05.12.08

Ἐπιλογαί

Ἡμερολόγιον

< ΔΕΚΕΜΒΡΙΟΣ 2008 >
Α Α Α Ε Ζ Α Κ
30 1 2 3 4 5 6
7 8 9 10 11 12 13
14 15 16 17 18 19 20
21 22 23 24 25 26 27
28 29 30 31 1 2 3

Ποῖος εἶναι Online

Σύνδεσις






Ξεχάσατε τὸν κωδικόν σας;
Δὲν ἔχετε λογαριασμό Ἐγγραφή

Δωρεά

Γίνετε ὑποστηρικταὶ, βοηθώντας τὴν ὁμάδα τοῦ Ἀστρολογικοῦ.

Πλούταρχος, Περὶ τοῦ ἐμφαινομένου προσώπου τῷ κύκλῳ τῆς Σελήνης - μέρος α΄ Ἐκτύπωσις Ἠλ. Ταχυδρομεῖον

Πλούταρχος

Plutarch.jpg

Περὶ Ἴσιδος καὶ Ὀσίριδος μέρος, Α' | Περὶ Ἴσιδος καὶ Ὀσίριδος, μέρος Β'

Περὶ τοῦ ἐμφαινομένου προσώπου τῷ κύκλῳ τῆς Σελήνης, μέρος Α΄ | μέρος Β΄

 


... † Ὁ Σύλλας "ταῦτ'" εἶπε· "τῷ γὰρ ἐμῷ μύθῳ προσήκει κἀκεῖθέν ἐστι· ἀλλ' εἰ δή τι πρὸς τὰς ἀνὰ χεῖρα ταύτας καὶ διὰ στόματος πᾶσι δόξας περὶ τοῦ προσώπου τῆς σελήνης προανεκρούσασθε, πρῶτον ἡδέως ἄν μοι δοκῶ πυθέσθαι". "τί δ' οὐκ ἐμέλλομεν", εἶπον, "ὑπὸ τῆς ἐν τούτοις ἀπορίας ἐπ' ἐκεῖνα ἀπωσθέντες; ὡς γὰρ οἱ ἐν νοσήμασι χρονίοις πρὸς τὰ κοινὰ βοηθήματα καὶ τὰς συνήθεις διαίτας ἀπειπόντες ἐπὶ καθαρμοὺς καὶ περίαπτα καὶ ὀνείρους τρέπονται, οὕτως ἀναγκαῖον ἐν δυσθεωρήτοις καὶ ἀπόροις σκέψεσιν, ὅταν οἱ κοινοὶ καὶ ἔνδοξοι καὶ συνήθεις λόγοι μὴ πείθωσι, πειρᾶσθαι τῶν ἀτοπωτέρων καὶ μὴ καταφρονεῖν ἀλλ' ἐπᾴδειν ἀτεχνῶς ἑαυτοῖς τὰ τῶν παλαιῶν καὶ διὰ πάντων τἀληθὲς ἐξελέγχειν.

Ὁρᾷς γὰρ εὐθὺς ὡς ἄτοπος ὁ λέγων τὸ φαινόμενον εἶδος ἐν τῇ σελήνῃ πάθος εἶναι τῆς ὄψεως ὑπεικούσης τῇ λαμπρότητι δι' ἀσθένειαν, ὃ <μαρμαρυγὴν> καλοῦμεν, οὐ συνορῶν ὅτι πρὸς τὸν ἥλιον ἔδει τοῦτο γίνεσθαι μᾶλλον ὀξὺν ἀπαντῶντα καὶ πλήκτην–ὥς που καὶ Ἐμπεδοκλῆς τὴν ἑκατέρων ἀποδίδωσιν οὐκ ἀηδῶς διαφοράν (B 40)

"Ἥλιος ὀξυβελὴς ἠδ' ἱλάειρα Σελήνη,"

τὸ ἐπαγωγὸν αὐτῆς καὶ ἱλαρὸν καὶ ἄλυπον οὕτως προσαγορεύσας–, ἔπειτα λόγον ἀποδιδούς, καθ' ὃν αἱ ἀμυδραὶ καὶ ἀσθενεῖς ὄψεις οὐδεμίαν διαφορὰν ἐν τῇ σελήνῃ μορφῆς ἐνορῶσιν, ἀλλὰ λεῖος αὐταῖς ἀντιλάμπει καὶ περίπλεως αὐτῆς ὁ κύκλος, οἱ δ' ὀξὺ καὶ σφοδρὸν ὁρῶντες ἐξακριβοῦσι μᾶλλον καὶ διαστέλλουσιν ἐκτυπούμενα τὰ εἴδη τοῦ προσώπου καὶ τῆς διαφορᾶς ἅπτονται σαφέστερον· ἔδει γὰρ οἶμαι τοὐναντίον, εἴπερ ἡττωμένου πά<θος> ὄμματος ἐποίει τὴν φαντασίαν, ὅπου τὸ πάσχον ἀσθενέστερον, <σαφέστερον> εἶναι τὸ φαινόμενον. ἡ δ' ἀνωμαλία καὶ παντάπασιν ἐλέγχει τὸν λόγον· οὐ γὰρ ἔστι συνεχοῦς σκιᾶς καὶ συγκεχυμένης ὄψις, ἀλλ' οὐ φαύλως ὑπογράφων ὁ Ἀγησιάναξ εἴρηκε

