| 07:26 | 12:39 | 17:52 |
| Ἀθῆναι | ||
Ὑποστηρίξετε τὸ μεταφραστικὸ μας ἔργο - Support our translation project
|
|
ΑΡΕΩΣ ΟΨΕΙΣ
ἭλιοςΤΡΙΓΩΝΟΝ Ὁ Ἄρης Ἥλιον τριγωνίζων ἀρχικοὺς ποιεῖ, εἰ δὲ καὶ ἔστιν ἡ γένεσις ἡμερινὴ καὶ τὸν μὲν δεξιὸν τόπον ὁ Ἥλιος κατέχει, τὸν δὲ λαιὸν ὁ Ἄρης, ἔτι βέλτιον τὸ σχῆμα· ἡγεμόνες γὰρ οὗτοι καὶ δυνάσται γίνονται. Ἄρης Ἡλίῳ τρίγωνος ἐπὶ νυκτερινῆς γενέσεως μάλιστα ἐν θηλυκοῖς ζῳδίοις δεξιὸς ὢν μεγάλους ἐπιδόξους σημαίνει ζωῆς καὶ θανάτου κυριεύοντας, ἐάνπερ καὶ τὰ λοιπὰ σχήματα τῇ γενέσει ὁμογνωμονήσῃ· πρὸς ἐπὶ τούτοις δὲ καὶ Ζεὺς δεξιῷ τριγώνῳ μεγάλους δυνάστας, πόλεων προστάτας καὶ ὄχλων ἡγουμένους ἀποτελεῖ. ἐὰν δὲ θηλυκὴ ᾖ ἡ γένεσις καὶ Ἀφροδίτη συμπαρῇ, βασιλεύσει καὶ πολλῶν χωρῶν ἐπικρατήσει, γίνονται δὲ εὐεργετικαὶ ἀνυπότακτοι. εἰ δὲ καὶ ὁ μὲν ἰδιοτοπεῖ καὶ ὁ ἕτερος ἐν ἰδίῳ τριγώνῳ τύχῃ, καὶ θηλυκαῖς καὶ ἀρσενικαῖς γενέσεσιν οὐδὲν ἐναντία· γίνονται γὰρ βασιλεῖς βασιλέων, ἐάνπερ ὁ μὲν οἰκοδεσποτῇ ὁ δὲ συνοικοδεσποτῇ ἢ καὶ δεσπόζῃ τῆς γενέσεως τοῦ τε κλήρου τῆς τύχης ἢ τῆς ὥρας κυριεύσωσιν. εἰ δὲ ἐν ἀρρενικοῖς ζῳδίοις εἶεν, ἐλάττονα καὶ πολὺ χείρονα τὰ ἀποτελέσματα γενήσεται· ἑξάγωνοι δὲ ἀτονώτεροι πρὸς τὸ ἀγαθὸν καὶ πρὸς τὸ ἐναντίον. ΤΕΤΡΑΓΩΝΟΝ Ὁ Ἄρης Ἥλιον τετραγωνίζων, τοῦ Ἄρεως καθυπερτεροῦντος, πολύνοσοι, ἀπρόκοποι, εἰ δὲ καὶ προκόψουσιν ἀλλ' ἐναντιώσεσι πολλαῖς περιπεσοῦνται. τοῦ Ἡλίου μέντοι καθυπερτεροῦντος, τῷ τε παιδὶ καὶ τῷ πατρὶ χαλεπόν· σφάλλονται ἐν ταῖς πράξεσι καὶ τὰ κτήματα τούτων διασκεδάννυνται, φρενοβλαβεῖς τε ποιεῖ καὶ μαινομένους, ἔστιν ὅτε καὶ τυφλούς, χεῖρον δὲ ἐπὶ ἡμερινῆς γενέσεως. Ἄρης Ἡλίῳ τετράγωνος, κακὸν τῷ πατρὶ καὶ τῷ γεννηθέντι· σίνη γὰρ καὶ πάθη ἀποτελεῖ·... ἐὰν δὲ ἐπὶ τοῦ δεξιοῦ τετραγώνου, ὅ ἐστι δέκατον, ὁ Ἄρης ᾖ, χεῖρον γενήσεται· πρὸς γὰρ καὶ ταῖς διανοίαις ἐκστήσονται. ΣΥΝΟΔΟΣ Ὁ Ἄρης σὺν Ἡλίῳ κακοθάνατον τὸν πατέρα ἢ ταχυθάνατον. τὸ δὲ αὐτὸ ποιεῖ κἂν ἐπαναφέρηται τῷ Ἡλίῳ· τὰς γὰρ γενέσεις ὀχλικὰς ποιεῖ καὶ κρίσεις ἐπάγει καὶ ὀφθαλμοὺς ἀδικεῖ καὶ τὰ πατρικὰ φθείρει εἴτε ἀπὸ πυρὸς εἴτε ἀπὸ πολέμου, τινὰς δὲ καὶ μανίαις περιέβαλεν. ΑΝΤΙΘΕΣΙΣ Ὁ Ἄρης Ἥλιον διαμετρῶν ἐν ἡμερινῇ γενέσει βιαιοθανάτους ποιεῖ ἢ καὶ τὰς τοῦ πατρὸς ὄψεις σινοῖ, τῇ δὲ γενέσει κινδύνους ἀφ' ὕψους καὶ ἐναντιώσεις ποιεῖ πολλάς, ἐν δὲ νυκτερινῇ ἀδρανεῖς ποιεῖ καὶ τῷ βίῳ ἐκπτώτους. Ἄρης Ἡλίῳ... ἐὰν δὲ διάμετρος ἢ ἐν κεκακωμένοις ᾖ μοίραις, καὶ περὶ τὰ ἄρθρα τὰ σίνη ἀποτελεῖ.
