Κρόνος μοίρᾳ ὡροσκοπούση ποιεῖ μέλανας, δυσειδεῖς, αὐχμηρούς, σκυθρωπούς, σπανοπώγωνας, κοιλοφθάλμους, ὀχληρούς, γοργούς, μικροφυεῖς, ψεύστας, κακοτρόπους, κλέπτας, ῥέμβους, καταφρονητάς.
ὑποκριτάς, λαθροπινεῖς, εὐλαβὲς σχῆμα ἔχοντας ἢ καὶ μονάζοντας, ἐκκλησιαστικούς, ἐν ἅπασι στυγνούς.
Ῥητόριος ὁ Αἰγύπτιος