"πᾶσα μὲν ἥδε πέριξ πυρὶ λάμπεται, ἐν δ' ἄρα μέσσῃ
γλαυκότερον κυάνοιο φαείνεται ἠύτε κούρης
ὄμμα καὶ ὑγρὰ μέτωπα· τὰ δὲ ῥέθει ἄντα ἔοικεν·"

ὄντως γὰρ ὑποδύεται περιόντα τοῖς λαμπροῖς τὰ σκιερὰ καὶ πιέζει <πιεζόμενα> πάλιν ὑπ' αὐτῶν καὶ ἀποκοπτό-μενα, καὶ ὅλως πέπλεκται δι' ἀλλήλων, ... γραφικὴν τὴν δια<τύπωσιν> εἶναι τοῦ σχήματος.

<Ταὐτὸ δὲ> καὶ πρὸς Κλέαρχον, ὦ Ἀριστότελες, οὐκ ἀπιθάνως ἐδόκει λέγεσθαι τὸν ὑμέτερον· ὑμέτερος γὰρ ἁνήρ, Ἀριστοτέλους τοῦ παλαιοῦ γεγονὼς συνήθης, εἰ καὶ πολλὰ τοῦ Περιπάτου παρέτρεψεν."ὑπολαβόντος δὲ τοῦ Ἀπολλωνίδου τὸν λόγον καὶ τίς ἦν ἡ δόξα τοῦ Κλεάρχου διαπυθομένου "παντὶ μᾶλλον" ἔφην "ἀγνοεῖν ἢ σοὶ προσῆκόν ἐστι λόγον ὥσπερ ἀφ' ἑστίας τῆς γεωμετρίας ὁρμώμενον. λέγει γὰρ ἁνὴρ εἰκόνας ἐσοπτρικὰς εἶναι καὶ εἴδωλα τῆς μεγάλης θαλάσσης ἐμφαινόμενα τῇ σελήνῃ τὸ καλούμενον πρόσωπον. ἥ τε γὰρ ἀκτὶς ἀνακλωμένη πολλαχόθεν ἅπτεσθαι τῶν οὐ κατ' εὐθυωρίαν ὁρωμένων πέφυκεν, ἥ τε πανσέληνος αὐτὴ πάντων ἐσόπτρων ὁμαλότητι καὶ στιλπνότητι κάλλιστόν ἐστι καὶ καθαρώτατον. ὥσπερ οὖν τὴν ἶ<ριν> οἴεσθ' ὑμεῖς ἀνακλωμένης ἐπὶ τὸν ἥλιον τῆς ὄψεως ἐνορᾶσθαι τῷ νέφει λαβόντι νοτερὰν ἡσυχῇ λειότητα καὶ <πῆ>ξιν, οὕτως ἐκεῖνος ἐνορᾶσθαι τῇ σελήνῃ τὴν ἔξω θάλασσαν οὐκ ἐφ' ἧς ἐστι χώρας, ἀλλ' ὅθεν ἡ κλάσις ἐποίησε τῇ ὄψει τὴν ἐπαφὴν αὐτῆς καὶ τὴν ἀνταύγειαν· ὥς που πάλιν ὁ Ἀγησιάναξ εἴρηκεν

"ᾗ πόντου μέγα κῦμα καταντία κυμαίνοντος
δείκελον ἰνδάλλοιτο πυριφλεγέθοντος ἐσόπτρου."

ἡσθεὶς οὖν ὁ Ἀπολλωνίδης "ὡς ἴδιον" εἶπε "καὶ καινὸν ὅλως τὸ σκευώρημα τῆς δόξης, τόλμαν δέ τινα καὶ μοῦσαν ἔχοντος ἀνδρός· ἀλλὰ πῆ τὸν ἔλεγχον αὐτῷ προσῆγε"; "πρῶτον μέν" εἶπον, "ᾗ μία φύσις τῆς ἔξω θαλάσσης ἐστί, σύρρουν καὶ συνεχὲς <κύκλῳ> πέλαγος, ἡ δ' ἔμφασις οὐ μία τῶν ἐν τῇ σελήνῃ μελασμάτων, ἀλλ' οἷον ἰσθμοὺς ἔχουσα, τοῦ λαμπροῦ διαιροῦντος καὶ διορίζοντος τὸ σκιερόν· ὅθεν ἑκάστου τόπου χωρισθέντος καὶ πέρας ἴδιον ἔχοντος αἱ τῶν φωτεινῶν ἐπιβολαὶ τοῖς σκοτεινοῖς ὕψους εἰκόνα καὶ βάθους λαμβάνουσαι τὰς περὶ τὰ ὄμματα καὶ τὰ χείλη φαινομένας εἰκόνας ὁμοιότατα διετύπωσαν· ὥστ' ἢ πλείονας ἔξω θαλάσσας ὑποληπτέον ἰσθμοῖς τισι καὶ ἠπείροις ἀπολαμβανομένας, ὅπερ ἐστὶν ἄτοπον καὶ ψεῦδος, ἢ μιᾶς οὔσης οὐ πιθανὸν εἰκόνα διεσπασμένην οὕτως ἐμφαίνεσθαι.