ΣελήνηΤΡΙΓΩΝΟΝ ὁ Ἄρης Σελήνην τριγωνίζων ἐπὶ μὲν νυκτερινῆς γενέσεως, λειψιφωτούσης τῆς Σελήνης, ἔμπρακτοι καὶ ἐπιτευκτικοὶ γίνονται καὶ πάντων ὧν βουλεύσονται περιγίνονται, εἰ δὲ καὶ Ζεὺς αὐτοὺς ἴδῃ, ἔσονται ἀρχικοί, ἔνδοξοι, μεγάλα δυνάμενοι. ἐπὶ δὲ ἡμερινῆς γενέσεως ὁ Ἄρης τριγωνίζων Σελήνην οὖσαν ἐν τῷ ὑπεργείῳ βλάπτει καὶ σῶμα καὶ βίον, εἰ μάλιστα αὐξιφωτεῖ ἡ Σελήνη. ΤΕΤΡΑΓΩΝΟΝ ὁ Ἄρης Σελήνην τετραγωνίζων, τοῦ Ἄρεως καθυπερτεροῦντος, τὴν μητέρα χήραν ποιεῖ καὶ τὸν πατρικὸν ἐλαττοῖ βίον καὶ αὐτὴν τὴν μητέρα ἀναιρεῖ δι' αἵματος ἢ βιαίου θανάτου, ὁ δὲ τεχθεὶς ἐπὶ ἱεροὺς καταφεύγει τόπους καὶ ὑπὸ φαντασμάτων καὶ εἰδώλων ἐνοχλεῖται, καὶ μᾶλλον τὸ κακὸν ἔσται, ὅταν ὁ Ἄρης ἐν ὁρίοις ᾖ Κρόνου, ἡ δὲ Σελήνη ἐν ὁρίοις Ἑρμοῦ ἢ Ἄρεως· πολλάκις γὰρ ἡ τῶν ὁρίων δύναμις ἢ ἐπιτείνει ἢ ἐλαττοῖ τὰ κακά. εἰ δὲ ἡ Σελήνη τὸν Ἄρην ἐπιδεκατεύει, ἄδοξον καὶ πενιχρὰν τὴν μητέρα, τῷ δὲ παιδὶ καθαίρεσιν τύχης καὶ πλάνας δηλοῖ. Εἰ δὲ τετράγωνος Ἄρης Σελήνῃ γένοιτο ἐπὶ τὸ εὐώνυμον μέρος ἐν ἀλλοτρίαις μοίραις ἢ ζῳδίοις <ἐφ'> ἡμερινῆς γενέσεως, πολλῶν ἐναντιωμάτων αἴτιος τῇ τε μητρὶ θλίψεις καὶ ταπεινώσεις ἀποτελεῖ καὶ ἐν ξενιτείαις ὑποτάσσονται, τινὲς δὲ ἢ στρατιωτικοὶ γίνονται ἐπίμοχθοι καὶ ἐφύβριστοι. ταῦτα δὲ γίνεται, ἐάνπερ μὴ καὶ τὰ λοιπὰ ἡ γένεσις ταπεινοῖ, τοῦ τοῦ ἀστέρος δεσπότου ἢ συνεργοῦ ἢ συναιρετιστοῦ ὑπάρχοντος ἐν τοῖς ἀσυνδέτοις τοῦ ὡροσκόπου. ἐὰν δὲ τὰ λοιπὰ συντύχῃ, αἰχμάλωτοι γίνονται καὶ δημοσίᾳ τελευτῶσιν... ἐὰν γὰρ Ἄρης Κριῷ γένηται καὶ Σελήνη Καρκίνῳ, ἀντιστρέφεται τὰ ἀποτελέσματα καὶ γίνεται τῶν εἰς τὸ τρίγωνον τὰ ὅμοια. ΣΥΝΟΔΟΣ ὁ Ἄρης σὺν Σελήνῃ θερμούς, ἐπιτευκτικούς, καὶ μᾶλλον ὅταν ὦσιν ἐπίκεντροι, εἰ δὲ μὴ ὁρᾷ ὁ Ζεὺς ὄντας ἐπὶ τοῖς κέντροις, ὀλιγοχρονίους, βιαιοθανάτους, ἥ τε μήτηρ πολύνοσος. ΑΝΤΙΘΕΣΙΣ ὁ Ἄρης Σελήνην διαμετρῶν ὀλιγοχρονίους ποιεῖ ἢ κινδύνοις περιπίπτοντας· τινὲς μὲν ἄγαμοι, τινὲς δὲ τὰς γυναῖκας θάπτουσιν· τούτοις καὶ ἡ τελευτὴ δεινή· ἢ γὰρ μανίας ἢ τομὰς μελῶν ὁ Ἄρης ποιεῖ. κακά. εἰ δὲ ἡ Σελήνη τὸν Ἄρην ἐπιδεκατεύει, ἄδοξον καὶ πενιχρὰν τὴν μητέρα, τῷ δὲ παιδὶ καθαίρεσιν τύχης καὶ πλάνας δηλοῖ. [Ἄρης Σελήνῃ] εἰ δὲ καὶ διάμετρος γένηται ἐπὶ τοῦ αὐτοῦ καταστήματος, εὐτονώτερα τὰ χαλεπὰ καὶ δυσέκλυτα· μᾶλλον δὲ εἰ καὶ δεξιὸς τετράγωνος φανείη, αἰφνιδίως πάντα ἀπολλύουσι. πολλὴ δὲ διαφορὰ τετραγώνου καὶ διαμέτρου. ὁμοίως δὲ κἂν διάμετροι ὦσιν