| 07:26 | 12:39 | 17:52 |
| Ἀθῆναι | ||
Ὑποστηρίξετε τὸ μεταφραστικὸ μας ἔργο - Support our translation project
|
|
ΗΛΙΟΥ ΟΨΕΙΣ
ΣελήνηΤΡΙΓΩΝΟΝ Ὁ Ἥλιος τριγωνίζων Σελήνην, καλὸν τὸ σχῆμα, καὶ μάλιστα ὑπὸ Διός, Ἀφροδίτης ὁρώμενοι. ΤΕΤΡΑΓΩΝΟΝ Ὁ Ἥλιος Σελήνην τετραγωνίζων, ἀλλήλους ἐπιδεκατεύοντες, ἐπὶ μὲν κέντρων ἑστῶτες καὶ μαρτυρούμενοι ὑπὸ ἀγαθοποιῶν, ἐμπράκτους, ἐνδόξους ἐν συστάσεσι ποιοῦσιν, ὑπὸ δὲ κακοποιῶν ὁρώμενοι καὶ ζωῇ καὶ βίῳ λυπηροί. εἰ δὲ καί, τοῦ Ἡλίου καὶ τῆς Σελήνης ὄντων ἀμφοτέρων ἐπὶ τῶν κέντρων καὶ ὑπὸ Κρόνου καὶ Ἄρεως ὁρωμένων, ἡ Σελήνη τῷ Διὶ συνάπτει, λαμπροὶ μὲν ἔσονται, πλὴν βασκαινόμενοι ὑπὸ πολλῶν, ἀπόντος δὲ τοῦ Διὸς πλείστην καὶ μεγάλην κάκωσιν ἕξει τὸ τοιοῦτον διάθεμα. ΣΥΝΟΔΟΣ Ἥλιος καὶ Σελήνη ἀγαθοί· συστάσεις γὰρ μειζόνων καὶ δόξας περιποιοῦσι κτήσεις τε θεμελίων καὶ κτημάτων καὶ χρημάτων καὶ κόσμου καὶ πρὸς τὰς ἐπιβολὰς τῶν πραγμάτων εὐεπιτεύκτους καὶ ἐπωφελεῖς. ἐὰν δὲ <ἡ> ὑπόστασις μεγάλη εὑρεθῇ, γίνονται ἀρχικοὶ πόλεων, πραγμάτων προϊστάμενοι, ὄχλων προεστῶτες, εὐφαντασιώτατοι δωρηματικοὶ ἡγεμονικοὶ τυραννικοὶ ἀνυπότακτοι βασιλικὸν σχῆμα κεκτημένοι ἢ ἀπὸ μετρίας τύχης ἀναβιβαζόμενοι καὶ εὐδαίμονες γινόμενοι μακαρίζονται· πλὴν ἀνεπίμονον τὸ ἀγαθὸν τοῖς τοιούτοις ὑπάρχει διὰ τὸ τῆς Σελήνης μειωτικὸν σχῆμα. ΑΝΤΙΘΕΣΙΣ ἡ Σελήνη Ἥλιον διαμετροῦσα ὄλβου καὶ δόξης παραίτιος γίνεται.
Σεληνη
ἙρμῆςΤΡΙΓΩΝΟΝ - ΤΕΤΡΑΓΩΝΟΝ - ΣΥΝΟΔΟΣ ὁ Ἥλιος σὺν Ἑρμῇ ἐμπράκτους, εἴπερ ἐπὶ ἑῴας ἀνατολῆς ἢ ἑσπερίας ἀνατολῆς εἰσιν· πεπαιδευμένους γὰρ καὶ γραμματεῖς καὶ ἐκ φρονήσεως κτωμένους πλοῦτον καὶ πράξεων ἀρχὰς ἐμπιστευομένους ὥστε καὶ ἄλλοις κελεύειν.
Dorotheus Astrol., Fragmenta Graeca, Περὶ τῶν πρὸς ἀλλήλους σχηματισμῶν τῶν ἀστέρων ἐκ τῶν Ἀνουβίωνος, 356.18
Ἑρμῆς καὶ Ἥλιος πολυφίλους καὶ ὑποκριτικοὺς ποιοῦσι, ποικίλους δὲ καὶ ἐγκρατεῖς καὶ ἐν δημοσίοις τόποις τὰς ἀναστροφὰς ἔχοντας, καθαρίους περισσόφρονας κριτικούς, καλῶν ἐραστάς, πολυΐστορας, μύστας θείων, εὐεργετικοὺς φιλοσυνήθεις αὐτάρκεις θρασυδείλους, γενναίως τὰ καταπίπτοντα φέροντας, δυσεπιτεύκτους καὶ ἀνωμάλους περὶ τὸν βίον, ἐν ὑψοταπεινώμασι γινομένους, οὐκ ἀπόρους, ἀναβιβάζοντας δὲ κατὰ τὴν τῆς γενέσεως ὑπόστασιν.
Vettius Valens, Anthologiarum libri ix, κα' Περὶ συμπαρουσίας καὶ συγκράσεως, 40.11
ΑΝΤΙΘΕΣΙΣ -
* Ὁ Ἑρμῆς δὲν φαίνεται νὰ ἀπομακρύνεται ποτέ ἀπὸ τὸν Ἥλιον πέραν μῆκους ἑνός δωδεκατημορίου περίπου. Αὐτό σημαίνει ὅτι ἡ μόνη δυνατὴ ὄψις μεταξύ των εἶναι ἡ σύνοδος.
ἈφροδίτηΕΞΑΓΩΝΟΝ Ἀφροδίτη Ἡλίῳ ἑξάγωνος ἑῴα οὖσα ἐπαφρόδιτον καὶ ἐπίσημον τὸν πατέρα καὶ τὸν γεννώμενον σημαίνει· εἰ δὲ ἐπ' ἀγαθοῦ δαίμονος ἢ ἐπ' ἀγαθῆς τύχης τὸ σχῆμα γένηται, ὑπὸ γυναικὸς πορφύρας καὶ χρυσοφορίας καταξιωθήσεται. ΤΕΤΡΑΓΩΝΟΝ - ΣΥΝΟΔΟΣ 356.16 Ὁ Ἥλιος μετὰ Ἀφροδίτης ἐπὶ νυκτερινῆς γενέσεως ἑσπερίας ἀνατολικῆς οὔσης, ἐπὶ δὲ ἡμερινῆς ἑῴας ἀνατολικῆς, ἐνδόξους, πλουσίους, ἄλλοις κελεύοντας ποιοῦσιν. Ἀφροδίτη καὶ Ἥλιος σύμφωνοι καὶ ἐπίδοξοι καὶ ἀγαθῶν δοτῆρες, συστάσεις ἀρρενικῶν καὶ θηλυκῶν ἐπάγοντες δωρεάς τε καὶ καταγραφάς, καὶ περὶ τὰς ἐπιβολὰς εὐεπιτεύκτους· ἔσθ' ὅτε μὲν οὖν καὶ προστασίας ἀναλαμβάνοντας ὀχλικὰς ἢ πίστεις καὶ ἑτέρων τόπων προεστῶτας καὶ ὀψωνίων καταξιουμένους, εἰς δὲ τὸν περὶ γυναικὸς καὶ τέκνων τόπον οὐκ ἀλύπους, καὶ μάλιστα ἐὰν ὑπὸ δύσιν τύχῃ ὁ ἀστήρ. ΑΝΤΙΘΕΣΙΣ -
* Ἡ Ἀφροδίτη δὲν φαίνεται νὰ ἀπομακρύνεται ποτέ ἀπὸ τὸν Ἥλιον πέραν μῆκους δύο δωδεκατημορίων περίπου. Αὐτό σημαίνει ὅτι ἡ μόνη δυνατὴ ὄψις μεταξύ των εἶναι ἡ σύνοδος καὶ ἐνίοτε ἀδύναμον ἑξάγωνον.