ἐκεῖνο μὲν γὰρ ἐρωτῶν ἀσφαλέστερόν ἐστιν ἢ ἀποφαίνεσθαι σοῦ παρόντος, εἰ τῆς οἰκουμένης εὖρος τοσαύτης καὶ μῆκος ἐνδέχεται πᾶσιν ὡσαύτως ἀπὸ τῆς σελήνης ὄψιν ἀνακλωμένην ἐπιθιγγάνειν τῆς θαλάσσης, καὶ τοῖς ἐν αὐτῇ τῇ μεγάλῃ θαλάττῃ πλέουσι νὴ Δία καὶ οἰκοῦσιν, ὥσπερ Βρεττανοῖς, καὶ ταῦτα μηδὲ τῆς γῆς, ὥς φατε, πρὸς τὴν σφαῖραν τῆς σελήνης κέντρου λόγον ἐπεχούσης. τουτὶ μὲν οὖν" ἔφην "σὸν ἔργον ἐπισκοπεῖν, τὴν δὲ πρὸς τὴν σελήνην [ἢ] τῆς ὄψεως κλάσιν οὐκέτι σὸν οὐδ' Ἱππάρχου· καίτοι γε φιλοπράγμ<ων ἁνήρ>· ἀλλὰ πολλοῖς οὐκ ἀρέσκει φυσιολογῶν περὶ τῆς ὄψεως. <ὡς> αὐτὴν ὁμοπαθῆ κρᾶσιν ἴσχειν
καὶ σύμπηξιν εἰκός ἐστι μᾶλλον ἢ πληγάς τινας καὶ ἀποπηδήσεις, οἵας ἔπλαττε τῶν ἀτόμων Ἐπίκουρος.

οὐκ ἐθελήσει δ' οἶμαι τὴν σελήνην ἐμβριθὲς ὑποθέσθαι σῶμα καὶ στερεὸν ὑμῖν ὁ Κλέαρχος, ἀλλ' ἄστρον αἰθέριον καὶ φωσφόρον, ὥς φατε· τοιαύτῃ <δὲ> τὴν ὄψιν ἢ θραύειν προσήκει ἢ ἀποστρέφειν, ὥστ' οἴχεσθαι τὴν ἀνάκλασιν. εἰ δὲ προσαμυνεῖταί τις ἡμᾶς, ἐρησόμεθα πῶς μόνον πρόσωπόν ἐστιν ἐν τῇ σελήνῃ τὸ τῆς θαλάσσης ἔσοπτρον, ἄλλῳ δ' οὐδενὶ τῶν τοσούτων ἀστέρων ἐνορᾶται· καίτοι τό γ' εἰκὸς ἀπαιτεῖ πρὸς ἅπαντας ἢ πρὸς μηθένα τοῦτο πάσχειν τὴν ὄψιν. ἀλλ' ..."πρὸς τὸν Λεύκιον ἔφην ἀποβλέψας, "ὃ πρῶτον ἐλέχθη τῶν ἡμετέρων ὑπόμνησον."

Καὶ ὁ Λεύκιος "ἀλλὰ μὴ δόξωμεν" ἔφη "κομιδῇ προπηλακίζειν τὸν Φαρνάκην, οὕτω τὴν Στωικὴν δόξαν ἀπροσαύδητον ὑπερβαίνοντες, εἰπὲ δή τι πρὸς τὸν ἄνδρα, πα<γέ>ντος ἀέρος μῖγμα καὶ μαλακοῦ πυρὸς ὑποτιθέμενον τὴν σελήνην, εἶθ' οἷον ἐν γαλήνῃ φρίκης ὑποτρεχούσης φάσκοντα τοῦ ἀέρος διαμελαίνοντος ἔμφασιν γίνεσθαι μορφοειδῆ ... ." "χρηστῶς γ'" εἶπον "ὦ Λεύκιε, τὴν ἀτοπίαν εὐφήμοις περιαμπέχεις ὀνόμασιν· οὐχ οὕτω δ' ὁ ἑταῖρος ἡμῶν, ἀλλ', ὅπερ ἀληθὲς ἦν, ἔλεγεν ὑπωπιάζειν αὐτοὺς τὴν σελήνην, σπίλων καὶ μελασμῶν ἀναπιμπλάντας, ὁμοῦ μὲν Ἄρτεμιν καὶ Ἀθηνᾶν ἀνακαλοῦντας ὁμοῦ δὲ σύμμιγμα καὶ φύραμα ποιοῦντας ἀέρος ζοφεροῦ καὶ πυρὸς ἀνθρακώδους, οὐκ ἔχουσαν ἔξαψιν οὐδ' αὐγὴν οἰκείαν, ἀλλὰ δυσκρινές τι σῶμα τυφόμενον ἀεὶ καὶ πυρίκαυστον, ὥσπερ τῶν κεραυνῶν τοὺς ἀλαμπεῖς καὶ "ψολόεντας" ὑπὸ τῶν ποιητῶν προσαγορευομένους.

