| 05:12 | 12:21 | 19:31 |
| Ἀθῆναι | ||
Βιβλιοπροτάσεις:
ΕΡΑΤΟΣΘΕΝΗΣ, ΚΑΤΑΣΤΕΡΙΣΜΟΙ
![]()
Ἐπιμέλεια κειμένου - Ἀπόδοσις: Εὐ. Σπανδάγος * Ἐκδόσεις ΑΙΘΡΑ: Μεσολογγίου 1 * 10681 ΑΘΗΝΑ * τηλ. 3301 269 - 3302622
ΘΕΩΝ ΣΜΥΡΝΑΙΟΣ, ΤΩΝ ΚΑΤΑ ΤΟ ΜΑΘΗΜΑΤΙΚΟΝ ΧΡΗΣΙΜΩΝ ΕΙΣ ΤΗΝ ΠΛΑΤΩΝΟΣ ΑΝΑΓΝΩΣΙΝ Ἐπιμέλεια κειμένου - Ἀπόδοσις: Εὐ. Σπανδάγος * Ἐκδόσεις ΑΙΘΡΑ: Μεσολογγίου 1 * 10681 ΑΘΗΝΑ * τηλ. 3301 269 - 3302622 |
Ὑποστηρίξετε τὸ μεταφραστικὸ μας ἔργο - Support our translation project
| Ἐρατοσθένης, Καταστερισμοί (ἢ Ἀστροθεσίαι): Ἄρκτου μεγάλης, Ἄρκτου μικρᾶς, Δράκοντος, Τοῦ ἐν γόνασιν |
|
|
![]() Ἂρκτου μεγάλης Ταύτην ῾Ησίοδός φησι Λυκάονος θυγατέρα ἐν Ἀρκαδίᾳ οἰκεῖν, ἑλέσθαι δὲ μετὰ Ἀρτέμιδος τὴν περὶ τὰς θήρας ἀγωγὴν ἐν τοῖς ὄρεσι ποιεῖσθαι· φθαρεῖσαν δὲ ὑπὸ Διὸς ἐμμεῖναι λανθάνουσαν τὴν Θεόν· φωραθῆναι δὲ ὕστερον ἐπίτοκον ἤδη οὖσαν ὀφθεῖσαν ὑπ' αὐτῆς λουομένην· ἐφ' ᾧ ὀργισθεῖσαν τὴν Θεὸν ἀποθηριῶσαι αὐτήν· καὶ οὕτως τεκεῖν ἄρκτον γενομένην τὸν κληθέντα Ἀρκάδα· οὖσαν δ' ἐν τῷ ὄρει θηρευθῆναι ὑπὸ αἰπόλων τινῶν καὶ παραδοθῆναι μετὰ τοῦ βρέφους τῷ Λυκάονι· μετὰ χρόνον δέ τινα δόξαι εἰσελθεῖν εἰς τὸ τοῦ Διὸς ἄβατον [ἱερὸν] ἀγνοήσασαν τὸν νόμον· ὑπὸ δὲ τοῦ ἰδίου υἱοῦ διωκομένcν καὶ τῶν Ἀρκάδων, καὶ ἀναιρεῖσθαι μέλλουσαν διὰ τὸν εἰρημένον νόμον, ὁ Ζεὺς διὰ τὴν συγγένειαν αὐτὴν ἐξείλετο καὶ ἐν τοῖς ἄστροις αὐτὴν ἔθηκεν· Ἂρκτον δὲ αὐτὴν ὠνόμασε διὰ τὸ συμβεβηκὸς αὐτῇ σύμπτωμα.
῎Εχει δὲ ἀστέρας ἐπὶ τῆς κεφαλῆς ζ ἀμαυρούς, ἐφ' ἑκατέρων ὠτίων β, <ἐπ'> ὠμοπλατῶν λαμπρὸν α, ἐπὶ τοῦ στήθους <α, ἐπὶ τοῦ ἔμπροσθεν ποδὸς> β, ἐπὶ τῆς ῥάχεως λαμπρὸν α, <ἐπὶ τῆς κοιλίας λαμπρὸν α>, ἐπὶ σκέλεσιν ὀπισθίοις β, ἐπ' ἄκρῳ τῷ ποδὶ β, ἐπὶ τῆς κέρκου γ· τοὺς πάντας κδ. Ἂρκτου μικρᾶς Αὕτη ἐστὶν ἡ μικρὰ καλουμένη· προσηγορεύθη δὲ ὑπὸ τῶν πλείστων Φοινίκη· ἐτιμήθη δὲ ὑπὸ τῆς Ἀρτέμιδος· γνοῦσα δὲ ὅτι ὁ Ζεὺς αὐτὴν ἔφθειρεν, ἠγρίωσεν αὐτήν· ὕστερον δὲ σεσωσμένῃ λέγεται δόξαν αὐτῇ περιθεῖναι ἀντιθεῖσαν ἕτερον εἴδωλον ἐν τοῖς ἄστροις, ὥστε δισσὰς ἔχειν τιμάς. Ἀγλαοσθένης δὲ ἐν τοῖς Ναξικοῖς φησι τροφὸν γενέσθαι τοῦ Διὸς Κυνόσουραν, εἶναι δὲ μίαν τῶν ᾿Ιδαίων νυμφῶν· ἀφ' ἧς ἐν μὲν τῇ πόλει τῇ καλουμένῃ ῾Ιστοῖς, τοὔνομα τοῦτο ἦν, ἣν οἱ περὶ Νικόστρατον ἔκτισαν, καὶ τὸν ἐν αὐτῇ [δὲ] λιμένα καὶ τὸν ἐπ' αὐτῷ τόπον Κυνόσουραν κληθῆναι. Ἂρατος δὲ αὐτὴν καλεῖ Ἑλίκην ἐκ Κρήτης οὖσαν· γενέσθαι δὲ Διὸς τροφὸν καὶ διὰ τοῦτο ἐν οὐρανοῖς τιμῆς ἀξιωθῆναι.
