίνει ὅτι ἡ μόνη δυνατὴ ὄψις μεταξύ των εἶναι ἡ σύνοδος καὶ ἐνίοτε ἀδύναμον ἑξάγωνον.
ΣελήνηΤΡΙΓΩΝΟΝ Ἡ Ἀφροδίτη Σελήνην τριγωνίζουσα πραεῖς ποιεῖ καὶ ἱλαρούς, εὐμόρφους, τοὺς μέντοι γάμους ἀβεβαίους δηλοῖ. Ἀφροδίτη Σελήνῃ τρίγωνος ἐπὶ νυκτερινῆς γενέσεως καὶ ἐν θηλυκοῖς ζῳδίοις ἐπιχαρεῖς εὐδαίμονας· ἔνιοι δὲ καὶ ὄχλων ἡγοῦνται καὶ πορφύρας καὶ χρυσοφορίας καταξιοῦνται κατὰ τὸ μέγεθος τῆς γενέσεως· γίνονται γὰρ καὶ φιλόσοφοι καὶ μουσικοὶ καὶ φιλολόγοι καὶ βασιλικῆς φιλίας ἐντὸς γινόμενοι. εἰ δὲ καὶ ἐξ ἀμφοτέρων βασιλικὴ δηλοῦται ἡ γένεσις τῷ εἶναι τὸν μὲν οἰκοδεσποτοῦντα τὸν δὲ δεσπόζοντα τῆς γενέσεως, τυραννικὸν γίνεται τὸ σχῆμα· γίνονται γὰρ βασιλεῖς βασιλέων ἔνδοξοι καὶ εὐφρόσυνοι. ἑξάγωνοι δὲ πρὸς ἀλλήλους μετριώτεροι τῇ δυνάμει γίνονται· ἐπὶ μέντοι τοῦ ἀγαθοῦ δαίμονος καὶ τῆς ἀγαθῆς τύχης οὐδὲν ἀπέχουσι τοῦ τριγώνου, μάλιστα εἰ μέσον τροπικὸν ζῴδιον ἢ ἰσημερινὸν τύχῃ, πολὺ δὲ μᾶλλον ἐὰν Ἰχθύσι καὶ Ταύρῳ τὸ σχῆμα θεωρηθῇ. ΤΕΤΡΑΓΩΝΟΝ Ἡ Σελήνη Ἀφροδίτην τετραγωνίζουσα, τῆς Σελήνης καθυπερτερούσης, εὐπόρους μέν, πολυψόγους δέ, οἳ καὶ διὰ θηλυκὰ ἢ καὶ ἀπὸ θηλυκῶν προσώπων βλάπτονται. εἰ δὲ ἡ Ἀφροδίτη καθυπερτερεῖ τὴν Σελήνην, ἐπάλληλα παρέχει τὰ ἀγαθά, ἐμπράκτους καὶ πολυβίους ποιοῦσα, οἷς καὶ γυναῖκας διδοῖ φιλοστόργους καὶ σώφρονας· αὐτόν τε εὔχαριν καὶ κόσμιον καὶ γλυκυλάλον ποιεῖ, πλὴν ἀστάτους ἐν τοῖς γάμοις ποιεῖ καὶ αὐτοὺς καὶ τὰς τούτων μητέρας· οὐκ ἔσονται γάρ, φησίν, μονογαμοῦντες. Ἀφροδίτη τετράγωνος τῇ Σελήνῃ εὐπράκτους καὶ ἐπιχαρεῖς καὶ πλουσίους καὶ πάντα ὅσα ἐπὶ τριγώνου παρέχει, ἐὰν μάλιστα ἰδίῳ ζῳδίῳ ἢ μοίρᾳ παρῇ, ἀλλὰ μετὰ ἀνωμαλίας· εὐμετάπτωτα γὰρ γίνεται ἃ παρέχουσιν. εἰ δὲ ἐν ἀλλοτρίοις ζῳδίοις ἢ παρ' αἵρεσιν ἢ μοίραις ἐναντίαις, ὕβρεων καὶ ἀστασίας καὶ δειγματισμῶν διὰ γυναικῶν καὶ ἐπονειδίστων πράξεων αἴτιοι καθεστήκασι· καὶ χείρονες