ὅτι μέντοι πῦρ ἀνθρακῶδες, οἷον οὗτοι τὸ τῆς σελήνης ποιοῦσιν, οὐκ ἔχει διαμονὴν οὐδὲ σύστασιν ὅλως, ἐὰν μὴ στερεᾶς ὕλης καὶ στεγούσης ἅμα καὶ τρεφούσης ἐπιλάβηται, βέλτιον οἶμαι συνορᾶν ἐνίων φιλοσόφων τοὺς ἐν παιδιᾷ λέγοντας τὸν Ἥφαιστον εἰρῆσθαι χωλόν, ὅτι τὸ πῦρ ξύλου χωρὶς ὥσπερ οἱ χωλοὶ βακτηρίας οὐ πρόεισιν. εἰ οὖν ἡ σελήνη πῦρ ἐστι, πόθεν αὐτῇ τοσοῦτος ἐγγέγονεν ἀήρ; ὁ γὰρ ἄνω καὶ κύκλῳ φερόμενος οὑτοσὶ τόπος οὐκ ἀέρος, ἀλλὰ κρείττονος οὐσίας καὶ πάντα λεπτύνειν καὶ συνεξάπτειν φύσιν ἐχούσης ἐστίν· εἰ δ' ἐγγέγονε, πῶς οὐκ οἴχεται μεταβάλλων εἰς ἕτερον εἶδος ὑπὸ τοῦ πυρὸς ἐξαιθερωθείς, ἀλλὰ σῴζεται καὶ συνοικεῖ πυρὶ τοσοῦτον χρόνον, ὥσπερ ἥλοις ἀραρὼς ἀεὶ τοῖς αὐτοῖς μέρεσι καὶ συγγεγομφωμένος;

ἀραιῷ μὲν γὰρ ὄντι καὶ συγκεχυμένῳ μὴ μένειν ἀλλὰ σφάλλεσθαι προσήκει, συμπεπηγέναι δ' οὐ δυνατὸν ἀναμεμιγμένον πυρὶ καὶ μήθ' ὑγροῦ μετέχοντα μήτε γῆς, οἷς μόνοις ἀὴρ συμπήγνυσθαι πέφυκεν. ἡ δὲ ῥύμη καὶ τὸν ἐν λίθοις ἀέρα καὶ τὸν ἐν ψυχρῷ μολίβδῳ συνεκκάει, μήτι γε δὴ τὸν ἐν πυρὶ δινούμενον μετὰ τάχους τοσούτου. καὶ γὰρ Ἐμπεδοκλεῖ δυσκολαίνουσι πάγον ἀέρος χαλαζώδη ποιοῦντι τὴν σελήνην ὑπὸ τῆς τοῦ πυρὸς σφαίρας περιεχόμενον, αὐτοὶ δὲ τὴν σελήνην σφαῖραν οὖσαν πυρὸς ἀέρα φασὶν ἄλλον ἄλλῃ διεσπασμένον περιέχειν, καὶ ταῦτα μήτε ῥήξεις ἔχουσαν ἐν ἑαυτῇ μήτε βάθη καὶ κοιλότητας,
ἅπερ οἱ γεώδη ποιοῦντες ἀπολείπουσιν, ἀλλ' ἐπιπολῆς δηλονότι τῇ κυρτότητι ἐπικείμενον.

τοῦτο δ' ἐστὶ καὶ πρὸς διαμονὴν ἄλογον καὶ πρὸς θέαν ἀδύνατον ἐν ταῖς πανσελήνοις· διορίσασθαι γὰρ οὐκ ἔδει μέλανα <μένοντα> καὶ σκιερόν, ἀλλ' ἀμαυροῦσθαι κρυπτόμενον ἢ συνεκλάμπειν ὑπὸ τοῦ ἡλίου καταλαμβανομένης τῆς σελήνης. καὶ γὰρ παρ' ἡμῖν ὁ μὲν ἐν βάθεσι καὶ κοιλώμασι τῆς γῆς, οὗ μὴ δίεισιν αὐγή, διαμένει σκιώδης καὶ ἀφώτιστος, ὁ δ' ἔξωθεν τῇ γῇ περικεχυμένος φέγγος ἴσχει καὶ χρόαν αὐγοειδῆ. πρὸς πᾶσαν μὲν γάρ ἐστι ποιότητα καὶ δύναμιν εὐκέραστος ὑπὸ μανότητος, μάλιστα δὲ φωτὸς ἂν ἐπιψαύσῃ μόνον, ὥς φατε, καὶ θίγῃ, δι' ὅλου τρεπόμενος ἐκφωτίζεται. ταὐτὸν οὖν τοῦτο καὶ τοῖς εἰς βάθη τινὰ
καὶ φάραγγας συνωθοῦσιν ἐν τῇ σελήνῃ τὸν ἀέρα κἂν καλῶς ἔοικε βοηθεῖν, ὑμᾶς τε διεξελέγχει τοὺς ἐξ ἀέρος καὶ πυρὸς οὐκ οἶδ' ὅπως μιγνύντας αὐτῆς καὶ συναρμόζοντας τὴν σφαῖραν. οὐ γὰρ οἷόν τε λείπεσθαι σκιὰν ἐπὶ τῆς ἐπιφανείας, ὅταν ὁ ἥλιος ἐπιλάμπῃ τῷ φωτὶ πᾶν ὁπόσον καὶ ἡμεῖς ἀποτεμνόμεθα τῇ ὄψει τῆς σελήνης."

