| 07:26 | 12:39 | 17:52 |
| Ἀθῆναι | ||
Ὑποστηρίξετε τὸ μεταφραστικὸ μας ἔργο - Support our translation project
|
|
ΕΡΜΟΥ ΟΨΕΙΣ
ἭλιοςΤΡΙΓΩΝΟΝ - ΤΕΤΡΑΓΩΝΟΝ - ΣΥΝΟΔΟΣ ὁ Ἥλιος σὺν Ἑρμῇ ἐμπράκτους, εἴπερ ἐπὶ ἑῴας ἀνατολῆς ἢ ἑσπερίας ἀνατολῆς εἰσιν· πεπαιδευμένους γὰρ καὶ γραμματεῖς καὶ ἐκ φρονήσεως κτωμένους πλοῦτον καὶ πράξεων ἀρχὰς ἐμπιστευομένους ὥστε καὶ ἄλλοις κελεύειν.
Dorotheus Astrol., Fragmenta Graeca, Περὶ τῶν πρὸς ἀλλήλους σχηματισμῶν τῶν ἀστέρων ἐκ τῶν Ἀνουβίωνος, 356.18
Ἑρμῆς καὶ Ἥλιος πολυφίλους καὶ ὑποκριτικοὺς ποιοῦσι, ποικίλους δὲ καὶ ἐγκρατεῖς καὶ ἐν δημοσίοις τόποις τὰς ἀναστροφὰς ἔχοντας, καθαρίους περισσόφρονας κριτικούς, καλῶν ἐραστάς, πολυΐστορας, μύστας θείων, εὐεργετικοὺς φιλοσυνήθεις αὐτάρκεις θρασυδείλους, γενναίως τὰ καταπίπτοντα φέροντας, δυσεπιτεύκτους καὶ ἀνωμάλους περὶ τὸν βίον, ἐν ὑψοταπεινώμασι γινομένους, οὐκ ἀπόρους, ἀναβιβάζοντας δὲ κατὰ τὴν τῆς γενέσεως ὑπόστασιν.
Vettius Valens, Anthologiarum libri ix, κα' Περὶ συμπαρουσίας καὶ συγκράσεως, 40.11 ΑΝΤΙΘΕΣΙΣ
-
*Ὁ Ἑρμῆς δὲν φαίνεται νὰ ἀπομακρύνεται ποτέ ἀπὸ τὸν Ἥλιον πέραν μῆκους ἑνός δωδεκατημορίου περίπου. Αὐτό σημαίνει ὅτι ἡ μόνη δυνατὴ ὄψις μεταξύ των εἶναι ἡ σύνοδος.
ΣελήνηΤΡΙΓΩΝΟΝ Ὁ Ἑρμῆς Σελήνην τριγωνίζων δηλοῖ εὐμαθεῖς γενέσθαι καὶ συνετούς. Σελήνῃ Ἑρμῆς τρίγωνος ἐπὶ ἡμερινῆς γενέσεως ἑῴου ὄντος ἐπινοήμονας εὐπράκτους εὐφυεῖς κεκινημένους· εἰ δὲ ἐνδοξοτέρα εἴη ἡ γένεσις, γραμματεῖς βασιλέων ποιεῖ ἢ πόλεων ἢ χωρῶν ἄρχοντας, φιλολόγους ῥήτορας γεωμέτρας· ἐὰν δὲ ἑσπέριος ᾖ μάλιστα νυκτερινῆς οὔσης τῆς γενέσεως, πολυίστορας φιλοσόφους καʹ μυστηρίων μετέχοντας· εἰ δὲ εἴη ἡ γένεσις ὑψηλὴ ἐκ τῶν λοιπῶν ἀστέρων, εὐσχήμονας καὶ ὑπὸ ὄχλων τιμωμένους καὶ μείζοσι προσώποις καὶ βασιλεῦσι γινωσκομένους· ταῦτα ποιεῖ συνοικοδεσποτήσας ἀστέρι τῷ τὸ πράσσειν παρέχοντι καὶ συνεργὸς