δὲ διάμετροι οὕτω σταθέντες. ΣΥΝΟΔΟΣ ἡ Ἀφροδίτη μετὰ τῆς Σελήνης ἀγαθούς, εὐμόρφους, ἱλαρούς, γάμος δὲ τοῖς τοιούτοις ἀβέβαιος, καὶ ἀσελγεῖς· οὗτοι γὰρ αἴτιοι ἔσονται τῆς ἀκαταστασίας τοῦ γάμου, ἐπ' ἀλλοτρίαις μαινόμενοι γυναιξίν. Ἀφροδίτη καὶ Σελήνη ἀγαθοὶ μὲν περὶ τὰς δόξας καὶ τὰς περικτήσεις καὶ περὶ τὰς τῶν πραγμάτων ἀφορμάς, περὶ δὲ τὰς συμβιώσεις καὶ φιλίας καὶ συναρμογὰς ἄστατοι, ἀντιζηλίας καὶ ἔχθρας ἐπιφέροντες καὶ συγγενικῶν ἢ φίλων κακουργίας ἢ ταραχάς· ὁμοίως δὲ καὶ εἰς τὸν περὶ τέκνων ἢ σωμάτων τόπον οὐκ ἀγαθοὶ ἀπαραμόνους τε τὰς κτήσεις παρεχόμενοι καὶ ψυχικὰς ἀνίας ἐπάγοντες. ΑΝΤΙΘΕΣΙΣ Ἡ Ἀφροδίτη Σελήνην διαμετροῦσα, τὰ πρὸς γάμον οὐκ ἀγαθά· ἢ γὰρ οὐ διδοῖ τέκνα ἢ παρέχουσα ταῦτα θανατοῖ ἢ ἄλλως πως ἀποστερεῖ, ἕνεκα δὲ τῶν γυναικῶν αὐτῶν ὕβρεις καὶ θλίψεις καὶ βλάβας πάσχουσιν· καθόλου γὰρ Σελήνη καὶ Ἀφροδίτη τετράγωνοι ἢ διάμετροι ἐπὶ παντὸς πράγματος ζηλοτυπίαν παρέχουσιν. ἙρμῆςΕΞΑΓΩΝΟΝ Ἑρμῆς ἑξάγωνος Ἀφροδίτῃ <ᾖ> ἢ σὺν αὐτῇ, τοὺς γεννωμένους ποιοῦσι συνετοὺς ἐπιχαρεῖς φιλομούσους φιλοπαίκτας σκώπτας, ἄλλοτε ποιητὰς μελογράφους φωνασκούς, ὑποκριτὰς μίμων κωμῳδίας, ἐνίοτε δὲ καὶ ἀθλητὰς ἢ ἱερονίκας· ἔτι δὲ πράξεων ποικίλων εἰσὶ περιποιητικοί. εἰ δὲ ἡ γένεσις θηλυκὴ ᾖ, μουσικοὶ γίνονται, πολύκοιτοι, τρόπον ἑταιρῶν διάγουσαι, φιλόλογοι φωνασκοί. ΤΕΤΡΑΓΩΝΟΝ Ὁ Ἑρμῆς Ἀφροδίτην τετραγωνίζων, ἀλλήλους καθυπερτεροῦντες, ἀστείας τέχνας παρέχουσιν ἢ ἐπεράστους ποιοῦσιν ἢ διδασκάλους ἐπιφανεῖς· αἱ μέντοι λαλιαὶ τούτων ἐπίψογοι, καὶ περὶ τὰ ἀφροδίσια οἱ τοιοῦτοι λάγνοι. ΣΥΝΟΔΟΣ Ἡ Ἀφροδίτη μετὰ Ἑρμοῦ ἐμπράκτους, πολυχαρεῖς, πολυγυναίους, πεπαιδευμένους, ποιητάς τε ἢ μελοποιούς, πρὸς μέντοι γυναῖκας πολυψόγους ἢ φιλόπαιδας καὶ φιλοπαρθένους. εἰ δὲ καὶ ἐπὶ τοῦ ὡροσκόπου τύχωσι, θείους ταῖς διανοίαις, εὐπροσκόπους, καὶ μᾶλλον εἰ ὁ Ζεὺς καὶ ἡ Σελήνη ἴδοι.