Καὶ ὁ Φαρνάκης ἔτι μου λέγοντος "τοῦτ' ἐκεῖνο πάλιν" εἶπεν "ἐφ' ἡμᾶς ἀφῖκται τὸ περίακτον ἐκ τῆς Ἀκαδημείας, ἐν τῷ πρὸς ἑτέρους λέγειν διατρίβοντας ἑκάστοτε μὴ παρέχειν ἔλεγχον ὧν αὐτοὶ λέγουσιν, ἀλλ' ἀπολογουμένοις ἀεὶ χρῆσθαι, μὴ κατηγοροῦσιν, ἂν ἐντυγχάνωσιν. ἐμὲ δ' οὖν οὐκ ἐξάξεσθε τήμερον εἰς τὸ διδόναι λόγον ὧν ἐπικαλεῖτε τοῖς Στωικοῖς, πρὶν εὐθύνας λαβεῖν παρ' ὑμῶν ἄνω τὰ κάτω τοῦ κόσμου ποιούντων." καὶ ὁ Λεύκιος γελάσας "μόνον" εἶπεν "ὦ τάν, μὴ κρίσιν ἡμῖν ἀσεβείας ἐπαγγείλῃς, ὥσπερ Ἀρίσταρχον ᾤετο δεῖν Κλεάνθης τὸν Σάμιον ἀσεβείας προσκαλεῖσθαι τοὺς Ἕλληνας ὡς κινοῦντα τοῦ κόσμου τὴν ἑστίαν, ὅτι <τὰ> φαινόμενα σῴζειν ἁνὴρ ἐπειρᾶτο μένειν τὸν οὐρανὸν ὑποτιθέμενος, ἐξελίττεσθαι δὲ κατὰ λοξοῦ κύκλου τὴν γῆν, ἅμα καὶ περὶ τὸν αὑτῆς ἄξονα δινουμένην.

ἡμεῖς μὲν οὖν οὐδὲν αὐτοὶ παρ' αὑτῶν λέγομεν· οἱ δὲ γῆν ὑποτιθέμενοι τὴν σελήνην, ὦ βέλτιστε, τί μᾶλλον ὑμῶν ἄνω τὰ κάτω ποιοῦσι τὴν γῆν ἱδρυόντων ἐνταῦθα μετέωρον ἐν τῷ
ἀέρι, πολλῷ τινι μείζονα τῆς σελήνης οὖσαν, ὡς ἐν τοῖς ἐκλειπτικοῖς πάθεσιν οἱ μαθηματικοὶ [καὶ] ταῖς διὰ τοῦ σκιάσματος παρόδοις τῆς ἐποχῆς τὸ μέγεθος ἀναμετροῦσιν; ἥ τε γὰρ σκιὰ τῆς γῆς ἐλάττων ὑπὸ μείζονος τοῦ φωτίζοντος ἀνατείνει καὶ τῆς σκιᾶς αὐτῆς λεπτὸν ὂν τὸ ἄνω καὶ στενὸν οὐδ' Ὅμηρον, ὥς φασιν, ἔλαθεν, ἀλλὰ τὴν νύκτα "θοήν" ὀξύτητι τῆς σκιᾶς προσηγόρευσεν· ὑπὸ τούτου δ' ὅμως ἁλισκομένη ταῖς ἐκλείψεσιν ἡ σελήνη τρισὶ μόλις τοῖς αὑτῆς μεγέθεσιν ἀπαλλάττεται. σκόπει δὴ πόσων ἡ γῆ σεληνῶν ἐστιν, εἰ σκιὰν ἀφίησιν, ᾗ βραχυτάτη, πλάτος τρισέληνον. ἀλλ' ὅμως ὑπὲρ τῆς σελήνης μὴ πέσῃ δεδοίκατε, περὶ δὲ τῆς γῆς ἴσως Αἰσχύλος ὑμᾶς πέπεικεν ὡς ὁ Ἄτλας

"ἕστηκε κίον' οὐρανοῦ τε καὶ χθονὸς
ὤμοις ἐρείδων, ἄχθος οὐκ εὐάγκαλον."

