| 07:26 | 12:39 | 17:52 |
| Ἀθῆναι | ||
Ὑποστηρίξετε τὸ μεταφραστικὸ μας ἔργο - Support our translation project
|
|
Δυνάμεις: Κυρίως ψύχει καὶ ὡς ἔναν βαθμὸν ξηραίνει, ἐπειδὴ ἀπέχει τὸ μέγιστον ἀπὸ τὸν Ἥλιον καὶ τάς ὑγρὰς ἀναθυμιάσεις τῆς γῆς Χρῶμα: πολιόν
ΚΡΟΝΟΥ ΟΨΕΙΣ
ἭλιοςΤΡΙΓΩΝΟΝ ὁ Κρόνος Ἥλιον τριγωνίζων ἐπὶ ἡμερινῆς γενέσεως προκοπὰς ποιεῖ καὶ δόξας καὶ γνωστούς, ἐπισήμους ἄνδρας, οὐ τοὺς γεννηθέντας μόνους ἀλλὰ καὶ τοὺς πατέρας, διότι ὁ Ἥλιος καὶ ὁ Κρόνος τὸ πατρικὸν ἐπέχουσι πρόσωπον. ἐπὶ δὲ ἡμερινῆς εἰ ἐπὶ ἀρρενικοῖς εἶεν ζῳδίοις καὶ ἐν τῷ ὑπὲρ γῆν ἡμισφαιρίῳ, πολὺ κρεῖττον τὸ διάθεμα, ἐπὶ δὲ νυκτερινῆς γενέσεως τοὺς μὲν γεννηθέντας ἀφ' ἑαυτῶν πορίζοντας ποιεῖ, τὰ δὲ τῶν γονέων οὐ συντηροῦσιν. εἰ δὲ ὁ Κρόνος ἐκ τοῦ εὐωνύμου τρίγωνος Ἡλίῳ ὡροσκοποῦντι γίνεται, πολὺ μείζονα τὰ τῆς δόξης· πολυκτήμονες γὰρ καὶ πολυγέωργοι καὶ πλούσιοι γίνονται. ΤΕΤΡΑΓΩΝΟΝ ὁ Κρόνος Ἥλιον τετραγωνίζων, τοῦ Κρόνου καθυπερτεροῦντος, ἔκπτωσις ἔσται τοῖς πατράσιν ἢ σπασμός, πρὸ δὲ τῶν μητέρων οἱ πατέρες τελευτῶσιν, σφάλλονται δὲ καὶ οἱ παῖδες ἐν πολλαῖς περιπίπτοντες ταῖς βλάβαις καὶ σωματικαῖς ὀχλήσεσιν, τὸ δὲ πλεῖον ῥιγοπυρέτοις, εἰσὶ δὲ καὶ περὶ τὰς πράξεις ψυκτικοί. τοῦ δὲ Ἡλίου καθυπερτεροῦντος τὸν Κρόνον, σκορπίζονται τὰ πατρῷα, τοὺς δὲ ἐχθροὺς τοῖς οἰκείοις ποιεῖ καὶ τὰς πράξεις ἐλαττοῖ καὶ ἐπαλλήλοις νόσοις περικυλίει ἀσήμους τε τῷ βίῳ καὶ ἐν ταῖς οἰκείαις πόλεσιν ἀγνοουμένους. Κρόνος Ἡλίῳ τετράγωνος εὐώνυμος τὸν πατρικὸν βίον βλάπτει ἔτι ζῶντος τοῦ πατρός, μάλιστα ἐν θηλυκοῖς ζῳδίοις ἢ ἐναντίαις μοίραις. εἰ δὲ διάμετρος, πολὺ χείρων· σίνεσι καὶ πάθεσι περιβάλλει καὶ ὑπὸ οἰκείων καὶ παρασίτων προδοθήσεται. εἰ δὲ δεξιός, ἐλάττονα γίνεται· εἰ δὲ ἐν τῷ ὡροσκόπῳ ἢ τῷ μεσουρανήματι γένοιτο, τὰ ἐναντιώματα ἥττονα ἔσται. ΣΥΝΟΔΟΣ ὁ Κρόνος σὺν Ἡλίῳ τὸν μὲν πατέρα κακοθάνατον, τὰ δὲ πατρικὰ φθείρει, καὶ πλεῖον τὸ κακὸν ἐν νυκτερινῇ γενέσει εἴτε ἑῷος εἴτε ἑσπέριος· τότε γὰρ οὐ τῷ πατρὶ μόνῳ, ἀλλὰ καὶ τῇ γενέσει ἔσται τὰ δεινά, ἑτέρως δὲ καὶ τοῖς ἀδελφοῖς, καὶ μάλιστα τοῦ Ἡλίου πλειόνων μοιρῶν ὄντος· τότε γὰρ ἀναμφίβολος ἡ βιαιοθανασία τοῦ πατρός, καὶ αὐτοὺς δὲ τοὺς γεννηθέντας ἐκπτώτους καὶ ἐπινόσους καὶ ἐξ ὑγρῶν ὀχλουμένους καὶ τοὺς ὀφθαλμοὺς βλαπτομένους, ἐπὶ δὲ ταῖς γεωργίαις μόνον εὐτυχοῦσιν οἱ τοιοῦτοι· ἐν γὰρ τοῖς ἄλλοις πᾶσι δυστυχεῖς. εἰ δὲ ἐν οἴκῳ Ἡλίου ἢ Κρόνου εἰσίν, εὐγενὴς μὲν ὁ πατήρ, οὐ μὴν πλούσιος, οἱ δὲ παῖδες ἐχθροὶ τῶν πατέρων ἢ βλάπτουσιν αὐτούς. Κρόνος μὲν οὖν καὶ Ἥλιος ἀσύμφωνοι, μετὰ φθόνων τὰς κτήσεις καὶ τὰς φιλίας παρεχόμενοι καὶ ἀφαιρούμενοι· ὅθεν οἱ ὑπὸ τὴν τοιαύτην στάσιν γεννηθέντες ἔχθρας λαθραίας πρὸς μείζονα πρόσωπα καὶ ἀπειλὰς ὑπομένοντες καὶ ὑπό τινων ἐπιβουλεύονται καὶ ἐπιφθόνως μέχρι τέλους τὸν βίον διάξουσιν. ὑποκριτικῶς δὲ φερόμενοι τῶν πλείστων περιγίνονται, πλὴν οὐκ ἄποροι καθίστανται, ἐπιτάραχοι δὲ καὶ ἀνεξίκακοι, ἐγκρατεῖς περὶ τὰς τῶν αἰτίων ἐπιφοράς.
Vettius Valens, Anthologiarum libri ix, κα' Περὶ συμπαρουσίας καὶ συγκράσεως, 38.15 ΑΝΤΙΘΕΣΙΣ ὁ Κρόνος Ἥλιον διαμετρῶν, τοῦ Διὸς μὴ μαρτυροῦντος, καματηρὸς ἔσται ὁ πατὴρ καὶ φειδωλὸς καὶ σεσινωμένος, τά τε κτήματα καὶ τὰ πατρικὰ φθείρεται ὅσα τῷ παιδὶ καταλείπεται, ἀλλ' οὔτε εὐθάνατος ἔσται ὁ πατήρ, ὁ δὲ τεχθεὶς ἐν πολλοῖς ἔσται μόχθοις, καὶ μᾶλλον ὅταν ἐπὶ θηλυκῶν ζῳδίων τὸ σχῆμα γένηται. ΣελήνηΤΡΙΓΩΝΟΝ Κρόνος Σελήνην τριγωνίζων συστάσεις ποιεῖ μεγάλας, πρὸς βασιλεῖς καὶ ἄρχοντας γνωρίζων καὶ ἐνδόξους ποιῶν, καὶ μᾶλλον αὐξιφωτούσης τῆς Σελήνης· λειπούσης γὰρ αὐτῆς πολλὴν μείωσιν ἕξει τὰ εἰρημένα. ΤΕΤΡΑΓΩΝΟΝ ὁ Κρόνος Σελήνην τετραγωνίζων, τοῦ Κρόνου καθυπερτεροῦντος, κακοθάνατος ἡ μήτηρ, καὶ ὁ παῖς ἐν νόσοις πολλαῖς καὶ κινδύνοις ἔσσεται καὶ συνεχέσι ῥευματισμοῖς, ἐπὶ δὲ ζῳδίων θηλυκῶν ἔτι χεῖρον· εἰ γὰρ ᾖ τούτῳ πεπρωμένος ὁ γάμος, δύσγονόν τε