Dorotheus Astrol., Fragmenta Graeca, Περὶ τῶν πρὸς ἀλλήλους σχηματισμῶν τῶν ἀστέρων ἐκ τῶν Ἀνουβίωνος, 356.22
Ἀφροδίτη καὶ Ἑρμῆς σύμφωνοι· εὐομίλους γὰρ καὶ ἐπιχαρεῖς ποιοῦσι φιλοφίλους τε καὶ φιληδόνους καὶ περὶ παιδείαν καὶ σωφροσύνην τὸν νοῦν ἔχοντας καὶ τιμὰς καὶ δωρεὰς λαμβάνοντας· τοῖς δὲ ἐν μετρίᾳ τύχῃ καθεστηκόσι λήψεις καὶ ἀγορασμοὺς καὶ συναλλαγὰς ἀποτελοῦσι καὶ ἔπαισχρον βίον μερίζουσιν· εἰς δὲ τὸν περὶ γυναικὸς τόπον ἀστάτους καὶ ἀδιαφόρους καὶ εὐμετανοήτους περὶ τὰς συμβολάς.
Vettius Valens, Anthologiarum libri ix, κα' Περὶ συμπαρουσίας καὶ συγκράσεως, 40.4 ΑΝΤΙΘΕΣΙΣ -
* Ἡ Ἀφροδίτη δὲν φαίνεται νὰ ἀπομακρύνεται ποτέ ἀπὸ τὸν Ἥλιον πέραν μῆκους δύο δωδεκατημορίων περίπου, ἑνῶ ὁ Ἑρμῆς ἕνα. Αὐτό σημαίνει ὅτι ἡ μέγιστη δυνατὴ ἀπόστασις μεταξύ των εἶναι 90° (τετράγωνον) καὶ δὲν σχηματίζουν ποτὲ ἀντίθεσιν. ἌρηςΤΡΙΓΩΝΟΝ ὁ Ἄρης Ἀφροδίτην τριγωνίζων ἐμπόρους, εὐγάμους, φιλοκόσμους καὶ μεγαλόφρονας ποιεῖ, οἱ τοιοῦτοι δὲ πολλῶν γυναικῶν λέχη θηρῶσιν ἤτοι μοιχοὶ γίνονται. ΤΕΤΡΑΓΩΝΟΝ ὁ Ἄρης Ἀφροδίτην τετραγωνίζων, τοῦ Ἄρεως καθυπερτεροῦντος, πονηραὶ κρίσεις καὶ ζημίαι καὶ μάχαι καὶ βλάβαι διὰ γυναῖκας, εἰ δὲ καὶ ἐν τροπικῷ ζῳδίῳ μαλακοὶ ἔσονται, εἰ δὲ καὶ ζῳτικοὺς χρόνους ἔχει ὁ τοιοῦτος τὴν ἑαυτοῦ γυναῖκα παρακοιμήσει ἢ μοιχευομένην εἰδὼς ἀνέξεται, καὶ ἡ γυνὴ δὲ ἀσελγοῦντος τοῦ ἀνδρὸς ἀνέξεται. εἰ δὲ Ἀφροδίτη τὸν Ἄρην καθυπερτερεῖ τὰ ἴσα μὲν ποιεῖ, ὅμως λαθραίως καὶ αἰδημόνως. ΣΥΝΟΔΟΣ ὁ Ἄρης σὺν Ἀφροδίτῃ τὰ αὐτὰ δηλοῖ ἃ καὶ ἐν τοῖς τετραγώνοις. Ἀφροδίτη καὶ Ἄρης ἀσύμφωνοι· ἀστάτους γὰρ ταῖς γνώμαις καὶ ἀκρατεῖς ἀποτελοῦσι, ζηλοτύπους δὲ καὶ αὐτόχειρας, πολυφίλους δὲ ἢ ἐπιψόγους αἰσχροὺς εὐμετανοήτους καὶ ἀδιαφόρους ταῖς μίξεσιν ἀρρενικῶν τε καὶ θηλυκῶν, κακουργίας ἢ φαρμακείας ἐπιβόλους, οὔτε τοῖς καλοῖς οὔτε τοῖς φαύλοις ἐπιμένοντας, [οὔτε] περὶ τὰς φιλίας διαβαλλομένους καὶ κακολογουμένους, εὐδαπάνους ἀκροθιγεῖς περὶ τὰς πράξεις καὶ πολλῶν ἐπιθυμητάς, ὑπὸ θηλυκῶν ἀδικουμένους ἢ καὶ τούτων χάριν κρίσεις καὶ ταραχὰς καὶ χρεωστίας ὑπομένοντας. ΑΝΤΙΘΕΣΙΣ ὁ Ἄρης διαμετρῶν Ἀφροδίτην ῥέμβους καὶ ἀστάτους ποιεῖ, βάσκανος δὲ ἡ Ἀφροδίτη εἰς γάμον καὶ τέκνα. εἰ δὲ καὶ ἐν τροπικῷ, τοιαῦτα ποιεῖ ἃ καὶ τετράγωνοι ὄντες. ΔίαςΤΡΙΓΩΝΟΝ ὁ Ζεὺς Ἀφροδίτην τριγωνίζων χαρίεντα καὶ ποθεινὸν ποιεῖ, παρὰ φίλων προκόπτοντα ἢ γυναικῶν. ΤΕΤΡΑΓΩΝΟΝ ὁ Ζεὺς τετραγωνίζων Ἀφροδίτην, τοῦ Διὸς καθυπερτεροῦντος, πολλοὺς οἱ τοιοῦτοι φίλους ἕξουσιν, καὶ μάλιστα ἀπὸ θηλυκῶν προσώπων κερδανοῦσι καὶ ἀστεῖον βίον ἕξουσι καὶ θεοσεβεῖς ἔσονται. εἰ δὲ ἡ Ἀφροδίτη τὸν Δία καθυπερτερεῖ, ἐρωτικοὶ ἔσονται καὶ φιλόκοσμοι καὶ πρὸς τούτων τερπόμενοι· πολλὰ μέντοι οἱ τοιοῦτοι ἐναντία πείσονται καὶ ἀποτυχίας ἐν τοῖς ἔργοις. ΣΥΝΟΔΟΣ ὁ Ζεὺς σὺν Ἀφροδίτῃ ἐντίμους, εὐχαρεῖς, πολυφίλους, ἀγαθούς, εὐσεβεῖς, ἀστείους, φίλους ἡγεμόνων, ἐνδόξους, εὐγάμους, προκόπτοντας ἀπὸ θηλυκῶν προσώπων καὶ ἱερῶν προεστῶτας. ποιοῦσι δὲ καὶ εὐτέκνους, εἰ ὑπὸ μηδενὸς βλάπτονται κακοποιοῦ, πλὴν πολύκοινοι ἔσονται, καὶ ἐπὶ θηλειῶν δὲ ὁμοίως. εἰ δὲ ἐν ἰσχυροῖς εἶεν τόποις καὶ τὴν Σελήνην ὁρῶσιν, τοῦ Ἄρεως ἰδόντος ποθέν, ψόγος ἔσται διὰ συγγενεῖς. Ζεὺς καὶ Ἀφροδίτη ἀγαθοὶ σύμφωνοι, περιποιητικοὶ δόξης καὶ ὠφελείας, ἐπάγοντες ἐπικτήσεις δωρεὰς κόσμου σωμάτων δεσποτείας τέκνων γονὰς ἀρχιερωσύνας προστασίας ὄχλων στεμματηφορίας χρυσοφορίας, ἀνδριάντων καὶ εἰκόνων καταξιουμένους, ἀνωμάλους δὲ περὶ γάμους καὶ τέκνα ἀποτελοῦσι. ὁ Ζεὺς Ἀφροδίτην διαμετρῶν ἀπροκόπους ποιεῖ, ἀληθὴς δὲ φίλος τούτοις οὐδείς, ἀλλ' ἕτερα μὲν νοῶν, ἕτερα δὲ λέγων, ἕξει δὲ καὶ φίλων ἐπαναστάσεις, καὶ οἱ εὐεργετηθέντες ὑπ' αὐτοῦ ἐχθροὶ ἔσονται αὐτοῦ, καὶ οἷς δωρεὰς παρέξει, ἀμοιβὰς κακὰς παρ' αὐτῶν