ΠΑΡΟΥΣΑ ΦΑΣΙΣ

05:1212:2119:31
Ἀθῆναι
Απρίλιος 2012 Μάιος 2012 Ιούνιος 2012
Ἀπ Ἀρ Ἀρ Ἑρ Ζη Ἀφ Κρ
1 2 3 4 5
6 7 8 9 10 11 12
13 14 15 16 17 18 19
20 21 22 23 24 25 26
27 28 29 30 31

Βιβλιοπροτάσεις:

ΔΩΡΟΘΕΟΣ, ΑΣΤΡΟΛΟΓΙΚΗ ΩΔΗ

Ἐπιμέλεια κειμένου - Ἀπόδοσις: Δέσ. Γιαννακοπούλου * Ἐκδόσεις ΠΥΡΙΝΟΣ ΚΟΣΜΟΣ: Ἱπποκράτους 16 * 10680 ΑΘΗΝΑ * τηλ. 3602883 - 3615223

ΝΙΚΟΜΑΧΟΣ ΓΕΡΑΣΗΝΟΣ, ΑΡΙΘΜΗΤΙΚΗ ΕΙΣΑΓΩΓΗ

arithmitiki eisagogi.jpg

Ἐπιμέλεια κειμένου - Ἀπόδοσις: Εὐ. Σπανδάγος * Ἐκδόσεις ΑΙΘΡΑ: Μεσολογγίου 1 * 10681 ΑΘΗΝΑ * τηλ. 3301 269 - 3302622

Ὑποστηρίξετε τὸ μεταφραστικὸ μας ἔργο - Support our translation project

Τὸ ΑΣΤΡΟΛΟΓΙΚΟΝ εἰς τὴν Προσωποβίβλον
Διαφήμιση
Δωρόθεος Σιδώνιος, Ἀποτελεσματικὰ ἢ Πεντάτευχος, βιβλία α΄ - δ΄ Εκτύπωση E-mail

astrologers0_20071105_2017538587.jpg

ΒΙΒΛΙΑ Α΄- Δ' | ΒΙΒΛΙΟΝ E' | ΑΣΤΕΡΩΝ ΕΠΙΘΕΤΑ

return_arrow.gif

ΒΙΒΛΙΟΝ Α΄
 
Περὶ τῶν τριγώνων ὡς Δωρόθεος
Ἐν οἷς χαίρουσι τόποις οἱ ἀστέρες
Περὶ ὑψωμάτων
Περὶ εὐτοκίας καὶ δυστοκίας καθὼς Δωρόθεος
Περὶ διαφορᾶς τόπων
Περὶ τῶν δωδεκατημορίων τῶν ἀστέρων
Περὶ γονέων
Περὶ ἀλλοφύλων γονέων
Περὶ προτελευτῆς γονέων
Ἀριθμὸς τῶν προκεκυημένων
Περὶ φιλίας ἀδελφῶν
Περὶ γ΄ ἀπὸ τοῦ ὡροσκόπου
Περὶ μειζόνων καὶ μικροτέρων ἀδελφῶν
Περὶ ποσότητος ἀδελφῶν
Περί πλούτου: εξέτασις του δευτέρου τόπου
ΒΙΒΛΙΑ Β΄, Γ΄, Δ΄
 
 


Περὶ τῶν τριγώνων ὡς Δωρόθεος

I 1, 2-3 Ἡφαιστίωνος I 6, 1-4 (fr. 5 Stegemann)
Κριὸς χαιτήεις τε Λέων τόξοιό τε Ῥυτήρ
ἤματι Ἠελίοιο, Διὸς δέ τε νυκτὶ ἔασιν
ἀλλάγδην, αἰνὸς δὲ Κρόνος τριτάτην λάχεν αἶσαν.
Ταύρου, Παρθενικῆς τε καὶ Αἰγόκερω κρατέουσιν
ἤματι Ἀφρογενής, νυκτὶ δέ τε δῖα Σελήνη,
καὶ τρίτατος μετὰ τοῖσι θεὸς πολέμοισιν ἀνάσσων,
ἐν δέ νυ Παρθενικῇ Μαίης προσλάμβανε κοῦρον.
ἐν Διδύμοις, Ζυγῷ τε καὶ Ὑδροχόῳ κρυόεντι
ἠμάτιος Φαίνων, ἀτὰρ ἔννυχος Ἀργεϊφόντης,
τούτων δ' ὑστατίην Κρονίδης μοιράσατο τάξιν.
Καρκίνον αὖτε λάχεν καὶ Σκορπίον ἠδέ τε λοίσθους
Ἰχθύας ἠματί ἡ Κύπρις, Πυρόεις δέ τε νυκτός,
καὶ μετὰ τοὺς ἑλικῶπις ἔχει βασίλισσα Σελήνη.

Ἐν οἷς χαίρουσι τόποις οἱ ἀστέρες

I 1, 9 Ἡφαιστίωνος I 7, 1 (fr. 6 Stegemann)
'Εκ δ' ἄρα τοι τούτων μᾶλλον Κρόνος Ὑδρηχόῳ,
Ζεὺς δ' ἐνὶ Τοξευτῇ καὶ Σκορπίῳ ἥδεται Ἄρης,
Κύπρις δ' ἐν Ταύρῳ γάνυται νόον, ἐν δέ νυ Κούρῃ
Ἑρμείας· εἷς δ' ἔστι δόμος φωστῆρος ἑκάστου.

Περὶ ὑψωμάτων

I 2, 1-2 Ἡφαιστίωνος I 8, 1-2 (fr. 7 Stegemann) 
 Ἠέλιος Κριοῖο κατ' ἐννέα καὶ δέκα μοίρας
ὑψοῦται, Μήνη δὲ περὶ τριτάτην Ταύροιο,
εἰκοστῇ δὲ μιῇ Ζυγοῦ Κρόνος, Αἰγίοχος δὲ
Καρκίνου ἐν δεκαπέντε, καθ' ἑβδομάδος δὲ τετάρτης
Ἄρης Αἰγόκερω, περὶ δ' ἐννέα τρισσάκι Κύπρις
Ἰχθύσι, Παρθενικῇ δὲ τρίτης κατὰ πεντάδος Ἑρμῆς.
αἱ δὲ ταπεινώσεις ὑψώματα ἐν διαμέτρῳ.

Περὶ εὐτοκίας καὶ δυστοκίας καθὼς Δωρόθεος

[CCAG 5a, Codices Vaticani, F.71v]
Ἐπὶ μὲν ἀρσενικῆς γενέσεως τὰ φῶτα ἐν ἀρσενικοῖς ζῳδίοις τυχόντα καὶ ὁ ὡροσκόπος ὑπὸ ἀγαθοποιῶν θεωρούμενος εὐτοκίαν ποιοῦσιν· ἐπὶ δὲ θηλυκῆς γενέσεως δυστοκίαν ποιοῦσιν, καὶ μάλιστα ἐὰν ὦσιν τὰ φῶτα τρίγωνα ἀλλήλοις καὶ ἐν ἀρσενικοῖς ζῳδίοις. ἐπὶ δὲ ἀρσενικῆς γενέσεως τὰ φῶτα ἑαυτοῖς τρίγωνα καὶ ἐν θηλυκοῖς ζῳδίοις μετὰ τοῦ ὡροσκόπου δυστοκίαν ποιοῦσιν· αὕτη γὰρ ἡ φάσις τῶν φώτων καλεῖται ἀμφίκυρτος.

Ζεὺς ὡροσκοπῶν εὐτοκίαν δίδωσι, καὶ εἰ μὲν ἀρσενικὸν εἴη τὸ ὡροσκοποῦν ζῴδιον τὸν πατέρα εὐγενέστερον εἶναι τῆς μητρός, εἰ δὲ θηλυκὸν τὴν μητέρα [τὸ TLG προσθέτει: 'τοῦ πατρός']. Κρόνος ὡροσκοπῶν δυστοκίαν παρέχει, μάλιστα ἐν τοῖς θηλυκοῖς ζῳδίοις. Ὁ δὲ Ἄρης ὡροσκοπῶν, μάλιστα ἐν θηλυκοῖς ζῳδίοις, ἐξαπίνης καὶ σύντομον ποιεῖ τὸν τοκετόν, μάλιστα ἐν ὁδῷ ἢ ἐν λουτρῷ. Φησὶ δὲ καὶ τὰ ὀρθὰ καὶ τὰ πλάγια ζῴδια πολλὰ συμβάλλεσθαι εἰς τὸν περὶ τοκετοῦ λόγον. ὀρθὰ μὲν γὰρ ζῴδιά εἰσιν ἀπὸ Καρκίνου ἕως Τοξότου, πλάγια δὲ τὰ λοιπὰ ἀπὸ Αἰγοκέρωτος ἕως Διδύμων.
*τὸ TLG προσθέτει: Ἡ οὖν Σελήνη ἐν τοῖς πλαγίοις ζῳδίοις τυχοῦσα καὶ ὑπὸ τῶν κακοποιῶν ἐμπερισχομένη δυστοκίαν ἀποτελεῖ, μάλιστα καὶ τῶν κακοποιῶν ἐν τοῖς πλαγίοις ζῳδίοις τυχόντων καὶ τὴν Σελήνην ἔκκεντρον ἐπιθεωρούντων.

I 3, 1-6 Ἡφαιστίωνος App. I, 1-6 = Heph. Ep.4 88, 1-6 
Ὁ Ἥλιος, ὁ ὡροσκόπος καὶ ἡ Σελήνη ἐν ἀρσενικοῖς ὄντες ζῳδίοις ἐν τῷ καιρῷ τοῦ τόκου εὐτοκίαν παρέχουσιν ἀρσενικῶν ὄντων τῶν κυοφορουμένων· ῥᾳδία γὰρ ἡ ἀπότεξις τούτων. καὶ θηλυκῶν δὲ ὄντων τῶν κυοφορουμένων εἴπερ ἐν θηλυκοῖς ζῳδίοις τύχοιεν ὅ τε Ἥλιος καὶ ὁ ὡροσκόπος, ἀλλὰ δὴ καὶ ἡ Σελήνη, εὔδρομος καὶ ἀβλαβὴς προβαίνει ὁ τόκος ὁμοίως. ἔμπαλιν δ' αὖ σκολιὸς καὶ ἀνάρμοστος προβαίνει ὁ τόκος τοῦ Κρόνου ἐγκέντρου τυχόντος, καὶ μάλιστα εἰ καὶ ὁ τόπος ἐν ᾧ πάρεστι θηλυκὸν περιέχει ζῴδιον· κίνδυνον γὰρ ἐπάγει ταῖς τικτούσαις. ὁμοίως δὲ καὶ ὁ Ἄρης ἐπίκεντρος ὤν, καὶ μάλιστα εἰ τὸ ζῴδιον ὃ ἐπέχει θηλυκὸν ὑπάρχει, ῥᾳδίαν τὴν ἀπότεξιν παρέχει ὡς καὶ ἐν ὁδοῖς ἢ λουτροῖς ἐξαίφνης τὴν ἐγκυμονοῦσαν τίκτειν.
 
Δεῖ δὲ παρατηρεῖν καὶ τὰ ζῴδια εἴτε ὀρθά εἰσιν εἴτε πλάγια· καὶ ὀρθὰ μέν εἰσι τὰ ἀπὸ Καρκίνου ἄχρι Τοξότου, πλάγια δὲ τὰ ἀπὸ Αἰγοκέρωτος ἄχρι Διδύμων. καὶ ἐν μὲν ὀρθοῖς ζῳδίοις τυχούσης τῆς Σελήνης ῥᾴδιος ὁ τόκος γίνεται τοῦ ἐμβρύου ὀρθίαν τὴν ἔξοδον ποιοῦντος, ἐν δὲ πλαγίοις δύσκολος πλαγίας τῆς ἐξόδου γινομένης.

Περὶ διαφορᾶς τόπων
 
I 5, 1-5 Ἡφαιστίωνος I, 12, 1-2
Καλοὶ δέ εἰσι τόποι ἐν οἷς δεῖ ἑστάναι αὐτούς· πρῶτος μὲν ὁ ὡροσκόπος, δεύτερος μεσουράνημα, γ ὁ ἀγαθὸς δαίμων, δ ἡ ἀγαθὴ τύχη, μετὰ τούτους τὸ δῦνον, εἶτα τὸ ὑπόγειον, ἐπὶ πᾶσι δὲ ὁ ἔννατος τόπος ὁ καλούμενος θεός· καὶ οἱ μὲν καλοὶ τόποι οὗτοι. Κακοὶ δὲ ὁ β, ὁ γ ἀπὸ τοῦ ὡροσκόπου καὶ ὁ ὄγδοος· οἵ τε λοιποὶ δύο ὅ τε ἕκτος καὶ ὁ δωδέκατος κάκιστοι.
 
[CCAG 5c, Codices Vaticani, F.156, τοῦ Ῥητορίου]
Πρὸς τὸν Ἄρεα τρίγωνος ὢν ὁ Κρόνος εὐπορίας καὶ εὐπραγίας καὶ ἀρχῆς ποιητικός ἐστιν. Τὰ γὰρ τρίγωνα καὶ αἱ συμπαρουσίαι τῶν σχημάτων τῶν μὲν ἀγαθοποιῶν τὴν δύναμιν ἐπιτείνουσιν, τῶν δὲ φθοροποιῶν τὴν κακίαν ἀμβλύνουσιν. Ὅθεν, κἂν ὁ Ζεὺς μὴ ὁρᾷ, εὐπραγοῦσιν, πλὴν πρεσβυτέρων ἀδελφῶν ὁρῶσι τελευτήν.
 
Ἐκ τοῦ γ βιβλίου τοῦ Δωροθέου κεφάλαιον ο΄.
ἢν δ' ἂρ Ἐνυαλίῳ συνέῃ Κρόνος, ἤθεα τεῦξε
πρήεα· δὴ γὰρ Θοῦρος ἀεὶ σφοδρός τε καὶ ὠκύς
εἰς ὁρμὰς ἄσκεπτον ἀεὶ τάχος ἠδ' ἀλόγιστον
θερμὸς ἐὼν ἤνεγκεν, ὁ δὲ βραδύς, ἀμφοτέρων δέ
κιρναμένων μέσσος κείνων βροτὸς ἔσσετ' ἄριστος. 
εἶτα προστίθησιν ὅτι κωλύσεις ἔργων καὶ χολῆς μελαίνης κίνησιν ποιεῖ,
εἰ μὴ ἂρ Αἰγίοχος δαμάσει σθένος οὐλοὸν αὐτῶν. 
Ὁ αὐτὸς (scil. Δωρόθεος) βιβλίῳ δ ἐν τῷ περὶ ἐπεμβάσεων·
Ζῆνος δ' αὖ γενετῆρα μετὰ Κρόνον ἔμπυρος Ἄρης
ἢν ἀφίκοιτ', ὤτρυνε νόον καὶ ἀπήλασε θυμοῦ
ὄκνον ἀεργηλοῦ καὶ ἑτοιμότατον θέτο φῶτα,
ἔντασιν ἐνθέμενον ἵνα πήματα τοῖσι γένηται.
 
 

I 6, 2-5. Ἰουλιανοῦ Λαοδικέως Ἐπίσκεψις ἀστρονομικὴ a F. Cumont in CCAG 4; 105 edita
Πραΰνονται δὲ τῆς κακώσεως οἱ κακοποιοὶ τριγωνίζοντες τὴν Σελήνην ἢ τὸν ὡροσκόπον· καὶ γὰρ καλῶς εἴρηται·

σχήμασι τριπλεύροις κακοεργέες ἀμβλύνονται
καὶ
ἀστὴρ οὐκέτι φαῦλος ἐπὴν ἀγαθὸν τόπον εὕρῃ.
 
 
Ῥητορίου 2, 4-5 in L f. 85v atque in R f. 77v; iam a F. Boll in CCAG 1; 146 editum
Φησὶ γάρ· Δωρόθεος περὶ τούτου τοῦ κεφαλαίου εἶπεν· τρίπλευροι γὰρ κακοεργοὶ ἀμβλύνονται. Ἀστὴρ δὲ οὐκέτι φαῦλος ἐπεὶ ἀγαθὸν τόπον εὕροι οὐδὲ τόπος δὲ κακὸς χρηστὸν ὅτε ἀσπάζεται.
 
Ἰουλιανοῦ Ἁλικαρνασσέως ab H. Usener in RhM 55, 1900, 332 editum
Πάλιν δ' αὖ μεταβαλλόμενος φής·
ἀστὴρ οὐκέτι φαῦλος ἐπὴν ἀγαθὸν τόπον εὕρῃ
οὐδ' ὁ τόπος γε κακὸς χρηστὸν ὅταν ἀσπάζηται. 

Περὶ τῶν δωδεκατημορίων τῶν ἀστέρων

I 8, 7. Ῥητορίου 18, 1-4 in L f. 89 atque R ff. 82v-83; iam a F. Boll ex L in CCAG 1; 154
Τὰ δωδεκατημόρια τῶν μοιρῶν τῶν ἀστέρων τριχῶς οἱ παλαιοὶ ἐξέθεντο. καὶ ὁ μὲν Παῦλος ἐν τῇ Εἰσαγωγῇ αὐτοῦ εἶπεν ποιεῖσθαι ἴσας τὰς τοῦ ἀστέρος μοίρας παρὰ τὸν ιγ καὶ ἀπολύειν ἀπὸ τοῦ αὐτοῦ ζῳδίου ἀνὰ μοιρῶν λ· καὶ ὅπου δ' ἂν καταντήσῃ ὁ ἀριθμός, ἐν ἐκείνῳ τῷ ζῳδίῳ ἐστὶ τὸ δωδεκατημόριον τοῦ ἀστέρος. Ὁ δὲ Δωρόθεος λέγει ἐν τῷ α βιβλίῳ παρὰ τὸν δώδεκα ποιεῖσθαι τὰς μοίρας. ὁ δὲ Πτολεμαῖος λέγει ἐν τῷ κς κεφαλαίῳ τοῦ πρώτου βιβλίου παρὰ τὸν δύο ἀπολύειν τὰς μοίρας κατὰ ζῴδιον.

Ἀνωνύμου Σχόλια εἰς Πτολεμαῖον (pp. 47-48 Wolf) ad Ptol. I 22 (p. 52 Boll-Boer)
Ἐπολυπλασίαζον (scil. οἱ Αἰγύπτιοι) ἐπὶ τὸν δώδεκα ἀριθμὸν καὶ ἑκάστῳ ζῳδίῳ παρεῖχον μοίρας λ· καὶ ὅπου δ' ἂν κατέληξεν, ἐκεῖνο ἔλεγον εἶναι τὸ δωδεκατημόριον. Οὕτω καὶ ὁ Δωρόθεος ποιεῖ.
 
Ι 9, 2. Γενέθλιον Κωνσταντίνου Πορφυρογεννήτου III 2 (fr. 22 Stegemann)
Κατὰ δὲ Δωρόθεον οὕτως· ἡ Σελήνη μετὰ τοῦ κλήρου τοῦ δαίμονος τυχοῦσα εὔτροφον σημαίνει τὸ τεχθὲν καὶ ἀπόνως ἐκφυῆναι τοὺς ὀδόντας.
 
I 10, 4-14, 4. Ἡφαιστίωνος II 4, 20-26 (fr. 28a Stegemann) 
Ὁ δὲ Δωρόθεος ἐν τοῖς ἔπεσι συμβουλεύει τοὺς τριγωνοκράτορας τῶν φώτων σκοπεῖν καὶ αὐτὰ τὰ φῶτα ἐν ποίοις τόποις τυγχάνουσι καὶ ρίοις καὶ τίνες τῶν ἀστέρων σύνεισιν ἢ ὁρῶσιν, καὶ πρὸς τούτοις ἀποφαίνεσθαι χρὴ περὶ ἑκατέρου τῶν γονέων, Ἡλίου μὲν δηλονότι σημαίνοντος τὰ περὶ τὸν πατέρα, Σελήνης δὲ τὰ περὶ τὴν μητέρα. Ἐὰν μὲν οὖν συνῇ ἀγαθοποιοῖς τόποις τε καὶ ἄστρασιν ὁ Ἥλιος, ὑπονοητέον εὐτυχῆ καὶ πλούσια τὰ περὶ τὸν πατέρα καὶ αὐτῷ τῷ τέκνῳ τὰ πατρῷα φυλαχθήσεσθαι, ὁμοίως καὶ ἡ Σελήνη τυχοῦσα τὰ αὐτὰ ποιεῖ. Τὸ δὲ ἐναντίον συμβήσεται ἐναντίως εὑρεθέντων (τουτέστι κακωθέντων) τῶν φώτων· εἴωθε γὰρ πρὸς ταῖς δυσπραγίαις καὶ σίνη ἐν τοῖς σώμασι τῶν γονέων ποιῆσαι. Ἐν δὲ ταῖς ἐσχάταις μοίραις τυχόντα τῶν ζῳδίων τὰ φῶτα, μάλιστα τῶν κακοποιῶν ὁρώντων, ἄδοξα τὰ περὶ τοὺς γονεῖς σημαίνει, καὶ ἐν τοῖς ἐκλειπτικοῖς δὲ τυγχάνουσα ἡ Σελήνη, κἂν ἐν ἀγαθοποιοῦ ὁρίοις ᾖ, τὸ μὲν γένος ἐλεύθερον, πενιχρὸν δὲ καὶ ὑποτεταγμένον καὶ δούλια ἔργα ποιεῖν σημαίνει.
ἐν δ' ἄρ' ὑποχθονίῳ κέντρῳ κερόεσσα Σελήνη·
ἐνταῦθα ὡς ἐπὶ τοῦ Ἡλίου σκέπτου τὴν μητέρα.
 
Ἔστι δέ, φησίν, καὶ τρόπος ἄλλος· τὰς ὥρας τῆς γενέσεως λαβὼν ἔκβαλε ἀπὸ τοῦ ζῳδίου ἐν ᾧ ἐστιν ὁ Ἥλιος ἑκάστῳ ζῳδίῳ ἐφεξῆς μίαν ὥραν διδούς, καὶ εἰς ὃ ἂν λήξῃ ζῴδιον ὁ ἀριθμὸς ἐκείνου τὰ κέντρα σκόπει καὶ τὰς ἄλλας σχέσεις καὶ λέγε τὰ κατὰ τὴν μητέρα. Καὶ πάλιν ταῦτα λέγει·
Ἠέλιος δύνων τοκέων χωρισμὸν ἔτευξεν. 
 
I 12, 1-8, 4. Ἡφαιστίωνος II 24, 10-13 (11-13 =fr. 44a Stegemann)
Πάλιν δὲ τὰ ἔπη ταύτην ἑρμηνεύοντα προσγράφομεν τοῦ εὐχεροῦς καὶ μνήμης χάριν. Τὴν τριταίαν ἡμέραν τῆς γενέσεως σκέπτου, φησίν, ἐν ᾗ τὸ βρέφος ἄρχεται τρέφεσθαι εἰ ὁ Ἄρης τότε συνέστη τῇ Σελήνῃ ἢ τετραγωνίζει ἢ διαμετρεῖ ἢ ἐν αὐτῇ ἡ Σελήνη τότε γίνοιτο <...>.
Φαίνων καὶ Πυρόεις, νυκτὸς <Κρόνος>, ἤματι δ' Ἄρης <...>.
σκόπει δὲ πάλιν καὶ τοὺς τριγωνοκράτορας τοῦ τῆς αἱρέσεως φωτός· εἰ μὲν εἶεν ἐν οἰκείοις τόποις οὐ ποιοῦσι ξενιτείας, εἰ δὲ ἐν ἀλλοτρίοις ποιοῦσιν.

Περὶ γονέων
 
I 12, 15-14, 6. Ῥητορίου 97, 1-98, 6 in R ff. 132v-133; F. Cumont in CCAG 8, 4; 218-220 edita
Τὸ μὲν περὶ πατρὸς ἀπὸ Ἡλίου καὶ Κρόνου καὶ τοῦ κλήρου τοῦ πατρὸς σκέπτου καὶ τοῦ διαμέτρου τοῦ κλήρου τοῦ πατρός, τὸ δὲ περὶ μητρὸς ἀπὸ Σελήνης καὶ Ἀφροδίτης καὶ τοῦ κλήρου τῆς μητρός, ἐξαιρέτως δὲ ἡμέρας ἀπὸ Ἡλίου καὶ Ἀφροδίτης, νυκτὸς δὲ ἀπὸ Κρόνου καὶ Σελήνης καὶ τῶν κλήρων. Ζήτει δὲ καὶ τοὺς οἰκοδεσπότας αὐτῶν καὶ τριγωνοκράτορας, καὶ ἀπὸ τούτων τῶν κεφαλαίων γνωσθήσονται οἱ γονεῖς. Καὶ ἀπὸ μὲν τῶν φώτων καὶ τοῦ Κρόνου καὶ τῆς Ἀφροδίτης καὶ τῶν οἰκοδεσποτῶν αὐτὰ τὰ κατὰ τοὺς γονεῖς σκέπτου, οἷον περὶ παθῶν καὶ κινδύνων καὶ δυσγενείας καὶ τέχνης καὶ κτήσεως καὶ τῶν ὁμοίων. Καὶ ὁ μὲν Ἥλιος σημαίνει τὸ γένος τοῦ πατρός, ὁ τριγωνικὸς αὐτοῦ δεσπότης τὸν βίον τοῦ πατρός. ἐὰν οὖν ὁ Ἥλιος καλὴν ἔχῃ θέσιν, ὁ δὲ τριγωνικὸς αὐτοῦ δεσπότης κακήν, τοὺς μὲν γονεῖς λέγε εὐγενεῖς, ἀλλ' ἐλάττονας τάς τε τύχας καὶ ἀδιάρτους τῇ ψυχῇ. Εἰ δὲ καὶ ὁρίοις κακοποιοῦ ὁ Ἥλιος τύχῃ, λέγε τὸν πατέρα ἢ δοῦλον ἢ ἀγενῆ. Εἰ δὲ κακοποιὸς ἐπιθεωρήσῃ, ἢ πάθος ἢ σίνος περὶ τὸν πατέρα ποιήσει. Ἐὰν δὲ ὁ Ἥλιος ἐν κακῷ τόπῳ τύχῃ, ὁ δὲ τριγωνικὸς αὐτοῦ δεσπότης ἐν καλῷ τόπῳ καὶ φάσει, λέγε τὸν πατέρα ἐξ ἀγενῶν εἰς αὔξησιν βίου ἔρχεσθαι. Καὶ ὁ μὲν πρῶτος τριγωνικὸς δεσπότης τοῦ Ἡλίου σημαίνει τὸν πρῶτον βίον τοῦ πατρός, ὁ δὲ δεύτερος τὸν δεύτερον.