ἌρηςΤΡΙΓΩΝΟΝ Ὁ Ἄρης Ἥλιον τριγωνίζων ἀρχικοὺς ποιεῖ, εἰ δὲ καὶ ἔστιν ἡ γένεσις ἡμερινὴ καὶ τὸν μὲν δεξιὸν τόπον ὁ Ἥλιος κατέχει, τὸν δὲ λαιὸν ὁ Ἄρης, ἔτι βέλτιον τὸ σχῆμα· ἡγεμόνες γὰρ οὗτοι καὶ δυνάσται γίνονται. Ἄρης Ἡλίῳ τρίγωνος ἐπὶ νυκτερινῆς γενέσεως μάλιστα ἐν θηλυκοῖς ζῳδίοις δεξιὸς ὢν μεγάλους ἐπιδόξους σημαίνει ζωῆς καὶ θανάτου κυριεύοντας, ἐάνπερ καὶ τὰ λοιπὰ σχήματα τῇ γενέσει ὁμογνωμονήσῃ· πρὸς ἐπὶ τούτοις δὲ καὶ Ζεὺς δεξιῷ τριγώνῳ μεγάλους δυνάστας, πόλεων προστάτας καὶ ὄχλων ἡγουμένους ἀποτελεῖ. ἐὰν δὲ θηλυκὴ ᾖ ἡ γένεσις καὶ Ἀφροδίτη συμπαρῇ, βασιλεύσει καὶ πολλῶν χωρῶν ἐπικρατήσει, γίνονται δὲ εὐεργετικαὶ ἀνυπότακτοι. εἰ δὲ καὶ ὁ μὲν ἰδιοτοπεῖ καὶ ὁ ἕτερος ἐν ἰδίῳ τριγώνῳ τύχῃ, καὶ θηλυκαῖς καὶ ἀρσενικαῖς γενέσεσιν οὐδὲν ἐναντία· γίνονται γὰρ βασιλεῖς βασιλέων, ἐάνπερ ὁ μὲν οἰκοδεσποτῇ ὁ δὲ συνοικοδεσποτῇ ἢ καὶ δεσπόζῃ τῆς γενέσεως τοῦ τε κλήρου τῆς τύχης ἢ τῆς ὥρας κυριεύσωσιν. εἰ δὲ ἐν ἀρρενικοῖς ζῳδίοις εἶεν, ἐλάττονα καὶ πολὺ χείρονα τὰ ἀποτελέσματα γενήσεται· ἑξάγωνοι δὲ ἀτονώτεροι πρὸς τὸ ἀγαθὸν καὶ πρὸς τὸ ἐναντίον. ΤΕΤΡΑΓΩΝΟΝ Ὁ Ἄρης Ἥλιον τετραγωνίζων, τοῦ Ἄρεως καθυπερτεροῦντος, πολύνοσοι, ἀπρόκοποι, εἰ δὲ καὶ προκόψουσιν ἀλλ' ἐναντιώσεσι πολλαῖς περιπεσοῦνται. τοῦ Ἡλίου μέντοι καθυπερτεροῦντος, τῷ τε παιδὶ καὶ τῷ πατρὶ χαλεπόν· σφάλλονται ἐν ταῖς πράξεσι καὶ τὰ κτήματα τούτων διασκεδάννυνται, φρενοβλαβεῖς τε ποιεῖ καὶ μαινομένους, ἔστιν ὅτε καὶ τυφλούς, χεῖρον δὲ ἐπὶ ἡμερινῆς γενέσεως. Ἄρης Ἡλίῳ τετράγωνος, κακὸν τῷ πατρὶ καὶ τῷ γεννηθέντι· σίνη γὰρ καὶ πάθη ἀποτελεῖ·... ἐὰν δὲ ἐπὶ τοῦ δεξιοῦ τετραγώνου, ὅ ἐστι δέκατον, ὁ Ἄρης ᾖ, χεῖρον γενήσεται· πρὸς γὰρ καὶ ταῖς διανοίαις ἐκστήσονται. ΣΥΝΟΔΟΣ Ὁ Ἄρης σὺν Ἡλίῳ κακοθάνατον