|
Θέμιδος, θυμίαμα λίβανον
Οὐρανόπαιδ' ἁγνὴν καλέω Θέμιν εὐπατέρειαν,
Γαίης τὸ βλάστημα, νέην καλυκώπιδα κούρην,
ἣ πρώτη κατέδειξε βροτοῖς μαντήιον ἁγνὸν
Δελφικῶι ἐν κευθμῶνι θεμιστεύουσα θεοῖσι
Πυθίωι ἐν δαπέδωι, ὅθι Πύθων ἐμβασίλευεν
ἣ καὶ Φοῖβον ἄνακτα θεμιστοσύνας ἐδίδαξε
πάντιμ', ἀγλαόμορφε, σεβάσμιε, νυκτιπόλευτε
πρώτη γὰρ τελετὰς ἁγνάς θνητοῖς ἀνέφηνας,
βακχιακὰς ἀνὰ νύκτας ἐπευάζουσα ἄνακτα
ἐκ σέο γὰρ τιμαὶ μακάρων μυστήριά θ' ἁγνά.
ἀλλά, μάκαιρ', ἔλθοις κεχαρημένη εὔφρονι βουλῇ
εὐιέρους ἐπὶ μυστιπόλου τελετὰς σέο, κούρη.
|