γυναῖκα λήψεται, καὶ οὔτε φίλοι οὔτε τέκνα τούτῳ ἔσονται, τούτων δὲ καὶ ὁ βίος ἐλαττοῦται. εἰ δὲ ἡ Σελήνη τὸν Κρόνον καθυπερτερεῖ, πρός τε τῷ ἀπράκτους ποιεῖν καὶ ἐχθροὺς ταῖς μητράσι δείκνυσι καὶ τὰ μητρικὰ φθείρει καὶ ῥεύματα κινεῖ. ΣΥΝΟΔΟΣ ὁ Κρόνος σὺν Σελήνῃ ἀδρανεῖς καὶ τὰ μητρικὰ φθείροντας, αὐτούς τε ἐπινόσους καὶ τὰς αὐτῶν μητέρας. εἰ δέ γέ ἐστιν ἡ γένεσις ἡμερινὴ ἢ αὐξιφωτεῖ ἡ Σελήνη ὑπὸ ἀγαθῶν ὁρωμένη, τὰ ῥηθέντα κακὰ οὐκ ἔσται. νυκτερινῆς δὲ τῆς γενέσεως οὔσης, εἴτε αὐξιφωτεῖ ἡ Σελήνη εἴτε λειψιφωτεῖ, κἂν καὶ οἱ ἀγαθοποιοὶ ὁρῶσιν, κακὸν καὶ ἄπρακτον τὸ διάθεμα. Κρόνος μὲν οὖν καὶ Σελήνη ὠφέλιμοι, περιποιητικοὶ κτημάτων θεμελίων ναυκληρίας καὶ ἐκ θανατικῶν εὐεργετικοί, μάλιστα ἐπὰν ἡ Σελήνη τὸν ἐξ ἀνατολῆς δρόμον ποιουμένη τύχῃ καὶ ὑπὸ ἀγαθοποιῶν μαρτυρῆται· μειζόνων γὰρ συστάσεις καὶ δωρεὰς καὶ ἐχθρῶν καθαιρέσεις ἀποτελεῖ. πλὴν ἀβεβαίους τῇ κτήσει, εἰς δὲ τὸν περὶ γυναικὸς τόπον ἀστάτους καὶ ἐπιλύπους διά τινας χωρισμοὺς καὶ μίση καὶ πένθη. ἐπάγουσι δὲ καὶ σωματικὰ πάθη καὶ καταπτώσεις αἰφνιδίους καὶ ἡγεμονικῶν τόπων ἢ νεύρων ἀλγήσεις καὶ ἀναγκαίων προσώπων θανάτους. ΑΝΤΙΘΕΣΙΣ ὁ Κρόνος Σελήνην διαμετρῶν τὴν μητρικὴν κτῆσιν ἀπόλλυσι καὶ αὐτῇ τῇ μητρὶ θλίψεις καὶ κρυπτῶν τόπων πόνους ἐπάγει ἢ λυπηρὰ σημαίνει καὶ δύστροπα. εἰ δὲ μὴ ὁ Ζεὺς ἢ Ἀφροδίτη ὁρᾷ, ἔσται χαλεπῶς ἔχουσα τῷ σώματι καὶ ζημίας ὑπομένουσα. ἐν δὲ τοῖς τετράποσιν ἀπὸ τῶν ὁμοίων ἡ βλάβη, εἰ δὲ ἐν θηριώδεσιν, ἐκ θηρίων, εἰ δὲ ἐν ἀνθρωποειδέσιν, ἐξ ἀνθρώπων, εἰ δὲ ἐν καθύγρῳ, ἐξ ὑδάτων ἢ κακοχυμίας τοῦ σώματος. καὶ τῷ γεννηθέντι δὲ ὁμοίως, εἰ μὴ ἴδοι Ζεύς, Ἀφροδίτη, σίνος ἔσται· τινῶν μὲν τὴν ὄψιν ἐτύφλωσεν, ἄλλους τῆς πατρίδος ἐξήλασεν, ἑτέρους ἐν διαφόροις τόποις τοῦ σώματος ἔβλαψεν. ἙρμῆςΤΡΙΓΩΝΟΝ ὁ Κρόνος Ἑρμῆν τριγωνίζων συνετοὺς καὶ ἐμπείρους καὶ τὴν γνώμην βεβαίους, αἱ δὲ τούτων πράξεις ἀπὸ λόγων καὶ ψήφων ἢ ἐμπορίας ὅθεν αὐτοῖς ὁ βίος αὐτάρκης. ΤΕΤΡΑΓΩΝΟΝ ὁ Κρόνος τετραγωνίζων Ἑρμῆν, τοῦ Κρόνου καθυπερτεροῦντος, ψύξεις περὶ τὰς πράξεις καὶ ἐναντιότητες πολλαὶ ἔσονται καὶ ἐναντιογνωμίαι, ἔσονται δὲ οἱ τοιοῦτοι ἐν τοῖς ἔργοις ὑπ' ἄλλων κυριευόμενοι, οἱ δὲ βάσκανοι γίνονται, ἄλλοι τραυλοὶ ἢ κωφοί. εἰ δὲ ὁ Ἑρμῆς καθυπερτερεῖ τὸν Κρόνον, ἥττονα τὰ προειρημένα ποιεῖ. ΣΥΝΟΔΟΣ ὁ Κρόνος σὺν Ἑρμῇ κωφοὺς ἢ τραυλούς, ἀτυχοῦντας περὶ τὰς πράξεις ἢ ἀπιστουμένους ἐν οἷς λέγουσιν, ὑπομονητικοὺς δὲ καὶ αὐστηροὺς καὶ φρονίμους καὶ πολυειδήμονας Κρόνος μὲν οὖν καὶ Ἑρμῆς σύμφωνοι καὶ πρακτικοί· πλὴν διαβολὰς ἐπάγουσιν ἕνεκεν μυστικῶν, κρίσεις καὶ χρεωστίας, γραπτῶν τε καὶ ἀργυρικῶν χάριν ταραχάς, οὐκ ἀπόρους δὲ οὐδὲ ἀσυνέτους, πολυπείρους καὶ πολυΐστορας ἢ προγνωστικοὺς φιλομαθεῖς περιέργους, ἀποκρύφων μύστας, εὐσεβοῦντας εἰς τὸ θεῖον, δυσσυνειδήτους.
Vettius Valens, Anthologiarum libri ix, κα' Περὶ συμπαρουσίας καὶ συγκράσεως, 37.25 ΑΝΤΙΘΕΣΙΣ ὁ Κρόνος τὸν Ἑρμῆν διαμετρῶν δυσγλώττους ἢ τραυλοὺς σημαίνει, καὶ μάλιστα τοῦ Ἑρμοῦ ἐν ἀφώνῳ ζῳδίῳ ὄντος ἢ ὑπαύγου. εἰ δὲ σὺν τῷ Ἑρμῇ καὶ τὴν Σελήνην διαμετρεῖ ὁ Κρόνος, χεῖρον βλαβήσεται ἡ λαλιά, εἰ μὴ ὁ Ἄρης ἰδών ποθεν λύσει τὴν κάκωσιν· πλὴν τῆς μὲν ἀφωνίας ὁ Ἄρης ἀπαλλάττει, πολυμόχθους δὲ ποιεῖ, ὅμως συνετοὺς λίαν καὶ ἐμπείρους, ὄνησις δέ τις αὐτοῖς ἀπὸ τῆς συνέσεως καὶ ἐμπειρίας οὐκ ἔσται οὔτε κτῆσις οὔτ' ὠφέλεια, ἀεὶ δ' ἐμμέριμνοι καὶ κατάστυγνοι διάγουσιν, τύφου γέμοντες, καὶ τῶν προγενεστέρων ἀδελφῶν ὄψονται θανάτους ἢ προγενέστεροι τῶν ἄλλων ἔσονται· τούτων καὶ ὁ πατὴρ προτελευτᾷ τῆς τεκούσης. ἈφροδίτηΤΡΙΓΩΝΟΝ ὁ Κρόνος Ἀφροδίτην τριγωνίζων εὐσταθῆ τὸν βίον καὶ σεμνότητα, οἱ τοιοῦτοι δὲ ἀπὸ τῶν καταδεεστέρων φθονοῦνται· βραδύγαμοι μέντοι γίνονται. ΤΕΤΡΑΓΩΝΟΝ ὁ Κρόνος τετραγωνίζων Ἀφροδίτην, τοῦ Κρόνου καθυπερτεροῦντος, ἐκπτώσεις γίνονται καὶ ἐκ θηλυκῶν προσώπων κακὰ πολλὰ καὶ πένθη· οὗτοι τὰ πολλὰ ἀτυχοῦσιν