τὸν πατέρα ἢ ταχυθάνατον. τὸ δὲ αὐτὸ ποιεῖ κἂν ἐπαναφέρηται τῷ Ἡλίῳ· τὰς γὰρ γενέσεις ὀχλικὰς ποιεῖ καὶ κρίσεις ἐπάγει καὶ ὀφθαλμοὺς ἀδικεῖ καὶ τὰ πατρικὰ φθείρει εἴτε ἀπὸ πυρὸς εἴτε ἀπὸ πολέμου, τινὰς δὲ καὶ μανίαις περιέβαλεν. ΑΝΤΙΘΕΣΙΣ Ὁ Ἄρης Ἥλιον διαμετρῶν ἐν ἡμερινῇ γενέσει βιαιοθανάτους ποιεῖ ἢ καὶ τὰς τοῦ πατρὸς ὄψεις σινοῖ, τῇ δὲ γενέσει κινδύνους ἀφ' ὕψους καὶ ἐναντιώσεις ποιεῖ πολλάς, ἐν δὲ νυκτερινῇ ἀδρανεῖς ποιεῖ καὶ τῷ βίῳ ἐκπτώτους. Ἄρης Ἡλίῳ... ἐὰν δὲ διάμετρος ἢ ἐν κεκακωμένοις ᾖ μοίραις, καὶ περὶ τὰ ἄρθρα τὰ σίνη ἀποτελεῖ. ΔίαςΤΡΙΓΩΝΟΝ ὁ Ζεὺς Ἥλιον τριγωνίζων πλουσίους, ἐνδόξους, ἀρχικοὺς ποιεῖ, καὶ τέκνων ἐστὶ δοτὴρ καὶ εὐγαμίας αἴτιος, καὶ βίον ἐπίσημον παρέχει. Ζεὺς Ἡλίῳ τρίγωνος μεγάλους καὶ ἐπιδόξους σημαίνει. εἰ δὲ ὡροσκοπεῖ ὁ Ἥλιος, καὶ τῷ πατρὶ καὶ τῇ γενέσει· εἰ δὲ ἐπίκεντρος ᾖ, τῷ πατρί· ἔνδοξον γὰρ σημαίνει, ἔλαττον δὲ παρὰ τὸ πρότερον· πρὸς δὲ τὴν γένεσιν οὐδὲν ἀξιόλογον, εἰ μὴ ἄλλη τις αἰτία διορθώσῃ· ΤΕΤΡΑΓΩΝΟΝ ὁ Ζεὺς Ἥλιον τετραγωνίζων καὶ τῷ πατρὶ καὶ τῷ τεχθέντι καλός· προκοπὰς γὰρ ἐπάγει καὶ ἐν μεγάλοις ἀνδράσι συστάσεις, καὶ ἄλλων ἡγεμονεύοντας ποιεῖ. τοῦ δὲ Ἡλίου τὸν Δία καθυπερτεροῦντος, λαμπρὸς μὲν ὁ πατήρ, τὰ δὲ ὑπάρχοντα τούτων μειοῦται ἐν περιστάσεσι κοιναῖς, πολλάκις δὲ καὶ ἐξ ἀναστάσεως ἐχθρῶν τοῦτο γίνεται. Ζεὺς Ἡλίῳ τετράγωνος ἐν ταῖς ἀδόξοις μοίραις ἢ ζῳδίοις ἀηδὴς καθέστηκε· καθαιρεῖται γὰρ τὸ ἀγαθὸν τοῦ ἀστέρος καὶ εἰς τὸ ἐναντίον ἐκπίπτει. ἐπὶ δὲ τῶν ἐνδόξων ζῳδίων ἢ μοιρῶν μάλιστα ἐπίκεντρος ἔνδοξος περικτητικός. ΣΥΝΟΔΟΣ ὁ Ζεὺς σὺν Ἡλίῳ ὕπαυγος μὲν ἐλαττοῖ τὰ ἀγαθά, ἀνατολικὸς δὲ εὐκτήμονας καὶ πολυβίους καὶ ὄνησιν καὶ εὐτυχίαν τῶν γονέων ἐκ τῶν παίδων [καὶ εὐτυχεῖς τοὺς γονεῖς] καὶ εὐτεκνίαν διδοῖ.
