|
Διονύσου, θυμίαμα στύρακα
Κικλήσκω Διόνυσον ἐρίβρομον, εὐαστῆρα,
πρωτόγονον, διφυῆ, τρίγονον, Βακχεῖον ἄνακτα,
ἄγριον, ἄρρητον, κρύφιον, δικέρωτα, δίμορφον,
κισσόβρυον, ταυρωπόν, Ἀρήιον, εὔιον, ἁγνόν,
ὠμάδιον, τριετῆ, βοτρυοτρόφον, ἐρνεσίπεπλον.
Εὐβουλεῦ, πολύβουλε, Διὸς καὶ Περσεφονείης
ἀρρήτοις λέκτροισι τεκνωθείς, ἄμβροτε δαῖμον·
κλῦθι, μάκαρ φωνῆς, ἡδὺς δ' ἐπίπνευσον ἐνηής,
εὐμενὲς ἦτορ ἔχων, σὺν ἐυζώνοισι τιθήναις.
|