Ἄρης Σκορπίῳ Σελήνη Ταύρῳ, οὐ μόνον πρὸς τύχην οὐκ ἐναντιοῦνται ἀλλὰ καὶ προκοπῶν καὶ δοξῶν αἴτιοι γίνονται. ἙρμῆςΤΡΙΓΩΝΟΝ ὁ Ἄρης τριγωνίζων Ἑρμῆν ἐμπράκτους καὶ συνετοὺς εἴς τε λόγους καὶ ἔργα, ἐπιτευκτικούς τε καὶ ὀξεῖς, ἐκ ψήφων ἢ γραμμάτων τὸν βίον συλλέγοντας. Ἑρμῆς Ἄρεϊ τρίγωνος ἢ δεξιὸς ἑξάγωνος ποικίλων πράξεων δηλωτικός· ποτὲ μὲν γραμματεῖς ποτὲ δὲ ἔμποροι ἑρμηνεῖς γεωμέτραι νομικοὶ φιλόσοφοι, πάντες δὲ κακότροποι δριμεῖς συνετοὶ ψεῦσται· ποιεῖ δὲ καὶ ὁπλοδιδακτὰς ἢ καὶ ὁπλοπαίκτας. εἰ δὲ καὶ ὁ τοῦ Διὸς συσχηματισθῇ μάλιστα ἐν χρηματιστικοῖς τόποις, ποιεῖ στρατιωτικούς, πολλάκις δὲ ὀρνεοσκόπους, θύτας, προγινώσκοντας τὸ μέλλον, περισσότερον ἀνθρώπων νοοῦντας. ΤΕΤΡΑΓΩΝΟΝ ὁ Ἄρης Ἑρμῆν τετραγωνίζων, τοῦ Ἄρεως καθυπερτεροῦντος, πολλῶν δεινῶν αἴτιος, βλάβας ἐπάγων καὶ συνοχὰς καὶ τὰς πράξεις ἐμποδίζων ἢ διαβολὰς διὰ πράξεις ποιῶν, χεῖρον δὲ ἐπὶ ἡμερινῆς γενέσεως, εἰ μάλιστα ἢ ἀμφότεροί εἰσιν ὑπὲρ γῆν ἢ ὅμως ὁ Ἄρης, ἐπὶ δὲ νυκτερινῆς γενέσεως ἥττονα τὰ δεινά. εἰ δὲ τὸν Ἄρην ὁ Ἑρμῆς ἐπιδεκατεύει, δεινοὺς ἐξετέλεσεν, πανούργους, ἀλλοτρίων ἅρπαγας· οἱ τοιοῦτοι γὰρ ἀπὸ ἄλλου εἰς ἄλλον μετέρχονται ὅπως κακόν τι αὐτοῖς προστριψάμενοι προδώσουσιν αὐτοὺς καὶ τῶν χρημάτων γυμνώσουσιν. Ἑρμῆς Ἄρεϊ τετράγωνος δὲ ποικιλωτέρους τῶν προειρημένων (σ.σ. τοῦ τριγώνου) ποιήσει· ποιεῖ γὰρ μάγους πλάνους θύτας ἰατροὺς ἀστρολόγους ὀχλαγωγοὺς τραπεζίτας παραχαρακτὰς ὁμοιογράφους διά τε πανουργίας καὶ ἐπιθέσεως καὶ δόλου τὰς πράξεις διοικοῦντας· γίνονται δὲ καὶ κλῶπες καὶ ἐπίορκοι καὶ ἀσεβεῖς καὶ ἐπίβουλοι τῶν ὁμοίων, αἰσχροκερδεῖς ἀποστερηταὶ ἁπλῶς οὐδὲν ἔχοντες ἐλεύθερον, ὅθεν κακοῖς πλείστοις ΣΥΝΟΔΟΣ ὁ Ἄρης σὺν Ἑρμῇ ψεύστας μέν, συνετοὺς δὲ καὶ πολυπείρους, ἀεὶ ἐν κρίσεσιν ὄντας, πανούργους, γυμναστικούς. Διὸς μὲν οὖν ὁρῶντος αὐτοὺς ἢ Ἀφροδίτης ἔνδοξοι γίνονται ἐπὶ τοῖς ἐπιτηδεύμασιν, τῶν δὲ κακοποιῶν πλαστογράφοι γίνονται, κλέπται, ἀπατεῶνες, πανοῦργοι, ἄδικοι καὶ ὅλως παράνομοι, παιδερασταὶ οἱ τοιοῦτοι καὶ πολύψογοι, καὶ μᾶλλον ὅταν ὁ Κρόνος μαρτυρῇ. ὕπαυγοι δὲ ὄντες καὶ ἐπίκεντροι καὶ τὴν Σελήνην ὁρῶντες κακοβούλους, ψεύστας, λῃστάς, πλαστογράφους. καὶ εἰ μὲν ὁ Κρόνος μαρτυρεῖ κατὰ τετράγωνον ἢ διάμετρον, ἐν δεσμωτηρίῳ θνῄσκουσι βιαίως, εἰ δὲ ὁ Ζεύς, εὐθανατοῦσιν. Ἑρμῆς καὶ Ἄρης οὐκ ἀγαθοί, ἔχθρας κρίσεις ἐναντιώματα κακοτροπίας προδοσίας ἀποτελοῦντες ἀπό τε κρειττόνων ἢ ὑποτακτικῶν ἀδικουμένους· τινὰς μὲν οὖν ἀθλητικοὺς στρατιωτικοὺς ἢ καθηγεμόνας εὐεργετικοὺς περιέργους ποικίλως τὸν βίον περιερχομένους· γίνονται δὲ ἐν πλαστογραφίαις νοσφισμῶν ἁρπαγῆς συλήσεως χάριν, ἐγγύαις τε καὶ δάνεσι περιπίπτοντες περιβοησίας ἢ κρυβὰς ἀναδέχονται. ἐὰν δέ πως τὸ σχῆμα κακωθῇ, ἐν αἰτίαις γενόμενοι ἢ συνοχαῖς τῶν κτηθέντων ἀποβολὰς ἢ ἀφαιρέσεις ὑπομένουσιν. ΑΝΤΙΘΕΣΙΣ ὁ Ἄρης Ἑρμῆν διαμετρῶν, γίνονται [γὰρ] πλαστογράφοι καὶ τῶν φαρμακείων συνίστορες, ἀεί τε δανείοις καὶ ἐγγύαις ὑποπίπτουσι καὶ πίστιν δικαίαν ἀποστέργουσιν, ὧν ἕνεκα καὶ παρ' ἡγεμόνων κρίνονται καὶ φόβους ὑφίστανται· ἄλλοι τῆς πατρίδος ἐξελαύνονται, καὶ μᾶλλον ἡνίκα ὁ Ἑρμῆς ἐστι ἐν ὁρίοις Κρόνου ἢ ζῳδίῳ ἢ ἐν ἰδίοις ὁρίοις ἢ ζῳδίῳ. ἈφροδίτηΤΡΙΓΩΝΟΝ ὁ Ἄρης Ἀφροδίτην τριγωνίζων ἐμπόρους, εὐγάμους, φιλοκόσμους καὶ μεγαλόφρονας ποιεῖ, οἱ τοιοῦτοι δὲ πολλῶν γυναικῶν λέχη θηρῶσιν ἤτοι μοιχοὶ γίνονται. ΤΕΤΡΑΓΩΝΟΝ ὁ Ἄρης Ἀφροδίτην τετραγωνίζων, τοῦ Ἄρεως καθυπερτεροῦντος, πονηραὶ κρίσεις καὶ ζημίαι καὶ μάχαι καὶ βλάβαι διὰ γυναῖκας, εἰ δὲ καὶ ἐν τροπικῷ ζῳδίῳ μαλακοὶ ἔσονται, εἰ δὲ καὶ ζῳτικοὺς χρόνους ἔχει ὁ τοιοῦτος τὴν ἑαυτοῦ γυναῖκα παρακοιμήσει ἢ μοιχευομένην εἰδὼς ἀνέξεται, καὶ ἡ γυνὴ δὲ ἀσελγοῦντος τοῦ ἀνδρὸς ἀνέξεται. εἰ δὲ Ἀφροδίτη τὸν Ἄρην καθυπερτερεῖ τὰ ἴσα μὲν ποιεῖ, ὅμως λαθραίως καὶ αἰδημόνως. ΣΥΝΟΔΟΣ ὁ Ἄρης σὺν Ἀφροδίτῃ τὰ αὐτὰ δηλοῖ ἃ καὶ ἐν τοῖς τετραγώνοις. Ἀφροδίτη καὶ Ἄρης ἀσύμφωνοι· ἀστάτους γὰρ ταῖς γνώμαις καὶ ἀκρατεῖς ἀποτελοῦσι, ζηλοτύπους δὲ καὶ αὐτόχειρας, πολυφίλους δὲ ἢ ἐπιψόγους αἰσχροὺς εὐμετανοήτους καὶ ἀδιαφόρους ταῖς μίξεσιν ἀρρενικῶν τε καὶ θηλυκῶν, κακουργίας ἢ φαρμακείας ἐπιβόλους, οὔτε τοῖς καλοῖς οὔτε τοῖς φαύλοις ἐπιμένοντας, [οὔτε] περὶ τὰς φιλίας διαβαλλομένους καὶ κακολογουμένους, εὐδαπάνους ἀκροθιγεῖς περὶ τὰς πράξεις καὶ πολλῶν ἐπιθυμητάς, ὑπὸ θηλυκῶν ἀδικουμένους ἢ καὶ τούτων χάριν κρίσεις καὶ ταραχὰς καὶ χρεωστίας ὑπομένοντας. ΑΝΤΙΘΕΣΙΣ ὁ Ἄρης διαμετρῶν Ἀφροδίτην ῥέμβους καὶ ἀστάτους ποιεῖ, βάσκανος δὲ ἡ Ἀφροδίτη εἰς γάμον καὶ τέκνα. εἰ δὲ καὶ ἐν τροπικῷ, τοιαῦτα ποιεῖ ἃ καὶ τετράγωνοι ὄντες. ΔίαςΤΡΙΓΩΝΟΝ Ὁ Ζεὺς Ἄρην τριγωνίζων ἀρχικούς, δράστας, παρ' ἡγεμόσι τιμωμένους ποιεῖ. ὁ Ἄρης Δία τριγωνίζων, τοῦ Διὸς ἐπικέντρου ὄντος καὶ τῆς Σελήνης καλῶς ἑστώσης, στρατιώτας ἐπισήμους ποιεῖ, ζωῆς καὶ θανάτου κυρίους, καὶ μᾶλλον ὅταν ἐπὶ ἀρρενικῶν ὦσι