τυχὼν ταῦτα ἀποτελεῖ. ἀχρημάτιστος δὲ τυχὼν οὐδὲν ἰσχύσει τῶν ἰδίων ἀποτελεσμάτων ἐνεργῆσαι. καθόλου δὲ ἐπὶ πάσης γενέσεως γινώσκεται, ὅτι ὅσα ἐπὶ τῶν τριγώνων ἐνεργεῖ ἕκαστος τῶν ἀστέρων, τοσαῦτα καὶ συνόντες ἐν τῷ αὐτῷ ζῳδίῳ ἀποτελοῦσιν. ἑξάγωνος δὲ ὑπάρχων Ἑρμῆς Σελήνῃ ἀμαυρότερος καὶ ἀσθενέστερος καθέστηκε τῶν προειρημένων. ΤΕΤΡΑΓΩΝΟΝ ἡ Σελήνη Ἑρμῆν τετραγωνίζουσα, τῆς Σελήνης καθυπερτερούσης, κοῦφοι ἔσονται, ἄστατοι, εὐμετάβλητοι, ἄπιστοι, ὑπὸ μηδενὸς ἀκουόμενοι. τοῦ δὲ Ἑρμοῦ τὴν Σελήνην καθυπερτεροῦντος, συνετοὶ μὲν καὶ λόγιοι, πλὴν δι' ὄχλον καὶ πλῆθος λυποῦνται, εἰ δὲ ὁ Ἑρμῆς καθυπερτερῶν τὴν Σελήνην αὐτὸς ὑπὸ κακοποιῶν καθυπερτερεῖται, πλαστογράφοι ἔσονται, οἳ καὶ ληφθέντες ἐπί τισι γραπτοῖς ἐν φυλακαῖς εἴργνυνται καὶ δεσμοῖς. [Ἑρμῆς Σελήνῃ] εἰ δὲ τετράγωνος τύχῃ, δριμεῖς ἀγχίνους· τὸ δὲ δριμὺ αὐτῶν εἰς φαυλότητα περιίσταται· γίνονται γὰρ κακοήθεις διάβολοι, τὰς πράξεις ἀπὸ δόλων καὶ ἐπιθέσεων ἔχοντες καὶ οὐδὲν ὑγιὲς ἐνθυμούμενοι. ΣΥΝΟΔΟΣ Ὁ Ἑρμῆς σὺν Σελήνῃ εὐμαθεῖς ποιεῖ ἄγαν καὶ συνετούς, ψεύστας δὲ καὶ ἀστάτους, εἰ μὴ ἀγαθοποιοὶ μαρτυρήσωσιν, αἱ τούτων δὲ μητέρες συνεταὶ μέν, ἐπίψογοι δὲ ἀσήμοις ἀνδράσιν ἐπιμιγνύμεναι· κρεῖττον δὲ εἰ ἡ Σελήνη προάγοι τὸν Ἑρμῆν, ἧττον δὲ εἰ ἕπεται. Ἑρμῆς καὶ Σελήνη ἀγαθοὶ περὶ τὰς συστάσεις καὶ δόξας ἀρρενικῶν τε καὶ θηλυκῶν καὶ περὶ τὴν τοῦ λόγου καὶ παιδείας δύναμιν καὶ περὶ τὰς λοιπὰς ἐγχειρήσεις καὶ συναλλαγὰς κοινωνικοὺς καὶ μηχανικοὺς καὶ πολυπείρους καὶ περιέργους ἀποτελοῦσι καὶ ἀπὸ μειζόνων τελῶν προβιβαζομένους πολυκινήτους καὶ ἀνεπιμόνους ταῖς πράξεσιν ἢ ταῖς γνώμαις πρὸς τὸ μέλλον ** γενναίους πρὸς τὰ φαῦλα, ἀνωμάλους δὲ [καὶ] περὶ τὸν βίον. ΑΝΤΙΘΕΣΙΣ Ὁ Ἑρμῆς Σελήνην διαμετρῶν ἀπὸ πλήθους καὶ δήμου στάσεις ἐγείρει καὶ κραυγάς, καὶ ἐν λόγοις ἀθαρσεῖς ποιεῖ. [Ἑρμῆς Σελήνῃ] εἰ δὲ διάμετρος, πρὸς τοῖς εἰρημένοις (σ.σ. τοῦ τετραγώνου) ἐναντιόβουλοι, ἀχαριστούμενοι ἐν ταῖς πράξεσι· διόπερ βλάπτονται ἀπὸ τῶν συμβαινόντων αὐτοῖς. ἈφροδίτηΕΞΑΓΩΝΟΝ Ἑρμῆς ἑξάγωνος Ἀφροδίτῃ <ᾖ> ἢ σὺν αὐτῇ, τοὺς γεννωμένους ποιοῦσι συνετοὺς ἐπιχαρεῖς φιλομούσους φιλοπαίκτας σκώπτας, ἄλλοτε ποιητὰς μελογράφους φωνασκούς, ὑποκριτὰς μίμων κωμῳδίας, ἐνίοτε δὲ καὶ ἀθλητὰς ἢ ἱερονίκας· ἔτι δὲ πράξεων ποικίλων εἰσὶ περιποιητικοί. εἰ δὲ ἡ γένεσις θηλυκὴ ᾖ, μουσικοὶ γίνονται, πολύκοιτοι, τρόπον ἑταιρῶν διάγουσαι, φιλόλογοι φωνασκοί. ΤΕΤΡΑΓΩΝΟΝ Ὁ Ἑρμῆς Ἀφροδίτην τετραγωνίζων, ἀλλήλους καθυπερτεροῦντες, ἀστείας τέχνας παρέχουσιν ἢ ἐπεράστους ποιοῦσιν ἢ διδασκάλους ἐπιφανεῖς· αἱ μέντοι λαλιαὶ τούτων ἐπίψογοι, καὶ περὶ τὰ ἀφροδίσια οἱ τοιοῦτοι λάγνοι. ΣΥΝΟΔΟΣ Ἡ Ἀφροδίτη μετὰ Ἑρμοῦ ἐμπράκτους, πολυχαρεῖς, πολυγυναίους, πεπαιδευμένους, ποιητάς τε ἢ μελοποιούς, πρὸς μέντοι γυναῖκας πολυψόγους ἢ φιλόπαιδας καὶ φιλοπαρθένους. εἰ δὲ καὶ ἐπὶ τοῦ ὡροσκόπου τύχωσι, θείους ταῖς διανοίαις, εὐπροσκόπους, καὶ μᾶλλον εἰ ὁ Ζεὺς καὶ ἡ Σελήνη ἴδοι.
Dorotheus Astrol., Fragmenta Graeca, Περὶ τῶν πρὸς ἀλλήλους σχηματισμῶν τῶν ἀστέρων ἐκ τῶν Ἀνουβίωνος, 356.22 Ἀφροδίτη καὶ Ἑρμῆς σύμφωνοι· εὐομίλους γὰρ καὶ ἐπιχαρεῖς ποιοῦσι φιλοφίλους τε καὶ φιληδόνους καὶ περὶ παιδείαν καὶ σωφροσύνην τὸν νοῦν ἔχοντας καὶ τιμὰς καὶ δωρεὰς λαμβάνοντας· τοῖς δὲ ἐν μετρίᾳ τύχῃ καθεστηκόσι λήψεις καὶ ἀγορασμοὺς καὶ συναλλαγὰς ἀποτελοῦσι καὶ ἔπαισχρον βίον μερίζουσιν· εἰς δὲ τὸν περὶ γυναικὸς τόπον ἀστάτους καὶ ἀδιαφόρους καὶ εὐμετανοήτους περὶ τὰς συμβολάς. ΑΝΤΙΘΕΣΙΣ - ἌρηςΤΡΙΓΩΝΟΝ ὁ Ἄρης τριγωνίζων Ἑρμῆν ἐμπράκτους καὶ συνετοὺς εἴς τε λόγους καὶ ἔργα, ἐπιτευκτικούς τε καὶ ὀξεῖς, ἐκ ψήφων ἢ γραμμάτων τὸν βίον συλλέγοντας. Ἑρμῆς Ἄρεϊ τρίγωνος ἢ δεξιὸς ἑξάγωνος ποικίλων πράξεων δηλωτικός· ποτὲ μὲν γραμματεῖς ποτὲ δὲ ἔμποροι ἑρμηνεῖς