ἐν οἷς ἐπιβάλλονται καὶ ἐν γυναιξὶν οὐκ ἔχουσι χάριτας. εἰ δὲ ἡ Ἀφροδίτη καθυπερτερεῖ τὸν Κρόνον, ἐνδόξους δίδωσι γάμους καὶ γυναῖκας ἀρχικάς, εὐνοϊκὰς καὶ φιλοστόργους, αἳ καὶ πάνυ ὑπὸ ἀνδρῶν φιληθήσονται. ΣΥΝΟΔΟΣ ὁ Κρόνος σὺν Ἀφροδίτῃ ἀνάξιον τὴν γυναῖκα ἢ στεῖραν ἢ σεσινωμένην ἢ ἐπίψογον, ποιοῦσι δὲ ἀτέκνους ἢ ὀψιτέκνους ἢ τὰ τέκνα θάπτοντας, εἰ δὲ καὶ γάμον ποτὲ δώσουσι ψύξουσι τοῦτον· τὰ ὅμοια καὶ ἐπὶ θηλυκῆς γενέσεως Κρόνος μὲν οὖν καὶ Ἀφροδίτη σύμφωνοι περὶ τὰς πράξεις, εὐεπίβολοι περὶ τὰς πλοκὰς καὶ τὰς συναρμογάς, συμπαθεῖς καὶ ὠφέλιμοι οὐ μέχρι τέλους, ἀλλ' ἐπί τινας χρόνους· εἶθ' οὕτως ψόγους χωρισμοὺς καὶ ἀστασίας ἢ θανάτους ἀποτελοῦσι, πολλάκις δὲ καὶ ἀγεννέσιν ἢ καὶ δημοσίαις τὰς ἐπιπλοκὰς ποιουμένους καὶ βλάβαις ἢ κρίσεσι περιπίπτοντας.
Vettius Valens, Anthologiarum libri ix, κα' Περὶ συμπαρουσίας καὶ συγκράσεως, 38.1 ΑΝΤΙΘΕΣΙΣ ὁ Κρόνος Ἀφροδίτην διαμετρῶν πόρνους, ἀσχήμονας, ἀγάμους ποιεῖ, εἰ δὲ καὶ γήμωσιν, ἐφυβρίστους ἢ ξένας λήψονται ἢ δούλας ἢ σεσινωμένας, καὶ αὐτοὶ δὲ ἐκτὸς τῶν ἀφροδισιακῶν χαρίτων εἰσίν. ἌρηςΤΡΙΓΩΝΟΝ ὁ Κρόνος τριγωνίζων Ἄρην, εἰ καὶ Ζεὺς μὴ ὁρᾷ μήτε ὁ Ἑρμῆς, εὔποροι γίνονται καὶ ἐνεργεῖς καὶ δυνατοὶ ἐν ταῖς πράξεσι καὶ ἐν ταῖς πόλεσι δὲ ΤΕΤΡΑΓΩΝΟΝ ὁ Κρόνος Ἄρην τετραγωνίζων, τοῦ Κρόνου καθυπερτεροῦντος, ἀτακτοῦσιν, τῷ δὲ σώματι ἔσονται φρικώδεις καὶ νοσεροί, ἐνίοτε καὶ ῥίγει καὶ πυρετῷ δαμάζονται, τὰ πατρικὰ δὲ κτήματα ὄλλυνται, οἱ δὲ τοιοῦτοι καὶ θανάτους ὁρῶσι τῶν ἀδελφῶν. εἰ δὲ ὁ Ἄρης καθυπερτερεῖ τὸν Κρόνον, πάντως οἱ πατέρες πρὸ τῆς μητρὸς τελευτῶσιν, αὐτῷ δ' ἔσονται τῷ βίῳ μερικῶς ἐνεργεῖς καὶ ἔμπρακτοι, πλήν, ὡς εἴρηται, τῶν πατρικῶν κτημάτων τὸ σχῆμα ὀλέθριον· οἱ τοιοῦτοι καὶ ἀπὸ τῶν οἰκείων φθονοῦνται. ΣΥΝΟΔΟΣ ὁ Κρόνος σὺν Ἄρει τοῖς ἤθεσι πραεῖς ποιεῖ καὶ ἀργοὺς ἐν ταῖς πράξεσι καὶ ἐν πολλοῖς ἀποτυγχάνοντας, νοσερούς τε καὶ ὑπὸ μελαίνης χολῆς βλαπτομένους, πατέρα