Dorotheus Astrol., Fragmenta Graeca, Περὶ τῶν πρὸς ἀλλήλους σχηματισμῶν τῶν ἀστέρων ἐκ τῶν Ἀνουβίωνος, 355.17
Ζεὺς καὶ Ἥλιος ὁμόσε ἰόντες λαμπροὺς ἐπιδόξους ἀποτελοῦσιν, ἀρχικοὺς ἡγεμονικοὺς τυραννικοὺς πρακτικοὺς ὑπὸ ὄχλων τιμωμένους καὶ εὐφημουμένους, εὐπόρους δὲ καὶ πλουσίους καὶ μετὰ πλείστης φαντασίας διεξάγοντας· πλὴν κατά τινας χρόνους ἐν ἀνωμαλίαις καὶ φθόνοις, καὶ μάλιστα, ἐὰν καὶ ὁ ἀστὴρ ὑπὸ δύσιν εὑρεθῇ, φαντασίαις μείζοσι περιτρέψας οἴησιν ἀληθείας ἀπεργάζεται.
Vettius Valens, Anthologiarum libri ix, κα' Περὶ συμπαρουσίας καὶ συγκράσεως, 38.23 ΑΝΤΙΘΕΣΙΣ Ζεὺς διάμετρος δὲ Ἡλίῳ τυχὼν ἀηδέστερος· οὐ μόνον γὰρ σβέννυται τὰ ὑπ' αὐτοῦ ἀγαθά, ἀλλ' ἐξ ὑπερεχόντων ὀργὰς καὶ ὄχλων ἐναντιώσεις ἕξουσιν. ΚρόνοςΤΡΙΓΩΝΟΝ ὁ Κρόνος Ἥλιον τριγωνίζων ἐπὶ ἡμερινῆς γενέσεως προκοπὰς ποιεῖ καὶ δόξας καὶ γνωστούς, ἐπισήμους ἄνδρας, οὐ τοὺς γεννηθέντας μόνους ἀλλὰ καὶ τοὺς πατέρας, διότι ὁ Ἥλιος καὶ ὁ Κρόνος τὸ πατρικὸν ἐπέχουσι πρόσωπον. ἐπὶ δὲ ἡμερινῆς εἰ ἐπὶ ἀρρενικοῖς εἶεν ζῳδίοις καὶ ἐν τῷ ὑπὲρ γῆν ἡμισφαιρίῳ, πολὺ κρεῖττον τὸ διάθεμα, ἐπὶ δὲ νυκτερινῆς γενέσεως τοὺς μὲν γεννηθέντας ἀφ' ἑαυτῶν πορίζοντας ποιεῖ, τὰ δὲ τῶν γονέων οὐ συντηροῦσιν. εἰ δὲ ὁ Κρόνος ἐκ τοῦ εὐωνύμου τρίγωνος Ἡλίῳ ὡροσκοποῦντι γίνεται, πολὺ μείζονα τὰ τῆς δόξης· πολυκτήμονες γὰρ καὶ πολυγέωργοι καὶ πλούσιοι γίνονται. ΤΕΤΡΑΓΩΝΟΝ ὁ Κρόνος Ἥλιον τετραγωνίζων, τοῦ Κρόνου καθυπερτεροῦντος, ἔκπτωσις ἔσται τοῖς πατράσιν ἢ σπασμός, πρὸ δὲ τῶν μητέρων οἱ πατέρες τελευτῶσιν, σφάλλονται δὲ καὶ οἱ παῖδες ἐν πολλαῖς περιπίπτοντες ταῖς βλάβαις καὶ σωματικαῖς ὀχλήσεσιν, τὸ δὲ πλεῖον ῥιγοπυρέτοις, εἰσὶ δὲ καὶ περὶ τὰς πράξεις ψυκτικοί. τοῦ δὲ Ἡλίου