Ἒχει δὲ ἀστέρας ἐπὶ μὲν ἑκάστης γωνίας τοῦ πλινθίου λαμπρὸν α, ἐπὶ δὲ τῆς κέρκου λαμπροὺς γ, τοὺς πάντας ζ· ὑπὸ δὲ τὸν ἕτερον τῶν ἡγουμένων κατώτερός ἐστιν ἄλλος ἀστήρ, ὃς καλεῖται Πόλος, περὶ ὃν δοκεῖ ὅλος ὁ κόσμος στρέφεσθαι. Δράκοντος Οὗτός ἐστιν ὁ μέγας τε καὶ δι' ἀμφοτέρων τῶν Ἂρκτων κείμενος· λέγεται δὲ εἶναι ὁ τὰ χρύσεα μῆλα φυλάσσων, ὑπὸ δὲ ῾Ηρακλέους ἀναιρεθείς· ᾧ καὶ ἐν τοῖς ἄστροις τάξις ἐδόθη δι' Ἣραν, ἣ κατέστησεν αὐτὸν ἐπὶ τὰς Ἑσπερίδας φύλακα τῶν μήλων· Φερεκύδης γάρ φησιν, ὅτε ἐγαμεῖτο ἡ Ἣρα ὑπὸ Διός, φερόντων αὐτῇ τῶν Θεῶν δῶρα τὴν Γῆν ἐλθεῖν φέρουσαν τὰ χρύσεα μῆλα· ἰδοῦσαν δὲ τὴν Ἣραν θαυμάσαι καὶ εἰπεῖν καταφυτεῦσαι εἰς τὸν τῶν Θεῶν κῆπον, ὃς ἦν παρὰ τῷ Ἂτλαντι· ὑπὸ δὲ τῶν ἐκείνου παρθένων ἀεὶ ὑφαιρουμένων τῶν μήλων κατέστησε φύλακα τὸν ὄφιν ὑπερμεγέθη ὄντα· μέγιστον δὲ ἔχει σημεῖον· ἐπίκειται δὲ αὐτῷ Ἡρακλέους εἴδωλον, ὑπόμνημα τοῦ ἀγῶνος Διὸς θέντος ἐναργέστατον τῇ σχηματοποιίᾳ.
῎Εχει δὲ ἀστέρας ἐπὶ μὲν τῆς κεφαλῆς λαμπροὺς γ, ἐπὶ δὲ τοῦ σώματος ἕως τῆς κέρκου ιβ παραπλησίους ἀλλήλοις· [διεστὼς δὲ διὰ τῶν Ἂρκτων]. <τοὺς πάντας ιε>· Τοῦ ἐν γόνασιν Οὗτος, φασίν, Ἡρακλῆς ἐστιν ὁ ἐπὶ τοῦ Ὂφεως βεβηκὼς· ἐναργῶς δὲ ἕστηκε τό τε ῥόπαλον ἀνατετακὼς καὶ τὴν λεοντῆν περιειλημένος· λέγεται δέ, ὅτε ἐπὶ τὰ χρύσεα μῆλα ἐπορεύθη, τὸν ὄφιν τὸν τεταγμένον φύλακα ἀνελεῖν· ἦν δὲ ὑπὸ Ἣρας δι' αὐτὸ τοῦτο τεταγμένος ὅπως ἀνταγωνίσηται τῷ Ἡρακλεῖ· ὅθεν ἐπιτελεσθέντος τοῦ ἔργου μετὰ <μεγίστου> κινδύνου ἄξιον ὁ Ζεὺς κρίνας τὸν ἆθλον μνήμης ἐν τοῖς ἄστροις ἔθηκε τὸ εἴδωλον· ἔστι δὲ ὁ μὲν ὄφις μετέωρον ἔχων τὴν κεφαλήν, ὁ δ' ἐπιβεβηκὼς αὐτῷ καθεικὼς τὸ ἓν γόνυ, τῷ δ' ἑτέρῳ ποδὶ ἐπὶ τὴν κεφαλὴν ἐπιβαίνων, τὴν δὲ δεξιὰν χεῖρα ἐκτείνων, ἐν ᾗ τὸ ῥόπαλον, ὡς παίσων, τῇ δ' εὐωνύμῳ χειρὶ τὴν λεοντῆν περιβεβλημένος.
῎Εχει δ' ἀστέρας ἐπὶ τῆς κεφαλῆς λαμπρὸν α, ἐπὶ βραχίονος δεξιοῦ λαμπρὸν α, ἐφ' ἑκατέρων ὤμων λαμπρὸν α, <ἐπ' ἀριστεροῦ ἀγκῶνος α, ἐπ'> ἄκρας χειρὸς α, ἐφ' ἑκατέρας λαγόνος α, λαμπρότερον δὲ τὸν ἐπὶ τῆς ἀριστερᾶς, <ἐπὶ> δεξιοῦ μηροῦ β, ἐπὶ γόνατος καμπῆς α, ἐπὶ κνήμης β, ἐπὶ ποδὸς α, ὑπὲρ τὴν δεξιὰν χεῖρα α, ὃς καλεῖται Ῥόπαλον, ἐπὶ τῆς λεοντῆς δ· τοὺς πάντας ιθ. Tags:
|