τε προαναιροῦσι καὶ τὰ πατρικὰ διαφθείρουσι καὶ τοὺς πρὸ αὐτῶν ἀδελφοὺς ἢ ἀναιροῦσιν ἢ ζῶντας ἐπινόσους ποιοῦσιν (χείρους δέ εἰσιν ἐπίκεντροι), φροντίδας τε καὶ δυσκολίας πραγμάτων ἐπιφέρει, εἰ μὴ Ζεύς ποθεν ἐπιμαρτυρήσῃ, ὑπομονητικοὶ δὲ οἱ τοιοῦτοι καὶ βαρύθυμοι. Κρόνος μὲν οὖν καὶ Ἄρης ἐχθροί, ἐναντιωμάτων καὶ καθαιρέσεων ποιητικοί. στάσεις γὰρ οἰκείων καὶ ἀνευνοησίας καὶ ἔχθρας ἐπάγουσι, δόλους καὶ ἐπιβουλὰς καὶ κακοποιΐας καὶ κρίσεις, ἐκτὸς εἰ μὴ οἰκείοις ἢ χρηματιστικοῖς ζῳδίοις πεσόντες καὶ ὑπὸ ἀγαθοποιῶν μαρτυρηθέντες ἐπισήμους καὶ λαμπρὰς γενέσεις κατασκευάσωσιν· ἀβεβαίους δὲ περὶ τὴν εὐδαιμονίαν καὶ ἀδοκήτους κινδύνους ἢ προδοσίας.
Vettius Valens, Anthologiarum libri ix, κα' Περὶ συμπαρουσίας καὶ συγκράσεως, 37.18 ΑΝΤΙΘΕΣΙΣ ὁ Κρόνος Ἄρην διαμετρῶν, περιστάσεσι βιωτικοῖς περιπίπτουσι καὶ ἐναντιώμασι χαλεποῖς καὶ φθόνοις καὶ ἐνδείαις καὶ σωματικαῖς ὀχλήσεσι καὶ κινδύνοις ζωῆς τε καὶ τέκνων, οἰκείων τε ἔχθρας καὶ στάσεις ποιεῖ καὶ πατέρας προαναιρεῖ τῆς μητρὸς καὶ ἀλλεπάλληλα παρέχει τὰ κακά. εἰ δὲ καὶ ἐπὶ ὑγρῶν εἰσι ζῳδίων, ἐξ ὑγρῶν τὰς ὀχλήσεις, ναυαγοῦντας ποιοῦσιν ἢ ἐκ ποταμῶν καὶ ῥευμάτων ἐπιφορὰς ἐπάγουσιν, πολλάκις δὲ καὶ ἀπὸ ἐνύδρων ἀδικοῦνται θηρίων ἢ φαρμάκοις τισὶ τελευτῶσιν. εἰ δὲ τὸ σχῆμα ἐν τοῖς τετράποσι ζῳδίοις ἐστίν, ἐκ συμπτώσεως θνήσκουσιν ἢ ἐγγὺς τοῦ θανεῖν ἔρχονται, ὅταν ὁ Ζεὺς ἴδῃ· εἰ γὰρ μὴ ἴδῃ, ἄφυκτα τὰ κακά. ἀλλ' ἐπὶ μὲν τῶν κέντρων διαμετροῦντες θάνατον ἐπιφέρουσιν ἢ χωρισμοὺς οἰκείων καὶ τῆς πατρίδος, τοὺς δὲ εἰς ὑποταγὴν ἄγουσι καὶ δουλείαν, κἂν ἐλεύθεροι ὦσιν. ἐπὶ δὲ τῶν ἐπαναφορῶν τὰς ἐλπίδας ἐκκόπτουσιν, ἔτι δὲ καθαιρέσεις ἐπάγουσιν ἐν μέσοις τοῖς χρόνοις. ἂν δ' ἐν τοῖς ἀποκλίμασιν, ἧττον μὲν βλάπτουσιν, λύπας δὲ ὅμως καὶ μόχθους καὶ ἐκπτώσεις ἐπάγουσιν. ΔίαςΤΡΙΓΩΝΟΝ Ὁ Κρόνος Δία τριγωνίζων πολυκτημοσύνην ποιεῖ καὶ πολυχρύσους καὶ πολυαργύρους καὶ ἱερῶν προεστῶτας καὶ φόρων πράκτορας, ἐπιτρόπους, ἀλλοτρίων κληρονομοῦντας, πιστούς, ὑπὸ μεγάλων ἀνδρῶν τιμωμένους· καλὸν δὲ τοῦτο τὸ σχῆμα καὶ πρὸς πατέρας. εἰ δὲ τριγωνίζοντας ἀλλήλους ἴδοι ὁ Ἑρμῆς, μυστικοὺς σημαίνει καὶ γνωστικοὺς ἢ βασιλεῦσιν ὑπηρετουμένους ἢ πόλεσιν ἢ λειτουργοὺς καὶ θύτας, ἀνατρέφουσι δὲ καὶ ἀλλότρια τέκνα οἱ τοιοῦτοι ὅταν ἐπὶ καλῶν τόπων ἱστάμενοι τύχωσιν· τῶν μέντοι ἰδίων τέκνων οὐκ ἀπολαύουσιν· ἢ γὰρ ἀεὶ τελευτῶσιν οἱ γεννώμενοι ἐν τούτῳ τῷ σχήματι ἢ ἐν ἀλλοτρίοις τραφέντες ὕστερον ἐπανίασι πρὸς τοὺς γονεῖς. εἰ δὲ τοῦ Κρόνου καὶ τοῦ Διὸς κατὰ τρίγωνον ὄντων καὶ ὑπὸ τοῦ Ἑρμοῦ μαρτυρουμένων ὁ Ἄρης ἴδοι αὐτούς, ἐλαττωθήσεται τὰ εἰρημένα πάντα· ἕξουσι γὰρ φθόνους καὶ μέμψεις ἐν ταῖς πράξεσι καὶ διαβολὰς καὶ ἐναντιώματα πολλά. ΤΕΤΡΑΓΩΝΟΝ Ὁ Κρόνος Δία τετραγωνίζων, τοῦ Κρόνου καθυπερτεροῦντος, ἐλαττοῦται ἡ ὕπαρξις, αὐτοὶ δὲ ἐναντία ἑαυτοῖς βουλεύονται καὶ ἐν ταῖς πράξεσιν ἐμποδίζονται ἢ ἀνάστατοι γίνονται, τόν τε πατέρα βλάπτει τοῦτο τὸ σχῆμα καὶ τὰ πατρικὰ πάντα ἀφανίζονται. εἰ δὲ Ζεύς ἐστι καθυπερτερῶν τὸν Κρόνον, ἥττων ἡ κάκωσις· τῷ τε γὰρ πατρὶ εὔκλειαν δώσει καὶ τῷ παιδὶ βίου πορισμὸν κατὰ τὸ μέτρον τοῦ σχήματος καὶ τῆς θέσεως.
Dorotheus Astrol., Fragmenta Graeca, Περὶ τῶν πρὸς ἀλλήλους σχηματισμῶν τῶν ἀστέρων ἐκ τῶν Ἀνουβίωνος, 345.3 ΣΥΝΟΔΟΣ Ὁ Κρόνος σὺν Διὶ ἀγαθούς, οἰκονόμους καὶ ἐπιτρόπους ἀλλοτρίων πραγμάτων καὶ χρημάτων, καὶ μᾶλλον Ἄρεως μὴ ὁρῶντος.
Dorotheus Astrol., Fragmenta Graeca, Περὶ τῶν πρὸς ἀλλήλους σχηματισμῶν τῶν ἀστέρων ἐκ τῶν Ἀνουβίωνος, 354.5 Κρόνος μὲν οὖν καὶ Ζεὺς ὁμόσε ὑπάρχοντες συμπαθεῖς εἰσι πρὸς ἀλλήλους, ἀποτελοῦντες ὠφελείας ἐκ νεκρικῶν, εἰσποιήσεις, ἐγγαίων κτημάτων κυρίους, ἐπιτρόπους, ἀλλοτρίων διοικητάς, οἱκονομικούς, φιλολόγους. ΑΝΤΙΘΕΣΙΣ Ὁ Κρόνος Δία διαμετρῶν λυπηρὸς εἰς πρᾶξίν τε καὶ τέκνα. εἰ δὲ ὁ μὲν Κρόνος ὡροσκοπεῖ, ὁ δὲ Ζεὺς δύνει, ὀψίτυχοι ἔσονται.
Tags:
|