ζῳδίων· τὰ γὰρ ἀρρενικὰ ἐπὶ ἐξουσίας καὶ ἡγεμονίας παραλαμβάνονται, τὰ δὲ θηλυκὰ ἐπὶ ὑποταγῆς. Ζεὺς Ἄρεϊ τρίγωνος ὁποτέρου αὐτῶν οἰκοδεσποτοῦντος τοῦ δὲ ἑτέρου δεσπόζοντος μεγάλους ἄνδρας σημαίνει καὶ ἡγεμονικοὺς καὶ τυραννικούς, μάλιστα ἐν ἰδίοις ζῳδίοις ἢ τριγώνοις ἢ μοίραις καὶ ἐπὶ τῶν χρηματιζόντων ζῳδίων ἢ ἐνηλλαχότες τὰ οἰκητήρια ἢ τὰ ὅρια, μάλιστα κυριεύοντες τοῦ κλήρου ἢ τοῦ οἰκοδεσπότου. μεγάλας γὰρ πράξεις ποιοῦσιν· ἤτοι γὰρ βασιλεῖς ἢ στρατοπέδων προήκοντας ναυτικῶν τε καὶ πεζικῶν, πόλεις ἀνορθοῦντας καὶ καταστρέφοντας· ἑξάγωνοι δὲ ἧττον σθένουσι, καθάπερ καὶ ἐπὶ τῶν προτέρων σχημάτων, ἐκτὸς εἰ μὴ ἐπίκεντροι γενόμενοι σημαίνουσι μὴ κάτοπτα τοῖς γενομένοις τὰ εἰρημένα κακὰ γίνεσθαι ἀλλὰ τοῖς ἄλλοις. αὐτοσχεδιασταὶ πολέμων πεζικῶν καὶ ναυμαχιῶν· γίνονται δὲ ἀρχιλῃσταὶ καὶ ἡγεμόνες βίαιοι βασανιστικοὶ ἡδέως κολάζοντες αἱμοπόται· εἰ δὲ ἀγοραίου γένεσις ᾖ, οἷον νομικοῦ ἢ δικολόγου, γίνονται κατηγορικοί. εἰ δὲ καὶ τὸν τοῦ Ἑρμοῦ συλλάβῃ τῆς Σελήνης προτέρου Ἄρεως τὴν συναφὴν ἔχοντος, χαλεπώτερον τὸ σχῆμα γίνεται· γίνονται γὰρ οἱ τοιοῦτοι θηρίου παντὸς χείρονες. ΤΕΤΡΑΓΩΝΟΝ Ὁ Ζεὺς τετραγωνίζων Ἄρην, τοῦ Διὸς καθυπερτεροῦντος, δόξα καὶ τιμὴ ἕπεται τούτοις καὶ σύστασις· οἱ μὲν ἐν στρατιαῖς διαπρέπουσιν, οἱ δὲ ἐν βασιλικαῖς αὐλαῖς ἀναστρέφονται ἢ ἐν δημοσίαις πράξεσι, πλὴν τὰ μητρικὰ ἢ πατρικὰ οὐ φυλάττονται, καὶ ἐπὶ τέκνοις λῦπαι ἔσονται ἢ σπανότεκνοι γίνονται. εἰ μέντοι ὁ Ἄρης τὸν Δία καθυπερτερεῖ, ὀξεῖς μὲν καὶ ὁρμητάς, πλὴν σφαλλομένους ἐν τῷ βίῳ ποιεῖ καὶ μάτην Ζεὺς Ἄρεϊ τετράγωνος, ἐὰν ὁ μὲν ὡροσκοπῇ ὁ δὲ μεσουρανῇ ἢ ἀγαθοδαιμονῇ, ἰσχυρόν· ἰσχυρότερον γὰρ τοῦ τριγώνου τὸ σχῆμα τοῦτο γενήσεται, μάλιστα εἰ μέσον τροπικὸν εἴη. ἐν δὲ τῷ αὐτῷ ζῳδίῳ παρόντες ἰσχυρότερα σθένουσι· τῷ γὰρ τριγώνῳ τὰ αὐτὰ καὶ τετράγωνοι ἀποτελοῦσιν, ἀλλὰ μετὰ κινδύνων καὶ ἐναντιώσεων. ΣΥΝΟΔΟΣ Ὁ Ζεὺς σὺν Ἄρει προκοπτικούς, εὐκτήμονας, τιμωμένους ἐν πόλεσιν, ἡγεμόνας, ἐπιτευκτικοὺς ποιεῖ, καὶ μᾶλλον ἐν οἰκείοις τόποις ὄντες ἅμα, ἤτοι ἐν Διὸς οἴκοις ἢ Ἄρεως, ἢ ἐν τοῖς ὁρίοις αὐτῶν· τότε γὰρ δυνάστας ποιοῦσιν. φησὶ γὰρ ὁ Δωρόθεος· ὁ Ζεὺς ἐν οἴκοις Ἄρεως ἢ ὁρίοις ἡγεμόνας ἢ ἡγεμόνων ἑταίρους ποιεῖ, εἰ δὲ ὁ Ἥλιος καὶ ἡ Σελήνη ἐπίκεντροί εἰσι πρὸς τούτῳ τῷ σχήματι καὶ μαρτυρούμενοι ὑπὸ Διὸς καὶ Ἄρεως, ἔτι μᾶλλον δοξάζονται, καὶ μᾶλλον ἐν ἀρρενικοῖς ὄντων τῶν φώτων· τότε γὰρ βασιλεῖς γίνονται