καθυπερτεροῦντος τὸν Κρόνον, σκορπίζονται τὰ πατρῷα, τοὺς δὲ ἐχθροὺς τοῖς οἰκείοις ποιεῖ καὶ τὰς πράξεις ἐλαττοῖ καὶ ἐπαλλήλοις νόσοις περικυλίει ἀσήμους τε τῷ βίῳ καὶ ἐν ταῖς οἰκείαις πόλεσιν ἀγνοουμένους. Κρόνος Ἡλίῳ τετράγωνος εὐώνυμος τὸν πατρικὸν βίον βλάπτει ἔτι ζῶντος τοῦ πατρός, μάλιστα ἐν θηλυκοῖς ζῳδίοις ἢ ἐναντίαις μοίραις. εἰ δὲ διάμετρος, πολὺ χείρων· σίνεσι καὶ πάθεσι περιβάλλει καὶ ὑπὸ οἰκείων καὶ παρασίτων προδοθήσεται. εἰ δὲ δεξιός, ἐλάττονα γίνεται· εἰ δὲ ἐν τῷ ὡροσκόπῳ ἢ τῷ μεσουρανήματι γένοιτο, τὰ ἐναντιώματα ἥττονα ἔσται. ΣΥΝΟΔΟΣ ὁ Κρόνος σὺν Ἡλίῳ τὸν μὲν πατέρα κακοθάνατον, τὰ δὲ πατρικὰ φθείρει, καὶ πλεῖον τὸ κακὸν ἐν νυκτερινῇ γενέσει εἴτε ἑῷος εἴτε ἑσπέριος· τότε γὰρ οὐ τῷ πατρὶ μόνῳ, ἀλλὰ καὶ τῇ γενέσει ἔσται τὰ δεινά, ἑτέρως δὲ καὶ τοῖς ἀδελφοῖς, καὶ μάλιστα τοῦ Ἡλίου πλειόνων μοιρῶν ὄντος· τότε γὰρ ἀναμφίβολος ἡ βιαιοθανασία τοῦ πατρός, καὶ αὐτοὺς δὲ τοὺς γεννηθέντας ἐκπτώτους καὶ ἐπινόσους καὶ ἐξ ὑγρῶν ὀχλουμένους καὶ τοὺς ὀφθαλμοὺς βλαπτομένους, ἐπὶ δὲ ταῖς γεωργίαις μόνον εὐτυχοῦσιν οἱ τοιοῦτοι· ἐν γὰρ τοῖς ἄλλοις πᾶσι δυστυχεῖς. εἰ δὲ ἐν οἴκῳ Ἡλίου ἢ Κρόνου εἰσίν, εὐγενὴς μὲν ὁ πατήρ, οὐ μὴν πλούσιος, οἱ δὲ παῖδες ἐχθροὶ τῶν πατέρων ἢ βλάπτουσιν αὐτούς. Κρόνος μὲν οὖν καὶ Ἥλιος ἀσύμφωνοι, μετὰ φθόνων τὰς κτήσεις καὶ τὰς φιλίας παρεχόμενοι καὶ ἀφαιρούμενοι· ὅθεν οἱ ὑπὸ τὴν τοιαύτην στάσιν γεννηθέντες ἔχθρας λαθραίας πρὸς μείζονα πρόσωπα καὶ ἀπειλὰς ὑπομένοντες καὶ ὑπό τινων ἐπιβουλεύονται καὶ ἐπιφθόνως μέχρι τέλους τὸν βίον διάξουσιν. ὑποκριτικῶς δὲ φερόμενοι τῶν πλείστων περιγίνονται, πλὴν οὐκ ἄποροι καθίστανται, ἐπιτάραχοι δὲ καὶ ἀνεξίκακοι, ἐγκρατεῖς περὶ τὰς τῶν αἰτίων ἐπιφοράς.