γεωμέτραι νομικοὶ φιλόσοφοι, πάντες δὲ κακότροποι δριμεῖς συνετοὶ ψεῦσται· ποιεῖ δὲ καὶ ὁπλοδιδακτὰς ἢ καὶ ὁπλοπαίκτας. εἰ δὲ καὶ ὁ τοῦ Διὸς συσχηματισθῇ μάλιστα ἐν χρηματιστικοῖς τόποις, ποιεῖ στρατιωτικούς, πολλάκις δὲ ὀρνεοσκόπους, θύτας, προγινώσκοντας τὸ μέλλον, περισσότερον ἀνθρώπων νοοῦντας. ΤΕΤΡΑΓΩΝΟΝ ὁ Ἄρης Ἑρμῆν τετραγωνίζων, τοῦ Ἄρεως καθυπερτεροῦντος, πολλῶν δεινῶν αἴτιος, βλάβας ἐπάγων καὶ συνοχὰς καὶ τὰς πράξεις ἐμποδίζων ἢ διαβολὰς διὰ πράξεις ποιῶν, χεῖρον δὲ ἐπὶ ἡμερινῆς γενέσεως, εἰ μάλιστα ἢ ἀμφότεροί εἰσιν ὑπὲρ γῆν ἢ ὅμως ὁ Ἄρης, ἐπὶ δὲ νυκτερινῆς γενέσεως ἥττονα τὰ δεινά. εἰ δὲ τὸν Ἄρην ὁ Ἑρμῆς ἐπιδεκατεύει, δεινοὺς ἐξετέλεσεν, πανούργους, ἀλλοτρίων ἅρπαγας· οἱ τοιοῦτοι γὰρ ἀπὸ ἄλλου εἰς ἄλλον μετέρχονται ὅπως κακόν τι αὐτοῖς προστριψάμενοι προδώσουσιν αὐτοὺς καὶ τῶν χρημάτων γυμνώσουσιν. Ἑρμῆς Ἄρεϊ τετράγωνος δὲ ποικιλωτέρους τῶν προειρημένων (σ.σ. τοῦ τριγώνου) ποιήσει· ποιεῖ γὰρ μάγους πλάνους θύτας ἰατροὺς ἀστρολόγους ὀχλαγωγοὺς τραπεζίτας παραχαρακτὰς ὁμοιογράφους διά τε πανουργίας καὶ ἐπιθέσεως καὶ δόλου τὰς πράξεις διοικοῦντας· γίνονται δὲ καὶ κλῶπες καὶ ἐπίορκοι καὶ ἀσεβεῖς καὶ ἐπίβουλοι τῶν ὁμοίων, αἰσχροκερδεῖς ἀποστερηταὶ ἁπλῶς οὐδὲν ἔχοντες ἐλεύθερον, ὅθεν κακοῖς πλείστοις περικυλίονται καὶ ἐπαγωγῆς ἢ φυγαδείας ἢ συνοχῆς πεῖραν λαμβάνουσι. μάλιστα δὲ ἐν τοῖς ἀχρηματίστοις ζῳδίοις ἢ μοίραις τυχόντες χείρονα ἀποτελοῦσιν· ἐν δὲ τῷ ὑπὸ γῆν ἢ δύνοντι ἀμφότεροι ἢ ἐὰν ὃς μὲν δύνῃ, ὃς δὲ ὑπὸ γῆν τύχῃ, φόνους ἐπιτελοῦσιν ἢ συνίστορες ἔσονται ἀπὸ λῃστείας τὸν βίον διάγοντες· ἔνιοι δὲ καὶ ἀδελφοκτονοῦσι καὶ βιαία ἔσται ἡ ἐσχάτη αὐτῶν τελευτή, μάλιστα ἐὰν καὶ τὴν Σελήνην προσλάβωνται· βιαιοθάνατοι γὰρ καὶ ἄταφοι γίνονται. ἐὰν μὲν οὖν ἐν τετράποσι γένωνται, ἀπὸ θηρίων ἁλίσκονται, ἐν δὲ ἀνθρωποειδέσιν ὑπὸ λῃστῶν, ἐν δὲ τοῖς στερεοῖς ἀπὸ ὕψους