ἢ ἡγεμόνες πεζικοῦ καὶ ναυτικοῦ τάγματος, ζωῆς καὶ θανάτου κύριοι. πάλιν Ἄρης ἐν Διὸς οἴκοις ἢ ὁρίοις βασιλεῖς ἢ φίλους βασιλέων ποιεῖ, καὶ μᾶλλον ὅταν ὁ Ζεὺς σύμφωνον ἔχῃ διάστασιν πρὸς Ἄρην. κρεῖττον δὲ τὸν Δία εἶναι ἐν ὁρίοις Ἄρεως ἢ οἴκοις ἤπερ τὸν Ἄρην ἐν Διὸς τόπῳ· ποιεῖ γὰρ ἐνδοξοτέρους καὶ ἡγεμονικωτέρους ἤτοι βασιλεῖς ἢ στρατοπεδάρχας ἢ στόλων καὶ πεζοῦ στρατοῦ ἡγεμόνας ἢ ἱππικοῦ τάγματος, ἀνορθοῦντας πόλεις καὶ καταστρέφοντας.
Dorotheus Astrol., Fragmenta Graeca, Περὶ τῶν πρὸς ἀλλήλους σχηματισμῶν τῶν ἀστέρων ἐκ τῶν Ἀνουβίωνος, 355.3
Ζεὺς καὶ Ἄρης ἐπιδόξους φαντασιώδεις, μειζόνων ἢ βασιλέων φίλους, στρατιωτικοὺς ἐπισήμους καὶ ὀψωνίων μετόχους, ἐν δημοσίοις ἢ στρατιωτικοῖς τὰς ἀναστροφὰς ποιουμένους καὶ τιμῆς καὶ δόξης καταξιουμένους, ἀνωμάλους δὲ τῷ βίῳ καὶ τῷ ἤθει καὶ τῶν κτηθέντων ἀποβολὰς ποιουμένους.
Vettius Valens, Anthologiarum libri ix, κα' Περὶ συμπαρουσίας καὶ συγκράσεως, 39.1 ΑΝΤΙΘΕΣΙΣ Ὁ Ζεὺς Ἄρην διαμετρῶν ἀνώμαλον ποιεῖ τὸν βίον πάνυ τοῖς τοιούτοις, καὶ οἱ φίλοι ἐχθροὶ γίνονται, οἱ δὲ καὶ ἐκ προπετείας καὶ ταραχῆς λογισμῶν ζάλαις λυποῦνται. ὁ Ζεὺς Ἥλιον διαμετρῶν τῶν πατρικῶν ὀλετὴρ κτημάτων, ὁ δὲ γεννηθεὶς ἐν ὑποταγῇ ἔσται τῶν ἐπιτρόπων αὐτοῦ ἢ δούλων ἢ τοιούτων ὁμοίων. [Ζεὺς καὶ Ἄρης] διάμετροι δὲ ἐν τοῖς ἀχρηματίστοις ζῳδίοις χαλεπώτεροι [σ.σ. τοῦ τετραγώνου] γίνονται· ἐὰν γὰρ ἐπί τινα ἡγεμονίαν τὰ λοιπὰ τῆς γενέσεως πράγματα τὸν γεννώμενον ἄγῃ, μεγάλοις περιπεσεῖται κινδύνοις καὶ ὑπὸ ἰδίων καὶ ὑπὸ ἐχθρῶν προδοθήσεται. εἰ δὲ μήτε οἰκοδεσποτῇ ἀστὴρ μήτε δεσπόζῃ τις αὐτῶν ἢ συνοικοδεσποτῇ, μέτριος ἡ τῶν τριγώνων στάσις· γίνονται γὰρ στρατιωτικοί· εἰ δὲ καὶ ἐκ τῶν ἄλλων ἀστέρων μέγεθος ἀξιώματος ὑποφαίνηται συνεργὸν αὐτοῖς ἢ παρασυνεργὸν ἐχόντων δύναμιν, προσθήσουσι τῇ δόξῃ· ποιοῦσι γὰρ ἄρχοντας πόλεων καὶ ἐπὶ δικαστηρίου καθεζομένους· εἰ δὲ καὶ τὸ διάθεμα στρατιωτικὸν ᾖ ἔκ τε Ἡλίου καὶ Σελήνης καὶ Κρόνου, δεκαδάρχας ἢ ἑκατοντάρχας τινὸς βραχέος στρατεύματος καὶ πόλεως· εἰ δὲ ταπεινὸν εἴη τὸ διάθεμα ἔκ τε Ἡλίου καὶ Σελήνης καὶ τῶν λοιπῶν ἀστέρων ἢ τρίγωνοι αὐτῶν ὅ τε τοῦ Ἄρεως καὶ ὁ τοῦ Διός, ταπεινοὺς ἀποτελεῖ τοὺς γεννωμένους, δούλους στρατευομένων ὑποτεταγμένους ἢ καὶ ἡγεμονευόντων, πολλάκις δὲ κυνηγοὺς ἢ μονομάχους ἢ ὁπλοποιούς· ταῦτα δὲ σημαίνει παρὰ τὰς τῶν ζῳδίων ἐναλλαγάς· ἐπὶ μὲν γὰρ τῶν κέντρων μεγάλους ἀπὸ νεότητος ἀποτελοῦσιν, ἐπὶ δὲ τῶν ἐπαναφορῶν ἀπὸ μέσης ἡλικίας ἀναγομένους, ἐπὶ δὲ τῶν ἀποκλιμάτων ἥττονας καὶ ταπεινούς. ΚρόνοςΤΡΙΓΩΝΟΝ ὁ Κρόνος τριγωνίζων Ἄρην, εἰ καὶ Ζεὺς μὴ ὁρᾷ μήτε ὁ Ἑρμῆς, εὔποροι γίνονται καὶ ἐνεργεῖς καὶ δυνατοὶ ἐν ταῖς πράξεσι καὶ ἐν ταῖς πόλεσι δὲ ὁμοίως, πλὴν οἱ πρὸ αὐτῶν ἀδελφοὶ προτελευτῶσιν. Κρόνος Ἄρεϊ τρίγωνος ἐπισφαλεῖς μὲν τῷ βίῳ καὶ ἀφερεπόνους σημαίνει, ταῖς δὲ πράξεσι νωθροὺς καὶ βιαίους ἀποτελεῖ, ἤτοι σπανοτέκνους ἢ τὰ γεννώμενα διαφθείροντας, ἔτι δὲ αἰχμαλωτίζονται ἢ σινοῦνται. ΤΕΤΡΑΓΩΝΟΝ ὁ Κρόνος Ἄρην τετραγωνίζων, τοῦ Κρόνου καθυπερτεροῦντος, ἀτακτοῦσιν, τῷ δὲ σώματι ἔσονται φρικώδεις καὶ νοσεροί, ἐνίοτε καὶ ῥίγει καὶ πυρετῷ δαμάζονται, τὰ πατρικὰ δὲ κτήματα ὄλλυνται, οἱ δὲ τοιοῦτοι καὶ θανάτους ὁρῶσι τῶν ἀδελφῶν. εἰ δὲ ὁ Ἄρης καθυπερτερεῖ τὸν Κρόνον, πάντως οἱ πατέρες πρὸ τῆς μητρὸς τελευτῶσιν, αὐτῷ δ' ἔσονται τῷ βίῳ μερικῶς ἐνεργεῖς καὶ ἔμπρακτοι, πλήν, ὡς εἴρηται, τῶν πατρικῶν κτημάτων τὸ σχῆμα ὀλέθριον· οἱ τοιοῦτοι καὶ ἀπὸ τῶν οἰκείων φθονοῦνται. [Κρόνος Ἄρης] τετράγωνοι δὲ πολὺ χείρονες· ἀναιροῦνται γὰρ τὰ τέκνα αὐτῶν, ὁμοίως δὲ καὶ τὰ τῶν ἀδελφῶν, ἢ χωρίζονται ἀπ' ἀλλήλων ἔχθραις ἢ δυσεπανόρθωτοι γίνονται ἢ σινοῦνται· προσκοπτικοὶ δὲ γίνονται ἐν ταῖς πράξεσιν ἁπάσαις, ἔχθραις μεγάλων ἀνδρῶν περικυλιόμενοι καὶ ἐπιβουλευόμενοι, καὶ κινδύνοις μεγάλοις τὸ σχῆμα περιπίπτει· ἤτοι γὰρ λῃστῶν ἢ πολεμίων ἐπιδρομαῖς ἢ ναυαγίῳ περιπεσόντες βιαιοθανατοῦσιν, ἔνιοι δὲ καὶ αἰχμαλωσίαις περιτρέπονται, πολλάκις δὲ καὶ ἀπὸ πυρὸς ἢ σιδήρου κινδυνεύουσι. ΣΥΝΟΔΟΣ ὁ Κρόνος σὺν Ἄρει τοῖς ἤθεσι πραεῖς ποιεῖ καὶ ἀργοὺς ἐν ταῖς πράξεσι καὶ ἐν πολλοῖς ἀποτυγχάνοντας, νοσερούς τε καὶ ὑπὸ μελαίνης χολῆς βλαπτομένους, πατέρα τε προαναιροῦσι καὶ τὰ πατρικὰ διαφθείρουσι καὶ τοὺς πρὸ αὐτῶν ἀδελφοὺς ἢ ἀναιροῦσιν ἢ ζῶντας ἐπινόσους ποιοῦσιν (χείρους δέ εἰσιν ἐπίκεντροι), φροντίδας τε καὶ δυσκολίας πραγμάτων ἐπιφέρει, εἰ μὴ Ζεύς ποθεν ἐπιμαρτυρήσῃ, ὑπομονητικοὶ δὲ οἱ τοιοῦτοι καὶ βαρύθυμοι. Κρόνος μὲν οὖν καὶ Ἄρης ἐχθροί, ἐναντιωμάτων καὶ καθαιρέσεων ποιητικοί. στάσεις γὰρ οἰκείων καὶ ἀνευνοησίας καὶ ἔχθρας ἐπάγουσι, δόλους καὶ ἐπιβουλὰς καὶ κακοποιΐας καὶ κρίσεις, ἐκτὸς εἰ μὴ οἰκείοις ἢ χρηματιστικοῖς ζῳδίοις πεσόντες καὶ ὑπὸ ἀγαθοποιῶν μαρτυρηθέντες ἐπισήμους καὶ λαμπρὰς γενέσεις κατασκευάσωσιν· ἀβεβαίους δὲ περὶ τὴν εὐδαιμονίαν καὶ ἀδοκήτους κινδύνους ἢ προδοσίας.