Τὰ δὲ αὐτὰ σχήματα τῆς Σελήνης πρὸς τὴν μητέρα νόει. ἐὰν ἡ Σελήνη τύχῃ ὁρίοις ἀγαθοποιοῦ ἐν τοῖς ἀποκλίμασιν ἢ ἐν τοῖς ἐκλειπτικοῖς συνδέσμοις, μάλιστα ἐν τῷ Καταβιβάζοντι καὶ ὑπὸ κακοποιῶν θεωρουμένη, εὐγενίδα μέν, πενίας δὲ χάριν δουλικὰς ὑποκρίσεις ποιοῦσαν καὶ τὸν βίον αἰσχρὸν ἔχουσαν. ἡ Σελήνη ἐν τῷ ὑπογείῳ σινοῖ τὴν μητέρα ἢ ἀγενῆ ποιεῖ. Ἐὰν δὲ τύχῃ ἡ Σελήνη ὁρίοις κακοποιοῦ καὶ ὁ κύριος αὐτῆς ἀποκλίνῃ, δούλην λέγε τὴν μητέρα. Ἐὰν δὲ ἡ Σελήνη συνάπτῃ τινὶ τῶν κακοποιῶν, βιαιοθάνατον ποιεῖ τὴν μητέρα.

Ὁ δὲ Ἥλιος καὶ ὁ τριγωνικὸς αὐτοῦ δεσπότης κακῶς κείμενοι καὶ ἐν ἀλλοτρίοις ζῳδίοις βιαιοθάνατον ποιοῦσι τὸν πατέρα. εἰ δὲ καὶ ὑπὸ κακοποιῶν θεωρηθῶσιν, καὶ τὰ πατρικὰ ἀπολοῦσιν. Ἐὰν δὲ ὁ Ἥλιος καὶ ὁ τριγωνικὸς αὐτοῦ δεσπότης ἐν κακῷ τόπῳ τύχωσι καὶ ὑπὸ κακοποιῶν θεωρηθῶσιν ἐπὶ ἡμερινῆς γενέσεως, μισητοὺς καὶ ἀποβλήτους ποιεῖ τοὺς γεννηθέντας τοῖς πατράσιν. 
 
Σκέπτου δὲ καὶ τὸν κύριον τοῦ κλήρου τοῦ πατρὸς ἐν ποίῳ τόπῳ τύχῃ καὶ ποίαν φάσιν ἔχῃ καὶ ὑπὸ τίνων θεωρῆται, καὶ οὕτω λέγε τὸν βίον τοῦ πατρός. ἐὰν δὲ τύχῃ ὁ κύριος τοῦ κλήρου ἐν τῷ δευτέρῳ ἢ ἕκτῳ ἢ ὀγδόῳ ἢ δωδεκάτῳ, εὐτελῆ λέγε τὸν πατέρα. Ζήτει δὲ καὶ τὸ διάμετρον ζῴδιον τοῦ κλήρου τοῦ πατρός, καὶ ἐὰν τὸν κύριον τοῦ κλήρου τοῦ πατρὸς εὕρῃς ἐν τῷ κλήρῳ τοῦ πατρὸς ἢ μετὰ τοῦ κλήρου, λέγε τὸν τοιοῦτον εἰσποιητὸν γενέσθαι.

Ζήτει δὲ καὶ τὰ δωδεκατημόρια Ἡλίου καὶ Σελήνης ποῦ πίπτουσι καὶ ὑπὸ τίνων θεωροῦνται. Καὶ οὗτοι γὰρ ἱκανῶς σημαίνουσι τὰ περὶ γονέων.

Περὶ ἀλλοφύλων γονέων
 
Ὁ Ἥλιος καὶ ἡ Σελήνη ἐν τροπικοῖς τυχόντες ζῳδίοις ἀλλοφύλους ἢ ἀλλοεθνεῖς τοὺς γονεῖς ποιοῦσιν. Ἐὰν δὲ καὶ ὁ ὡροσκόπος τύχῃ ἐν τροπικῷ ζῳδίῳ, ἐξαιρέτως ἀλλοφύλους λέγε τοὺς γονεῖς, πλέον δὲ εἰ καὶ κακοποιοὶ ἐπιθεωρήσωσιν. ὁμοίως δὲ καὶ τὰ φῶτα ἀλλήλων ἀπόστροφα ἀλλοφύλους ἢ ἀλλοεθνεῖς τοὺς γονεῖς ποιοῦσιν. Ὁ Ἥλιος δύνων, διάμετρος τῷ ὡροσκόπῳ, χωρισμὸν γονέων ποιεῖ. Τὸ αὐτὸ δὲ Σελήνη πανσεληνιακὴν φάσιν ἔχουσα.

Ἐὰν ὁ κύριος τοῦ δωδεκάτου τόπου τύχῃ μετὰ Ἡλίου τὸν πατέρα δοῦλον λέγε ἢ σεσινωμένον, εἰ δὲ μετὰ Σελήνης τὴν μητέρα δούλην λέγε ἢ σεσινωμένην. Ὁμοίως δὲ καὶ κατὰ Δωρόθεον τὰ αὐτὰ ἔσται περὶ τοὺς γονεῖς.

Περὶ προτελευτῆς γονέων
 
I 15, 1-6. Ἡφαιστίωνος II 5, 1-4 (fr. 29a Stegemann) 

Σκέπτου ἐν τῇ γενέσει ποῖον τῶν φώτων κεκάκωται καὶ ἀπ' ἐκείνου στοχάζου περὶ τοῦ προλαμβάνοντος θανάτῳ τῶν γονέων, καὶ τοὺς κλήρους αὐτῶν ὅρα τίς μᾶλλον κεκάκωται καὶ ὁμοίως στοχάζου. Ἐπίβλεπε δὲ καὶ τοῦτο, ποῖον τῶν φώτων ἐν τῇ γενέσει στρεφομένης τῆς τοῦ παντὸς φορᾶς πρῶτον ἔρχεται εἰς τὸ ὑπόγειον, καὶ οὕτω λογίζου τὸν προλαμβάνοντα· σημαίνει γὰρ τὴν προτελευτὴν ὁ μὲν Ἥλιος τοῦ πατρός, ἡ δὲ Σελήνη τῆς μητρός <...>

καὶ γενέτην ὀλέκουσι παροίτερον ἠὲ τεκοῦσαν.
Ταῦτα μὲν ὁ Δωρόθεος· καὶ τοῦτο δέ φησιν, ὅτι Ἄρης τυγχάνων μετὰ Κρόνου, καὶ μάλιστα ἐπίκεντροι, προτελευτᾶν ποιοῦσι τὸν πατέρα τῆς μητρός.
 
I 15, 1. Ῥητορίου 48 finis in L f. 93v atque in R f. 87v; F. Boll in CCAG 1; 162 (fr. 29b Stegemann) editus
Καθὼς Δωρόθεος· ἐὰν ἐπὶ τὸν κλῆρον τοῦ πατρὸς πρῶτος ὁ Κρόνος τὴν ἀκτῖνα βάλλῃ ἢ κατὰ σχῆμα ἢ κατὰ παρέμβασιν πρῶτον θεωρήσῃ τὸν κλῆρον τοῦ πατρός, προαναιρεῖ τὸν πατέρα, εἰ δὲ ὁμοίως τὸν κλῆρον τῆς μητρὸς θεωρήσει, τὴν μητέρα προαναιρεῖ. ἐὰν τὸν κλῆρον τοῦ πατρὸς ἢ τῆς μητρὸς κακοποιὸς θεωρήσῃ, ἐκεῖνον προαναιρεῖσθαι λέγε.

Ἀριθμὸς τῶν προκεκυημένων
 
I 17, 1-11. Ῥητορίου 103, 1-11 in R ff. 136-136v
Ἐὰν δὲ ὁ τριγωνικὸς δεσπότης τοῦ ὡροσκόπου τύχῃ ὡροσκοπῶν, πρωτοτόκους λέγε τοὺς γεννηθέντας, μεσουρανῶν δὲ τέταρτον ἢ πρῶτον, ἐπὶ δὲ ἐπικυήσει τυγχάνει, εἰ δὲ ἐπὶ τοῦ δύνοντος, ἢ πρῶτον ἢ ἕβδομον λέγε τὸν γεννηθέντα. Σκόπει δὲ μή πως καὶ κακοποιὸς ὁμόκεντρος γένηται τῷ τριγωνικῷ δεσπότῃ ἢ ἐπιθεωρήσῃ κατὰ τετράγωνον ἢ διάμετρον· θάνατον γὰρ ἀδελφῶν ποιεῖ. Ἐὰν δὲ ἐν ἀποκλίματι, ἢ δίδωσι θάνατον ἀδελφῶν ἢ παρέχει ἐπὶ ξένης ἑαυτοὺς διαγομένους. Ἐὰν ὁ τριγωνικὸς δεσπότης τοῦ ὡροσκόπου τύχῃ ἐν τῷ ὑπὲρ γῆν ἡμισφαιρίῳ, ἀρίθμει ἀπ' αὐτοῦ ἐπὶ τὸν ὡροσκόπον· ὅσα γάρ εἰσι ζῴδια, τοσούτους ἀδελφοὺς λέγε. Εἰ δὲ δίσωμον ἀπαντήσῃ ζῴδιον, διπλοῦν ἀρίθμει τὸ ζῴδιον. Ἐὰν δὲ ἐν τῷ ὑπογείῳ ἡμισφαιρίῳ τύχῃ ὁ τριγωνικὸς δεσπότης τοῦ ὡροσκόπου, ἀρίθμει ἀπὸ τοῦ ὡροσκόπου ἄχρι τοῦ τριγωνικοῦ αὐτοῦ δεσπότου.
 
Καὶ οἱ μὲν ἀγαθοποιοὶ εἰ ἐπιθεωρήσωσιν, ἀδελφοὺς ζωσίμους λέγε, εἰ δὲ κακοποιοί, φθορὰν αὐτῶν ποιοῦσιν. Ἐὰν ἀπὸ τοῦ μεσουρανήματος ἕως τοῦ ὡροσκόπου οὐ παρῇ ἀστήρ, οὐχ ἕξει πρότερον ἀδελφόν, εἰ δὲ κατὰ τοῦτο τὸ σχῆμα τύχῃ τις ἔχων προγενέστερον ἀδελφόν, πάντῃ θάνατον αὐτοῦ ὄψεται. Εἰ δὲ παρῇ κακοποιὸς ἀπὸ μεσουρανήματος ἕως τοῦ ὡροσκόπου, σημαίνει θάνατον τῶν προκεκυημένων. Ἐὰν δὲ ἀπὸ ὡροσκόπου ἕως τοῦ ὑπογείου εὑρεθῇ ὁ τριγωνικὸς δεσπότης καὶ ἐπιπαρῇ ἢ ἐπιθεωρήσῃ ἀγαθοποιός, ἕξει μεταγενεστέρους ἀδελφούς. Εἰ δὲ κακοποιὸς ᾖ, οὐχ ἕξει ἢ τεθνήξεται.
 
I 18, 1-20, 4. Ἡφαιστίωνος II 6, 7-8 (fr. 30a Stegemann)
Ὁ μὲν Πτολεμαῖος ταῦτα, ὁ δὲ Δωρόθεος οὕτως·
ὅσσοι Τοξότεω βλοσυροῦ τ' ἐφύπερθε Λέοντος
<...> εἰ δὲ ὠφελοῦνται ἐξ ἀλλήλων σκεπτέον ἔκ τε τοῦ κλήρου τῆς τύχης καὶ τῶν κλήρων τῶν ἀδελφῶν καὶ ἐκ τῶν ὁρώντων αὐτοὺς ἀστέρων ἢ ἐπόντων.

Περὶ φιλίας ἀδελφῶν
 
I 18, 3-21, 20. Ῥητορίου 105-108 in R ff. 136v-137v
Ἐὰν ὁ κύριος τοῦ κλήρου τῆς φιλίας ἐπιθεωρήσῃ τὸν κλῆρον τῶν ἀδελφῶν, φίλους λέγε τοὺς ἀδελφούς. Ἐὰν ὁ Ζεὺς καὶ ἡ Ἀφροδίτη καὶ ὁ Ἑρμῆς ἐπίσημοι τύχωσι τοῖς τόποις καὶ καλαῖς φάσεσι, ἐν μὲν θηλυκοῖς ζῳδίοις θηλείας ἀδελφὰς διδόασιν, ἐν δὲ ἀρσενικοῖς ἄρρενας καὶ πολυχρονίους. Εἰ δὲ κακοῖς τόποις τύχωσιν, διδόασι μέν, ὀλιγοχρονίους δὲ ἢ ἐχθροὺς ἢ σεσινωμένους, μάλιστα εἰ δὲ καὶ κακαῖς φάσεσι τύχωσιν. Εἰ δὲ Κρόνος καὶ Ἄρης καὶ Σελήνη ἐν ἀλλοτρίοις τόποις τύχωσιν, τοὺς ἀδελφοὺς ἀναιροῦσιν. Εἰ δ' εἶς τις τούτων τῶν ἀστέρων ἴδιον ἔχει τόπον, οὐκ ἀσινεῖς ποιεῖ ἀλλὰ τῇ ψυχῇ δαμαζομένους, ἢ ἀνωφελεῖς ἔσονται πρὸς ἀλλήλους· αἱ γὰρ τῶν φαύλων παροχαὶ φαῦλοι καθεστήκασιν.

Περὶ γ ἀπὸ τοῦ ὡροσκόπου
 
Ἐὰν τὸ γ ζῴδιον ἀπὸ τοῦ ὡροσκόπου δίσωμον τύχῃ ἢ ὁ κύριος αὐτοῦ ἐν δισώμῳ ἢ διφυεῖ ζῳδίῳ, ποιεῖ ἀδελφοὺς ἐπιμίκτους, τουτέστιν ἐξ ἄλλων καὶ ἄλλων γονέων. ζήτει δὲ καὶ τὸ τρίτον ζῴδιον ἀπὸ ὡροσκόπου μὴ ἄσπορόν ἐστιν· ἄσπορα δὲ ζῴδιά ἐστι ταῦτα· Δίδυμοι, Λέων, Παρθένος, Αἰγόκερως, Τοξότης.

Περὶ μειζόνων καὶ μικροτέρων ἀδελφῶν
 
Μαθήσει δὲ καὶ τὰς ἡλικίας τῶν ἀδελφῶν τούτῳ τῷ τρόπῳ. τοὺς μείζονας Κρόνος σημαίνει, Ἥλιος δὲ καὶ Ἄρης καὶ Ζεὺς τοὺς μέσους, ὁ δὲ Ἑρμῆς τοὺς μικροτέρους, ἡ δὲ Σελήνη τὰς μείζονας ἀδελφὰς σημαίνει, ἡ δὲ Ἀφροδίτη τὰς μικροτέρας. ἐὰν ὁ πρῶτος καὶ ὁ β τριγωνικοὶ δεσπόται τοῦ Ἄρεως κακῶς ἵστανται, σπαναδέλφους ποιοῦσιν, μάλιστα εἰ κακαῖς φάσεσι τύχωσιν. ἐὰν δὲ ὁ μὲν πρῶτος τριγωνοκράτωρ ἐπὶ καλῷ τόπῳ ἵσταται, ὁ δὲ β φαύλῳ, ἀποβάλλειν τοὺς ἀδελφοὺς σημαίνει.

Περὶ ποσότητος ἀδελφῶν
 
Ὑποδείγματος χάριν ἔστωσαν Κρόνος, Ἤλιος καὶ Σελήνη Ταύρῳ ἐν τῷ μεσουρανοῦντι ζῳδίῳ, ὡροσκόπος Λέοντι, Ζεὺς Ὑδροχόῳ, Ἄρης Διδύμοις. Οἱ οὖν τριγωνικοὶ δεσπόται τοῦ Ἄρεως οἱ σημαίνοντες τοὺς ἀδελφοὺς Κρόνος καὶ Ἑρμῆς. Λαμβάνω τὸν ἀριθμὸν ἐπὶ τὸν ὡροσκόπον, ἐπειδὴ τῷ ὑπὲρ γῆν ἡμισφαιρίῳ ἔτυχον ὅ τε Ἑρμῆς καὶ ὁ Κρόνος· εἰ γὰρ ἦσαν ἐν τῷ ὑπογείῳ, ἠρίθμουν ἀπὸ ὡροσκόπου ἐπὶ τοὺς τριγωνικοὺς δεσπότας τοῦ Ἄρεως. Εὑρίσκω οὖν ἀπὸ τοῦ μεσουρανήματος ἐπὶ τὸν ὡροσκόπον ζῴδια δ, ἁπλᾶ μὲν γ καὶ δίσωμον ἕν· τοσούτους ἀδελφοὺς λέγε ἔχειν τὸν ἀριθμὸν ε.
 
Συγκρίνειν δὲ δέον φάσκει τοὺς τῶν κλήρων δεσπότας καὶ τοὺς τόπους ἀλλήλων καὶ τὰ ὅρια. Εἰ γὰρ ἀνατολικοὶ καὶ ἐν οἰκείοις τόποις τύχωνται καὶ τῆς αἱρέσεως ὄντες, ζωσίμους καὶ εὐτυχεῖς δίδωσιν. Ποταποὺς δὲ ἕξει ἀδελφοὺς σκόπει οὕτως ἀπὸ τῆς προκειμένης γενέσεως· ἐπειδὴ ὁ κλῆρος τῶν ἀδελφῶν καὶ οἱ τριγωνικοὶ δεσπόται τοῦ Ἄρεως ἔτυχον Ταύρῳ, θηλυκῷ ζῳδίῳ, θήλεια μὲν ἀδελφή ἐστιν· ἐπειδὴ Κρόνος ἐκεῖ ἔτυχε, τελευτήσει δέ· μετὰ Κρόνου Ἥλιος καὶ Ἑρμῆς πάλιν ἄλλον ἀδελφὸν πρὸ αὐτοῦ θανατοῦσιν.
 
Ἐὰν μὲν ὁ ὡροσκόπος καὶ ἡ Σελήνη τύχωσιν Ἰχθύσιν ἢ Σκορπίῳ ἢ Καρκίνῳ, πολυχρόνιον τὴν μητέρα ποιοῦσιν, πλὴν μόνη Σελήνη ἐν Σκορπίῳ διὰ τὸ ταπείνωμα αὐτῆς μάλιστα περὶ μοίρας τρεῖς εἶναι καὶ ποιήσει τέκνα ἀποβάλλειν ἐξ αὐτῶν. Εἰ δὲ ὁ κλῆρος τῶν ἀδελφῶν τούτοις τοῖς ζῳδίοις τύχῃ, δίδωσι πολλοὺς ἀδελφούς, εἰ δὲ ἐν ἀσπέρμῳ ζῳδίῳ τύχῃ ὁ κλῆρος (τουτέστιν ἐν Λέοντι ἢ Διδύμοις ἢ Τοξότῃ ἢ Αἰγοκέρωτι), σπάνιν ἀδελφῶν ποιήσει, ἐν δὲ τοῖς λοιποῖς μέσως. Καὶ εἰ μὲν ἀγαθοποιοὶ θεωρήσονται τὸν κλῆρον, ζωὴν παρέχουσιν, εἰ δὲ κακοποιοί, θάνατον.
 
I 25, 1-27, 43. Ἡφαιστίωνος II 18, 8-20 (9-10 = fr. 35a Stegemann)
Καὶ ταῦτα μὲν οἷς συντίθεται Πτολεμαῖος καὶ τὰ παρὰ τοῖς ἄλλοις τε καὶ Δωροθέῳ ἐκτιθέμεθα ἵν' ἐκ πολλῶν δοκίμων τῆς ἀληθείας τὴν συμφωνίαν λάβοιμεν. Σκέπτεται οὖν ὁ Δωρόθεος ἀπὸ τῶν τριγωνοκρατόρων οὕτως·
τριπλεύρου κρατέοντας ἐν ᾧ θεὸς Ἥλιός ἐστιν. 
 
Φησὶ δὲ δεῖν καὶ τῆς ὥρας τὸν κύριον καὶ τοῦ μεσουρανοῦντος καὶ τοῦ βίου πῶς κεῖνται ἐν τῇ γενέσει σκοπεῖν (ἐὰν γὰρ εὑρεθῶσι καλῶς κείμενοι καλὰ σημαίνουσιν, ἂν δὲ ἐναντίως ἐναντία, ἂν δὲ μέσως μέσα), καὶ τὸν κλῆρον δὲ τῆς τύχης τὸν κατ' αὐτόν (τουτέστιν ἐπὶ μὲν ἡμερινῶν γενέσεων τὸν ἀπὸ Ἡλίου ἐπὶ Σελήνην καὶ τὰ ἴσα ἀπὸ ὡροσκόπου, ἐπὶ δὲ νυκτερινῶν γενέσεων ἀπὸ Σελήνης ἐπὶ Ἥλιον καὶ τὰ ἴσα ὁμοίως ἀπὸ ὡροσκόπου) καὶ τοὺς ὁρῶντας αὐτὸν ἀστέρας ποῖοί τέ εἰσι καὶ πῶς κεῖνται. Ἐὰν οὖν ὁ τοῦ κλήρου κύριος εὑρεθῇ ἐν κακῷ τόπῳ καὶ οἱ ἀγαθοποιοὶ ἀπόστροφοι ὦσι τῆς Σελήνης, οἱ δὲ κακοποιοὶ κεκεντρωμένοι ἢ ἐπανερχόμενοι, γνῶθι δυστυχῆ εἶναι τὸν οὕτω τυχόντα. Ἐὰν δὲ ἐν οἰκείοις ὦσι τόποις καὶ τὴν Σελήνην ἀγαθοὶ ἐποπτεύωσιν, εὐτυχῆ γνῶθι, δηλονότι αὐτῶν ὁρώντων καὶ τὸν κλῆρον. Ἐὰν δὲ πάλιν ἐν ταῖς γενέσεσιν εὕρωμεν τοὺς κακοποιοὺς ἐπικέντρους, τοὺς δὲ ἀγαθοποιοὺς ἐπανερχομένους, καὶ πάλιν ἐὰν ἡ Σελήνη ἀπορρεύσῃ μὲν τῶν κακοποιῶν, συνάψῃ δὲ τοῖς ἀγαθοποιοῖς, οἱ τοιοῦτοι τὰ ὕστερα τοῦ βίου εὐτυχῶς ἕξουσιν.

περί πλούτου: εξέτασις του δευτέρου τόπου
 
Δεύτερον τόπον
βιότοιο λαχόντες <...>.
 
Ἄλλοι μέντοι τῶν ἀρχαίων εἰρήκασιν ἐν τῷ τόπῳ τούτῳ τῷ ια μὴ κακοποιεῖν τοὺς κακοποιοὺς παρατυχόντας (ὧν εἶς καὶ Πορφύριος)· ὅμως χρὴ παραδέχεσθαι αὐτοὺς ποσῶς βλάπτοντας προϊούσης τῆς ἡλικίας. Πάλιν, φησίν, ἀρίθμει ἀπὸ τοῦ κυρίου τοῦ δευτέρου τόπου ἕως αὐτοῦ τοῦ δευτέρου καὶ τὸν ἴσον ἀριθμὸν ἔκβαλλε ἀπὸ τῆς ὥρας, καὶ εἰς δ' ζῴδιον ἐκπέσῃ ἐκεῖνο πάλιν σκόπει ποῖον τῶν ἀστέρων ἔχει καὶ πῶς κεῖται ὁμοίως τοῖς ἄνω πρὸς τὸν τόπον καὶ ἀποφαίνου. Καὶ ἐὰν μὲν ἀγαθοποιοὶ ἴδωσι τὸν τόπον ἀγαθὰ σημαίνουσιν, εἰ δὲ κακοποιοὶ κακά, ἐὰν δέ τις τῶν ἀγαθοποιῶν ἴδῃ τὸν τόπον δυτικὸς ὢν καὶ μέλλῃ μετὰ ζ ἡμέρας ἀνατολικὸς εἶναι, καὶ οὕτως ὄλβον καὶ πλοῦτον παρέξει. 
 
