|
Ἑστίας, θυμίαμα ἀρώματα
Ἑστία εὐδυνάτοιο Κρόνου θύγατερ βασίλεια,
ἣ μέσον οἶκον ἔχεις πυρὸς ἀενάοιο, μεγίστου,
τούσδε σὺ ἐν τελεταῖς ὁσίους μύστας ἀναδείξαις,
θεῖσ' αἰειθαλέας, πολυόλβους, εὔφρονας, ἁγνούς
οἶκε θεῶν μακάρων, θνητῶν στήριγμα κραταιόν,
ἀιδίη, πολύμορφε, ποθεινοτάτη, χλοόμορφε
μειδιόωσα, μάκαιρα, τάδ' ἱερὰ δέξο προθύμως,
ὄλβον ἐπιπνείουσα καὶ ἠπιόχειρον ὑγείαν.
|