Vettius Valens, Anthologiarum libri ix, κα' Περὶ συμπαρουσίας καὶ συγκράσεως, 37.18 ΑΝΤΙΘΕΣΙΣ ὁ Κρόνος Ἄρην διαμετρῶν, περιστάσεσι βιωτικοῖς περιπίπτουσι καὶ ἐναντιώμασι χαλεποῖς καὶ φθόνοις καὶ ἐνδείαις καὶ σωματικαῖς ὀχλήσεσι καὶ κινδύνοις ζωῆς τε καὶ τέκνων, οἰκείων τε ἔχθρας καὶ στάσεις ποιεῖ καὶ πατέρας προαναιρεῖ τῆς μητρὸς καὶ ἀλλεπάλληλα παρέχει τὰ κακά. εἰ δὲ καὶ ἐπὶ ὑγρῶν εἰσι ζῳδίων, ἐξ ὑγρῶν τὰς ὀχλήσεις, ναυαγοῦντας ποιοῦσιν ἢ ἐκ ποταμῶν καὶ ῥευμάτων ἐπιφορὰς ἐπάγουσιν, πολλάκις δὲ καὶ ἀπὸ ἐνύδρων ἀδικοῦνται θηρίων ἢ φαρμάκοις τισὶ τελευτῶσιν. εἰ δὲ τὸ σχῆμα ἐν τοῖς τετράποσι ζῳδίοις ἐστίν, ἐκ συμπτώσεως θνήσκουσιν ἢ ἐγγὺς τοῦ θανεῖν ἔρχονται, ὅταν ὁ Ζεὺς ἴδῃ· εἰ γὰρ μὴ ἴδῃ, ἄφυκτα τὰ κακά. ἀλλ' ἐπὶ μὲν τῶν κέντρων διαμετροῦντες θάνατον ἐπιφέρουσιν ἢ χωρισμοὺς οἰκείων καὶ τῆς πατρίδος, τοὺς δὲ εἰς ὑποταγὴν ἄγουσι καὶ δουλείαν, κἂν ἐλεύθεροι ὦσιν. ἐπὶ δὲ τῶν ἐπαναφορῶν τὰς ἐλπίδας ἐκκόπτουσιν, ἔτι δὲ καθαιρέσεις ἐπάγουσιν ἐν μέσοις τοῖς χρόνοις. ἂν δ' ἐν τοῖς ἀποκλίμασιν, ἧττον μὲν βλάπτουσιν, λύπας δὲ ὅμως καὶ μόχθους καὶ ἐκπτώσεις ἐπάγουσιν. [Κρόνος Ἄρης]διάμετροι δὲ ἀλλήλων γενόμενοι ἰσχυρότερα τὰ προειρημένα [σ.σ. τῶν τετραγώνων] ἀποτελοῦσι· πρὸς ἐπὶ τούτοις γίνονται πένητες ἐπίμοχθοι ἀτυχεῖς, ἔνιοι δὲ νωτοφοροῦσιν ὡς κτήνη τάς τε ἐργασίας ἐπιμόχθους καὶ ἐπονειδίστους ἔχουσι. πολλὴ δὲ καὶ ἐπὶ τῶν σχημάτων τούτων διαφορὰ οὐ μόνον παρὰ τὴν τῶν ζῳδίων καὶ μοιρῶν ἰδιότητα, ἀλλὰ καὶ παρὰ τὰ μεγέθη τῶν γενέσεων. εἰ μὲν γὰρ ἀθεώρητον ὑπὸ Διὸς γένηται τὸ σχῆμα καὶ τῆς Σελήνης καὶ τοῦ Ἡλίου, ἄδοξον τὴν γένεσιν ποιήσουσιν· εἰ δὲ ἐπιθεωρήσουσι καὶ τύχῃ ὁ μὲν ἕτερος αὐτῶν δεσπότης ὁ δὲ ἕτερος συνοικοδεσπότης, καὶ τηνικαῦτα τὰ προειρημένα γίνεται. χαλεπώτερα δὲ ἐπὶ τοῦ θεοῦ καὶ τῆς θεᾶς, ἀμβλύτερα δὲ καὶ σκιᾷ παραπλήσια ἐπὶ τοῦ ἀγαθοῦ δαίμονος καὶ τῆς ἀγαθῆς τύχης, χείρονα δὲ καὶ ἀδιάλυτα ἐπὶ τοῦ κακοῦ δαίμονος καὶ τῆς κακῆς τύχης ἀργοῦ τε καὶ κατασκίου. ἐνδόξου δὲ τῆς γενέσεως οὔσης καὶ τυραννικῆς ***.
Tags:
|