ἢ τῇ μὲν σελήνῃ κοῦφος ἀὴρ ὑποτρέχει καὶ στερεὸν ὄγκον οὐκ ἐχέγγυος ἐνεγκεῖν, τὴν δὲ γῆν κατὰ Πίνδαρον "ἀδαμαντοπέδιλοι κίονες" περιέχουσι, καὶ διὰ τοῦτο Φαρνάκης αὐτὸς μὲν ἐν ἀδείᾳ τοῦ πεσεῖν τὴν γῆν ἐστιν, οἰκτίρει δὲ τοὺς ὑποκειμένους τῇ μεταφορᾷ τῆς σελήνης Αἰθίοπας ἢ Ταπροβηνούς, μὴ βάρος αὐτοῖς ἐμπέσῃ τοσοῦτον; καίτοι τῇ μὲν σελήνῃ βοήθεια πρὸς τὸ μὴ πεσεῖν ἡ κίνησις αὐτὴ καὶ τὸ ῥοιζῶδες τῆς περιαγωγῆς, ὥσπερ ὅσα ταῖς σφενδόναις ἐντεθέντα τῆς καταφορᾶς κώλυσιν ἴσχει τὴν κύκλῳ περιδίνησιν· ἄγει γὰρ ἕκαστον ἡ κατὰ φύσιν κίνησις, ἂν ὑπ' ἄλλου μηδενὸς ἀποστρέφηται. διὸ τὴν σελήνην οὐκ ἄγει τὸ βάρος, ὑπὸ τῆς περιφορᾶς τὴν ῥοπὴν ἐκκρουόμενον· ἀλλὰ μᾶλλον ἴσως λόγον εἶχε θαυμάζειν μένουσαν αὐτὴν παντάπασιν ὥσπερ ἡ γῆ καὶ ἀτρεμοῦσαν.

νῦν δὲ σελήνη μὲν ἔχει μεγάλην αἰτίαν τοῦ δεῦρο μὴ φέρεσθαι, τὴν δὲ γῆν ἑτέρας κινήσεως ἄμοιρον οὖσαν εἰκὸς ἦν μόνῳ τῷ βαρύνοντι κινεῖν. βαρυτέρα δ' ἐστὶ τῆς σελήνης οὐχ ὅσῳ μείζων, ἀλλ' ἔτι μᾶλλον, ἅτε δὴ διὰ θερμότητα καὶ πύρωσιν ἐλαφρᾶς γεγενημένης. ὅλως δ' ἔοικεν ἐξ ὧν λέγεις ἡ σελήνη μᾶλλον, εἰ πῦρ ἐστι, γῆς δεῖσθαι καὶ ὕλης, ἐν ᾗ βέβηκε καὶ προσπέφυκε καὶ συνέχει καὶ ζωπυρεῖ τὴν δύναμιν ῾οὐ γὰρ ἔστι πῦρ χωρὶς ὕλης διανοηθῆναι σῳζόμενον᾿· γῆν δέ φατε ὑμεῖς ἄνευ βάσεως καὶ ῥίζης διαμένειν."

"Πάνυ μὲν οὖν" εἶπεν ὁ Φαρνάκης, "τὸν οἰκεῖον καὶ κατὰ φύσιν τόπον ἔχουσαν, ὥσπερ αὕτη, τὸν μέσον. οὗτος γάρ ἐστι, περὶ ὃν ἀντερείδει πάντα τὰ βάρη ῥέποντα καὶ φέρεται καὶ συννεύει πανταχόθεν· ἡ δ' ἄνω χώρα πᾶσα, κἄν τι δέξηται γεῶδες ὑπὸ βίας ἀναρριφέν, εὐθὺς
ἐκθλίβει δεῦρο, μᾶλλον δ' ἀφίησιν, ᾗ πέφυκεν οἰκείᾳ ῥοπῇ καταφερόμενον." πρὸς τοῦτ' ἐγὼ τῷ Λευκίῳ χρόνον ἐγγενέσθαι βουλόμενος ἀναμιμνησκομένῳ, τὸν Θέωνα καλέσας "τίς" ἔφην "ὦ Θέων, εἴρηκε τῶν τραγικῶν ὡς ἰατροί

"πικρὰν πικροῖς κλύζουσι φαρμάκοις χολήν;" "

ἀποκριναμένου δὲ τοῦ Θέωνος ὅτι Σοφοκλῆς, "καὶ δοτέον" εἶπον "ὑπ' ἀνάγκης ἐκείνοις· φιλοσόφων δ' οὐκ ἀκουστέον, ἂν τὰ παράδοξα παραδόξοις ἀμύνεσθαι βούλωνται καὶ μαχόμενοι πρὸς τὰ θαυμάσια τῶν δογμάτων ἀτοπώτερα καὶ θαυμασιώτερα πλάττωσιν, ὥσπερ
οὗτοι τὴν ἐπὶ τὸ μέσον φορὰν εἰσάγουσιν. ᾗ τί παράδοξον οὐκ ἔνεστιν; οὐχὶ τὴν γῆν σφαῖραν εἶναι, τηλικαῦτα βάθη καὶ ὕψη καὶ ἀνωμαλίας ἔχουσαν; οὐκ ἀντίποδας οἰκεῖν ὥσπερ θρῖπας ἢ γαλεώτας τραπέντα ἄνω τὰ κάτω τῇ γῇ προσισχομένους; ἡμᾶς δ' αὐτοὺς μὴ πρὸς ὀρθὰς βεβηκότας ἀλλὰ πλαγίους ἐπιμένειν ἀπονεύοντας, ὥσπερ οἱ μεθύοντες; οὐ μύδρους χιλιοταλάντους διὰ βάθους τῆς γῆς φερομένους, ὅταν ἐξίκωνται πρὸς τὸ μέσον, ἵστασθαι μηδενὸς ἀπαντῶντος μηδ' ὑπερείδοντος, εἰ δὲ ῥύμῃ κάτω φερόμενοι τὸ μέσον ὑπερβάλλοιεν, αὖθις ὀπίσω στρέφεσθαι καὶ ἀνακάμπτειν ἀπ' αὐτῶν; οὐ τμήματα δοκῶν ἀποπρισθέντα τῆς γῆς ἑκατέρωθεν μὴ φέρεσθαι κάτω διὰ παντός, ἀλλὰ προσπίπτοντα πρὸς τὴν γῆν ἔξωθεν
εἴσω διωθεῖσθαι καὶ ἀποκρύπτεσθαι περὶ τὸ μέσον;