ἀντιδέξεται, ἐν ἄλλοις δέ τισιν εὐτυχήσει, καὶ βίος ἄρκιος ἔσται αὐτῷ, καὶ πρὸς μὲν τὴν γνησίαν γαμετὴν ἀστατήσει, πρὸς δὲ τὰ μοιχικὰ ἐπιτευκτικὸς ἔσται. ΑΝΤΙΘΕΣΙΣ ὁ Ζεὺς Ἀφροδίτην διαμετρῶν ἀπροκόπους ποιεῖ, ἀληθὴς δὲ φίλος τούτοις οὐδείς, ἀλλ' ἕτερα μὲν νοῶν, ἕτερα δὲ λέγων, ἕξει δὲ καὶ φίλων ἐπαναστάσεις, καὶ οἱ εὐεργετηθέντες ὑπ' αὐτοῦ ἐχθροὶ ἔσονται αὐτοῦ, καὶ οἷς δωρεὰς παρέξει, ἀμοιβὰς κακὰς παρ' αὐτῶν ἀντιδέξεται, ἐν ἄλλοις δέ τισιν εὐτυχήσει, καὶ βίος ἄρκιος ἔσται αὐτῷ, καὶ πρὸς μὲν τὴν γνησίαν γαμετὴν ἀστατήσει, πρὸς δὲ τὰ μοιχικὰ ἐπιτευκτικὸς ἔσται. ΚρόνοςΤΡΙΓΩΝΟΝ ὁ Κρόνος Ἀφροδίτην τριγωνίζων εὐσταθῆ τὸν βίον καὶ σεμνότητα, οἱ τοιοῦτοι δὲ ἀπὸ τῶν καταδεεστέρων φθονοῦνται· βραδύγαμοι μέντοι γίνονται. Ἀφροδίτη Κρόνῳ τρίγωνος αὐστηροὺς ἀγελάστους ἐπισκύνιον ἔχοντας, πρὸς δὲ τὰ ἀφροδίσια σκληροτέρους, οὐ πολυκοίτους, ἀναξίαις μέντοι γε ἢ ἀργυρωνήτοις ἢ πρεσβυτέραις ἐπιμίσγονται· οἱ δὲ καὶ ταῖς τῶν ἀδελφῶν ἢ ἐπιστατῶν ἢ ταῖς τῶν πατέρων ἢ καὶ μητρυιαῖς τὰς ἐπιμιξίας ποιοῦνται· αἱ δὲ γυναῖκες αὐτῶν λαθραιόκοιτοι καὶ ἐπιμιγνύμεναι τοῖς τῶν ἀνδρῶν δούλοις ἢ φίλοις. νοεῖν μέντοι δεῖ ὡς παρὰ τὰς τῶν ζῳδίων καὶ μοιρῶν ἐναλλαγὰς πολλή τις διαφορὰ γίνεται· τὸ γὰρ αὐτὸ σχῆμα, καὶ ἐὰν ὁμοῦ τύχωσι, ῥυπαρωτέρους μὲν ἢ καὶ ἐπικοιμωμένους καὶ ἄλλοτε μὲν πολυκοίτους, πολλάκις δὲ μηδὲ ἀφροδισιάζοντας ἀλλὰ μόνον ἡδομένους. [Ἀφροδίτη Κρόνος] ἑξάγωνοι δὲ πρὸς ἀλλήλους τὴν αὐτὴν ἀποτελεσματογραφίαν τοῖς τριγώνοις ἔχουσιν, ἀμυδρὰν δὲ καὶ ἀσθενῆ. ἑῷοι μὲν ὄντες καὶ ἐν τῷ ἀπηλιώτῃ τὰς γυναῖκας ἀρρενοῦσιν οὐ μόνον ταῖς πράξεσιν, ἀλλὰ καὶ σὺν γυναιξὶ κοιμώμεναι ἀνδρῶν ἔργα ἐπιτελοῦσιν· ἑσπέριοι δὲ θηλύνουσι τοὺς ἄνδρας· ἄλλοτε μὲν γὰρ ἀνδράσι συγκοιμώμενοι γυναικῶν ἔργα ἐπιτελοῦσι, πολλάκις δὲ καὶ τῶν γονίμων στερίσκονται. ΤΕΤΡΑΓΩΝΟΝ ὁ Κρόνος τετραγωνίζων Ἀφροδίτην, τοῦ Κρόνου καθυπερτεροῦντος, ἐκπτώσεις γίνονται καὶ ἐκ θηλυκῶν προσώπων κακὰ πολλὰ καὶ πένθη· οὗτοι τὰ πολλὰ ἀτυχοῦσιν ἐν οἷς ἐπιβάλλονται καὶ ἐν γυναιξὶν οὐκ ἔχουσι χάριτας. εἰ δὲ ἡ Ἀφροδίτη καθυπερτερεῖ τὸν Κρόνον, ἐνδόξους δίδωσι γάμους καὶ γυναῖκας ἀρχικάς, εὐνοϊκὰς καὶ φιλοστόργους, αἳ καὶ πάνυ ὑπὸ ἀνδρῶν φιληθήσονται. [Ἀφροδίτη Κρόνος] τετράγωνοι δὲ πολλῷ χείρονες· τὰ μὲν γὰρ ἐπὶ τοῦ τριγώνου εἰρημένα λόγια ἐπὶ τὸ χεῖρον τρέπουσιν, ἀλλὰ καὶ ἀπὸ πορνείας ἄγονται γυναῖκας· γίνονται δὲ καὶ ἀνεπιχαρεῖς καὶ ἀσελγεῖς. κάκιον δὲ γίνεται, ἐὰν ἐπὶ τὸ δυτικὸν ἢ ὑπόγειον γίνηται τὸ σχῆμα· παροξύνεται γὰρ ἐπὶ τὸ χεῖρον τὰ εἰρημένα μάλιστα καὶ τοῦ Ἄρεως συνόντος ἢ τετραγωνίζοντος ἢ διαμετροῦντος· καὶ γὰρ αἰσχροποιοῦσι καὶ διαβάλλονται ὑπὸ ὄχλων, πολλάκις δὲ διὰ ταῦτα περιβοησίας ἢ ἀπαγωγῶν τυχόντες κακῷ θανάτῳ περιτρέπουσιν. ἐὰν δὲ καὶ ἐν λατρώδεσι ζῳδίοις ἢ μοίραις γένωνται, πάθεσιν ἀκαθάρτοις καὶ παρὰ φύσιν ἡδοναῖς χρήσονται. ΣΥΝΟΔΟΣ ὁ Κρόνος σὺν Ἀφροδίτῃ ἀνάξιον τὴν γυναῖκα ἢ στεῖραν ἢ σεσινωμένην ἢ ἐπίψογον, ποιοῦσι δὲ ἀτέκνους ἢ ὀψιτέκνους ἢ τὰ τέκνα θάπτοντας, εἰ δὲ καὶ γάμον ποτὲ δώσουσι ψύξουσι τοῦτον· τὰ ὅμοια καὶ ἐπὶ θηλυκῆς γενέσεως Κρόνος μὲν οὖν καὶ Ἀφροδίτη σύμφωνοι περὶ τὰς πράξεις, εὐεπίβολοι περὶ τὰς πλοκὰς καὶ τὰς συναρμογάς, συμπαθεῖς καὶ ὠφέλιμοι οὐ μέχρι τέλους, ἀλλ' ἐπί τινας χρόνους· εἶθ' οὕτως ψόγους χωρισμοὺς καὶ ἀστασίας ἢ θανάτους ἀποτελοῦσι, πολλάκις δὲ καὶ ἀγεννέσιν ἢ καὶ δημοσίαις τὰς ἐπιπλοκὰς ποιουμένους καὶ βλάβαις ἢ κρίσεσι περιπίπτοντας.
Vettius Valens, Anthologiarum libri ix, κα' Περὶ συμπαρουσίας καὶ συγκράσεως, 38.1 ΑΝΤΙΘΕΣΙΣ ὁ Κρόνος Ἀφροδίτην διαμετρῶν πόρνους, ἀσχήμονας, ἀγάμους ποιεῖ, εἰ δὲ καὶ γήμωσιν, ἐφυβρίστους ἢ ξένας λήψονται ἢ δούλας ἢ σεσινωμένας, καὶ αὐτοὶ δὲ ἐκτὸς τῶν ἀφροδισιακῶν χαρίτων εἰσίν.
Tags:
|