ἢ συμπτώσεως, ἐν δὲ τοῖς διαπύροις ἀπὸ πυρός, ἐν δὲ τοῖς καθύγροις ναυαγίοις, ἐν δὲ τοῖς τροπικοῖς μονομαχοῦντες· ταῦτα δὲ καὶ ἐναλλάξαντες καὶ ὁμόσε τυχόντες ποιοῦσιν, ἐὰν δὲ ὃς μὲν οἰκοδεσποτῇ, ὃς δὲ δεσπόζῃ. ΣΥΝΟΔΟΣ ὁ Ἄρης σὺν Ἑρμῇ ψεύστας μέν, συνετοὺς δὲ καὶ πολυπείρους, ἀεὶ ἐν κρίσεσιν ὄντας, πανούργους, γυμναστικούς. Διὸς μὲν οὖν ὁρῶντος αὐτοὺς ἢ Ἀφροδίτης ἔνδοξοι γίνονται ἐπὶ τοῖς ἐπιτηδεύμασιν, τῶν δὲ κακοποιῶν πλαστογράφοι γίνονται, κλέπται, ἀπατεῶνες, πανοῦργοι, ἄδικοι καὶ ὅλως παράνομοι, παιδερασταὶ οἱ τοιοῦτοι καὶ πολύψογοι, καὶ μᾶλλον ὅταν ὁ Κρόνος μαρτυρῇ. ὕπαυγοι δὲ ὄντες καὶ ἐπίκεντροι καὶ τὴν Σελήνην ὁρῶντες κακοβούλους, ψεύστας, λῃστάς, πλαστογράφους. καὶ εἰ μὲν ὁ Κρόνος μαρτυρεῖ κατὰ τετράγωνον ἢ διάμετρον, ἐν δεσμωτηρίῳ θνῄσκουσι βιαίως, εἰ δὲ ὁ Ζεύς, εὐθανατοῦσιν. Ἑρμῆς καὶ Ἄρης οὐκ ἀγαθοί, ἔχθρας κρίσεις ἐναντιώματα κακοτροπίας προδοσίας ἀποτελοῦντες ἀπό τε κρειττόνων ἢ ὑποτακτικῶν ἀδικουμένους· τινὰς μὲν οὖν ἀθλητικοὺς στρατιωτικοὺς ἢ καθηγεμόνας εὐεργετικοὺς περιέργους ποικίλως τὸν βίον περιερχομένους· γίνονται δὲ ἐν πλαστογραφίαις νοσφισμῶν ἁρπαγῆς συλήσεως χάριν, ἐγγύαις τε καὶ δάνεσι περιπίπτοντες περιβοησίας ἢ κρυβὰς ἀναδέχονται. ἐὰν δέ πως τὸ σχῆμα κακωθῇ, ἐν αἰτίαις γενόμενοι ἢ συνοχαῖς τῶν κτηθέντων ἀποβολὰς ἢ ἀφαιρέσεις ὑπομένουσιν. ΑΝΤΙΘΕΣΙΣ ὁ Ἄρης Ἑρμῆν διαμετρῶν, γίνονται [γὰρ] πλαστογράφοι καὶ τῶν φαρμακείων συνίστορες, ἀεί τε δανείοις καὶ ἐγγύαις ὑποπίπτουσι καὶ πίστιν δικαίαν ἀποστέργουσιν, ὧν ἕνεκα καὶ παρ' ἡγεμόνων κρίνονται καὶ φόβους ὑφίστανται· ἄλλοι τῆς πατρίδος ἐξελαύνονται, καὶ μᾶλλον ἡνίκα ὁ Ἑρμῆς ἐστι ἐν ὁρίοις Κρόνου ἢ ζῳδίῳ ἢ ἐν ἰδίοις ὁρίοις ἢ ζῳδίῳ. ΔίαςΤΡΙΓΩΝΟΝ ὁ Ζεὺς Ἑρμῆν τριγωνίζων φρονίμους, ἐπινοητικούς, ἐμπράκτους, παρὰ πολλῶν εὐδοκιμοῦντας, τούτων δὲ ἡ πρᾶξις ἀπὸ γραμμάτων ἢ δημοσίων χρειῶν ἢ βασιλικῶν ὑπηρεσιῶν, τινὰς δὲ καὶ ἀστρονόμους ἐπισήμους σημαίνει. Ἑρμῆς Δία τριγωνίζων μεγάλων πράξεων δηλωτικός, μάλιστα ἀνατολικὸς ἑῷος· τῶν γὰρ βασιλέων ἢ πόλεων ἢ ὄχλων γραμματεῖς ἢ διοικηταὶ γίνονται. διόλου δὲ ἐὰν τύχῃ ἐν ταῖς πράξεσιν ὁ τοῦ Ἑρμοῦ καὶ παρέχῃ τὸ πράσσειν, δόξαν καὶ περίκτησιν βίου ποιήσονται, μάλιστα ἐν τοῖς χρηματίζουσι ζῳδίοις. εἰ δὲ ἑξάγωνοι, τὰ αὐτὰ μὲν ἀποτελοῦσιν, ἐλάττονα δέ. ΤΕΤΡΑΓΩΝΟΝ ὁ Ζεὺς Ἑρμῆν τετραγωνίζων, τοῦ Διὸς καθυπερτεροῦντος, γραμματικοὶ ἢ γεωμέτραι γίνονται, ἐνίοις δὲ ὁ βίος ἔσται ἀπὸ κοινῆς προστασίας καὶ αἱ πράξεις ἀστεῖαι. εἰ δὲ ὁ Ἑρμῆς τὸν Δία καθυπερτερεῖ, τῷ μὲν βίῳ οὐκ ἄποροι ἔσονται, πλὴν ἄκρατοι ἐν ταῖς πράξεσι καὶ ἐναντία ἑαυτοῖς ποιοῦντες, καὶ τὰ μὲν ἀγαθὰ ὡς κακὰ ἀποφεύγουσιν, τὰ δὲ κακὰ αἱροῦνται ὡς ἀγαθά, πολλάκις δὲ οἱ τοιοῦτοι καὶ αὐτόματόν τι ἀγαθὸν ἐπελθὸν ἀποφεύγουσιν, καὶ οὓς εὐεργετήσουσιν, ὑπὸ τῶν τοιούτων ἀχαριστοῦνται, καὶ ἀμοιβὰς οὐ λαμβάνουσιν, ἀφ' ἑαυτῶν δὲ πορίζονται τὰ καλά. [Ἑρμῆς Δίας] ἐὰν δὲ τετράγωνοι ὦσι καλῶς σχηματιζόμενοι, ὅσα μὲν εἰς περίκτησιν καὶ δόξαν ἀποτελοῦσι, μετὰ φθόνου δέ· κακῶς δὲ σχηματισθέντες σὺν τῷ φθόνῳ καὶ συντριβὰς καὶ ἐξ ὑπερεχόντων ἐναντιώσεις. ΣΥΝΟΔΟΣ ὁ Ζεὺς σὺν Ἑρμῇ δυνάστας, συνετούς, βεβαίους, ἐπὶ σοφίᾳ περιβοήτους, ἰατρούς, σοφιστάς, γραμματικοὺς ἢ γραμματεῖς βασιλέων.
Dorotheus Astrol., Fragmenta Graeca, Περὶ τῶν πρὸς ἀλλήλους σχηματισμῶν τῶν ἀστέρων ἐκ τῶν Ἀνουβίωνος, 355.26 Ζεὺς καὶ Ἑρμῆς ἀγαθοὶ σύμφωνοι διοικητικοί, πραγμάτων οἰκονόμους ἀποτελοῦντες ἔν τε πίστεσι καὶ χειρισμοῖς γινομένους, ἐπιτροπικούς, ἀπὸ λόγων ἢ ψήφων ἀναγομένους καὶ ἐν παιδείαις δοξαζομένους, πολυφίλους δὲ καὶ εὐσυστάτους, μισθῶν καὶ ὀψωνίων καταξιουμένους. ἐὰν δέ πως καὶ ἐν χρηματιστικοῖς ζῳδίοις εὑρεθῶσι, καὶ θησαυρῶν εὑρετὰς ποιοῦσιν ἢ ἐκ παραθηκῶν ὠφελουμένους δανειστικούς.