Καὶ περὶ πάντων δὲ τῶν κλήρων ἐντέλλεται οὕτως· ἐὰν καλὸν ζῴδιον ἐπέχῃ ὁ κλῆρος καὶ ὁ τούτου κύριος ἤτοι ὢν ἐν αὐτῷ ἢ ἐν τοιούτῳ καλῷ καὶ ἔξαυγος, ἀγαθὰ πάμπολλα φέρει τῇ γενέσει, ἐὰν δὲ ᾖ ὕπαυγος ἢ μέλλῃ κρύπτεσθαι ἐγγύς, φησίν, ὁπόσα σημαίνουσιν
εἰς ὀλίγον λάμψαντα μαραίνεται αἶψα πεσόντα. 
 
Λέγει δὲ καὶ τοῦτο· σκέπτου τίς πρῶτος τῶν ἀστέρων ἐν τῇ γενέσει ἔρχεται εἰς τὸν τῆς Σελήνης τόπον ἢ καὶ τὸν τοῦ ὡροσκόπου· ὁ γὰρ προλαμβάνων ἐλθεῖν εἰς τοὺς τόπους τούτους οὗτος μηνύσει τὰ μέτρα τῆς τύχης. Σκέπτεται δὲ τὰς γενέσεις οὕτως ὡς ἐκτίθεται·
καὶ γενέσεως τὰ ἑκάστα διίξομεν ὄφρα δαείης.
 
Ι 26, 2-27, 36. Γενέθλιον Κωνσταντίνου Πορφυρογεννήτου VIII 3-6 (fr. 34c Stegemann)
Ὁ δὲ Δωρόθεος καὶ ταῦτα προστίθησιν. Ἐπειδὴ ὁ τοῦ Ἡλίου πρῶτος τριγωνικὸς δεσπότης (τουτέστιν ἡ Ἀφροδίτη) ἐπίκεντρος ἐν τῷ ὡροσκόπῳ ἔτυχεν ἰδιοθρονοῦσα ἐντὸς τῶν τοῦ ὡροσκόπου ιε μοιρῶν, μέγεθος ἕξει τύχης ὁ γεννηθείς, καὶ μάλιστα ἐν πρώτῃ ἡλικίᾳ. Κλῆρος βίου Ὑδροχόου ηκ <.>· ἐπειδὴ ὁ τούτου τοῦ κλήρου οἰκοδεσπότης, Κρόνος, ἐν καλῷ τόπῳ ἕστηκεν ἰδιοθρονῶν καὶ ὑπὸ τῆς Ἀφροδίτης τριγωνίζεται, τοῦ Ἄρεως ἀποστρόφου ὄντος, βίον καλὸν ἕξει καὶ πλοῦτον πολύν. Οἱ ἀγαθοποιοὶ ἐπίκεντροι ἑστῶτες, ὡς νῦν Ἀφροδίτη καὶ Ζεύς, ἐπίχαριν ποιοῦσι καὶ ἐν δήμοις πίστιν διδόασιν καὶ ἐχθρῶν καθαίρεσιν.
 
Ι 26, 24-25. Γενέθλιον Κωνσταντίνου Πορφυρογεννήτου IΧ 2-3 (fr. 26 Stegemann)
Κατὰ δὲ Δωρόθεον ἐὰν ὁ τῆς τύχης δεσπότης, ἤγουν ἡ Ἀφροδίτη, καὶ οἱ ἀγαθοποιοὶ ἐπὶ καλοῖς τόποις τύχωσιν εἶναι, καθάπερ ἐπὶ τῆς προκειμένης γενέσεως, βασιλέα καὶ δυνάστην ἔσεσθαι τὸν γεννηθέντα σημαίνει. Ὅμως διὰ τὴν τῶν κακοποιῶν μαρτυρίαν ἕξει μετρίας ἐναντιότητας· μετρίας δὲ εἴπομεν, ὅτιπερ οἱ κακοποιοὶ ὡς νῦν ἰδιοθρονοῦντες μέτριοι πρὸς κάκωσίν εἰσιν.
 
I 27, 5-24. Ῥητορίου 57, 2. 14-19 in R ff. 97v-98; iam a F. Cumont in CCAG 8, 4; 140-141 (17-19 = fr. 34b Stegemann) editum
Ἐὰν κακοποιὸς ἐπίδῃ τὸν δεύτερον τόπον κατὰ τετράγωνον ἢ διάμετρον ἢ συμπαρῇ τούτῳ, ἔκπτωσιν βίου σημαίνει τῷ γεννηθέντι. Καὶ ἐὰν ὁ δεύτερος τόπος ᾖ οἶκος Ἀφροδίτης, ὁ τοιοῦτος ζημιωθήσεται χάριν γυναικῶν ἢ διὰ γυναικῶν, εἰ δὲ οἶκος Ἑρμοῦ, χάριν παρὰ μεγιστάνων ἢ δημοσίων πραγμάτων τὴν βλάβην ἕξει, εἰ δὲ οἶκος Ἄρεως, λέγε τὴν βλάβην ἀπὸ στρατιωτικῶν πραγμάτων ἢ προσώπων τοιούτων ἢ πολέμου ἢ ἐμπρησμοῦ ἢ μάχης ἢ ἁρπαγῆς ἢ λῃστρικῶν ἢ ἐφοδικῶν προσώπων, εἰ δὲ οἶκος Κρόνου, λέγε τὴν βλάβην ἀπὸ γερόντων ἢ δούλων ἢ ἀπελευθέρων χάριν γῆς ἢ κληρονομίας ἢ τάφου ἢ νεκρικῶν πραγμάτων ἢ ἐξ εὐτελῶν προσώπων, εἰ δὲ Ἡλίου οἶκος ᾖ, τὴν βλάβην ποιήσει ἀπὸ πατρὸς ἢ πατρωῶν ἢ προγόνων ἢ χάριν δανείσματος ἢ χρημάτων τινῶν ἢ πράξεων, ἐὰν δὲ Σελήνης οἶκος ᾖ, χάριν μητρὸς ἢ γένους μητρικοῦ ἢ μητρυιῶν ἢ τῶν τοιούτων προσώπων.

Ἐμοὶ δὲ δοκεῖ καὶ ἐπὶ ἑκάστου οἴκου καὶ τόπου βλαπτομένου ὑπὸ κακοποιοῦ ἀποφήνασθαι τὴν βλάβην κατὰ τὴν φύσιν τοῦ οἰκοδεσπότου τοῦ ζῳδίου καθ' ὃ ὁ κακοποιός ἐστι καὶ τὰ σημαινόμενα ἀπὸ τοῦ τόπου. Εἰ δὲ θέλεις λαβεῖν καὶ κλῆρον βίου, λάμβανε πάντοτε νυκτὸς καὶ ἡμέρας ἀπὸ οἰκοδεσπότου τοῦ δευτέρου τόπου ἐπὶ αὐτὸν τὸν τόπον τὸν δεύτερον, καὶ τὰ ἴσα ἀπόλυε ἀπὸ ὡροσκόπου· καὶ ὅπου ἂν ἐκπέσῃ ὁ κλῆρος, σκόπει τὸν κύριον τοῦ κλήρου καὶ αὐτὸ τὸ ζῴδιον ἐν <ᾧ> ὁ κλῆρος ἐνέπεσεν. Καὶ εἰ καλῷ τόπῳ ἔτυχεν ὁ κλῆρος καὶ ὁ κύριος αὐτοῦ δίχα τῆς τῶν κακοποιῶν ἀκτινοβολίας, καλὸν τὸν βίον λέγε. Εἰ δὲ εὑρεθῇ ὁ κύριος τοῦ κλήρου ἑῷος δυτικός, μετὰ δὲ ἑπτὰ ἡμέρας γενήσεται ἑῷος ἀνατολικός, κρυπτὸν καὶ λαθραῖον πλοῦτον ποιήσει.
 
I 27, 43. Ῥητορίου epitome ab A. Olivieri in CCAG 2; 192 (fr. 37b Stegemann) edita et in E f. 149 inventa, quam versionem hic edo

Καθὼς δὲ Δωρόθεος διδάσκει, λέγων ὅτι μετὰ τὴν γεννητικὴν ἡμέραν ζήτει τίς τῶν ἀστέρων πρώτως κατ' ἐπέμβασιν ἔρχεται ἐπὶ τὴν γεννητικὴν Σελήνην ἢ τὸν ὡροσκόπον, καὶ πρὸς τὴν φύσιν καὶ τὴν φάσιν τῶν ἀστέρων ἀπόκρινε τὰ τῆς τύχης.

 
ΒΙΒΛΙΑ Β΄- Δ΄

περί ευγαμίας
 
ΙΙ 1, 1-5, 9. Γενέθλιον Κωνσταντίνου Πορφυρογεννήτου ΧIII 1-4
Κατὰ δὲ Δωρόθεον· ἐπειδὴ οἱ τῆς Ἀφροδίτης τριγωνικοὶ δεσπόται ὁ α καὶ β ἐν καλοῖς ἵστανται τόποις καὶ ἔξαυγοί εἰσιν, εὐγαμίαν δηλοῦσιν. Ὁ κύριος τοῦ δυτικοῦ κέντρου τετράγωνος αὐτῷ ὢν καὶ ἔξαυγος καὶ ὑπὸ ἀγαθοποιῶν μαρτυρούμενος σώφρονα παρέχει γάμον, ἐξ οὗ καὶ προκοπαὶ γενήσονται. Ἔσται δὲ ὁ γάμος περὶ τὸ ιζ ἔτος ἀπὸ τῆς γεννήσεως. κλῆρος γάμου Ταύρου ιη μ· ἐπειδὴ οὗτος ὁ κλῆρος ὑπὸ Κρόνου κακοῦται κατὰ τετράγωνον σχῆμα, λυπηρὸν τὸν γάμον ἕξει διὰ θανάτου γυναικός.
 
II 1, 4-6, 9. Ἡφαιστίωνος II 21, 26-37 (26-30 = fr. 39a Stegemann; 31-37 = fr. 40a Stegemann)
Πάλιν δὲ καὶ τὰ ἐν τοῖς ἔπεσι Δωροθέου ἐκ τῶν Νεχεψὼ καὶ τῶν ἄλλων σύνθετα ἐπισυνάψωμεν.
Αὐτίκα δ' ἀμφὶ γάμοιο διίξομεν ἱμερόεντος.
 
Ὅταν οἱ μὲν τριγωνοκράτορες ἐν κακοῖς ὦσι τόποις, ἡ δὲ Ἀφροδίτη ἐν καλοῖς, καὶ οὕτω καλῶς γαμοῦσιν, μετά τινος μέντοι ζημίας, ἐὰν δὲ ἡ Ἀφροδίτη ἐν κακοῖς, οἱ δὲ τριγωνοκράτορες ἐν καλοῖς, Ζεὺς δὲ καὶ Ἄρης αὐτὴν ἐπίδωσιν, ποιεῖ, φησίν,
ῥεμβάδα καὶ φοιτῶσαν ὅπῃ κύρσειεν ἑταίρους.
  
Ἡνίκα δὲ ὁ μὲν πρῶτος τριγωνοκράτωρ καλῶς κεῖται, ὁ δὲ δεύτερος κακῶς, τὰ πρῶτα τῆς συναφῆς τοῦ γάμου καλὰ σημαίνει, τὰ δὲ ἔσχατα φαῦλα, ἐναντίως δὲ ἐχόντων ἐναντία. Καὶ τὰ περὶ τοῦ γάμου νόει·
πάντοτε δ' Ἀφρογενὴς κέντρον δυτικὸν κατέχουσα
 
<...>. Ἐὰν δὲ ᾖ Ἀφροδίτη ὁμοῦ καὶ Ζεύς, Κρόνος δὲ ἀλλαχόθεν ἴδῃ αὐτοὺς ἢ καὶ Ἄρης, ταῖς δεσποίναις ἑαυτῶν συγκοιμῶνται, καὶ ἐπὶ τῶν θηλειῶν τὸ αὐτό σοι νοείσθω. Ἀφροδίτη ὡρονομοῦσα παρὰ τὴν αἵρεσιν ἤτοι μεσουρανοῦσα ὑπὸ τὰς αὐγὰς τοῦ Ἄρεως κεκεντρωμένου πρὸς αὐτὴν ποιεῖ γάμον ἐκ ταπεινοῦ, καὶ Ἑρμοῦ ἐποπτεύσαντος δημοσίαν καὶ μιγάδα ἄξει εἰς γάμον.
 
Ἐὰν δὲ τὸ ζ ζῴδιον ἀπὸ τῆς ὥρας κακωθῇ ὑπὸ κακοποιοῦ ἢ καὶ ὑπαύγου τάδε ποιεῖ· Κρόνος μὲν τὸν γάμον διαφέρει ἕνεκα ἀρχαίων ἢ ἀποθανόντων ἢ πατέρων, ὁ δὲ Ζεὺς ἕνεκα δημοσίων, ὁ δὲ Ἑρμῆς ἕνεκα λογιστικῶν καὶ τοιούτων ἢ καὶ γυναῖκας ποιεῖ ῥυπαίνεσθαι παρὰ δούλων, ὁ δὲ Ἄρης μοιχικάς, ἐὰν δὲ αὐτῷ οὕτως ἔχοντι καὶ ὁ Ἑρμῆς συμπαρῇ αὐτοχείρους ποιοῦσι τῶν ἰδίων γυναικῶν, ἡ δὲ Ἀφροδίτη ζῆλον καὶ δυσγαμίαν παρέχει. <...>.
 
Καὶ ἐὰν εὑρεθῇ οὕτως ὁ Κρόνος γεραιός τίς ἐστιν ὁ συγκοιμώμενος ἢ καὶ φθείρας, εἰ δὲ Ἄρης ταπεινός τις ἤτοι σώματος ἔμπορος, εἰ δὲ Ζεὺς πλούσιός τις, εἰ δὲ Ἀφροδίτη ἐν εὐφροσύνῃ καὶ μέθῃ, εἰ δὲ Ἑρμῆς ἐξ ἀπάτης καὶ ὑποσχέσεως καὶ τῶν τοιούτων. Κατὰ δὲ πάροδον, φησίν, ἐπὶ τῶν ἐν ἡλικίαις Ζεὺς ἐπισυμβαίνων τοῖς τῆς Ἀφροδίτης τόποις ἢ καὶ Κρόνος ποιεῖ γάμους, καὶ Ἀφροδίτη δὲ ἐν τοῖς ἰδίοις τόποις. ταῦτα δὲ χρὴ στοχάζεσθαι ἐπὶ τῶν ἐγγὺς ὑπόπτων γαμούντων, σκεπτέον δὲ ὁμοίως καὶ τοὺς γαμικοὺς κλήρους τότε.
 
Ἀνωνύμου εἰς ψευδο-Ἡλιοδώρου (ἢ Ὀλυμπιοδώρου) Εἰς τὸν Παῦλον, p. 61 Boer
Κλῆρος μοιχείας κατὰ τὸ διάμετρον τοῦ γάμου ἀπὸ Ἡλίου ἐπὶ Σελήνην καὶ τὰ ἴσα ἀπὸ Ἀφροδίτης (ὡροσκόπου ed.) ἡμέρας καὶ νυκτός· τὸ δὲ ἀποτέλεσμα τοῦτο κεῖται ἐν τῷ δ κεφαλαίῳ τοῦ δευτέρου βιβλίου Δωροθέου.

Περὶ ἀσελγῶν καὶ μεθυστῶν καὶ ἐμπαθῶν
 
II 7, 2-6. Ῥητορίου 66, 1-7 in R f. 121v; iam a F. Cumont in CCAG 8, 4; 194-195 editum
Ἡ Ἀφροδίτη οἴκοις Ἑρμοῦ, τοῦ Ἑρμοῦ κακῶς κειμένου, παιδεραστὰς ποιεῖ. Ὁ κλῆρος τοῦ γάμου οἴκοις Ἑρμοῦ, τοῦ Ἑρμοῦ ἐν ἀρσενικῷ ἐπικέντρου ὄντος, τὸ αὐτὸ ποιεῖ. Ἄρης καὶ Ἑρμῆς ἐναλλάξαντες τοὺς οἴκους ἀλλήλων ἢ τετραγωνίσαντες ἀλλήλους ἢ διαμετρήσαντες παιδεραστὰς ποιοῦσιν. Ἡ Ἀφροδίτη Αἰγοκέρωτι ἢ Ἰχθύσιν ἢ Σκορπίῳ ἢ Ταύρῳ ὑπὸ Κρόνου ἢ Ἄρεως θεωρουμένη ἀσελγεῖς ποιεῖ, μάλιστα ὕπαυγος. Ἀφροδίτη οἴκοις Κρόνου ἢ Ἄρεως ὑπ' αὐτῶν θεωρουμένη ἀσελγεῖς ποιεῖ. Ἡ Ἀφροδίτη καὶ Ἑρμῆς καὶ Ἄρης θεωρήσαντες ἀλλήλους ἀσελγεῖς ποιοῦσιν. Ἡ Ἀφροδίτη καὶ ἡ Σελήνη ἐν τῷ δύνοντι τὰς μὲν γυναῖκας ἀσελγεῖς ποιοῦσιν, τοὺς δὲ ἄνδρας μαλακούς, πλέον δὲ εἰ καὶ ὑπὸ Ἄρεως ἢ Κρόνου θεωρηθῶσιν.
 
II 8, 1-13, 3. Ἡφαιστίωνος II 22, 8-13 (fr. 42a Stegemann)
Καὶ ταῦτα μὲν ὁ Πτολεμαῖος ἐκ τῶν Πετοσίριδος ἐκτίθεται, πάλιν δὲ ὁ Δωρόθεος περὶ τέκνων σκεπτόμενος λέγει. δεῖ τοὺς τριγωνοκράτορας τοῦ Διὸς σκοπεῖν πῶς κεῖνται ἐν τῇ γενέσει εἴτ' ἐν καλοῖς τόποις ἢ ἐναντίοις, ἢ ὃς μέν ἐστιν, ὃς δὲ οὐ, καὶ πρὸς αὐτοὺς ἀποτελεῖν. <...> τήν τε πρώτην καὶ δευτέραν πρᾶξιν ὁμοίως αὐτοῖς διασημαίνειν. Σκέπτου εἰ ἐν καλοῖς τόποις ὁ κλῆρος εἴη καὶ μὴ ἐν ἀσπόροις ἐπειδήπερ ἐὰν εὑρεθῇ ἐν τῷ ς ἢ ἐν τῷ ιβ ἢ ἄγονος, φησίν, ἔσται ἢ κλαύσει τὰ τικτόμενα. Ἐὰν δὲ ὁ κλῆρος καὶ τὸ δῦνον αὐτοῖς ὁμοίως καὶ τὰ τετράπλευρα χηρεύῃ ἄστρων καὶ μάλιστα ἀγαθῶν
φράζεο τούσδε γονῆς ἐπιδευέας αἰὲν ἐόντας. 
 
Εἰ δὲ τὰ ζῴδια τὰ παρέχοντα τὰ τέκνα καὶ οἱ ἐπόντες ἀστέρες θηλυκῆς ὦσι φύσεως θηλυκὰ ἔσται τὰ τικτόμενα, εἰ δὲ ἀρρενικὰ ἢ μεμιγμένα ὁμοίως ἀρρενικὰ ἢ καὶ μεμιγμένα.
 
II 8, 1-9, 4. Γενέθλιον Κωνσταντίνου Πορφυρογεννήτου XII 2-3
Κατὰ Δωρόθεον διὰ τὸ τοὺς τριγωνικοὺς δεσπότας τοῦ Διὸς ἐξαύγους ὄντας ἐν καλοῖς τόποις κεῖσθαι εὐτεκνίαν ἔσεσθαι σημαίνει. Ἕξει δὲ τέκνα τρία διὰ τὸ μεταξὺ τοῦ τριγωνικοῦ δεσπότου τοῦ Διός, ἤγουν Ἄρεως, καὶ ὡροσκόπου εὑρίσκεσθαι ζῴδια β, ἓν μὲν ἁπλοῦν, τὸν Λέοντα, δίσωμον δὲ τὴν Παρθένον.

Περὶ τῶν πρὸς ἀλλήλους σχηματισμῶν τῶν ἀστέρων ἐκ τῶν Ἀνουβίωνος
 
[CCAG 2, Codices Veneti, F.140ν] 
- Περὶ τριγώνων
Ὁ Κρόνος Δία τριγωνίζων πολυκτημοσύνην ποιεῖ καὶ πολυχρύσους καὶ πολυαργύρους καὶ ἱερῶν προεστῶτας καὶ φόρων πράκτορας, ἐπιτρόπους, ἀλλοτρίων κληρονομοῦντας, πιστούς, ὑπὸ μεγάλων ἀνδρῶν τιμωμένους· καλὸν δὲ τοῦτο τὸ σχῆμα καὶ πρὸς πατέρας. Εἰ δὲ τριγωνίζοντας ἀλλήλους ἴδοι ὁ Ἑρμῆς, μυστικοὺς σημαίνει καὶ γνωστικοὺς ἢ βασιλεῦσιν ὑπηρετουμένους ἢ πόλεσιν ἢ λειτουργοὺς καὶ θύτας, ἀνατρέφουσι δὲ καὶ ἀλλότρια τέκνα οἱ τοιοῦτοι ὅταν ἐπὶ καλῶν τόπων ἱστάμενοι τύχωσιν· τῶν μέντοι ἰδίων τέκνων οὐκ ἀπολαύουσιν· ἢ γὰρ ἀεὶ τελευτῶσιν οἱ γεννώμενοι ἐν τούτῳ τῷ σχήματι ἢ ἐν ἀλλοτρίοις τραφέντες ὕστερον ἐπανίασι πρὸς τοὺς γονεῖς. Εἰ δὲ τοῦ Κρόνου καὶ τοῦ Διὸς κατὰ τρίγωνον ὄντων καὶ ὑπὸ τοῦ Ἑρμοῦ μαρτυρουμένων ὁ Ἄρης ἴδοι αὐτούς, ἐλαττωθήσεται τὰ εἰρημένα πάντα· ἕξουσι γὰρ φθόνους καὶ μέμψεις ἐν ταῖς πράξεσι καὶ διαβολὰς καὶ ἐναντιώματα πολλά.
Ὁ Κρόνος τριγωνίζων Ἄρην, εἰ καὶ Ζεὺς μὴ ὁρᾷ μήτε ὁ Ἑρμῆς, εὔποροι γίνονται καὶ ἐνεργεῖς καὶ δυνατοὶ ἐν ταῖς πράξεσι καὶ ἐν ταῖς πόλεσι δὲ ὁμοίως, πλὴν οἱ πρὸ αὐτῶν ἀδελφοὶ προτελευτῶσιν. Ὁ Κρόνος Ἥλιον τριγωνίζων ἐπὶ ἡμερινῆς γενέσεως προκοπὰς ποιεῖ καὶ δόξας καὶ γνωστούς, ἐπισήμους ἄνδρας, οὐ τοὺς γεννηθέντας μόνους ἀλλὰ καὶ τοὺς πατέρας, διότι ὁ Ἥλιος καὶ ὁ Κρόνος τὸ πατρικὸν ἐπέχουσι πρόσωπον. Ἐπὶ δὲ ἡμερινῆς εἰ ἐπὶ ἀρρενικοῖς εἶεν ζῳδίοις καὶ ἐν τῷ ὑπὲρ γῆν ἡμισφαιρίῳ, πολὺ κρεῖττον τὸ διάθεμα, ἐπὶ δὲ νυκτερινῆς γενέσεως τοὺς μὲν γεννηθέντας ἀφ' ἑαυτῶν πορίζοντας ποιεῖ, τὰ δὲ τῶν γονέων οὐ συντηροῦσιν.
Ὁ Κρόνος Ἀφροδίτην τριγωνίζων εὐσταθῆ τὸν βίον καὶ σεμνότητα, οἱ τοιοῦτοι δὲ ἀπὸ τῶν καταδεεστέρων φθονοῦνται· βραδύγαμοι μέντοι γίνονται. Ὁ Κρόνος Ἑρμῆν τριγωνίζων συνετοὺς καὶ ἐμπείρους καὶ τὴν γνώμην βεβαίους, αἱ δὲ τούτων πράξεις ἀπὸ λόγων καὶ ψήφων ἢ ἐμπορίας ὅθεν αὐτοῖς ὁ βίος αὐτάρκης. Ὁ Κρόνος Σελήνην τριγωνίζων συστάσεις ποιεῖ μεγάλας, πρὸς βασιλεῖς καὶ ἄρχοντας γνωρίζων καὶ ἐνδόξους ποιῶν, καὶ μᾶλλον αὐξιφωτούσης τῆς Σελήνης· λειπούσης γὰρ αὐτῆς πολλὴν μείωσιν ἕξει τὰ εἰρημένα.
 
