|
Μίσης, θυμίαμα στύρακα
Θεσμοφόρον καλέω ναρθηκοφόρον Διόνυσον,
σπέρμα πολύμνηστον, πολυώνυμον Εὐβουλῆα,
ἁγνήν εὐίερόν τε Μίσην ἄρρητον ἄνασσαν,
ἄρσενα καὶ θῆλυν, διφυῆ, λύσειον Ἴακχον
εἴτ' ἐν Ἐλευσῖνος τέρπῃ νηῷ θυόεντι,
εἴτε καὶ ἐν Φρυγίῃ σὺν Μητέρι μυστιπολεύεις,
ἢ Κύπρῳ τέρπῳ σὺν ἐυστεφάνῳ Κυθερείῃ,
ἢ καὶ πυροφόροις πεδίοις ἐπαγάλλεαι ἁγνοῖς
σὺν σῇ μητρὶ θεᾶι μελανηφόρῳ Ἴσιδι σεμνῇ,
Αἰγύπτου παρὰ χεῦμα σὺν ἀμφιπόλοισι τιθήναις
εὐμενέουσ' ἔλθοις ἀγαθοὺς τελετῆς ἐπ' ἀέθλους.
|