|
Λικνίτου, θυμίαμα μάνναν
Λικνίτην Διόνυσον ἐπευχαῖς ταῖσδε κικλήσκω,
Νύσιον ἀμφιθαλῆ, πεποθημένον, εὔφρονα Βάκχον,
νυμφῶν ἔρνος ἐραστὸν ἐυστεφάνου τ' Ἀφροδίτης,
ὅς ποτ' ἀνὰ δρυμοὺς κεχορευμένα βήματα πάλλες
σὺν νύμφαις χαρίεσσιν ἐλαυνόμενος μανίηισι,
καὶ βουλαῖσι Διὸς πρὸς ἀγαυὴν Φερσεφόνειαν
ἀχθεὶς ἐξετράφης φίλος ἀθανάτοισι θεοῖσιν.
εὔφρων ἐλθέ, μάκαρ, κεχαρισμένα δ' ἱερὰ δέξαι.
|