Vettius Valens, Anthologiarum libri ix, κα' Περὶ συμπαρουσίας καὶ συγκράσεως, 38.15 ΑΝΤΙΘΕΣΙΣ ὁ Κρόνος Ἥλιον διαμετρῶν, τοῦ Διὸς μὴ μαρτυροῦντος, καματηρὸς ἔσται ὁ πατὴρ καὶ φειδωλὸς καὶ σεσινωμένος, τά τε κτήματα καὶ τὰ πατρικὰ φθείρεται ὅσα τῷ παιδὶ καταλείπεται, ἀλλ' οὔτε εὐθάνατος ἔσται ὁ πατήρ, ὁ δὲ τεχθεὶς ἐν πολλοῖς ἔσται μόχθοις, καὶ μᾶλλον ὅταν ἐπὶ θηλυκῶν ζῳδίων τὸ σχῆμα γένηται. Πολλαπλοὶ σχηματισμοίΖεὺς Ἡλίῳ τρίγωνος μεγάλους καὶ ἐπιδόξους σημαίνει. εἰ δὲ ὡροσκοπεῖ ὁ Ἥλιος, καὶ τῷ πατρὶ καὶ τῇ γενέσει· εἰ δὲ ἐπίκεντρος ᾖ, τῷ πατρί· ἔνδοξον γὰρ σημαίνει, ἔλαττον δὲ παρὰ τὸ πρότερον· πρὸς δὲ τὴν γένεσιν οὐδὲν ἀξιόλογον, εἰ μὴ ἄλλη τις αἰτία διορθώσῃ· … ἐὰν δὲ ὁ τοῦ Ἄρεως συμπροσγένηται τῷ τοῦ Διός (τριγ. Ἡλίῳ), καὶ τυράννους δηλοῖ τὸ σχῆμα· μάλιστα τοῦ Ἡλίου ὡροσκοποῦντος πολλῶν χωρῶν καὶ στρατοπέδων ἐπικρατοῦσιν. ἐὰν δὲ ὁ τοῦ Κρόνου, μέγας μὲν ὁ πατὴρ καὶ ὅπλων καὶ στρατοπέδων ἄρχων, ἐάνπερ καὶ τὰ λοιπὰ συνεργῇ πρὸς τὸ μεγαλεῖον, οὐ μέντοι τύραννος οὐδὲ πολεμικὸς καὶ ἐπίφοβος. εἰ δὲ Ἄρης τὸν Ἥλιον διαμετρήσῃ τοῦ Διὸς καὶ τοῦ Κρόνου δεξιῶν τῷ Ἡλίῳ τριγώνων ὄντων, ὁ γεννώμενος ἐν [ταῖς] μεγαλειότησι καὶ δόξαις ὄχλων γενήσεται. εἰ δὲ ὁ τοῦ Κρόνου διαμετρήσῃ τὸν Ἥλιον καθὰ προείρηται, ὑπὸ ἰδίων καὶ φίλων ἐναντιωθήσεται, ἀλλὰ περικρατήσει καὶ ὑποτάξει. εἰ δὲ ὁ τοῦ Κρόνου καὶ ὁ τοῦ Ἄρεως τρίγωνοι γένωνται τῷ Ἡλίῳ τοῦ Διὸς διαμετροῦντος ἐν ἰδίαις μοίραις. ἢ ζῳδίοις, ἀρχοντικὸν καὶ εὐσχήμονα ποιεῖ. εἰ δὲ ἐπὶ ἑξαγώνου τύχῃ τὸ τοιοῦτον σχῆμα, ἐλάττονά ἐστιν.
la
Tags:
|