Ὁ Ζεὺς Ἄρεα τριγωνίζων ἀρχικούς, δράστας, παρ' ἡγεμόσι τιμωμένους ποιεῖ. Ὁ Ζεὺς Ἥλιον τριγωνίζων πλουσίους, ἐνδόξους, ἀρχικοὺς ποιεῖ, καὶ τέκνων ἐστὶ δοτὴρ καὶ εὐγαμίας αἴτιος, καὶ βίον ἐπίσημον παρέχει. Ὁ Ζεὺς Ἀφροδίτην τριγωνίζων χαρίεντα καὶ ποθεινὸν ποιεῖ, παρὰ φίλων προκόπτοντα ἢ γυναικῶν. Ὁ Ζεὺς Ἑρμῆν τριγωνίζων φρονίμους, ἐπινοητικούς, ἐμπράκτους, παρὰ πολλῶν εὐδοκιμοῦντας, τούτων δὲ ἡ πρᾶξις ἀπὸ γραμμάτων ἢ δημοσίων χρειῶν ἢ βασιλικῶν ὑπηρεσιῶν, τινὰς δὲ καὶ ἀστρονόμους ἐπισήμους σημαίνει. Ὁ Ζεὺς Σελήνην ἰδὼν ἐνδόξους καὶ ἐμφανεῖς, ἡγεμόνας ἢ δικαστάς–τοὺς μὲν δήμου, τοὺς δὲ στρατιωτῶν–ποιεῖ, καὶ μᾶλλον αὐξιφωτούσης τῆς Σελήνης, εἰ δέ ἐστιν ἡ Σελήνη ἀφαιρετικὴ οὐκ αὐτοὺς αὐθέντας ποιεῖ ἀλλὰ τοιούτοις προσώποις ὑπηρετουμένους.
 
Ὁ Ἄρης Ἥλιον τριγωνίζων ἀρχικοὺς ποιεῖ, εἰ δὲ καὶ ἔστιν ἡ γένεσις ἡμερινὴ καὶ τὸν μὲν δεξιὸν τόπον ὁ Ἥλιος κατέχει, τὸν δὲ λαιὸν ὁ Ἄρης, ἔτι βέλτιον τὸ σχῆμα· ἡγεμόνες γὰρ οὗτοι καὶ δυνάσται γίνονται. Ὁ Ἄρης Δία τριγωνίζων, τοῦ Διὸς ἐπικέντρου ὄντος καὶ τῆς Σελήνης καλῶς ἑστώσης, στρατιώτας ἐπισήμους ποιεῖ, ζωῆς καὶ θανάτου κυρίους, καὶ μᾶλλον ὅταν ἐπὶ ἀρρενικῶν ὦσι ζῳδίων· τὰ γὰρ ἀρρενικὰ ἐπὶ ἐξουσίας καὶ ἡγεμονίας παραλαμβάνονται, τὰ δὲ θηλυκὰ ἐπὶ ὑποταγῆς. Ὁ Ἄρης Ἀφροδίτην τριγωνίζων ἐμπόρους, εὐγάμους, φιλοκόσμους καὶ μεγαλόφρονας ποιεῖ, οἱ τοιοῦτοι δὲ πολλῶν γυναικῶν λέχη θηρῶσιν ἤτοι μοιχοὶ γίνονται. Ὁ Ἄρης τριγωνίζων Ἑρμῆν ἐμπράκτους καὶ συνετοὺς εἴς τε λόγους καὶ ἔργα, ἐπιτευκτικούς τε καὶ ὀξεῖς, ἐκ ψήφων ἢ γραμμάτων τὸν βίον συλλέγοντας. Ὁ Ἄρης Σελήνην τριγωνίζων ἐπὶ μὲν νυκτερινῆς γενέσεως, λειψιφωτούσης τῆς Σελήνης, ἔμπρακτοι καὶ ἐπιτευκτικοὶ γίνονται καὶ πάντων ὧν βουλεύσονται περιγίνονται, εἰ δὲ καὶ Ζεὺς αὐτοὺς ἴδῃ, ἔσονται ἀρχικοί, ἔνδοξοι, μεγάλα δυνάμενοι. Ἐπὶ δὲ ἡμερινῆς γενέσεως ὁ Ἄρης τριγωνίζων Σελήνην οὖσαν ἐν τῷ ὑπεργείῳ βλάπτει καὶ σῶμα καὶ βίον, εἰ μάλιστα αὐξιφωτεῖ ἡ Σελήνη.
 
Ὁ Ἥλιος τριγωνίζων Σελήνην, καλὸν τὸ σχῆμα, καὶ μάλιστα ὑπὸ Διός, Ἀφροδίτης ὁρώμενοι.
 Ἡ Ἀφροδίτη Σελήνην τριγωνίζουσα πραεῖς ποιεῖ καὶ ἱλαρούς, εὐμόρφους, τοὺς μέντοι γάμους ἀβεβαίους δηλοῖ.
Ὁ Ἑρμῆς Σελήνην τριγωνίζων δηλοῖ εὐμαθεῖς γενέσθαι καὶ συνετούς.

- Περὶ τετραγώνων
Ὁ Κρόνος Δία τετραγωνίζων, τοῦ Κρόνου καθυπερτεροῦντος, ἐλαττοῦται ἡ ὕπαρξις, αὐτοὶ δὲ ἐναντία ἑαυτοῖς βουλεύονται καὶ ἐν ταῖς πράξεσιν ἐμποδίζονται ἢ ἀνάστατοι γίνονται, τόν τε πατέρα βλάπτει τοῦτο τὸ σχῆμα καὶ τὰ πατρικὰ πάντα ἀφανίζονται. Εἰ δὲ Ζεύς ἐστι καθυπερτερῶν τὸν Κρόνον, ἥττων ἡ κάκωσις· τῷ τε γὰρ πατρὶ εὔκλειαν δώσει καὶ τῷ παιδὶ βίου πορισμὸν κατὰ τὸ μέτρον τοῦ σχήματος καὶ τῆς θέσεως.
Ὁ Κρόνος Ἄρεα τετραγωνίζων, τοῦ Κρόνου καθυπερτεροῦντος, ἀτακτοῦσιν, τῷ δὲ σώματι ἔσονται φρικώδεις καὶ νοσεροί, ἐνίοτε καὶ ῥίγει καὶ πυρετῷ δαμάζονται, τὰ πατρικὰ δὲ κτήματα ὄλλυνται, οἱ δὲ τοιοῦτοι καὶ θανάτους ὁρῶσι τῶν ἀδελφῶν. Εἰ δὲ ὁ Ἄρης καθυπερτερεῖ τὸν Κρόνον, πάντως οἱ πατέρες πρὸ τῆς μητρὸς τελευτῶσιν, αὐτῷ δ' ἔσονται τῷ βίῳ μερικῶς ἐνεργεῖς καὶ ἔμπρακτοι, πλήν, ὡς εἴρηται, τῶν πατρικῶν κτημάτων τὸ σχῆμα ὀλέθριον· οἱ τοιοῦτοι καὶ ἀπὸ τῶν οἰκείων φθονοῦνται.
Ὁ Κρόνος Ἥλιον τετραγωνίζων, τοῦ Κρόνου καθυπερτεροῦντος, ἔκπτωσις ἔσται τοῖς πατράσιν ἢ σπασμός, πρὸ δὲ τῶν μητέρων οἱ πατέρες τελευτῶσιν, σφάλλονται δὲ καὶ οἱ παῖδες ἐν πολλαῖς περιπίπτοντες ταῖς βλάβαις καὶ σωματικαῖς ὀχλήσεσιν, τὸ δὲ πλεῖον ῥιγοπυρέτοις, εἰσὶ δὲ καὶ περὶ τὰς πράξεις ψυκτικοί. Τοῦ δὲ Ἡλίου καθυπερτεροῦντος τὸν Κρόνον, σκορπίζονται τὰ πατρῷα, τοὺς δὲ ἐχθροὺς τοῖς οἰκείοις ποιεῖ καὶ τὰς πράξεις ἐλαττοῖ καὶ ἐπαλλήλοις νόσοις περικυλίει ἀσήμους τε τῷ βίῳ καὶ ἐν ταῖς οἰκείαις πόλεσιν ἀγνοουμένους.
Ὁ Κρόνος τετραγωνίζων Ἀφροδίτην, τοῦ Κρόνου καθυπερτεροῦντος, ἐκπτώσεις γίνονται καὶ ἐκ θηλυκῶν προσώπων κακὰ πολλὰ καὶ πένθη· οὗτοι τὰ πολλὰ ἀτυχοῦσιν ἐν οἷς ἐπιβάλλονται καὶ ἐν γυναιξὶν οὐκ ἔχουσι χάριτας. εἰ δὲ ἡ Ἀφροδίτη καθυπερτερεῖ τὸν Κρόνον, ἐνδόξους δίδωσι γάμους καὶ γυναῖκας ἀρχικάς, εὐνοϊκὰς καὶ φιλοστόργους, αἳ καὶ πάνυ ὑπὸ ἀνδρῶν φιληθήσονται.
Ὁ Κρόνος τετραγωνίζων Ἑρμῆν, τοῦ Κρόνου καθυπερτεροῦντος, ψύξεις περὶ τὰς πράξεις καὶ ἐναντιότητες πολλαὶ ἔσονται καὶ ἐναντιογνωμίαι, ἔσονται δὲ οἱ τοιοῦτοι ἐν τοῖς ἔργοις ὑπ' ἄλλων κυριευόμενοι, οἱ δὲ βάσκανοι γίνονται, ἄλλοι τραυλοὶ ἢ κωφοί. Εἰ δὲ ὁ Ἑρμῆς καθυπερτερεῖ τὸν Κρόνον, ἥττονα τὰ προειρημένα ποιεῖ.
Ὁ Κρόνος Σελήνην τετραγωνίζων, τοῦ Κρόνου καθυπερτεροῦντος, κακοθάνατος ἡ μήτηρ, καὶ ὁ παῖς ἐν νόσοις πολλαῖς καὶ κινδύνοις ἔσσεται καὶ συνεχέσι ῥευματισμοῖς, ἐπὶ δὲ ζῳδίων θηλυκῶν ἔτι χεῖρον· εἰ γὰρ ᾖ τούτῳ πεπρωμένος ὁ γάμος, δύσγονόν τε γυναῖκα λήψεται, καὶ οὔτε φίλοι οὔτε τέκνα τούτῳ ἔσονται, τούτων δὲ καὶ ὁ βίος ἐλαττοῦται. Εἰ δὲ ἡ Σελήνη τὸν Κρόνον καθυπερτερεῖ, πρός τε τῷ ἀπράκτους ποιεῖν καὶ ἐχθροὺς ταῖς μητράσι δείκνυσι καὶ τὰ μητρικὰ φθείρει καὶ ῥεύματα κινεῖ.
 
Ὁ Ζεὺς τετραγωνίζων Ἄρην, τοῦ Διὸς καθυπερτεροῦντος, δόξα καὶ τιμὴ ἕπεται τούτοις καὶ σύστασις· οἱ μὲν ἐν στρατιαῖς διαπρέπουσιν, οἱ δὲ ἐν βασιλικαῖς αὐλαῖς ἀναστρέφονται ἢ ἐν δημοσίαις πράξεσι, πλὴν τὰ μητρικὰ ἢ πατρικὰ οὐ φυλάττονται, καὶ ἐπὶ τέκνοις λῦπαι ἔσονται ἢ σπανότεκνοι γίνονται. Εἰ μέντοι ὁ Ἄρης τὸν Δία καθυπερτερεῖ, ὀξεῖς μὲν καὶ ὁρμητάς, πλὴν σφαλλομένους ἐν τῷ βίῳ ποιεῖ καὶ μάτην κάμνοντας, ἔν τε δημοσίαις ἢ βασιλικαῖς πράξεσι διαβαλλομένους καὶ κατηγορουμένους.
Ὁ Ζεὺς Ἥλιον τετραγωνίζων καὶ τῷ πατρὶ καὶ τῷ τεχθέντι καλός· προκοπὰς γὰρ ἐπάγει καὶ ἐν μεγάλοις ἀνδράσι συστάσεις, καὶ ἄλλων ἡγεμονεύοντας ποιεῖ. Τοῦ δὲ Ἡλίου τὸν Δία καθυπερτεροῦντος, λαμπρὸς μὲν ὁ πατήρ, τὰ δὲ ὑπάρχοντα τούτων μειοῦται ἐν περιστάσεσι κοιναῖς, πολλάκις δὲ καὶ ἐξ ἀναστάσεως ἐχθρῶν τοῦτο γίνεται.
Ὁ Ζεὺς τετραγωνίζων Ἀφροδίτην, τοῦ Διὸς καθυπερτεροῦντος, πολλοὺς οἱ τοιοῦτοι φίλους ἕξουσιν, καὶ μάλιστα ἀπὸ θηλυκῶν προσώπων κερδανοῦσι καὶ ἀστεῖον βίον ἕξουσι καὶ θεοσεβεῖς ἔσονται. Εἰ δὲ ἡ Ἀφροδίτη τὸν Δία καθυπερτερεῖ, ἐρωτικοὶ ἔσονται καὶ φιλόκοσμοι καὶ πρὸς τούτων τερπόμενοι· πολλὰ μέντοι οἱ τοιοῦτοι ἐναντία πείσονται καὶ ἀποτυχίας ἐν τοῖς ἔργοις.
Ὁ Ζεὺς Ἑρμῆν τετραγωνίζων, τοῦ Διὸς καθυπερτεροῦντος, γραμματικοὶ ἢ γεωμέτραι γίνονται, ἐνίοις δὲ ὁ βίος ἔσται ἀπὸ κοινῆς προστασίας καὶ αἱ πράξεις ἀστεῖαι. Εἰ δὲ ὁ Ἑρμῆς τὸν Δία καθυπερτερεῖ, τῷ μὲν βίῳ οὐκ ἄποροι ἔσονται, πλὴν ἄκρατοι ἐν ταῖς πράξεσι καὶ ἐναντία ἑαυτοῖς ποιοῦντες, καὶ τὰ μὲν ἀγαθὰ ὡς κακὰ ἀποφεύγουσιν, τὰ δὲ κακὰ αἱροῦνται ὡς ἀγαθά, πολλάκις δὲ οἱ τοιοῦτοι καὶ αὐτόματόν τι ἀγαθὸν ἐπελθὸν ἀποφεύγουσιν, καὶ οὓς εὐεργετήσουσιν, ὑπὸ τῶν τοιούτων ἀχαριστοῦνται, καὶ ἀμοιβὰς οὐ λαμβάνουσιν, ἀφ' ἑαυτῶν δὲ πορίζονται τὰ καλά.
Ὁ Ζεὺς Σελήνην τετραγωνίζων, τοῦ Διὸς καθυπερτεροῦντος ἐπὶ ἡμερινῆς γενέσεως ἢ νυκτερινῆς, τῇ τε μητρὶ αἴσιον καὶ αὐτὸν κρείττονα τῶν γονέων ποιεῖ, καὶ ἐν τιμαῖς καὶ προεδρίαις δοξάζει καὶ εὐφημίαις. Τῆς δὲ Σελήνης καθυπερτερούσης τὸν Δία, δοξαστικὸν μὲν τὸ σχῆμα καὶ ἐν ἡγεμόσι συστάσεις ποιοῦν, πλὴν κατά τινας χρόνους βλάπτει ἢ ἣν ἔχει πρᾶξιν ἐνίοτε ἐλαττοῖ.
 
Ὁ Ἄρης Ἥλιον τετραγωνίζων, τοῦ Ἄρεως καθυπερτεροῦντος, πολύνοσοι, ἀπρόκοποι, εἰ δὲ καὶ προκόψουσιν ἀλλ' ἐναντιώσεσι πολλαῖς περιπεσοῦνται. Τοῦ Ἡλίου μέντοι καθυπερτεροῦντος, τῷ τε παιδὶ καὶ τῷ πατρὶ χαλεπόν· σφάλλονται ἐν ταῖς πράξεσι καὶ τὰ κτήματα τούτων διασκεδάννυνται, φρενοβλαβεῖς τε ποιεῖ καὶ μαινομένους, ἔστιν ὅτε καὶ τυφλούς, χεῖρον δὲ ἐπὶ ἡμερινῆς γενέσεως.
Ὁ Ἄρης Ἀφροδίτην τετραγωνίζων, τοῦ Ἄρεως καθυπερτεροῦντος, πονηραὶ κρίσεις καὶ ζημίαι καὶ μάχαι καὶ βλάβαι διὰ γυναῖκας, εἰ δὲ καὶ ἐν τροπικῷ ζῳδίῳ μαλακοὶ ἔσονται, εἰ δὲ καὶ ζῳτικοὺς χρόνους ἔχει ὁ τοιοῦτος τὴν ἑαυτοῦ γυναῖκα παρακοιμήσει ἢ μοιχευομένην εἰδὼς ἀνέξεται, καὶ ἡ γυνὴ δὲ ἀσελγοῦντος τοῦ ἀνδρὸς ἀνέξεται. εἰ δὲ Ἀφροδίτη τὸν Ἄρην καθυπερτερεῖ τὰ ἴσα μὲν ποιεῖ, ὅμως λαθραίως καὶ αἰδημόνως.
Ὁ Ἄρης Ἑρμῆν τετραγωνίζων, τοῦ Ἄρεως καθυπερτεροῦντος, πολλῶν δεινῶν αἴτιος, βλάβας ἐπάγων καὶ συνοχὰς καὶ τὰς πράξεις ἐμποδίζων ἢ διαβολὰς διὰ πράξεις ποιῶν, χεῖρον δὲ ἐπὶ ἡμερινῆς γενέσεως, εἰ μάλιστα ἢ ἀμφότεροί εἰσιν ὑπὲρ γῆν ἢ ὅμως ὁ Ἄρης, ἐπὶ δὲ νυκτερινῆς γενέσεως ἥττονα τὰ δεινά. Εἰ δὲ τὸν Ἄρην ὁ Ἑρμῆς ἐπιδεκατεύει, δεινοὺς ἐξετέλεσεν, πανούργους, ἀλλοτρίων ἅρπαγας· οἱ τοιοῦτοι γὰρ ἀπὸ ἄλλου εἰς ἄλλον μετέρχονται ὅπως κακόν τι αὐτοῖς προστριψάμενοι προδώσουσιν αὐτοὺς καὶ τῶν χρημάτων γυμνώσουσιν.
Ὁ Ἄρης Σελήνην τετραγωνίζων, τοῦ Ἄρεως καθυπερτεροῦντος, τὴν μητέρα χήραν ποιεῖ καὶ τὸν πατρικὸν ἐλαττοῖ βίον καὶ αὐτὴν τὴν μητέρα ἀναιρεῖ δι' αἵματος ἢ βιαίου θανάτου, ὁ δὲ τεχθεὶς ἐπὶ ἱεροὺς καταφεύγει τόπους καὶ ὑπὸ φαντασμάτων καὶ εἰδώλων ἐνοχλεῖται, καὶ μᾶλλον τὸ κακὸν ἔσται, ὅταν ὁ Ἄρης ἐν ὁρίοις ᾖ Κρόνου, ἡ δὲ Σελήνη ἐν ὁρίοις Ἑρμοῦ ἢ Ἄρεως· πολλάκις γὰρ ἡ τῶν ὁρίων δύναμις ἢ ἐπιτείνει ἢ ἐλαττοῖ τὰ κακά. Εἰ δὲ ἡ Σελήνη τὸν Ἄρην ἐπιδεκατεύει, ἄδοξον καὶ πενιχρὰν τὴν μητέρα, τῷ δὲ παιδὶ καθαίρεσιν τύχης καὶ πλάνας δηλοῖ.

Ὁ Ἥλιος Σελήνην τετραγωνίζων, ἀλλήλους ἐπιδεκατεύοντες, ἐπὶ μὲν κέντρων ἑστῶτες καὶ μαρτυρούμενοι ὑπὸ ἀγαθοποιῶν, ἐμπράκτους, ἐνδόξους ἐν συστάσεσι ποιοῦσιν, ὑπὸ δὲ κακοποιῶν ὁρώμενοι καὶ ζωῇ καὶ βίῳ λυπηροί. Εἰ δὲ καί, τοῦ Ἡλίου καὶ τῆς Σελήνης ὄντων ἀμφοτέρων ἐπὶ τῶν κέντρων καὶ ὑπὸ Κρόνου καὶ Ἄρεως ὁρωμένων, ἡ Σελήνη τῷ Διὶ συνάπτει, λαμπροὶ μὲν ἔσονται, πλὴν βασκαινόμενοι ὑπὸ πολλῶν, ἀπόντος δὲ τοῦ Διὸς πλείστην καὶ μεγάλην κάκωσιν ἕξει τὸ τοιοῦτον διάθεμα.
 
Ὁ Ἑρμῆς Ἀφροδίτην τετραγωνίζων, ἀλλήλους καθυπερτεροῦντες, ἀστείας τέχνας παρέχουσιν ἢ ἐπεράστους ποιοῦσιν ἢ διδασκάλους ἐπιφανεῖς· αἱ μέντοι λαλιαὶ τούτων ἐπίψογοι, καὶ περὶ τὰ ἀφροδίσια οἱ τοιοῦτοι λάγνοι.
 
Ἡ Σελήνη Ἀφροδίτην τετραγωνίζουσα, τῆς Σελήνης καθυπερτερούσης, εὐπόρους μέν, πολυψόγους δέ, οἳ καὶ διὰ θηλυκὰ ἢ καὶ ἀπὸ θηλυκῶν προσώπων βλάπτονται. Εἰ δὲ ἡ Ἀφροδίτη καθυπερτερεῖ τὴν Σελήνην, ἐπάλληλα παρέχει τὰ ἀγαθά, ἐμπράκτους καὶ πολυβίους ποιοῦσα, οἷς καὶ γυναῖκας διδοῖ φιλοστόργους καὶ σώφρονας· αὐτόν τε εὔχαριν καὶ κόσμιον καὶ γλυκυλάλον ποιεῖ, πλὴν ἀστάτους ἐν τοῖς γάμοις ποιεῖ καὶ αὐτοὺς καὶ τὰς τούτων μητέρας· οὐκ ἔσονται γάρ, φησίν, μονογαμοῦντες.
Ἡ Σελήνη Ἑρμῆν τετραγωνίζουσα, τῆς Σελήνης καθυπερτερούσης, κοῦφοι ἔσονται, ἄστατοι, εὐμετάβλητοι, ἄπιστοι, ὑπὸ μηδενὸς ἀκουόμενοι. Τοῦ δὲ Ἑρμοῦ τὴν Σελήνην καθυπερτεροῦντος, συνετοὶ μὲν καὶ λόγιοι, πλὴν δι' ὄχλον καὶ πλῆθος λυποῦνται, εἰ δὲ ὁ Ἑρμῆς καθυπερτερῶν τὴν Σελήνην αὐτὸς ὑπὸ κακοποιῶν καθυπερτερεῖται, πλαστογράφοι ἔσονται, οἳ καὶ ληφθέντες ἐπί τισι γραπτοῖς ἐν φυλακαῖς εἴργνυνται καὶ δεσμοῖς.