οὐ ῥεῦμα λάβρον ὕδατος κάτω φερόμενον εἰ πρὸς τὸ μέσον ἔλθοι σημεῖον, ὅπερ αὐτοὶ λέγουσιν ἀσώματον, ἵστασθαι περικορυσσόμενον <ἢ> κύκλῳ περιπολεῖν, ἄπαυστον αἰώραν καὶ ἀκατάπαυστον αἰωρούμενον; οὐδὲ γὰρ ψευδῶς ἔνια τούτων βιάσαιτο ἄν τις αὑτὸν εἰς τὸ δυνατὸν τῇ ἐπινοίᾳ καταστῆσαι. τοῦτο γάρ ἐστι τὰ ἄνω κάτω κἂν πάντα τραπέμπαλιν εἶναι, τῶν ἄχρι τοῦ μέσου κάτω τῶν δ' ὑπὸ τὸ μέσον αὖ πάλιν ἄνω γινομένων· ὥστ', εἴ τις συμπαθείᾳ τῆς γῆς τὸ μέσον αὐτῆς ἔχων σταίη περὶ τὸν ὀμφαλόν, ἅμα καὶ τὴν κεφαλὴν ἄνω καὶ τοὺς πόδας ἄνω ἔχειν τὸν αὐτόν· κἂν μὲν διασκάπτῃ τις τὸν ἐπέκεινα τόπον, ἀνακύπτον αὐτοῦ τὸ ... εἶναι καὶ κάτω ἄνωθεν ἕλκεσθαι τὸν ἀνασκαπτόμενον, εἰ δὲ δὴ τούτῳ τις ἀντιβεβηκὼς νοοῖτο, τοὺς ἀμφοτέρων ἅμα πόδας ἄνω γίνεσθαι καὶ λέγεσθαι.

Τοιούτων μέντοι καὶ τοσούτων παραδοξολογιῶν οὐ μὰ Δία πήραν, ἀλλὰ θαυματοποιοῦ τινος ἀποσκευὴν καὶ πυλαίαν κατανωτισάμενοι καὶ παρέλκοντες ἑτέρους φασὶ γελοιάζειν, ἄνω τὴν σελήνην γῆν οὖσαν ἐνιδρύοντας, οὐχ ὅπου τὸ μέσον ἐστί. καίτοι γ' εἰ πᾶν σῶμα ἐμβριθὲς εἰς τὸ αὐτὸ συννεύει καὶ πρὸς τὸ αὑτοῦ μέσον ἀντερείδει πᾶσι τοῖς μορίοις, οὐχ ὡς μέσον οὖσα τοῦ παντὸς ἡ γῆ μᾶλλον ἢ ὡς ὅλον οἰκειώσεται μέρη αὐτῆς ὄντα τὰ βάρη· καὶ τεκμήριον ... ἔσται τῶν ῥεπόντων οὐ τῇ <γῇ> τῆς μεσότητος πρὸς τὸν κόσμον, ἀλλὰ πρὸς τὴν γῆν κοινωνίας τινὸς καὶ συμφυΐας τοῖς ἀπωσμένοις αὐτῆς εἶτα πάλιν καταφερομένοις. ὡς γὰρ ὁ ἥλιος εἰς ἑαυτὸν ἐπιστρέφει τὰ μέρη ἐξ ὧν συνέστηκε, καὶ ἡ γῆ τὸν λίθον ὥσπερ ... προσήκοντα δέχεται καὶ φέρει προσκείμενον· ὅθεν ἑνοῦται τῷ χρόνῳ καὶ συμφύεται πρὸς αὐτὴν τῶν τοιούτων ἕκαστον.

εἰ δέ τι τυγχάνει σῶμα τῇ γῇ μὴ προσνενεμημένον ἀπ' ἀρχῆς μηδ' ἀπεσπασμένον, ἀλλά που καθ' αὑτὸ σύστασιν ἔσχεν ἰδίαν καὶ φύσιν, ὡς φαῖεν ἂν ἐκεῖνοι τὴν σελήνην, τί κωλύει χωρὶς εἶναι καὶ μένειν περὶ αὑτό, τοῖς αὑτοῦ πεπιεσμένον μέρεσι καὶ συμπεπεδημένον; οὔτε γὰρ ἡ γῆ μέσον οὖσα δείκνυται τοῦ παντὸς ἥ τε πρὸς τὴν γῆν τῶν ἐνταῦθα συνέρεισις καὶ σύστασις ὑφηγεῖται τὸν τρόπον, ᾧ μένειν τὰ ἐκεῖ συμπεσόντα πρὸς τὴν σελήνην εἰκός ἐστιν. ὁ δὲ πάντα τὰ γεώδη καὶ βαρέα συνελαύνων εἰς μίαν χώραν καὶ μέρη ποιῶν ἑνὸς σώματος οὐχ ὁρῶ διὰ τί τοῖς κούφοις τὴν αὐτὴν ἀνάγκην οὐκ ἀνταποδίδωσιν, ἀλλ' ἐᾷ χωρὶς εἶναι συστάσεις πυρὸς τοσαύτας καὶ οὐ πάντας εἰς ταὐτὸ συνάγων τοὺς ἀστέρας ἓν φῶς οἴεται δεῖν καὶ σῶμα κοινὸν εἶναι τῶν ἀνωφερῶν καὶ φλογοειδῶν ἁπάντων.