Vettius Valens, Anthologiarum libri ix, κα' Περὶ συμπαρουσίας καὶ συγκράσεως, 39.11 ΑΝΤΙΘΕΣΙΣ ὁ Ζεὺς Ἑρμῆν διαμετρῶν φαῦλος, καὶ μάλιστα τοῖς δικολόγοις καὶ ῥήτορσιν· ποιεῖ γὰρ καὶ ὄχλων ἐπαναστάσεις καὶ ὀργὰς καὶ διαβολὰς πρὸς μείζονας ἔκ τινων βασκάνων· ὄψονται καὶ ἀδελφῶν θανάτους καὶ δίκας ἕξουσι πρὸς τοὺς ἀδελφοὺς καὶ τοὺς κατὰ γένος προσήκοντας. [ἰστέον δὲ ὅτι οὐ μόνον κατὰ πῆξιν ταῦτα τὰ σχήματα ἀποτελεστικὰ γίνονται, ἀλλὰ καὶ κατὰ τὰς ἐπεμβάσεις, οἷον κατὰ πῆξιν ἦν Ἥλιος Σκορπίῳ, Ἄρης Παρθένῳ, κατὰ δὲ ἐπέμβασιν γενόμενος Ἄρης Ταύρῳ διέτεμε τὸν κατὰ πῆξιν Ἥλιον καὶ ἐδήλωσε κίνδυνον ἀφ' ὕψους ἢ πυρός.] [Ἑρμῆς Δίας] εἰ δὲ διάμετροι τύχωσι, μείζονας τὰς διαβολὰς ποιοῦσι καὶ ἀνώμαλοι καὶ ἐναντιόβουλοι γίνονται· εἰ δὲ ἐν τῷ κακοδαιμονήματι διάμετροι τύχωσιν, ὑπὸ μεγάλης κεφαλῆς καταδυναστευθήσονται καὶ ὄχλων ἐπαναστάσεις ἕξουσι, σπανάδελφοι δέ τι καὶ ἔχθρας πρὸς ἀδελφοὺς ἢ τέκνα ἢ συγγενεῖς ἰσχάνουσιν. ΚρόνοςΤΡΙΓΩΝΟΝ ὁ Κρόνος Ἑρμῆν τριγωνίζων συνετοὺς καὶ ἐμπείρους καὶ τὴν γνώμην βεβαίους, αἱ δὲ τούτων πράξεις ἀπὸ λόγων καὶ ψήφων ἢ ἐμπορίας ὅθεν αὐτοῖς ὁ βίος αὐτάρκης. Ἑρμῆς Κρόνῳ τρίγωνος, μάλιστα ἐὰν ἐν ἰδίοις τύχωσι τριγώνοις, ποιεῖ βασιλέων οἰκονόμους ἢ ἐπιτρόπους ἢ ἐπὶ ναυκληριῶν ἢ οἰκονομιῶν ἢ τῶν τούτοις παραπλησίων τεταγμένους· γίνονται δὲ ἀγχίνοι συνετοὶ μονογνώμονες. ΤΕΤΡΑΓΩΝΟΝ ὁ Κρόνος τετραγωνίζων Ἑρμῆν, τοῦ Κρόνου καθυπερτεροῦντος, ψύξεις περὶ τὰς πράξεις καὶ ἐναντιότητες πολλαὶ ἔσονται καὶ ἐναντιογνωμίαι, ἔσονται δὲ οἱ τοιοῦτοι ἐν τοῖς ἔργοις ὑπ' ἄλλων κυριευόμενοι, οἱ δὲ βάσκανοι γίνονται, ἄλλοι τραυλοὶ ἢ κωφοί. εἰ δὲ ὁ Ἑρμῆς καθυπερτερεῖ τὸν Κρόνον, ἥττονα τὰ προειρημένα ποιεῖ. [Ἑρμῆς καὶ Κρόνος] τετράγωνοι δὲ πρὸς ἀλλήλους ἀπαμβλύνουσι πάντα καὶ νωθροτέρους καὶ ἐριστικοὺς καὶ μονογνώμονας ποιοῦσι, βραδεῖς ταῖς πράξεσιν, ἐξ ὀνειδισμῶν καὶ ἐνέδρας καὶ δόλου καὶ ἐπιθέσεως ἀναγομένους· γίνονται δὲ καὶ μογιλάλοι ἢ καὶ ταῖς ἀκοαῖς παραποδιζόμενοι· ἐὰν δὲ ὁ τοῦ Ἄρεως μαρτυρήσῃ τῷ Κρόνῳ ἢ Ἑρμῇ, λύει τὸ προειρημένον ἐμπόδιον τῆς φωνῆς, εἴ γε μὴ τύχῃ εἶναι αὐτοὺς ἐν τοῖς αὐτῶν οἴκοις ἢ ὁρίοις ἢ ἐνηλλαχέναι καὶ τὴν συναφὴν αὐτῆς ἔχειν ἢ πάντως οἰκοδεσποτεῖν ἢ συνοικοδεσποτεῖν· οὕτω γὰρ ἰσχύουσι αἱ ὑποδιαστολαί. ΣΥΝΟΔΟΣ ὁ Κρόνος σὺν Ἑρμῇ κωφοὺς ἢ τραυλούς, ἀτυχοῦντας περὶ τὰς πράξεις ἢ ἀπιστουμένους ἐν οἷς λέγουσιν, ὑπομονητικοὺς δὲ καὶ αὐστηροὺς καὶ φρονίμους καὶ πολυειδήμονας Κρόνος μὲν οὖν καὶ Ἑρμῆς σύμφωνοι καὶ πρακτικοί· πλὴν διαβολὰς ἐπάγουσιν ἕνεκεν μυστικῶν, κρίσεις καὶ χρεωστίας, γραπτῶν τε καὶ ἀργυρικῶν χάριν ταραχάς, οὐκ ἀπόρους δὲ οὐδὲ ἀσυνέτους, πολυπείρους καὶ πολυΐστορας ἢ προγνωστικοὺς φιλομαθεῖς περιέργους, ἀποκρύφων μύστας, εὐσεβοῦντας εἰς τὸ θεῖον, δυσσυνειδήτους.
Vettius Valens, Anthologiarum libri ix, κα' Περὶ συμπαρουσίας καὶ συγκράσεως, 37.25 ΑΝΤΙΘΕΣΙΣ ὁ Κρόνος τὸν Ἑρμῆν διαμετρῶν δυσγλώττους ἢ τραυλοὺς σημαίνει, καὶ μάλιστα τοῦ Ἑρμοῦ ἐν ἀφώνῳ ζῳδίῳ ὄντος ἢ ὑπαύγου. εἰ δὲ σὺν τῷ Ἑρμῇ καὶ τὴν Σελήνην διαμετρεῖ ὁ Κρόνος, χεῖρον βλαβήσεται ἡ λαλιά, εἰ μὴ ὁ Ἄρης ἰδών ποθεν λύσει τὴν κάκωσιν· πλὴν τῆς μὲν ἀφωνίας ὁ Ἄρης ἀπαλλάττει, πολυμόχθους δὲ ποιεῖ, ὅμως συνετοὺς λίαν καὶ ἐμπείρους, ὄνησις δέ τις αὐτοῖς ἀπὸ τῆς συνέσεως καὶ ἐμπειρίας οὐκ ἔσται οὔτε κτῆσις οὔτ' ὠφέλεια, ἀεὶ δ' ἐμμέριμνοι καὶ κατάστυγνοι διάγουσιν, τύφου γέμοντες, καὶ τῶν προγενεστέρων ἀδελφῶν ὄψονται θανάτους ἢ προγενέστεροι τῶν ἄλλων ἔσονται· τούτων καὶ ὁ πατὴρ προτελευτᾷ τῆς τεκούσης. [Ἑρμῆς καὶ Κρόνος] εἰ δὲ διάμετροι γίνονται ἀλλήλοις, τὰς ἀδελφὰς χωρίζουσι θανάτῳ. ὡροσκοπῶν μέντοι ὁ Ἑρμῆς ἢ μεσουρανῶν τοὺς νεωτέρους πολυίστοράς τε καὶ συνετοὺς ποιεῖ καὶ πολυμαθεῖς· τοὺς δὲ ἐκ τῶν ἐπιτηδευμάτων καρποὺς οὐ λαμβάνουσι· τὰ γὰρ διαπραττόμενα δι' αὐτῶν καταψυγήσονται διὰ τὴν ἐναντίωσιν τοῦ ἀστέρος· ἐὰν δὲ κατ' ἰσόγραμμον στάσιν ἀλλήλους διαμετρῶσι, πολλῷ μᾶλλον ἐπιτείνει τὰ ἀποτελέσματα καὶ ταῖς ἀκοαῖς ἢ ταῖς λαλιαῖς παραποδίζει καὶ ἐν ἱεροῖς κάτοχοι γίνονται ἀποφθεγγόμενοι ἢ καὶ τῇ διανοίᾳ παραπίπτοντες.
Tags:
|