- Περὶ διαμέτρων
Ὁ Κρόνος Δία διαμετρῶν λυπηρὸς εἰς πρᾶξίν τε καὶ τέκνα. εἰ δὲ ὁ μὲν Κρόνος ὡροσκοπεῖ, ὁ δὲ Ζεὺς δύνει, ὀψίτυχοι ἔσονται.
Ὁ Κρόνος Ἄρην διαμετρῶν, περιστάσεσι βιωτικοῖς περιπίπτουσι καὶ ἐναντιώμασι χαλεποῖς καὶ φθόνοις καὶ ἐνδείαις καὶ σωματικαῖς ὀχλήσεσι καὶ κινδύνοις ζωῆς τε καὶ τέκνων, οἰκείων τε ἔχθρας καὶ στάσεις ποιεῖ καὶ πατέρας προαναιρεῖ τῆς μητρὸς καὶ ἀλλεπάλληλα παρέχει τὰ κακά. Εἰ δὲ καὶ ἐπὶ ὑγρῶν εἰσι ζῳδίων, ἐξ ὑγρῶν τὰς ὀχλήσεις, ναυαγοῦντας ποιοῦσιν ἢ ἐκ ποταμῶν καὶ ῥευμάτων ἐπιφορὰς ἐπάγουσιν, πολλάκις δὲ καὶ ἀπὸ ἐνύδρων ἀδικοῦνται θηρίων ἢ φαρμάκοις τισὶ τελευτῶσιν. Εἰ δὲ τὸ σχῆμα ἐν τοῖς τετράποσι ζῳδίοις ἐστίν, ἐκ συμπτώσεως θνήσκουσιν ἢ ἐγγὺς τοῦ θανεῖν ἔρχονται, ὅταν ὁ Ζεὺς ἴδῃ· εἰ γὰρ μὴ ἴδῃ, ἄφυκτα τὰ κακά. Ἀλλ' ἐπὶ μὲν τῶν κέντρων διαμετροῦντες θάνατον ἐπιφέρουσιν ἢ χωρισμοὺς οἰκείων καὶ τῆς πατρίδος, τοὺς δὲ εἰς ὑποταγὴν ἄγουσι καὶ δουλείαν, κἂν ἐλεύθεροι ὦσιν. ἐπὶ δὲ τῶν ἐπαναφορῶν τὰς ἐλπίδας ἐκκόπτουσιν, ἔτι δὲ καθαιρέσεις ἐπάγουσιν ἐν μέσοις τοῖς χρόνοις. Ἄν δ' ἐν τοῖς ἀποκλίμασιν, ἧττον μὲν βλάπτουσιν, λύπας δὲ ὅμως καὶ μόχθους καὶ ἐκπτώσεις ἐπάγουσιν.
Ὁ Κρόνος Ἥλιον διαμετρῶν, τοῦ Διὸς μὴ μαρτυροῦντος, καματηρὸς ἔσται ὁ πατὴρ καὶ φειδωλὸς καὶ σεσινωμένος, τά τε κτήματα καὶ τὰ πατρικὰ φθείρεται ὅσα τῷ παιδὶ καταλείπεται, ἀλλ' οὔτε εὐθάνατος ἔσται ὁ πατήρ, ὁ δὲ τεχθεὶς ἐν πολλοῖς ἔσται μόχθοις, καὶ μᾶλλον ὅταν ἐπὶ θηλυκῶν ζῳδίων τὸ σχῆμα γένηται.
Ὁ Κρόνος Ἀφροδίτην διαμετρῶν πόρνους, ἀσχήμονας, ἀγάμους ποιεῖ, εἰ δὲ καὶ γήμωσιν, ἐφυβρίστους ἢ ξένας λήψονται ἢ δούλας ἢ σεσινωμένας, καὶ αὐτοὶ δὲ ἐκτὸς τῶν ἀφροδισιακῶν χαρίτων εἰσίν.
Ὁ Κρόνος τὸν Ἑρμῆν διαμετρῶν δυσγλώττους ἢ τραυλοὺς σημαίνει, καὶ μάλιστα τοῦ Ἑρμοῦ ἐν ἀφώνῳ ζῳδίῳ ὄντος ἢ ὑπαύγου. Εἰ δὲ σὺν τῷ Ἑρμῇ καὶ τὴν Σελήνην διαμετρεῖ ὁ Κρόνος, χεῖρον βλαβήσεται ἡ λαλιά, εἰ μὴ ὁ Ἄρης ἰδών ποθεν λύσει τὴν κάκωσιν· πλὴν τῆς μὲν ἀφωνίας ὁ Ἄρης ἀπαλλάττει, πολυμόχθους δὲ ποιεῖ, ὅμως συνετοὺς λίαν καὶ ἐμπείρους, ὄνησις δέ τις αὐτοῖς ἀπὸ τῆς συνέσεως καὶ ἐμπειρίας οὐκ ἔσται οὔτε κτῆσις οὔτ' ὠφέλεια, ἀεὶ δ' ἐμμέριμνοι καὶ κατάστυγνοι διάγουσιν, τύφου γέμοντες, καὶ τῶν προγενεστέρων ἀδελφῶν ὄψονται θανάτους ἢ προγενέστεροι τῶν ἄλλων ἔσονται· τούτων καὶ ὁ πατὴρ προτελευτᾷ τῆς τεκούσης.
Ὁ Κρόνος Σελήνην διαμετρῶν τὴν μητρικὴν κτῆσιν ἀπόλλυσι καὶ αὐτῇ τῇ μητρὶ θλίψεις καὶ κρυπτῶν τόπων πόνους ἐπάγει ἢ λυπηρὰ σημαίνει καὶ δύστροπα. Εἰ δὲ μὴ ὁ Ζεὺς ἢ Ἀφροδίτη ὁρᾷ, ἔσται χαλεπῶς ἔχουσα τῷ σώματι καὶ ζημίας ὑπομένουσα. Ἐν δὲ τοῖς τετράποσιν ἀπὸ τῶν ὁμοίων ἡ βλάβη, εἰ δὲ ἐν θηριώδεσιν, ἐκ θηρίων, εἰ δὲ ἐν ἀνθρωποειδέσιν, ἐξ ἀνθρώπων, εἰ δὲ ἐν καθύγρῳ, ἐξ ὑδάτων ἢ κακοχυμίας τοῦ σώματος. καὶ τῷ γεννηθέντι δὲ ὁμοίως, εἰ μὴ ἴδοι Ζεύς, Ἀφροδίτη, σίνος ἔσται· τινῶν μὲν τὴν ὄψιν ἐτύφλωσεν, ἄλλους τῆς πατρίδος ἐξήλασεν, ἑτέρους ἐν διαφόροις τόποις τοῦ σώματος ἔβλαψεν.

Ὁ Ζεὺς Ἄρην διαμετρῶν ἀνώμαλον ποιεῖ τὸν βίον πάνυ τοῖς τοιούτοις, καὶ οἱ φίλοι ἐχθροὶ γίνονται, οἱ δὲ καὶ ἐκ προπετείας καὶ ταραχῆς λογισμῶν ζάλαις λυποῦνται. Ὁ Ζεὺς Ἥλιον διαμετρῶν τῶν πατρικῶν ὀλετὴρ κτημάτων, ὁ δὲ γεννηθεὶς ἐν ὑποταγῇ ἔσται τῶν ἐπιτρόπων αὐτοῦ ἢ δούλων ἢ τοιούτων ὁμοίων. ὁ Ζεὺς Ἀφροδίτην διαμετρῶν ἀπροκόπους ποιεῖ, ἀληθὴς δὲ φίλος τούτοις οὐδείς, ἀλλ' ἕτερα μὲν νοῶν, ἕτερα δὲ λέγων, ἕξει δὲ καὶ φίλων ἐπαναστάσεις, καὶ οἱ εὐεργετηθέντες ὑπ' αὐτοῦ ἐχθροὶ ἔσονται αὐτοῦ, καὶ οἷς δωρεὰς παρέξει, ἀμοιβὰς κακὰς παρ' αὐτῶν ἀντιδέξεται, ἐν ἄλλοις δέ τισιν εὐτυχήσει, καὶ βίος ἄρκιος ἔσται αὐτῷ, καὶ πρὸς μὲν τὴν γνησίαν γαμετὴν ἀστατήσει, πρὸς δὲ τὰ μοιχικὰ ἐπιτευκτικὸς ἔσται.
Ὁ Ζεὺς Ἑρμῆν διαμετρῶν φαῦλος, καὶ μάλιστα τοῖς δικολόγοις καὶ ῥήτορσιν· ποιεῖ γὰρ καὶ ὄχλων ἐπαναστάσεις καὶ ὀργὰς καὶ διαβολὰς πρὸς μείζονας ἔκ τινων βασκάνων· ὄψονται καὶ ἀδελφῶν θανάτους καὶ δίκας ἕξουσι πρὸς τοὺς ἀδελφοὺς καὶ τοὺς κατὰ γένος προσήκοντας. [ἰστέον δὲ ὅτι οὐ μόνον κατὰ πῆξιν ταῦτα τὰ σχήματα ἀποτελεστικὰ γίνονται, ἀλλὰ καὶ κατὰ τὰς ἐπεμβάσεις, οἷον κατὰ πῆξιν ἦν Ἥλιος Σκορπίῳ, Ἄρης Παρθένῳ, κατὰ δὲ ἐπέμβασιν γενόμενος Ἄρης Ταύρῳ διέτεμε τὸν κατὰ πῆξιν Ἥλιον καὶ ἐδήλωσε κίνδυνον ἀφ' ὕψους ἢ πυρός]. Ὁ Ζεὺς Σελήνην διαμετρῶν, εἰ μὲν αὐξιφωτεῖ, προεδρίαν καὶ βίον διδοῖ καὶ ἐπίσημον καὶ ἀρχικὸν σημαίνει,
ἤθεσιν ὁρμητήν τε καὶ οὐκ εἴκοντά περ ἄλλῳ·
 
ταῦτα δὲ ποιεῖ κατ' ἐξοχὴν ἡνίκα ἡ Σελήνη ἐλαττόνων ἐστὶ μοιρῶν, ὁ δὲ Ζεὺς πλειόνων. Εἰ δὲ λειψιφωτεῖ, δεινόν· τὰ γὰρ εἰρημένα πάντα μειοῖ καὶ ἄλλα δὲ ἐναντιώματα καὶ σφάλματα σημαίνει.

Ὁ Ἄρης Ἥλιον διαμετρῶν ἐν ἡμερινῇ γενέσει βιαιοθανάτους ποιεῖ ἢ καὶ τὰς τοῦ πατρὸς ὄψεις σινοῖ, τῇ δὲ γενέσει κινδύνους ἀφ' ὕψους καὶ ἐναντιώσεις ποιεῖ πολλάς, ἐν δὲ νυκτερινῇ ἀδρανεῖς ποιεῖ καὶ τῷ βίῳ ἐκπτώτους. Ὁ Ἄρης διαμετρῶν Ἀφροδίτην ῥέμβους καὶ ἀστάτους ποιεῖ, βάσκανος δὲ ἡ Ἀφροδίτη εἰς γάμον καὶ τέκνα. Εἰ δὲ καὶ ἐν τροπικῷ, τοιαῦτα ποιεῖ ἃ καὶ τετράγωνοι ὄντες. Ὁ Ἄρης Ἑρμῆν διαμετρῶν, γίνονται [γὰρ] πλαστογράφοι καὶ τῶν φαρμακείων συνίστορες, ἀεί τε δανείοις καὶ ἐγγύαις ὑποπίπτουσι καὶ πίστιν δικαίαν ἀποστέργουσιν, ὧν ἕνεκα καὶ παρ' ἡγεμόνων κρίνονται καὶ φόβους ὑφίστανται· ἄλλοι τῆς πατρίδος ἐξελαύνονται, καὶ μᾶλλον ἡνίκα ὁ Ἑρμῆς ἐστι ἐν ὁρίοις Κρόνου ἢ ζῳδίῳ ἢ ἐν ἰδίοις ὁρίοις ἢ ζῳδίῳ. Ὁ Ἄρης Σελήνην διαμετρῶν ὀλιγοχρονίους ποιεῖ ἢ κινδύνοις περιπίπτοντας· τινὲς μὲν ἄγαμοι, τινὲς δὲ τὰς γυναῖκας θάπτουσιν· τούτοις καὶ ἡ τελευτὴ δεινή· ἢ γὰρ μανίας ἢ τομὰς μελῶν ὁ Ἄρης ποιεῖ.
 
Ἡ Ἀφροδίτη Σελήνην διαμετροῦσα, τὰ πρὸς γάμον οὐκ ἀγαθά· ἢ γὰρ οὐ διδοῖ τέκνα ἢ παρέχουσα ταῦτα θανατοῖ ἢ ἄλλως πως ἀποστερεῖ, ἕνεκα δὲ τῶν γυναικῶν αὐτῶν ὕβρεις καὶ θλίψεις καὶ βλάβας πάσχουσιν· καθόλου γὰρ Σελήνη καὶ Ἀφροδίτη τετράγωνοι ἢ διάμετροι ἐπὶ παντὸς πράγματος ζηλοτυπίαν παρέχουσιν.
 
Ὁ Ἑρμῆς Σελήνην διαμετρῶν ἀπὸ πλήθους καὶ δήμου στάσεις ἐγείρει καὶ κραυγάς, καὶ ἐν λόγοις ἀθαρσεῖς ποιεῖ.
 
Ὅσα δὲ δηλοῦσι τρίγωνοι πρὸς ἀλλήλους οἱ ἀστέρες, τοσαῦτα καὶ ἑξάγωνοι ὄντες, πλὴν ἀσθενέστεροι καὶ ἥττονα ποιοῦσιν.
 
Ἡ Σελήνη Ἥλιον διαμετροῦσα ὄλβου καὶ δόξης παραίτιος γίνεται. Καθόλου δὲ πᾶς ἀστὴρ τὸν ἴδιον οἶκον διαμετρῶν ἃ παρέχει αὐτὸς πάντα ἀφ' ἑαυτοῦ μειοῖ.

- Περὶ συνοδευόντων ἀστέρων
Ὁ Κρόνος σὺν Διὶ ἀγαθούς, οἰκονόμους καὶ ἐπιτρόπους ἀλλοτρίων πραγμάτων καὶ χρημάτων, καὶ μᾶλλον Ἄρεως μὴ ὁρῶντος. ὁ Κρόνος σὺν Ἄρει τοῖς ἤθεσι πραεῖς ποιεῖ καὶ ἀργοὺς ἐν ταῖς πράξεσι καὶ ἐν πολλοῖς ἀποτυγχάνοντας, νοσερούς τε καὶ ὑπὸ μελαίνης χολῆς βλαπτομένους, πατέρα τε προαναιροῦσι καὶ τὰ πατρικὰ διαφθείρουσι καὶ τοὺς πρὸ αὐτῶν ἀδελφοὺς ἢ ἀναιροῦσιν ἢ ζῶντας ἐπινόσους ποιοῦσιν (χείρους δέ εἰσιν ἐπίκεντροι), φροντίδας τε καὶ δυσκολίας πραγμάτων ἐπιφέρει, εἰ μὴ Ζεύς ποθεν ἐπιμαρτυρήσῃ, ὑπομονητικοὶ δὲ οἱ τοιοῦτοι καὶ βαρύθυμοι. Ὁ Κρόνος σὺν Ἡλίῳ τὸν μὲν πατέρα κακοθάνατον, τὰ δὲ πατρικὰ φθείρει, καὶ πλεῖον τὸ κακὸν ἐν νυκτερινῇ γενέσει εἴτε ἑῷος εἴτε ἑσπέριος· τότε γὰρ οὐ τῷ πατρὶ μόνῳ, ἀλλὰ καὶ τῇ γενέσει ἔσται τὰ δεινά, ἑτέρως δὲ καὶ τοῖς ἀδελφοῖς, καὶ μάλιστα τοῦ Ἡλίου πλειόνων μοιρῶν ὄντος· τότε γὰρ ἀναμφίβολος ἡ βιαιοθανασία τοῦ πατρός, καὶ αὐτοὺς δὲ τοὺς γεννηθέντας ἐκπτώτους καὶ ἐπινόσους καὶ ἐξ ὑγρῶν ὀχλουμένους καὶ τοὺς ὀφθαλμοὺς βλαπτομένους, ἐπὶ δὲ ταῖς γεωργίαις μόνον εὐτυχοῦσιν οἱ τοιοῦτοι· ἐν γὰρ τοῖς ἄλλοις πᾶσι δυστυχεῖς. Εἰ δὲ ἐν οἴκῳ Ἡλίου ἢ Κρόνου εἰσίν, εὐγενὴς μὲν ὁ πατήρ, οὐ μὴν πλούσιος, οἱ δὲ παῖδες ἐχθροὶ τῶν πατέρων ἢ βλάπτουσιν αὐτούς. Ὁ Κρόνος σὺν Ἀφροδίτῃ ἀνάξιον τὴν γυναῖκα ἢ στεῖραν ἢ σεσινωμένην ἢ ἐπίψογον, ποιοῦσι δὲ ἀτέκνους ἢ ὀψιτέκνους ἢ τὰ τέκνα θάπτοντας, εἰ δὲ καὶ γάμον ποτὲ δώσουσι ψύξουσι τοῦτον· τὰ ὅμοια καὶ ἐπὶ θηλυκῆς γενέσεως. Ὁ Κρόνος σὺν Ἑρμῇ κωφοὺς ἢ τραυλούς, ἀτυχοῦντας περὶ τὰς πράξεις ἢ ἀπιστουμένους ἐν οἷς λέγουσιν, ὑπομονητικοὺς δὲ καὶ αὐστηροὺς καὶ φρονίμους καὶ πολυειδήμονας. Ὁ Κρόνος σὺν Σελήνῃ ἀδρανεῖς καὶ τὰ μητρικὰ φθείροντας, αὐτούς τε ἐπινόσους καὶ τὰς αὐτῶν μητέρας. εἰ δέ γέ ἐστιν ἡ γένεσις ἡμερινὴ ἢ αὐξιφωτεῖ ἡ Σελήνη ὑπὸ ἀγαθῶν ὁρωμένη, τὰ ῥηθέντα κακὰ οὐκ ἔσται. Νυκτερινῆς δὲ τῆς γενέσεως οὔσης, εἴτε αὐξιφωτεῖ ἡ Σελήνη εἴτε λειψιφωτεῖ, κἂν καὶ οἱ ἀγαθοποιοὶ ὁρῶσιν, κακὸν καὶ ἄπρακτον τὸ διάθεμα.

Ὁ Ζεὺς σὺν Ἄρει προκοπτικούς, εὐκτήμονας, τιμωμένους ἐν πόλεσιν, ἡγεμόνας, ἐπιτευκτικοὺς ποιεῖ, καὶ μᾶλλον ἐν οἰκείοις τόποις ὄντες ἅμα, ἤτοι ἐν Διὸς οἴκοις ἢ Ἄρεως, ἢ ἐν τοῖς ὁρίοις αὐτῶν· τότε γὰρ δυνάστας ποιοῦσιν. Φησὶ γὰρ ὁ Δωρόθεος· ὁ Ζεὺς ἐν οἴκοις Ἄρεως ἢ ὁρίοις ἡγεμόνας ἢ ἡγεμόνων ἑταίρους ποιεῖ, εἰ δὲ ὁ Ἥλιος καὶ ἡ Σελήνη ἐπίκεντροί εἰσι πρὸς τούτῳ τῷ σχήματι καὶ μαρτυρούμενοι ὑπὸ Διὸς καὶ Ἄρεως, ἔτι μᾶλλον δοξάζονται, καὶ μᾶλλον ἐν ἀρρενικοῖς ὄντων τῶν φώτων· τότε γὰρ βασιλεῖς γίνονται ἢ ἡγεμόνες πεζικοῦ καὶ ναυτικοῦ τάγματος, ζωῆς καὶ θανάτου κύριοι. Πάλιν Ἄρης ἐν Διὸς οἴκοις ἢ ὁρίοις βασιλεῖς ἢ φίλους βασιλέων ποιεῖ, καὶ μᾶλλον ὅταν ὁ Ζεὺς σύμφωνον ἔχῃ διάστασιν πρὸς Ἄρην. κρεῖττον δὲ τὸν Δία εἶναι ἐν ὁρίοις Ἄρεως ἢ οἴκοις ἤπερ τὸν Ἄρην ἐν Διὸς τόπῳ· ποιεῖ γὰρ ἐνδοξοτέρους καὶ ἡγεμονικωτέρους ἤτοι βασιλεῖς ἢ στρατοπεδάρχας ἢ στόλων καὶ πεζοῦ στρατοῦ ἡγεμόνας ἢ ἱππικοῦ τάγματος, ἀνορθοῦντας πόλεις καὶ καταστρέφοντας.
Ὁ Ζεὺς σὺν Ἡλίῳ ὕπαυγος μὲν ἐλαττοῖ τὰ ἀγαθά, ἀνατολικὸς δὲ εὐκτήμονας καὶ πολυβίους καὶ ὄνησιν καὶ εὐτυχίαν τῶν γονέων ἐκ τῶν παίδων [καὶ εὐτυχεῖς τοὺς γονεῖς] καὶ εὐτεκνίαν διδοῖ. Ὁ Ζεὺς σὺν Ἀφροδίτῃ ἐντίμους, εὐχαρεῖς, πολυφίλους, ἀγαθούς, εὐσεβεῖς, ἀστείους, φίλους ἡγεμόνων, ἐνδόξους, εὐγάμους, προκόπτοντας ἀπὸ θηλυκῶν προσώπων καὶ ἱερῶν προεστῶτας. Ποιοῦσι δὲ καὶ εὐτέκνους, εἰ ὑπὸ μηδενὸς βλάπτονται κακοποιοῦ, πλὴν πολύκοινοι ἔσονται, καὶ ἐπὶ θηλειῶν δὲ ὁμοίως. εἰ δὲ ἐν ἰσχυροῖς εἶεν τόποις καὶ τὴν Σελήνην ὁρῶσιν, τοῦ Ἄρεως ἰδόντος ποθέν, ψόγος ἔσται διὰ συγγενεῖς. Ὁ Ζεὺς σὺν Ἑρμῇ δυνάστας, συνετούς, βεβαίους, ἐπὶ σοφίᾳ περιβοήτους, ἰατρούς, σοφιστάς, γραμματικοὺς ἢ γραμματεῖς βασιλέων. ὁ Ζεὺς σὺν Σελήνῃ αὐξητικοὺς τῷ βίῳ, καὶ μᾶλλον ἀνατολικὸς καὶ προσθετικὸς ὢν ὁ Ζεύς· πλουσίους γὰρ καὶ κρείττονας τῶν γονέων ποιεῖ. Εἰ δὲ τῆς γενέσεως νυκτερινῆς οὔσης ἡ Σελήνη πλειόνων ἐστὶ μοιρῶν, ἐλαττοῦται ἡ τύχη.
 
Ὁ Ἄρης σὺν Ἡλίῳ κακοθάνατον τὸν πατέρα ἢ ταχυθάνατον. Τὸ δὲ αὐτὸ ποιεῖ κἂν ἐπαναφέρηται τῷ Ἡλίῳ· τὰς γὰρ γενέσεις ὀχλικὰς ποιεῖ καὶ κρίσεις ἐπάγει καὶ ὀφθαλμοὺς ἀδικεῖ καὶ τὰ πατρικὰ φθείρει εἴτε ἀπὸ πυρὸς εἴτε ἀπὸ πολέμου, τινὰς δὲ καὶ μανίαις περιέβαλεν. Ὁ Ἄρης σὺν Ἀφροδίτῃ τὰ αὐτὰ δηλοῖ ἃ καὶ ἐν τοῖς τετραγώνοις. ὁ Ἄρης σὺν Ἑρμῇ ψεύστας μέν, συνετοὺς δὲ καὶ πολυπείρους, ἀεὶ ἐν κρίσεσιν ὄντας, πανούργους, γυμναστικούς. Διὸς μὲν οὖν ὁρῶντος αὐτοὺς ἢ Ἀφροδίτης ἔνδοξοι γίνονται ἐπὶ τοῖς ἐπιτηδεύμασιν, τῶν δὲ κακοποιῶν πλαστογράφοι γίνονται, κλέπται, ἀπατεῶνες, πανοῦργοι, ἄδικοι καὶ ὅλως παράνομοι, παιδερασταὶ οἱ τοιοῦτοι καὶ πολύψογοι, καὶ μᾶλλον ὅταν ὁ Κρόνος μαρτυρῇ. Ὕπαυγοι δὲ ὄντες καὶ ἐπίκεντροι καὶ τὴν Σελήνην ὁρῶντες κακοβούλους, ψεύστας, λῃστάς, πλαστογράφους. Καὶ εἰ μὲν ὁ Κρόνος μαρτυρεῖ κατὰ τετράγωνον ἢ διάμετρον, ἐν δεσμωτηρίῳ θνῄσκουσι βιαίως, εἰ δὲ ὁ Ζεύς, εὐθανατοῦσιν. Ὁ Ἄρης σὺν Σελήνῃ θερμούς, ἐπιτευκτικούς, καὶ μᾶλλον ὅταν ὦσιν ἐπίκεντροι, εἰ δὲ μὴ ὁρᾷ ὁ Ζεὺς ὄντας ἐπὶ τοῖς κέντροις, ὀλιγοχρονίους, βιαιοθανάτους, ἥ τε μήτηρ πολύνοσος.
 
Ὁ Ἥλιος μετὰ Ἀφροδίτης ἐπὶ νυκτερινῆς γενέσεως ἑσπερίας ἀνατολικῆς οὔσης, ἐπὶ δὲ ἡμερινῆς ἑῴας ἀνατολικῆς, ἐνδόξους, πλουσίους, ἄλλοις κελεύοντας ποιοῦσιν. Ὁ Ἥλιος σὺν Ἑρμῇ ἐμπράκτους, εἴπερ ἐπὶ ἑῴας ἀνατολῆς ἢ ἑσπερίας ἀνατολῆς εἰσιν· πεπαιδευμένους γὰρ καὶ γραμματεῖς καὶ ἐκ φρονήσεως κτωμένους πλοῦτον καὶ πράξεων ἀρχὰς ἐμπιστευομένους ὥστε καὶ ἄλλοις κελεύειν.
 
Ἡ Ἀφροδίτη μετὰ Ἑρμοῦ ἐμπράκτους, πολυχαρεῖς, πολυγυναίους, πεπαιδευμένους, ποιητάς τε ἢ μελοποιούς, πρὸς μέντοι γυναῖκας πολυψόγους ἢ φιλόπαιδας καὶ φιλοπαρθένους. εἰ δὲ καὶ ἐπὶ τοῦ ὡροσκόπου τύχωσι, θείους ταῖς διανοίαις, εὐπροσκόπους, καὶ μᾶλλον εἰ ὁ Ζεὺς καὶ ἡ Σελήνη ἴδοι. Ἡ Ἀφροδίτη μετὰ τῆς Σελήνης ἀγαθούς, εὐμόρφους, ἱλαρούς, γάμος δὲ τοῖς τοιούτοις ἀβέβαιος, καὶ ἀσελγεῖς· οὗτοι γὰρ αἴτιοι ἔσονται τῆς ἀκαταστασίας τοῦ γάμου, ἐπ' ἀλλοτρίαις μαινόμενοι γυναιξίν.
 
Ὁ Ἑρμῆς σὺν Σελήνῃ εὐμαθεῖς ποιεῖ ἄγαν καὶ συνετούς, ψεύστας δὲ καὶ ἀστάτους, εἰ μὴ ἀγαθοποιοὶ μαρτυρήσωσιν, αἱ τούτων δὲ μητέρες συνεταὶ μέν, ἐπίψογοι δὲ ἀσήμοις ἀνδράσιν ἐπιμιγνύμεναι· κρεῖττον δὲ εἰ ἡ Σελήνη προάγοι τὸν Ἑρμῆν, ἧττον δὲ εἰ ἕπεται.
 
Ἐν τούτοις δὲ πᾶσι τοῖς ἀποτελέσμασιν ἐπίτασις ἔσται τῆς ἐνεργείας ὅταν τῶν ἀστέρων ἀλλήλοις μαρτυρούντων καὶ ἡ Σελήνη τούτοις προσγένηται. ἔοικε γάρ, φησίν, πλήκτρῳ, καὶ αὐτὴ τὰς ἀπορροίας πάντων τῶν ἀστέρων δεχομένη πρὸς ἡμᾶς εἰς τὴν γῆν ἀναπέμπει. Οἱ ἀστέρες τότε ποιοῦσι τὰ ἀποτελέσματα, ὅταν καὶ τὴν κυριότητα τοῦ κεφαλαίου ἔχωσιν, οἷον ὁ Κρόνος ἐν οἴκῳ ἰδίῳ φίλους, ἐπιτρόπους ποιεῖ, ἀλλ' οὐ πάντοτε, ἀλλ' ὅταν ὁρᾶται ὑπὸ Διός.

Περὶ τοπικῶν διακρίσεων

Ἐν ταῖς τοπικαῖς διακρίσεσιν ἐκείνους μάλιστα σκόπει τοὺς ἔχοντας λόγον ἐν τῷ θέματι ἢ τοὺς τοῦ τριγώνου κυρίους ἢ τοῦ κλήρου καὶ τῶν κέντρων, καὶ μάλιστα τοὺς ἐπικέντρους. εἰ δὲ οἱ κύριοι τῶν οἴκων καὶ τῶν ὁρίων μὴ ὁρῶσιν αὐτούς, ὁμοίως σημαίνει· πάλιν οἱ ἀγαθοποιοὶ ὁρῶντες ἀναλύουσι τὰ δεινά.
 
Ὁ τοίνυν Κρόνος ἐν ἰδίοις οἴκοις ἢ ὁρίοις ἐμπράκτους, πολυγνώστους καὶ συστάσεις ἔχοντας, ἐκτιθεμένους τὰ ἑαυτῶν τέκνα καὶ αὖθις ἐπαναλαμβάνοντας ἢ ἀλλοτρίων τέκνων πατέρας, φίλους, ἐπιτρόπους ἢ ἐπισήμων τινῶν· τὰ ἴσα δὲ ποιεῖ καὶ ἐν οἴκοις Διὸς ἢ ὁρίοις τυχών. Ὁ Κρόνος ἐν τόπῳ Ἄρεως νωθεῖς, μελλητάς, ἐν ἰδίαις καὶ ἐν δημοσίαις πράξεσιν ἀτόνους. ἐν δὲ οἴκῳ καὶ ὁρίοις Ἀφροδίτης πρὸς γάμον οὐκ ἀγαθός· δίδωσι γὰρ παρήλικας παῖδας (ὅταν δὲ ᾖ κύριος τοῦ γάμου, τότε ταῦτα σημαίνει) ἢ πόρνους· τινὰς ἀγυναίους ἢ ὀψιτέκνους ἢ ὀλιγοτέκνους· πολλοὶ καὶ διὰ γυναῖκας κακὰ πάσχουσιν, ἕτεροι ὑπὸ τῶν γυναικῶν θάπτονται. Ὁ Κρόνος ἐν οἴκοις ἢ ὁρίοις Ἑρμοῦ ἐνδομύχους, ἀπορρήτων εἰδήμονας καὶ διὰ ταῦτα κινδυνεύοντας, ταῖς τε γλώτταις ἐμποδιζομένους καὶ ταῖς ἀκοαῖς· τὰ αὐτὰ καὶ Ἑρμῆς ἐν οἴκοις ἢ ὁρίοις Κρόνου, ποιεῖ δὲ καὶ μάντεις, θύτας, οἰωνιστάς, ἐξ ἰδίων μόχθων πορίζοντας.
 
Ὁ Ζεὺς ἐν οἴκῳ ἢ ὁρίοις Κρόνου πλουσίους, φειδωλούς, τιμῆς, καὶ δόξης μὴ ἐφιεμένους, ἥττονα τῆς αὑτῶν δυνάμεως ἐπαγγελλομένους, αἰσχρονοήμονας, ἔν τισι χρόνοις κακοπαθοῦντας. Ὁ Ζεὺς οἴκῳ Ἄρεως ἢ ὁρίοις ἡγεμόνας ἢ ἑταίρους ἡγεμόνων· τινὲς στρατοπεδαρχοῦσιν ἢ στόλου ἄρχουσι καὶ πόλεις ἀνορθοῦσι καὶ καταστρέφονται, εἰ δὲ καὶ ὁ Ἥλιος καὶ ἡ Σελήνη ἐπίκεντροι ὄντες ὑπὸ Διὸς καὶ Ἄρεως μαρτυρηθῶσιν, καὶ μάλιστα ἐν ἀρρενικοῖς ζῳδίοις ὄντες, βασιλεῖς ποιοῦσιν ἢ δυνάστας, φοβερούς, ζωῆς καὶ θανάτου ἐξουσίαν ἔχοντας. Ὁ Ζεὺς ἐν τόπῳ Ἀφροδίτης φίλους βασιλέων ἢ ἐπιτρόπους ἢ ἐν βασιλεῦσιν ἀσχολουμένους· τινὲς μίγνυνται γυναιξὶν ἐνδόξοις ἢ διδασκάλων αὐτῶν γυναιξὶ μίγνυνται ἢ ἐπιστατῶν ἢ ἀδελφῶν, ἀφ' ὧν γυναικῶν πολλὴ χάρις ἔσται καὶ κτῆσις. Τὰ αὐτὰ καὶ Ἀφροδίτη ἐν οἴκοις ἢ ὁρίοις Διός, τινὲς δὲ θηλειῶν θεῶν νεωκόροι, καὶ χρυσοφοροῦσι καὶ στεμματοφοροῦσιν. Ὁ Ζεὺς ἐν τόπῳ Ἑρμοῦ φοροπράκτορας βασιλέων ἢ οἰκονόμους, φρονίμους, λογιστάς, συνετούς, ἐνδόξους, πλουσίους.
 
Ὁ Ἄρης ἐν οἴκῳ ἢ ὁρίοις Κρόνου, ἐν οἷς ἐπιβάλλονται οἱ τοιοῦτοι ἐπιτυγχάνουσιν, τῶν δὲ πατρικῶν ὀλετὴρ καὶ τῶν ἀδελφῶν τῶν πρεσβυτέρων, εὐθαρσεῖς δὲ ποιεῖ. Ὁ Ἄρης ἐν οἴκῳ ἢ ὁρίοις Διὸς φίλους βασιλέων ἢ βασιλεῖς, καὶ μᾶλλον συμφώνως ἔχοντες καὶ ὁρῶντες ἀλλήλους· ἐνδοξοτέρα μέντοι ἡ τύχη πολλῷ πλέον, ὅταν ὁ Ζεὺς ᾖ ἐν Ἄρεως τόποις. Ὁ Ἄρης ἐν οἴκῳ ἢ ὁρίοις Ἀφροδίτης μοιχοὺς ποιεῖ, τὰς τῶν συγγενῶν γυναῖκας φθείροντας καὶ ἐν τούτοις μᾶλλον χαίροντας, πολλοὶ δὲ καὶ τὰς ἑαυτῶν ἀναιροῦσι γυναῖκας, πάντως δὲ θάνατον ὁρῶσι γυναικῶν. Ὁ Ἄρης ἐν οἴκῳ ἢ ὁρίοις Ἑρμοῦ συνετοὺς μέν, κακοτρόπους δὲ καὶ πολυίστορας, ἔργῳ καὶ λόγῳ αἰσχρῶς βιοῦντας καὶ ἀπὸ κακῶν πραγμάτων ἐπικτωμένους δι' ἃ καὶ ἐγκλήμασι καὶ κατηγορίαις ἐμπίπτουσιν. τὰ ἴσα ποιεῖ καὶ ὁ Ἑρμῆς ἐν Ἄρεως τόποις, καὶ προσέτι ψεύστας, ἀθέους, λῃστάς, κλέπτας, ἀνδροφόνους, ἐπιόρκους, πλαστογράφους, ἀλλοτρίων ἐπιθυμητάς, μοιχικούς, φαρμακευτάς, παραθηκῶν ἀποστερητάς, πόλεων ἀπελαυνομένους.
 
Ἡ Ἀφροδίτη ἐν Κρόνου οἴκοις ἢ ὁρίοις στειρώδεις, ἀτέκνους, μητρυιαῖς ἢ πρεσβυτέρων ἀδελφῶν γυναιξὶ μιγνυμένους, ἐὰν δὲ ὦσιν ἀπελεύθεροι, ταῖς ἑαυτῶν δεσποίναις μιγήσονται. Ἡ Ἀφροδίτη ἐν οἴκοις ἢ ὁρίοις Διὸς ἀπὸ γυναικῶν ἢ γυναικείας πράξεως προβιβάζει, ποιεῖ δὲ καὶ ἐπιτρόπους γυναικῶν ἢ θηλυκοῦ ἱεροῦ προεστῶτας, ἐξ ὧν καὶ χάριτας ἕξουσι καὶ βίον· οἱ τοιοῦτοι φιλοῦσι πάνυ τὰς ἑαυτῶν γυναῖκας. Ἡ Ἀφροδίτη ἐν οἴκοις ἢ ὁρίοις Ἄρεως δόλους, κρίσεις καὶ πολλὰ κακὰ διὰ γυναῖκας, μιγνύει δὲ καὶ γυναιξὶ λυγραῖς ἢ ἐπιψόγοις ἢ δούλαις, πλὴν ἃς λήψονται γυναῖκας, ταύταις καὶ συγγηράσκουσιν. Ἡ Ἀφροδίτη ἐν οἴκοις ἢ ὁρίοις Ἑρμοῦ ἱερέας, θύτας θεοῦ ποιοῦσιν ἢ πλουσίων γυναικῶν ἐπιτρόπους, δι' ἃς καὶ κρίσεις ὑφίστανται· τινὲς βαφεῖς, ἱστουργοί, ζωγράφοι, ἀνθοπλόκοι, μυρεψοί, μυροπῶλοι, τορνευταὶ γίνονται.
 
Ὁ Ἑρμῆς ἐν οἴκοις Κρόνου ἢ ὁρίοις τραυλούς, δυσκώφους, ἐνδομύξους, ἀλλοτρίου βίου μεριμνητάς, μύστας, ἀγαλμάτων καθιδρυτὰς ἢ ἀστρολόγους, οἰωνιστάς· τὰ αὐτὰ καὶ Κρόνος ἐν ὁρίοις Ἑρμοῦ. Ὁ Ἑρμῆς ἐν τόπῳ Διὸς νομομαθεῖς, λογιστάς, διοικητὰς ἢ βασιλέων διδασκάλους, ἐν πολιτικαῖς πράξεσι ἢ βασιλικαῖς ἀναστρεφομένους καὶ συνδικάζοντας τοῖς τοιούτοις. Ὁ Ἑρμῆς ἐν οἴκοις ἢ ὁρίοις Ἄρεως εἴρηται ἐν τοῖς τοῦ Ἄρεως. Ὁ Ἑρμῆς ἐν οἴκοις ἢ ὁρίοις Ἀφροδίτης χαρίεντας, προσφιλεῖς, ἱλαρούς, ἐμπράκτους, ἐπιτευκτικούς, στωμύλους, πειθηνίους, Μούσης ἐμπείρους ἢ χρώματός τινος, ὀρχήσεων ὑφηγητὰς ἢ τῶν τοιούτων, εἰ δὲ καὶ ἐπίκεντρός ἐστιν ὁ Ἑρμῆς, μελοποιοὺς καὶ ἐκ τούτων βιοποριστοῦντας καὶ φίλους κτωμένους.
 
Ὁ Κρόνος οἴκῳ Ἡλίου ἤτοι Λέοντι δοξάζει τὸν πατέρα καὶ τούτου αὔξει τὸν βίον, ὑπὸ δὲ ὑγρῶν ὀχλεῖ καὶ οὐκ εὐθάνατον τὸν πατέρα ποιεῖ. Ἐν δὲ οἴκῳ Σελήνης, ἔτι ζώσης τῆς μητρός, φθείρει τὰ μητρικὰ καὶ ἐπίνοσον τὴν μητέρα ποιεῖ ἢ κρυπτὰ πάθη διδοῖ ἢ ψύξεις ἐπάγει ἢ χόλους ὡς ἐπὶ θεὸν καταφεύγειν.
 
Ὁ Ζεὺς Λέοντι ἰσοβασιλεῖς ἢ φίλους βασιλέων, περιβλέπτους καὶ πλουσίους ποιεῖ. ὁ Ζεὺς ἐν Καρκίνῳ ὑψοῖ τὴν τύχην καὶ τέκνα πλείονα παρέχει, πλούσιόν τε καὶ πολυέπαινον.
 
Ὁ Ἄρης ἐν Λέοντι τὰ πατρικὰ φθείρει καὶ τοὺς ὀφθαλμοὺς σινοῖ, τὰς δὲ πράξεις ἀπὸ πυρὸς ἢ σιδήρου δίδωσιν ἤ τινα τέχνην ἄλλην σκληράν. Τὰ αὐτὰ δὲ ποιεῖ ἐάν τε αὐτὸς ἐπιπαρῇ τῷ τόπῳ, ἐάν τε τοὺς χρόνους τῷ Ἡλίῳ παραδιδοίη ἢ ὁ Ἥλιος αὐτῷ ἢ μεριστὴς τῶν χρόνων γένηται. Ὁ Ἄρης ἐν Καρκίνῳ θερμόν, συνετόν, ἀλλ' ἀεὶ σφαλλόμενον, σίνη τε διδοῖ καὶ βιαιοθανασίαν ποιεῖ, καὶ μᾶλλον ἡμερινῆς οὔσης τῆς γενέσεως. Ὅλως δὲ οἱ φθοροποιοὶ ἐν ζῳδίοις τῶν φώτων ὄντες ὀλιγοχρονίους ποιοῦσιν ἢ βιαιοθανάτους.
 
Ἡ Ἀφροδίτη ἐν Λέοντι δυσγάμους, ἐν δὲ Καρκίνῳ λάγνους καὶ ἐπαίσχρους ποιεῖ.
 
Ὁ Ἑρμῆς ἐν Λέοντι πολυίστορας, προφανεῖς. ὁ Ἑρμῆς ἐν Καρκίνῳ εὐφυεῖς, δριμεῖς, εὐθύφρονας, εὐεργούς. Ὁ Ἥλιος ἐν Λέοντι εὐκλεεῖς, ὑπερβάλλοντας, εἰ δὲ ἐν αὐτῷ εἴη τῷ κέντρῳ ἡμέρας κοσμούμενος ὑπὸ τῶν λοιπῶν ἀστέρων κατὰ τὸ ἰσότιμον, βασιλεῖς ποιεῖ.
 
Ἡ Σελήνη ἐν Καρκίνῳ πράξεις καὶ τιμὰς παρέχει, ἐπὶ δὲ νυκτερινῆς γενέσεως κοσμουμένη ὑπὸ τῶν ἀστέρων ὡς ὁ Ἥλιος ἔτι κρεῖττον. Ἀμείψαντες δὲ τὰ ἑαυτῶν ζῴδια, ἤτοι Ἥλιος Καρκίνῳ, Σελήνη Λέοντι, ποιήσουσιν ὅσα ἐν τοῖς ἰδίοις οἴκοις ὄντες, διακρίνεται δὲ πάντα τῇ τῶν λοιπῶν ἀστέρων κράσει.
 
Ὁ Ἥλιος ἐν οἴκοις ἢ ὁρίοις Κρόνου ἰσχυρούς, πρακτικούς, πάντων περικρατοῦντας. Ἡ Σελήνη ἐν οἴκοις ἢ ὁρίοις Κρόνου νωχελεῖς, ἀπράκτους, <... σώμασί τε> καὶ ἔργο<ις> καὶ πολυψόγους ποιεῖ.

Ὃ Ἥλιος καὶ Σελήνη ἐν οἴκοις ἢ ὁρίοις Διὸς σώφρονας, εὐσταθεῖς, τῆς πατρικῆς οὐσίας ἡγουμένους καὶ οἰκίας, ταῖς δὲ μητρυιαῖς μιγνυμένους ἢ ταῖς τῶν ἀδελφῶν γυναιξίν, εἰ δὲ ἡ γένεσις ᾖ ἐν θηλυκῷ, τῷ πατρωῷ ἢ τῷ θείῳ μιγήσεται.

Ὁ Ἥλιος οἴκοις ἢ ὁρίοις Ἄρεως ἀσθενείαις καὶ νόσοις περιβάλλει, ἡδεῖς δὲ ἐν τῷ βίῳ καὶ ταῖς πράξεσιν οἱ τοιοῦτοι.
 
Ἡ Σελήνη οἴκοις ἢ ὁρίοις Ἄρεως θρασεῖς, ἀνδρείους, τῶν ἀλλοτρίων ἅρπαγας, ἀνοσίους, κακῶν συνίστορας, μιαιφόνους. Προσήκει μέντοι τὰς μαρτυρίας τῶν ἀστέρων ἐπιβλέπειν· Εἰ γὰρ οἱ ἀγαθοποιοὶ μὴ ἐφορῶσι τοὺς φωστῆρας, τῶν προειρημένων οὐδὲν ἔλαττον ἔσται· τῶν γὰρ ἀγαθοποιῶν ἀπεστραμμένων, εἰ οἱ κακοποιοὶ ἐφορῶσιν, χείρονα τὰ κακά. Τοῦτο δὲ καὶ ἐπὶ τῶν ἄλλων πάντων ἀστέρων ἔστιν ἰδεῖν· προειρήκαμεν γὰρ ὅτι οἱ ἀγαθοποιοὶ μαρτυροῦντες ἀναλύουσι τὰ δεινά, δηλονότι τὰ τῶν κακοποιῶν ἀποτελέσματα, ὥσπερ καὶ οἱ κακοποιοὶ τὰ τῶν καλοποιῶν.

Ἡ Σελήνη οἴκοις ἢ ὁρίοις Ἀφροδίτης εὐμόρφους, ἐπεράστους, ποθεινούς, χαρίεντας τοῖς πᾶσιν, καὶ μᾶλλον εἰ ἐν Ζυγῷ τύχῃ, λάγνους δὲ περὶ τὰ ἀφροδίσια καὶ ἐπιψόγους, ἐμπράκτους μέντοι καὶ πολυκερδεῖς. Ὁ Ἥλιος οἴκοις ἢ ὁρίοις Ἀφροδίτης μάντεις, χρησμῳδούς, ὀνειροκρίτας ἢ δι' ὀνείρων χρηματιζομένους, ταῖς δὲ ἕξεσιν ὑγροὺς καὶ μελαγχολικοὺς ἢ καὶ ὑπὸ χολῶν βλαπτομένους.
 
Ἡ Σελήνη οἴκοις ἢ ὁρίοις Ἑρμοῦ ἀγχίνους, δριμεῖς, ἐπικερδεῖς, παιδεραστὰς δὲ καὶ φιλογυναίους καὶ σπανοτέκνους. Ὁ Ἥλιος οἴκοις ἢ ὁρίοις Ἑρμοῦ πολυίστορας, ἐμπράκτους, μύστας, διδασκάλους, καθύγρους δὲ καὶ ὑπὸ χολῆς βλαπτομένους. ἐνεργέστερα δὲ τὰ προειρημένα ἔσται, ὅταν ὁ κύριος τοῦ ζῳδίου καὶ τῶν ὁρίων ἐπιβλέπῃ τοὺς φωστῆρας ἢ ἐπιμαρτυρῇ ποθεν τούτοις.

Περὶ κέντρων

Ἡ Σελήνη ὡροσκοποῦσα ἢ μεσουρανοῦσα ἐπὶ γενέσεως ἡμερινῆς τὰς προκοπὰς ἐμποδίζει, καὶ μᾶλλον ἢ ὁρῶντος ἢ ἐπαναφερομένου κακοποιοῦ· τότε γὰρ καὶ ἔκπτωσις ἔσται. Οὐδὲ γὰρ οἱ ἀγαθοποιοὶ οὕτως ἔχουσαν ὠφελήσουσιν, καὶ ἢν ἐν ὕψει ἢ οἴκῳ ἰδίῳ τύχωσιν οὐχί. Φησὶ γὰρ καὶ Δωρόθεος· 
ἢν Ζεὺς μὴ λεύσσῃ μιν ἢ αὐτὴ πότνια θεία
ἢ δόμον ἢ ὕψος τύχῃ λελαχυῖα Σελήνη.
 
Ἐν δὲ νυκτὶ ὡροσκοποῦσα ἢ μεσουρανοῦσα ἢ τούτοις ἐπαναφερομένη λαμπροὺς καὶ πολυγνώστους σημαίνει καὶ τὰς μητέρας μείζονας, κακοποιὸς δὲ ὁρῶν ἐμποδιστικὸς γίνεται, καὶ ὄνησις τούτοις οὐκ ἔστιν ὧν πορίζονται, ὥσπερ ἀγαθὸς ὁρῶν εὐκτήμονας ποιεῖ. Ἐν δὲ τῷ δύνοντι, ταχυθάνατος ἡ μήτηρ, καὶ ἔκπτωσις τῶν ὑπαρχόντων αὐτῷ ἢ ἐκ πατρίδος μετάστασις, καὶ διὰ γυναῖκας καὶ τέκνα λύπας. Ἐν δὲ τῷ ὑπογείῳ, κακοποιῶν ὁρώντων, ἐκ κρυπτῶν τόπων ἐνοχλεῖ· συνοχαί τε γὰρ καὶ δεσμὰ διὰ κρυπτὰ πράγματα, καὶ θανάτους τέκνων καὶ γυναικῶν. Ζεὺς δὲ καὶ Ἀφροδίτη ἰδόντες ἐν τῷ ὑπογείῳ ἀπὸ κρυφίων ὠφελοῦσιν· ὁ γὰρ τόπος ἄδηλος.
 
Ὁ Ἥλιος ὡροσκοπῶν ἐν ἡμέρᾳ, Διός, Ἀφροδίτης ὁρώντων, ἀγαθός, καὶ μάλιστα εἰ ἰδιοτοπεῖ καὶ ἐν ἀρρενικῷ ζῳδίῳ ἐστίν. πολὺ δὲ κρεῖττον εἰ ὑπὸ ἀγαθοποιοῦ ἐπιδεκατεύοιτο· ἡγεμονικαὶ γὰρ αἱ τιμαὶ ἢ στρατοπεδαρχικαί. Τοῦ Ἄρεως μετὰ Διὸς ὁρῶντος τὰ αὐτὰ καὶ μεσουρανῶν, πλὴν τοῦτο μόνον διαφέρει, ὅτι σπαναδέλφους ποιεῖ. Δύνων δὲ λυπεῖ χάριν τέκνων καὶ ἀδελφῶν καὶ κρυφίων τόπων. Ἐν δὲ ἀλλοτρίῳ τόπῳ ὤν, κατὰ τετράγωνον ἢ διάμετρον ὁρώμενος ἐκ Κρόνου ἢ Ἄρεως, καὶ μάλιστα ἐκ τοῦ Ἄρεως, περικαύστους ἢ σταυρουμένους ἢ θηριοβρώτους· βεβαιότερα δὲ τὰ δεινὰ ταῦτα, εἰ σὺν τῷ Ἡλίῳ καὶ τὴν Σελήνην ἴδωσιν οἳ κακοποιοί, καὶ μᾶλλον Διός, Ἀφροδίτης μὴ ὁρώντων τὰ φῶτα. Ἐν δὲ τῷ ὑπογείῳ ὁ Ἥλιος τοιοῖσδε σχήμασι βλαπτόμενος ἐκπτώσεις ποιεῖται καὶ τῶν πατρικῶν ἐλαττώσεις, πλὴν ἐν ἰδίῳ οἴκῳ ὢν ἢ ὕψει ταῦτα οὐκ ἔσται.
 
Εἰ δὲ Κρόνος ὡροσκοπεῖ ἢ μεσουρανεῖ ἰδίῳ τόπῳ ἢ συναιρέτου, κληρονομίας παρεκτικὸς καὶ ἀρχῆς καὶ κτημάτων βλαπτικός, σωμάτων νόσους ἐπιφέρων καὶ σίνη, μονοτρόπους δὲ ποιεῖ καὶ σπαναδέλφους καί τινας μὲν ἀγυναίους, τινὰς δὲ τῶν γονέων χωρίζει. Εἰ μέντοι τύχῃ ἐν ζῳδίῳ ἐχθροῦ ἀστέρος–ἤτοι Ἄρεως, Σελήνης, Ἀφροδίτης– καὶ μάλιστα ἐν Ταύρῳ, χεῖρον· ὀρφανίας γὰρ ποιεῖ καὶ ἀτεκνίας, καὶ μᾶλλον ἐν νυκτερινῇ· τότε γὰρ καὶ σίνη καὶ νόσους σημαίνει καὶ αὐτοὺς φθονερούς, δυσεράστους, ὀκνηρούς, ἀμαθεῖς καὶ πρὸς τέκνα ἀστόργους.
 
Εἰ δὲ Κρόνου ὡροσκοποῦντος Ζεὺς δύνει, προγενέστερον ἀδελφὸν ἀναιρεῖ, αὐτὸς δὲ ὑπὸ ἐχθρῶν καταδυναστευθήσεται. Εἰ δὲ Κρόνου ὡροσκοποῦντος Ἄρης δύνει, δεινὰ μὲν τοῖς γονεῦσιν, αὐτὸς δὲ βιαιοθάνατος ἔσται. Εἰ δὲ Κρόνου ὡροσκοποῦντος Ἀφροδίτη δύνει, θάνατος ἔσται γυναικός. Εἰ δὲ Κρόνου ὡροσκοποῦντος Ἑρμῆς δύνει, τέκνων θάνατος ἔσται. Μεσουρανῶν δὲ τὰ αὐτὰ σημαίνει ἕως ἐτῶν λ, καὶ μετὰ τοῦτο παύει τὰ δεινά, κακοῖ δὲ τὸν βίον. Παρ' αἵρεσιν μεσουρανῶν καὶ ἐν μὲν στερεῷ, βεβαία ἡ κάκωσις, ἐν δὲ δισώμῳ κακώσας πάλιν ἀνέσφαλεν. Ὁ δὲ σὺν Ἄρει μεσουρανῶν κακοθάνατον σημαίνει, ἐὰν μή τις ἀγαθὸς παρῇ τῷ δύνοντι. Ἐν δὲ τῷ δύνοντι τέκνοις καὶ ἀδελφοῖς καὶ γυναιξὶ λυπηρός, κινδύνους τε ἐπάγει ἐκ ποταμῶν ἢ θαλάσσης καὶ ὑγρῶν ὀχλήσεις καὶ ψύξεις καὶ κακοπαθείας, πλὴν ἐχυρῶν ἐστι βλαπτικός. Σὺν Ἀφροδίτῃ δὲ δύνων μαλακοὺς καὶ ἐπιψόγους ἢ ἀγάμους σημαίνει. Σὺν δὲ Ἑρμῇ δύνων τέκνα ἀναιρεῖ καὶ δούλους καὶ κτήματα
καὶ τύχην ἐλαττοῖ.

Ὁ Ζεὺς ὡροσκοπῶν ἐν ζῳδίῳ θηλυκῷ εὐγάμους, εὐτέκνους, φιλαδέλφους, ἐναρέτους, ἐπιτρόπους ἢ ἄρχοντας ποιεῖ, καὶ μάλιστα ἡμέρας· νυκτὸς γὰρ ἐλαττοῖ τὰ εἰρημένα. Τὴν δὲ μητέρα κρείττονα τοῦ πατρός, εἴ ἐστιν ἐν θηλυκῷ ζῳδίῳ, εἰ δὲ ἐν ἀρρενικῷ, κρείττων ὁ πατήρ, ἐν δὲ δισώμῳ ὡροσκοπῶν διπάτορα δοκεῖ τὸν γεννηθέντα ποιεῖν. Ὡροσκοποῦντος δὲ Διὸς καὶ Κρόνου δύνοντος βλάπτεται μὲν ὁ πατήρ, ὁ δὲ τεχθεὶς θνῄσκει, ὄψεται δὲ καὶ ἐχθροὺς τιμωρουμένους, ὁ δὲ παῖςἔνδοξος, ἱερὸς ἔσται ἢ ἐν βασιλείοις ἀναστρεφόμενος ἢ δήμου προστήσεται, εἰ μὴ Ἄρης ἐν τῷ β τόπῳ ἢ τῷ ι μειώσει τὰ ἀγαθά. Εἰ δὲ τοῦ Διὸς ὡροσκοποῦντος ὁ Ἄρης δύνει, τῶν ἐχθρῶν κρείττονα ποιεῖ·
Ἀφροδίτη δὲ ὁρῶσα τὸν Δία ἐπιτείνει τὰ ἀγαθά, εἰ μάλιστα καὶ τὴν Σελήνην ὁρῶσιν. Ὁ Ζεὺς μεσουρανῶν ἐμφανείας καὶ δόξης αἴτιος καὶ εὐτεκνίας, καὶ μάλιστα ἡμέρας. Εἰ δὲ ὁρᾶται ἡμέρας ὑπὸ Ἑρμοῦ ἢ Ἄρεως ἀπὸ σχήματος οἰκείου ἢ καλοῦ τόπου, συνετοὶ ἔσονται καὶ ἀπὸ λόγου καὶ ἐπιστήμης τὸν βίον πορίζονται. Εἰ δὲ δύνει, κρεῖττον τῆς νεότητος τὸ γῆρας, καὶ εὐθανασίαν σημαίνει, καὶ μᾶλλον ἐν ἰδίῳ τόπῳ καὶ ὕψει· ἐξ ἐχθρῶν μέντοι ἐπηρεάζει. Εἰ δὲ σύνεστι κακοποιός, κινδύνους δώσει καὶ ἐπιβουλάς, οἱ δὲ τοιοῦτοι ἐν ἡγεμονικαῖς αὐλαῖς ζήσονται, ἀλλοτρίων πραγμάτων δεσπόται καὶ δῶρα λαμβάνοντες καὶ ἐπαινούμενοι. ἐν δὲ τροπικῷ δύνων φυγὴν ἐκ βασιλέων σημαίνει καὶ πατρικὰ φθείρει καὶ βίον καὶ σῶμα κακοῖ, λαμβάνουσι δὲ οἱ τοιοῦτοι γυναῖκας ἑταιρίδας ἢ ἐλάττους τῆς τούτων ἀξίας.
Εἰ δὲ Ζεὺς δύνων Ἀφροδίτην ὁρᾷ, μοιχοὺς σημαίνει, καὶ μᾶλλον Ἑρμοῦ καὶ Ἄρεως ὁρώντων. Σὺν δὲ τῇ Σελήνῃ δύνοντος ἢ τῆς Σελήνης ὡροσκοπούσης, μάχλοι καὶ σπανάδελφοι. Εἰ δὲ σὺν Ἀφροδίτῃ δύνει ὁ Ζεὺς ἢ ὁρᾶται ὑπὸ Ἀφροδίτης, μαρτυρούσης καὶ τῆς Σελήνης ἢ συνούσης, χρησμολόγοι εἰσὶ καὶ μάντεις. ἐν δὲ τῷ ὑπογείῳ ὁ Ζεὺς ἐξ ἀπορρήτων ὠφελεῖ, κληρονομίας διδοῖ καὶ θησαυρῶν εὕρεσιν, ἐχθροὶ δὲ τοῖς γονεῦσιν οἱ παῖδες, ὀψίγαμοί τε καὶ ὀψίτεκνοι, τοὺς δὲ γονεῖς ἐνδόξους σημαίνει.
 
Ὁ Ἄρης ὡροσκοπῶν ἡμέρας ἐν ἀρρενικῷ ζῳδίῳ ἐξ ἰδίων βλάπτει καὶ κινδύνους φέρει καὶ τέκνα θανατοῖ καὶ πρὸς τέκνα κακός, ποιεῖ δὲ καὶ μελαγχόλους, θυμώδεις, ἀνελεεῖς, μοιχούς, πολλάκις μνηστευομένους γυναῖκας καὶ μὴ λαμβάνοντας· καὶ ὑπὸ μὲν Κρόνου ὁρώμενος χείρων, ὑπὸ δὲ Διὸς ἤπιος γίνεται καὶ βίον καὶ ἐργασίαν παρέχει. Ὁ δὲ Ἄρης ὡροσκοπῶν καὶ δύνοντος Ἡλίου μετὰ Σελήνης ἢ τοῦ μὲν δύνοντος, τοῦ δὲ ὑπογείου, τοῦ Διὸς ὄντος ἀποστρόφου, οἱ μὲν γονεῖς βιαιοθάνατοι, αὐτοὶ δὲ ὀρφανοὶ καὶ σεσινωμένοι ἢ ὀλιγοχρόνιοι· τὸ γὰρ σχῆμα ἴσον ἀτρόφῳ. Ὁ Ἄρης ὡροσκοπῶν νυκτὸς ἐν ζῳδίῳ θηλυκῷ πρᾶος, καὶ μᾶλλον τοῦ ζῳδίου αὐτοῦ τῆς αἱρέσεως ὄντος καὶ ὑπὸ Διὸς ὁρωμένου· ἔμπρακτοι γὰρ καὶ θρασεῖς οἱ τοιοῦτοι· ὅμως καὶ οὕτως ἐπικίνδυνος. Ἐν δὲ τῇ ἐπαναφορᾷ τοῦ ὡροσκόπου, εἰ μὴ Ζεὺς ἴδοι, τῶν ὑπαρχόντων φθορεύς· ὁρώντων γὰρ τῶν ἀγαθῶν τὰ μὲν ἀπόλλυται, τὰ δὲ περισώζεται. Ἐν δὲ τῷ μεσουρανήματι ἢ τῇ ἐπαναφορᾷ τοῦ μεσουρανήματος παρ' αἵρεσιν ἐκπτώσεων ἢ μετοικισμῶν αἴτιος ἢ φυγῶν, πλὴν τροπικοῦ ὄντος τοῦ ζῳδίου ἢ δισώμου ἐπανέρχεται εἰς τὴν προτέραν τύχην, καὶ αὖθις δὲ καθαιροῦνται, καὶ μάλιστα Διός, 'Αφροδίτης μὴ ὁρώντων.
Ἐν δὲ νυκτὶ ὡροσκοπῶν, Διὸς ὁρῶντος, τὰ μὲν κακὰ μειοῖ, τὰ δὲ ἀγαθὰ αὔξει. ἐν δὲ τῷ δύνοντι βιαιοθανάτους σημαίνει καὶ γῆρας κακὸν καὶ φυγὴν πατρίδος καὶ συχνὰς διδοῖ περιστάσεις, ἐπιβουλάς τε καὶ πυρὸς καύσεις καὶ θηρίων δήξεις, καὶ μάλιστα ἐπὶ ἀλλοτρίου τόπου ἑστώς, Διός, Ἀφροδίτης μὴ ὁρώντων. Τὸ δὲ εἶδος τῆς βλάβης τοῦ ζῳδίου ἡ φύσις δείξει. Ἐν δὲ ἰδίοις ζῳδίοις ὁ Ἄρης καὶ μαρτυρούμενος ὑπὸ ἀγαθῶν οὐ ποιεῖ τὰ εἰρημένα· ἐγγὺς γὰρ θανάτου ἐλθόντας ῥύεται διὰ τὸν Δία καὶ Ἀφροδίτην, οἱ τοιοῦτοι δὲ τοὺς ἐχθροὺς τιμωρουμένους ὁρῶσιν. Ὁ Ἄρης δύνων καὶ ὁρῶν τὸν Ἥλιον ἢ τὴν Σελήνην διαστήσει τοὺς γονεῖς καὶ ἀνωμαλήσει τὸν βίον. Ὁ Ἄρης δύνων καὶ ὁρῶν τὴν Σελήνην αὔξουσαν αἰχμαλωσίαν ἐπάγει καὶ δολοφονίαν, καὶ μᾶλλον ἐν ἡμέρᾳ καὶ τοῦ Διὸς ὁρῶντος οὐδαμῶς. Ἐν δὲ τῷ ὑπογείῳ τὴν κτῆσιν ἀπόλλυσιν· ὁ Ζεὺς δὲ συνὼν ἢ Ἀφροδίτη συλλέγει τὰ ἀπολόμενα. Καθόλου δὲ ὁ Ἄρης μεσουρανῶν ἢ ἀντιμεσουρανῶν παρ' αἵρεσιν ἀφανιστικός ἐστι τῶν κτημάτων.
 
Ἡ Ἀφροδίτη ὡροσκοποῦσα ἢ ἐπαναφερομένη τῷ ὡροσκόπῳ ἀνατολικὴ πολυγυναίους, γνωστούς, βασιλεῖς, εὐμόρφους, λογίους, ἐνδόχους, ἀγαθούς, θεοσεβεῖς, καὶ τῇ πόλει γνωστοὶ ἔσονται· πλουσίων γυναικῶν ἄνδρας, ἀλλ' ὄνησιν τούτων οὐχ ἕξουσιν· τινὲς ἱερῶν προίστανται, στεφανηφοροῦντες· μουσικούς τε καὶ φιλολόγους καὶ προσηνεῖς ποιεῖ. Ταῦτα δὲ βέβαια ἔσται ὅταν καὶ ἡ Σελήνη τὴν Ἀφροδίτην ὁρᾷ. Τοῦ δὲ Ἑρμοῦ καὶ Ἄρεως ὁρώντων τὴν Ἀφροδίτην ὡροσκοποῦσαν, μοιχοὶ ἔσονται, καὶ μάλιστα εἰ καὶ ὁ Κρόνος ὁρᾷ· πολύψογοι γὰρ τότε ἔσονται πρεσβυτέραις ἢ ἀδοξοτέραις μιγνύμενοι. Τὰ αὐτὰ δὲ καὶ ἐπὶ θηλυκῶν γενέσεων. Ἐν δὲ δισώμῳ ὡροσκοποῦσα ἢ διωνύμους ἢ διπάτορας ποιεῖ. Σὺν Ἑρμῇ δὲ ὡροσκοποῦσα ἢ μεσουρανοῦσα ἐντίμους, ἐνδόξους, ὑπὸ λαοῦ ἐπαινουμένους διὰ σύνεσιν, καὶ μάλιστα εἰ θηλυκόν ἐστι τὸ ζῴδιον ἢ τροπικόν. Ἡ Ἀφροδίτη ὡροσκοποῦσα ἢ μεσουρανοῦσα καὶ τὴν Σελήνην ὁρῶσα ἐν οἱῳδήποτε σχήματι οἰκεῖον γάμον ἢ μίξιν διδοῖ. Ἡ Ἀφροδίτη ὡροσκοποῦσα σὺν Ἑρμῇ, τοῦ Ἄρεως δύνοντος, τὰ μὲν πατρικὰ φθείρει, ὁ δὲ παῖς συλλέξει βίον ἀπὸ φίλων ἢ ὑπερεχόντων ἢ ἐκ παιδείας καὶ συνέσεως καὶ ἱεροῦ προστασίας, χάριν δὲ δόξης πολλὰ δαπανήσει καὶ κρίσεις ἕξει διὰ γραπτὰ ἢ διὰ γυναῖκα ἢ διὰ πρᾶγμα λαληθὲν ἢ ἐπὶ τούτοις διαβληθήσεται ἢ φιλόνεικον πρᾶγμα ἕξει, ἐκφεύξεται δὲ ὅμως τὰς κατηγορίας διὰ βοηθείας τινός, καὶ μᾶλλον Διὸς ὁρῶντος· εἰ γὰρ καὶ ἐγγὺς θανάτου φθάσει, ῥυσθήσεται διὰ τὸν Δία, ἐπεί, εἰ ἀπόστροφός ἐστιν ὁ Ζεύς, φυγὴν ποιήσει καὶ βίου ἔκπτωσιν. Εἰ δὲ γυναικὸς εἴη ἡ γένεσις, μεγάλοις ἀνδράσι μιγεῖσαι
καὶ τούτους θάπτουσι καὶ κληρονομοῦσι, 
 
αἱ τοιαῦται δὲ ἑαυτὰς ἐκμισθώσουσιν. Τῆς δὲ Ἀφροδίτης ὡροσκοπούσης καὶ Κρόνου δύνοντος, ὑπὸ γυναικὸς ταφήσεται, ἥτις καὶ αἰτία τοῦ ὀλέθρου αὐτοῦ ἔσται. τῆς δὲ Ἀφροδίτης ὡροσκοπούσης, εἰ ἡ Σελήνη ἐστὶν ὑπόγειος, εὐδόκιμοι καὶ ἐπέραστοι καὶ συνετοὶ καὶ ταῖς γυναιξὶ ποθεινοί, θεοσεβεῖς τε καὶ τῶν γονέων ἐνδοξότεροι, πολυαπόδημοι καὶ τιμώμενοι ἐν ταῖς ἀποδημίαις, φρεναπατῶντες γυναῖκας ψευδέσιν ὑποσχέσεσιν, εἰ δὲ μὴ κακοποιὸς ἴδοι, καὶ εὐτέκνους ποιήσει. Ἐν θηλυκῷ ζῳδίῳ ὡροσκοποῦσα, εὐγενεστέρα ἡ μήτηρ τοῦ πατρὸς καὶ πλουσιωτέρα καὶ πολυχρονιωτέρα. Ἡ Ἀφροδίτη μεσουρανοῦσα ἀνατολικὴ ἢ ἐπαναφερομένη τῷ μεσουρανήματι ἔνδοξον καὶ ἔμπρακτον σημαίνει, καὶ μᾶλλον μὴ ὁρῶντος Κρόνου, Ἄρεως.
Ἐν δὲ θηλυκῷ ζῳδίῳ μὴ ὁρωμένη ὑπὸ Διός, ἀλλ' ὑπὸ Κρόνου, πάνυ ὀκνηροὺς περὶ τὰς μίξεις. ἐπὶ δὲ θηλυκῶν γενέσεων ἐν ἀρρενικῷ μεσουρανήματι, πολύκοινος ἡ γυνή, τῆς δὲ Ἀφροδίτης μεσουρανούσης ἐν ἀρρενικῷ ἢ ἐπαναφερομένης καὶ τῆς Σελήνης ὁρώσης αὐτὴν καὶ αὐτῆς ἐν ἀρρενικῷ, ἔτι δὲ Ἄρεως καὶ Ἑρμοῦ ὁρώντων τὴν Σελήνην, Ἀφροδίτην, ἐπὶ θηλυκῆς γενέσεως, τριβάδες γίνονται. Ἀφροδίτη δύνουσα καλὸν γῆρας τῇ μητρί, καὶ ὁ παῖς εὐθάνατος καὶ ἔνδοξος, πλὴν πρὸς γάμον δυσάρεστος, μάλιστα μὴ ὁρῶντος τοῦ Διὸς ἢ ἐν ἀλλοτρίῳ οἴκῳ οὔσης. Εἰ δὲ σὺν τῇ Σελήνῃ δύνει, τοῦ Διὸς μὴ ὁρῶντος, οἱ μὲν μάχλοι καὶ κίναιδοι, αἱ δὲ πόρναι. Ἐπὶ δὲ θηλυκῆς γενέσεως Ἀφροδίτη δύνουσα καὶ Δία ὁρῶσα κρείσσων ἔσται. Ἡ Ἀφροδίτη ὑπόγειος ἐπὶ γάμους λυπεῖ, ἐν δὲ ἡμερινῇ γενέσει οὖσα ὑπόγειος ἐν ζῳδίῳ ἀρρενικῷ, ἔτι χεῖρον· εἰ [μὴ] γὰρ οὕτως οὔσης Κρόνος ἢ Ἄρης μεσουρανεῖται, γυναικοθάπται εἰσίν, εἰ δὲ τροπικὰ εἴη τὰ ζῴδια, οὐ μίαν ἀλλὰ πολλὰς θάψουσιν.
 
Ὁ Ἑρμῆς ὡροσκοπῶν ἀνατολικὸς ἀγαθούς, συνετοὺς καὶ λογίους, γνωστοὺς ἐν πολλοῖς, εὐτέκνους. ἐν δὲ ζῳδίῳ θηλυκῷ διὰ γυναῖκας προκόπτουσιν· ἐν θηλυκῷ ζῳδίῳ ἀεὶ ἡ προκοπὴ τοῦ βίου ἐκ γυναικὸς ἔσται. Ἀεὶ δ' ὁ Ἑρμῆς μεσουρανῶν ἢ ὡροσκοπῶν γραμματικοὺς ἢ γεωμέτρας, ψηφιστὰς ποιεῖ. σὺν Ἀφροδίτῃ ἐπιβοήτους καὶ ἀοιδοὺς περιβοήτους. Εἰ δὲ καὶ ὁ κύριος τοῦ Ἡλίου ἢ τῆς Σελήνης ἢ τοῦ κλήρου τῆς εὐτυχίας ἐστίν, ἱερῶν ἢ βασιλέων ἢ πόλεων διοικηταὶ γίνονται. Ὁ Ἑρμῆς ὡροσκοπῶν ἢ μεσουρανῶν σὺν Ἀφροδίτῃ μουσικούς, ἐν πληθύι δοξαζομένους. Εἰ δὲ καὶ ὁ Ζεὺς σύνεστι τούτοις, θεολόγοι ἔσονται καὶ προφῆται, εἰ δὲ καὶ τὰ λοιπὰ τῆς γενέσεως εἴη καλὰ ἤτοι μὴ βλαπτόμενοι ὦσιν ὑπὸ τῶν κακοποιῶν μήτε αὐτοὶ μήτε οἱ ἀγαθοί, διοικηταὶ ἱερῶν ἢ πόλεων ἢ βασιλέων ἔσονται, καὶ μάλιστα τῶν ζῳδίων ὄντων τροπικῶν. Ὕπαυγος γὰρ ὁ Ἑρμῆς ἐνδομύχους καὶ σκολιοβούλους σημαίνει.
Μεσουρανῶν δὲ ἢ ἐπαναφερόμενος τῷ μεσουρανήματι δοξάζει ἐν ὄχλοις, ἀβέβαιοι δὲ ταῖς πράξεσι καὶ τῇ τέχνῃ ἀπαράμονοι. Ὁ Ἑρμῆς μεσουρανῶν ἢ ὡροσκοπῶν ἀνατολικὸς διδοῖ ἀδελφούς, ἐν δὲ δισώμῳ ζῳδίῳ ἀλλοτρίων τέκνων ἐπιτρόπους σημαίνει. Ὁ Ἑρμῆς δύνων ἀδελφῶν καὶ τέκνων ἀναιρετικός, διαβολάς τε καὶ κατηγορίας ἐπιφέρει, καὶ μᾶλλον ἐν δισώμῳ ἢ τροπικῷ ὢν καὶ ὁρώμενος ὑπὸ τοῦ Ἄρεως· τὰ αὐτὰ ποιεῖ καὶ ἐν τῷ ὑπογείῳ. Χαίρει δὲ ὁ Ἑρμῆς ἀεὶ συνὼν κακοποιοῖς καὶ καλοποιοῖς· οἱ μὲν γὰρ ἔμπρακτον ποιοῦσιν αὐτόν, οἱ δὲ πανοῦργον καὶ συνετόν. εἰ δὲ μόνοις τοῖς κακοποιοῖς σύνεστιν ὁ Ἑρμῆς ἢ ὑπ' αὐτῶν συσχηματίζεται, τῶν ἀγαθοποιῶν ἀποστρόφων ὄντων, ἀπίστους ποιεῖ καὶ λῃστὰς καὶ ἱεροσύλους καὶ ἐπιόρκους καὶ ψεύστας καὶ φαρμακούς. Εἰ δὲ μετὰ Ἀφροδίτης κακοῦται, Διὸς μὴ ὁρῶντος, αὐτῷ μὲν μέτριον βίου πορισμὸν ἐξεπίτηδες ἐπιψόγως ἐπιφέρει, τοῖς δὲ μεταλαμβάνουσι τοῦ τοιούτου πόρου βλάβην οὐ τὴν τυχοῦσαν· ταῦτα δέ εἰσι τὰ λεγόμενα φιλτροπόσιμα καὶ μισοπόσιμα καὶ τὰ τούτοις ὅμοια.
 
Ἰστέον δὲ ὅτι ταῦτα πάντα τὰ εἰρημένα, αἱ τοπικαὶ διακρίσεις τῶν ἀστέρων καὶ αἱ κεντροθεσίαι καὶ οἱ πρὸς ἀλλήλους σχηματισμοὶ χρειώδεις εἰσὶν ἐν ταῖς καταρχαῖς οἰκείως ἑκάστου εἴδους, ὥσπερ, ἐπιζητουμένης καταρχῆς πολεμικῆς πρός τινα τοῦ στρατοῦ ἡγεμόνα, ἀναγκαῖον τὸ θεώρημα τοῦ Ἄρεως ὄντος ἐν τόποις Διὸς ἢ τοῦ Διὸς ἐν τόποις Ἄρεως συσχηματιζόντων ἀλλήλοις κατὰ σύμφωνον σχῆμα ἐν χρηματιστικῷ τόπῳ, ὡς ὄπισθεν εἴρηται.

Περὶ τοῦ εἶναι αὐτὸν προδότην
 
II 15, 28 “Rhetorii” 115, 1-3 in R f. 140v; iam a F. Cumont in CCAG 8, 4; 223 editum
Ὅρα τὸν Ἑρμῆν καθυπερτεροῦντα τὸν Ἄρην κατὰ τετράγωνον. Φησὶ γάρ τις τῶν σοφῶν· εἰ δὲ νῦν τετράπλευρος ἐὼν τὸν ἀνώτερον ἴσχει Ἑρμῆς, βαιὸν δὲ τόπον μένει φαυλότατος Ἄρης, δεινῶς ἐξετέλεσε πανούργους ἤτε μέλλοντας ἁρπαγὰς καὶ ἀλλοτρίων στερήσεις ποιεῖν, εἰς ἕτερον δὲ ἐξ ἑτέρου μετανάστασιν, ἀπ' ἀνέρος εἰς ἄνδρα. Ἄλλοτ' εὕροιμεν καὶ τὸ λοιπόν· ἐνισκήψουσι προδόντες σφι κακομηχανίᾳ, κτεάνων δὲ γυμνώσουσιν.
 
In versus transfert Cumont (fr. 58d Stegemann)
 
Εἰ δὲ τόπον τετράκληρος ἐὼν τὸν ἀνώτερον ἴσχει
Ἑρμείας, βαιὸν δὲ τόπον ναίει φιλότητος ὁ Ἄρης,
δεινῶς ἐξετέλεσσε πανούργων ἤτε μέλοντας
ἁρπακτὰς ἤτ΄ ἀλλοτρίων * * στερητάς,
εἰς ἕτερον δ΄ ἑτέρου μετανάστασιν ἀνέρος ἄνδρα
+ ἀλοτ΄ εὕροιμεν καὶ τὸ λοιπὸν * * ἐνισκήψουσι προδόντες
 
quidem melius apparet:
 
εἰ δὲ νυ τετράπλευρος ἐὼν τὸν ἀνώτερον ἴσχει
Ἑρμείας, βαιὸν δὲ τόπον φαυλώτατος Ἄρης,
δεινῶς ἐξετέλεσε πανούργους ἤτε μέλοντας
ἁρπαγὰς καὶ ἀλλοτρίων στερήσεις ποιεῖν,
εἰς ἕτερον δ΄ ἑτέρου μετανάστασιν ἀνέρος ἄνδρα.
ἄλλοτ' εὕροιμεν καὶ τὸ λοιπόν· ἐνισκήψουσι προδόντες
σφὶν κακομηχανίῃ, κτεάνων δ΄ ἀπογυμνώσουσιν.
 
Περὶ χρόνων διαιρέσεως
 
III 2, 2-48. Hephaestionis II 26, 25-34 (fr. 51a Stegemann)
Ὁ δὲ Δωρόθεος διαιρῶν τοὺς χρόνους κέχρηται πρώτῳ ἀφέτῃ, εἰ μὲν εἴη ἡμερινὴ ἡ γένεσις καὶ ὁ Ἥλιος ἐπὶ τοῦ ὡροσκόπου ἢ ἐν τῷ μεσουρανήματι ἢ ἐν τῷ ἑνδεκάτῳ, τῷ κυρίῳ τῶν ὁρίων αὐτοῦ· οὐχ ἁπλῶς κέχρηται, ἀλλὰ χρή, φησίν, αὐτὸν ὁρᾶν τὰ ἴδια ὅρια. Εἰ δὲ μὴ εἴη οὕτως, ἕτερος δέ τις ἀστὴρ ὁρᾷ τὸν Ἥλιον ἔχοντα τὸν ἴδιον οἶκον, οὗτος λαμβάνεται, εἰ δὲ καὶ οὗτος ἀπόστροφος εἴη τοῦ Ἡλίου, ἄλλος δέ τις ἴδοι αὐτὸν ἐπέχοντα <τὸ ἴδιον ὕψωμα>, καὶ οὗτος λαμβάνεται, εἰ δὲ καὶ οὗτος ἀπόστροφος εἴη τοῦ Ἡλίου, ἄλλος λαμβάνεται ὁ ὁρῶν τὸν Ἥλιον ἐπέχοντα τὸ ἴδιον τρίγωνον. Ταῦτα μὲν ἐπὶ ἡμερινῆς γενέσεως ἐὰν ᾖ ὁ Ἥλιος ἐν ἐπικαίροις τόποις καὶ ὁρώμενος παρὰ τοῦ κυρίου τῶν ὁρίων αὐτοῦ ἢ τοῦ οἴκου ἢ τοῦ ὑψώματος ἢ τοῦ τριγώνου. Εἰ δὲ μὴ αὐτὸς εἴη, τύχῃ δὲ ἡ Σελήνη, αὐτῆς τὸν κύριον προκρίνομεν τῷ αὐτῷ τρόπῳ, εἰ δὲ μὴ αὐτῆς τὸν κύριον τοῦ κλήρου τῆς τύχης, εἰ δὲ πάλιν ὁ κλῆρος μὴ εὑρεθῇ, εἰ μὲν εἴη ἡ προγενομένη συζυγία συνοδικὴ ἐν ἐπικαίρῳ τόπῳ, τὸν κύριον αὐτῆς, εἰ δὲ πανσεληνιακή, ὁμοίως τὸν κύριον αὐτῆς. εἰ δὲ τούτων ὁ κύριος μὴ εὑρεθῇ, τελευταῖον πάντων τὸν τοῦ ὡροσκόπου λαμβάνομεν τῷ αὐτῷ τρόπῳ ὥς φησιν·
πάντως δ' οὖν ἀφέτην χρῆν μάρτυρα τῶνδε τετύχθαι.
 
Ἐπὶ δὲ νυκτερινῆς γενέσεως τὴν Σελήνην προκρίνομεν ἐν ἐπικαίρῳ οὖσαν τόπῳ. Ἐὰν δὲ αὐτὴν μὴ εὑρίσκωμεν, τύχῃ δὲ ὁ Ἥλιος ἐν ταῖς παρὰ τὸν ὡροσκόπον ἐγγὺς ὑπὸ γῆν μοίραις, τῷ κυρίῳ πάλιν αὐτοῦ χρησώμεθα. Πρὸς τούτοις δὲ χρὴ σκοπεῖν τοὺς ἀφετικοὺς τόπους καὶ προκρίνειν τὸν ἀπηλλαγμένον καὶ ἐλεύθερον κακοποιοῦ συστάσεως. δίδοται παρ' ἑκάστου τῶν ἀστέρων τῇ τάξει τῶν ὁρίων ἐφεξῆς ὁ χρόνος κατὰ τὰς ἀναφοράς, φησίν, τοῦ οἰκείου κλίματος. ἔστω δὲ καὶ τὸ ὑπόδειγμα αὐτοῦ περὶ τούτων· <...>.
 
III 2, 5-7. Anonymi capitulum a F. Cumont in CCAG 8, 1; 241 (fr. 52a Stegemann) editum
Καὶ τοῦτο λέγει Δωρόθεος, ὅτι παντὸς ἀφέτου χρὴ τὴν μαρτυρίαν βλέπειν, καὶ τὰ ἑξῆς.
 
IV 1, 1-30. Capitulum in B ff. 77-78 
Χρόνων διαίρεσις [παραδείγματα ὡροσκοπίων]
 
Ἡ γένεσις· ὡροσκόπος Διδύμοις ζ κη, β τόπος Καρκίνῳ, γ Λέοντι, Ἄρης α να, Καταβιβάζων ε α, δ Παρθένῳ Λέοντι ια δ, Ἀφροδίτη θ λγ, Ζεὺς κβ νδ, ε Ζυγῷ Παρθένῳ, Ἑρμῆς κβ κς, Ἥλιος κ ιζ, ς Σκορπίῳ, Κρόνος ιε θ, ζ Τοξότῃ ζ κδ, κλῆρος τύχης ια α, η Αἰγοκέρωτι, θ Ὑδροχόῳ, Ἀναβιβάζων ε α, μεσουράνημα Ἰχθύσιν Ὑδροχόῳ ια δ, [Ἀναβιβάζων ε ο] ια Κριῷ, Σελήνη ιθ θ, ιβ Ταύρῳ. Κατὰ δὲ Δωρόθεον ἡ τῶν χρόνων διαίρεσις ἀπὸ ὡροσκόπου ἔστω. γένεσις μηνὶ Ὀκτωβρίῳ ια ἐπὶ ιβ, ἡμέρᾳ ζ, ἐπὶ α ὥρας νυκτός, ἰνδικτιῶνι ιγ, Σελήνης ἡμέρᾳ ιε, ἔτος ςυϟγ, τῆς οὐρανίας διαθέσεως οὕτω τυχούσης ὡς τὸ παρὸν θεμάτιον παρίστη.
 
Ζητεῖται δὲ ἡ ἀντιγέννησις τοῦ κη χρόνου, [Κριοῦ] ἔτους ςφκ, μηνὶ Ὀκτωβρίῳ ιγ, ὥρᾳ ἡμέρας ς ἐπὶ ζ.
 
Τὸ ἔτος Παρθένος· οἰκοδεσπότης Ἑρμῆς διὰ τὸ ὕψος καὶ τὸν οἶκον καὶ Ἀφροδίτη διὰ τὸ τρίγωνον καὶ τὸ ὅριον. Ἔστι δὲ ἡ Ἀφροδίτη προποδίζουσα καὶ ἔξαυγος καὶ πάρεστι τῷ ἐτησίῳ ζῳδίῳ. τῇ ἐναλλαγῇ τοῦ κη ἔτους ὡροσκόπος Τοξότῃ κα νθ, Ζεὺς ε ια, β τόπος Αἰγοκέρωτι, <γ> Ὑδροχόῳ, δ Ἰχθύσι Κριῷ δ νη καὶ Κριῷ Σελήνη γ μ, ε, <ῃ> Ταύρῳ, ζ Διδύμοις <κ> α νθ, κλῆρος τύχης ε κ, η Καρκίνῳ, θ Λέοντι, <ι> Παρθένῳ Ζυγῷ καὶ <Παρθένῳ Ἀφροδίτη ..>, ια Ζυγῷ, Ἑρμῆς ια μγ, Κρόνος κ ιζ, Ἥλιος κ ιζ, ιβ Σκορπίῳ, Ἄρης ια ιβ. Καλὸν τὸ ἔτος <δι>ότι κατὰ πῆξιν παρῆσαν τῷ αὐτῷ ζῳδίῳ Ζεύς, Ἀφροδίτη, καὶ κατὰ πάροδον Ἑρμῆς ἐν αὐτῷ εὑρέθη, καὶ ὁ κατὰ πάροδον Ζεὺς τετραγωνικῶς ἑώρα, ὃς καὶ .<........> μηδὲ φιλίᾳ ἐκ μεγιστάνων, καθώς φησι Δωρόθεος ἐν τῷ περὶ διαιρέσεως χρόνων, πλὴν διὰ τὸ εὑρεθῆναι ἐν τῷ δ τόπῳ τῆς πήξεως ἐχθρῶν ἐπανάστασιν, οἶμαι, δείξει· ἐναντιοῦται γὰρ καὶ τῷ κατὰ πάροδον ὡροσκόπῳ ὅ τε Ζεὺς καὶ ὁ γεννητικὸς ὡροσκόπος. Διὰ δὲ τὸν κύριον τοῦ ἔτους Ἑρμῆν καλῶς εὑρεθῆναι ἐπικερδὲς τὸ ἔτος καὶ ἐπαινετικὸν καὶ ἐκ παιδείας καὶ ἀγχινοίας, ὥς φησιν ὁ Δωρόθεος. Ἐπεὶ δὲ ἡ Ἀφροδίτη πάρεστιν εἰς τὸ ἐτήσιον ζῴδιον ἔχουσα καὶ λόγον οἰκοδεσπότου (ὃ κρεῖττον καὶ μαρτυρεῖ<ται> ὑπὸ Διός), καὶ γάμος ἐστίν, καὶ πατέρα καὶ τέκνα· καὶ ταῦτα μέν ἐστιν ἐν ὅλῳ τῷ ἔτει.
 
Ὁ δὲ α μὴν ἐν Παρθένῳ, καί ἐστιν Ἑρμοῦ, καὶ Ἀφροδίτη πάρεστιν· καί ἐστιν ἀγαθὰ καὶ ἐπικερδῆ. Ὁ β Ζυγῷ, τῆς Ἀφροδίτης, ἐν ᾧ ἐστι Κρόνος ἰδίῳ ὑψώματι· καὶ οὗτος ἀγαθὸς καὶ γάμον παρέξει. Ὁ γ Σκορπίου, καὶ εὑρίσκεται ἐκεῖσε Ἄρης, ὁρᾷ δὲ κατὰ πῆξιν ὁ κύριος, Ἄρης, τὸν τόπον τοῦ μηνιαίου ζῳδίου, οὗ ἐστιν ὁ μήν, καὶ εἰς τὸν κατὰ πῆξιν Κρόνον. Διὰ μὲν οὖν τὸ εὑρίσκεσθαι κατὰ πάροδον τὸν κύριον τοῦ μηνὸς ἐν τῷ μηνιαίῳ ζῳδίῳ, καὶ κατὰ πῆξιν ὁρᾷ αὐτό (ἤγουν) τὸν ἴδιον οἶκον) ἀνατολικός, πρακτικὸς ὁ μὴν καὶ αὐτό (ἤγουν κατὰ πῆξιν Κρόνον ἐστὶ μικρὰ νόσος ἐκ ῥευματισμοῦ ἢ ὀχλήσεως ὑγρῶν, ἢ ἀπὸ οἴνου βλάβης διὰ τὸ παρεῖναι τὸν παροδικὸν Ἄρην ἐν Σκορπίῳ.

Ὁ δ' μὴν Τοξότου, καὶ πάρεστιν ὁ κύριος τοῦ μηνός· συστατικὸς καὶ ἔμπρακτος καὶ ἐπικερδής. Ὁ ε' Αἰγοκέρωτος, καὶ ὁρᾶται κατὰ τετράγωνον ὑπὸ τοῦ παροδικοῦ Κρόνου ἐν τῷ ἰδίῳ ὑψώματι <....>. Ὁ ς' Ὑδροχόου <...> συμφώνως ὁρῶν τὸν μῆνα· καὶ ποιήσει αὔξησιν βίου ἀπὸ ἐγγαίων κτημάτων. Ὁ ζ'  Ἰχθύων· ὁ κύριος τετράγωνος· βιωφελὴς καὶ ἔμπρακτος. Ὁ η' Κριοῦ, καί ἐστι Κρόνος διάμετρος· καί ἐστιν ἐπίψογος. Ὁ θ' Ταύρου· βιωφελὴς καὶ φίλιος πρὸς ὑπερέχοντας. Ὁ ι' Διδύμων· οὕτως κρεῖττον τῶν λοιπῶν· ἔστι δὲ βίου αὔξησις καὶ κέρδος ἀπὸ πραγμάτων καὶ περινοίας. Ὁ ια' Καρκίνου, τῆς Σελήνης· καὶ οὐκ ἔστι καλὸς διὰ τὸ τετράγωνον τοῦ παροδικοῦ, καὶ ὁ Ἄρης δὲ κατὰ πῆξιν ἐκεῖ παρῆν>. Ὁ ιβ' Λέοντος, τοῦ Ἡλίου· εὔχρηστος καὶ ἀγαθός.
 
Ἐν ταῖς ἀντιγεννήσεσι δεῖ τοὺς κατὰ πῆξιν ἀστέρας σκοπεῖν πῶς ὁρῶσι τοὺς ε ἀφετικοὺς τόπους τῆς ἀντιγεννήσεως. εἶτα ὅρα καὶ τοὺς κατὰ πάροδον πῶς ἔχουσι πρός τε τοὺς κατὰ πῆξιν ἀφετικοὺς τόπους καὶ τοὺς κατὰ τὴν ἀντιγένεσιν, εἴτε σωματικῶς ἐπεμβαίνουσιν αὐτοῖς εἴτε κατὰ σχῆμα, καὶ ἐρεῖν τὰ ἐκ τῶν σχημάτων ἀποτελέσματα. Ὅρα δὲ καὶ τὸ ἐτήσιον ζῴδιον ὁμοίως καὶ τὸν τούτου κύριον, πῶς ἔχουσιν οἱ κατὰ πῆξιν πρὸς τούτους καὶ πῶς οἱ κατὰ πάροδον [πρός τε τοὺς κατὰ πῆξιν καὶ ἀντιγένεσιν]. Τότε ἀποτελεῖ ὅταν οἱ τὰ αἴτια δηλοῦντες εἰς τὰ κέντρα ἢ τὰ φῶτα τῆς ἀντιγενέσεως ἐπεμβῶσιν.

Περὶ ἐνιαυτοῦ
 
IV 1, 1-21 Hephaestionis II 27, 1-11 (fr. 56a Stegemann)
Ἀπὸ τοῦ ὡροσκόπου τὸ πλῆθος τῶν ἐτῶν ἔκβαλλε, καὶ εἰς ὃ ἂν καταλήξῃ ζῴδιον τὸν κύριον ἐκείνου σκόπει εἰ ὁρᾷ αὐτὸν καὶ εἰ ἀνατολικός ἐστι καὶ εἰ προσθετικὸς καὶ εἰ ἐν ἰδίοις τόποις, τουτέστιν ὁρίοις ἢ οἴκῳ ἢ τριγώνῳ ἢ ὑψώματι. ὅτι δεῖ καὶ τὸν ὡροσκόπον τοῦ ἐνιαυτοῦ στῆσαι ἐν τῇ ἀντιγενέσει καὶ τοὺς θεωροῦντας αὐτόν τε καὶ τὸν κύριον αὐτοῦ κατὰ πῆξιν καὶ κατὰ πάροδον. Ὅτι οἱ ἀστέρες ἰδιοθρονοῦντες χαίρουσι κἂν ὕπαυγοι εἶεν· οἱ μὲν ἀγαθοὶ ἐπαύξουσι τὰ ἀγαθά, οἱ δὲ φθοροποιοὶ μεταβάλλονται εἰς ἀγαθοποιίαν. Ὅτι οἱ ἀστέρες ἐναντιώμενοι τοῖς ἰδίοις οἴκοις κακύνονται. Ὅτι ἐν ταῖς τῶν χρόνων διαιρέσεσι ἡνίκα ποιοῦμεν τοὺς τῶν ἀστέρων περιπάτους δεῖ γινώσκειν ὅτι αἱ κολλήσεις τῶν πλανωμένων καὶ τοῦ ὡροσκόπου καὶ τοῦ μεσουρανήματος καὶ τοῦ κλήρου τῆς τύχης αἱ πρὸς τοὺς ἀπλανεῖς μεγίστην ἰσχὺν καὶ ἐνέργειαν ἔχουσι κατὰ τὰς κράσεις αὐτῶν, καὶ μάλιστα εἰ καὶ τὸν αὐτὸν ἄνεμον ἔχοιεν.
 
Ὅτι πρὸ πάντων δεῖ ζητεῖν τὸν ἐνιαυτοκράτορα καὶ τὴν κρᾶσιν αὐτοῦ καὶ τὴν θέσιν καὶ φάσιν, καὶ τοὺς ὁρῶντας αὐτὸν κατά τε πῆξιν καὶ πάροδον, καὶ πῶς ἔκειτο ἐπὶ τῆς γενέσεως, καὶ πῶς εὑρέθη ἐπὶ τῆς παρόδου. Ὅτι οἱ συνοδικοὶ ἀστέρες δυναμοῦνται διὰ τὴν μετουσίαν τοῦ ἡλιακοῦ φωτός, τὰς δὲ ἐνεργείας ἐν τοῖς ὕστερον χρόνοις ἀποδιδόασιν. Εἰ δὲ καὶ εἴη ὑπὸ ἀγαθοποιῶν καλῶς ἐσχηματισμένος ἀποφαίνου τὸν ἐνιαυτὸν κάλλιστον εἶναι, εἰ δὲ εὑρέθη ἢ ἐν τοῖς ἐναντίοις τῶν προειρημένων ἐναντίον δηλονότι ὑπονοητέον, εἰ δὲ καὶ ἐν ἀλλοτρίῳ οἴκῳ τύχῃ χαλεπώτερος ἔσται, καὶ εἰ μὲν εἶεν οἱ κακοποιοὶ οὕτως ἔχοντες ἐν ἀλλοτρίῳ ἔτι χαλεπώτερος (ἢ γὰρ νόσους ἢ κρίσεις ἢ ξενιτείας ποιοῦσιν), εἰ δὲ ἀγαθοποιοὶ κουφότερος καὶ μετριώτερος (καὶ μετεωρισμοὺς ποιοῦσιν· ἐπὶ μὲν Διὸς δαπάνας ἑκουσίᾳ γνώμῃ, ἐπὶ δὲ Ἀφροδίτης γυναικείους τινὰς μώμους ἐπιφέρει, ἐπὶ δὲ Ἑρμοῦ ζημίας καὶ ἀξυνθήκας). Καλῶς οὖν κείμενοι καὶ οἱ κακοποιοὶ ἐν τῇ ἀντιγενέσει καλὰ ποιοῦσιν, ὁ μὲν Ἄρης πράξεις μετὰ θερμότητος, ὁ δὲ Κρόνος ὁμοίως ἐνεργῶς περὶ γεωπονίας ἢ οἰκοδομίας. οἱ δὲ ἀγαθοποιοὶ βελτίονα παρέχουσιν, ὁ μὲν Ζεὺς σύστασιν καὶ εὐγαμίαν καὶ φιλίαν καὶ εὔκλειαν, ἔσθ' ὅτε καὶ τέκνωσιν, ἡ δὲ Ἀφροδίτη ὁμοίως τὰ αὐτὰ καὶ χάριν παρὰ θηλείας, ὁ δὲ Ἑρμῆς ἐκ λόγων κέρδη.
ἢν δὲ μόλῃ λυκάβαντος ἀφ' ὡρονόμοιο δοθέντος
<...>.

IV 1, 1-7. Anonymi capitulum a F. Cumont in CCAG 8, 1; 242 (fr. 56b Stegemann) editum
Εἶτα λοιπὸν ζήτει τὸν ἐνιαυτοκράτορα καὶ ὡροσκόπον τοῦ ἐνιαυτοῦ, καθὼς λέγει Δωρόθεος, πῶς κεῖται φάσει καὶ θέσει καὶ ὑπὸ τίνων θεωρεῖται καὶ πῶς ἔκειτο ἐπὶ τῆς γενέσεως.
 
[CCAG 2, Codices Vindobonenses, F.222]
Ἀπὸ τοῦ τρίτου βιβλίου τοῦ Δωροθέου εἰς τὸ ις' κεφάλαιον γράφεται οὕτως.
 
Ἴδε εἰς τὴν ἐναλλαγὴν τοῦ χρόνου τοὺς ἀστέρας τοὺς ἔχοντας φάσιν ἑῴαν· κνιπεύουσι γὰρ τὰ εἴδη ὧνπερ κυριεύουσιν. Οἱ δὲ ἀστέρες οἱ εὑρεθέντες ἐν τοῖς ταπεινώμασιν αὐτῶν καὶ κεκακωμένοι ποιοῦσιν εὐθηνίαν τῶν εἰδῶν ὧνπερ κυριεύουσιν. Εἰ δὲ εὑρεθῶσι κεκακωμένοι καὶ δυνάμει καὶ οἰκειώσει, τουτέστιν εἰς τὰ ἀποκλίματα καὶ εἰς τὰ ταπεινώματα αὐτῶν καὶ ὕπαυγοι, τότε λέγε πλήρη τῶν εἰδῶν εὐθηνίαν ὧνπερ κυριεύουσιν. Καὶ ὅταν εὑρεθῶσιν καλῶς ἔχοντες καὶ δυνάμει καὶ οἰκειώσει, λέγε τὸ ἐναντίον κνιπεύειν. Εἰ δὲ εὑρεθῶσι καλῶς τῇ δυνάμει, κακῶς δὲ τῇ οἰκειώσει, δηλοῖ κνιπείαν καὶ μετὰ ταῦτα εὐθηνίαν.
 
IV 1, 46 Hephaestionis II 28,5 (fr. 57 Stegemann)
 Ὅ δὲ Δωρόθεος περὶ μηνὸς καὶ ἡμέρας ταῦτα λέγει·
ἔστω σοι καὶ μῆνα δοκευέμεν ὧδ' ἐρέοντι
<...>.

IV 1, 57. Scholium ad Valentis III 11 (p. 149 Kroll; fr. 115 Stegemann)
 
Ὁ τῶν Ἀλεξανδρέων μὴν λ ἡμερῶν ὑπάρχει. ἐὰν οὖν ὑφέλῃς ἡμέρας κη, τουτέστιν ἑβδομάδας δ, ἑκάστου μηνός, λοιπαὶ ἡμέραι β. γίνεται οὖν ἡ μὲν ὑπόλοιπος τοῦ Ἀθὺρ ποσότης ἡμέραι γ, τοῦ δὲ Χοιάκ, Τυβί, Μεχὶρ ἀνὰ ἡμέρας β μετὰ τὴν τῶν ιβ ἑβδομάδων ὑφαίρεσιν ἡμέραι ς· γίνονται ἡμέραι θ, καὶ τοῦ Φαμενὼθ ἡμέραι ια· γίνονται ἡμέραι κ. τὰ δὲ μεταξὺ ἔτη λε τετραετηρίδας ποιοῦσιν η, ἃς ἐμβολίμους ἐκάλεσεν· γίνονται κη. τοῦτο δὲ τὸ κεφάλαιον σαφέστατα κεῖται ἐν τῇ ε βίβλῳ τῶν ἐπῶν Δωροθέου, κεφαλαίῳ ρλη.