Ἀλλ' ἥλιον μὲν ἀπλέτους μυριάδας ἀπέχειν τῆς ἄνω περιφορᾶς φατε" εἶπον, "ὦ φίλε Ἀπολλωνίδη, καὶ φωσφόρον ἐπ' αὐτῷ καὶ στίλβοντα καὶ τοὺς ἄλλους πλάνητας ὑφιεμένους τε τῶν ἀπλανῶν καὶ πρὸς ἀλλήλους ἐν διαστάσεσι μεγάλαις φέρεσθαι, τοῖς δὲ βαρέσι καὶ γεώδεσιν οὐδεμίαν οἴεσθε τὸν κόσμον εὐρυχωρίαν παρέχειν ἐν ἑαυτῷ καὶ διάστασιν; ὁρᾶτε ὅτι γελοῖόν ἐστιν, εἰ γῆν οὐ φήσομεν εἶναι τὴν σελήνην, ὅτι τῆς κάτω χώρας ἀφέστηκεν, ἄστρον δὲ φήσομεν, ὁρῶντες ἀπωσμένην τῆς ἄνω περιφορᾶς μυριάσι σταδίων τοσαύταις ὥσπερ <εἰς> βυθόν τινα καταδεδυκυῖαν. τῶν μέν γ' ἄστρων κατωτέρω τοσοῦτόν ἐστιν, ὅσον οὐκ ἄν τις εἴποι μέτρον, ἀλλ' ἐπιλείπουσιν ὑμᾶς τοὺς μαθηματικοὺς ἐκλογιζομένους οἱ ἀριθμοί, τῆς δὲ γῆς τρόπον τινὰ ψαύει καὶ περιφερομένη πλησίον, "ἅρματος ὡς πέρι χνοίη ἑλίσσεται" φησὶν Ἐμπεδοκλῆς, "ἥ τε περὶ ἄκραν ... ."

οὐδὲ γὰρ τὴν σκιὰν αὐτῆς ὑπερβάλλει πολλάκις ἐπὶ μικρὸν αἰρομένην τῷ παμμέγεθες εἶναι τὸ φωτίζον, ἀλλ' οὕτως ἔοικεν ἐν χρῷ καὶ σχεδὸν ἐν ἀγκάλαις τῆς γῆς περιπολεῖν, ὥστ' ἀντιφράττεσθαι πρὸς τὸν ἥλιον ὑπ' αὐτῆς, μὴ ὑπεραίρουσα τὸν σκιερὸν καὶ χθόνιον καὶ νυκτέριον τοῦτον τόπον, ὃς γῆς κλῆρός ἐστι. διὸ λεκτέον οἶμαι θαρροῦντας ἐν τοῖς γῆς ὅροις εἶναι τὴν σελήνην ὑπὸ τῶν ἄκρων αὐτῆς ἐπιπροθουμένην. σκόπει δὲ τοὺς ἄλλους ἀφεὶς ἀπλανεῖς καὶ πλάνητας, ἃ δείκνυσιν Ἀρίσταρχος ἐν τῷ Περὶ μεγεθῶν καὶ ἀποστημάτων , ὅτι
τὸ τοῦ ἡλίου ἀπόστημα τοῦ ἀποστήματος τῆς σελήνης ὃ ἀφέστηκεν ἡμῶν πλέον μὲν ἢ ὀκτωκαιδεκαπλάσιον ἔλαττον δ' ἢ εἰκοσαπλάσιόν ἐστι.

καίτοι ὁ τὴν σελήνην ἐπὶ μήκιστον αἴρων ἀπέχειν φησὶν ἡμῶν ἓξ καὶ πεντηκονταπλάσιον τῆς ἐκ τοῦ κέντρου τῆς γῆς· αὕτη δ' ἐστὶ τεσσάρων μυριάδων καὶ κατὰ τοὺς μέσως ἀναμετροῦντας· καὶ ἀπὸ ταύτης συλλογιζομένοις ἀπέχει ὁ ἥλιος τῆς σελήνης πλέον ἢ τετρακισχιλίας τριάκοντα μυριάδας· οὕτως ἀπῴκισται τοῦ ἡλίου διὰ βάρος καὶ τοσοῦτο τῇ γῇ προσκεχώρηκεν. ὥστε, εἰ τοῖς τόποις τὰς οὐσίας διαιρετέον, ἡ γῆς μοῖρα καὶ χώρα προσκαλεῖται σελήνην, καὶ τοῖς περὶ γῆν πράγμασι καὶ σώμασιν ἐπίδικός ἐστι κατ' ἀγχιστείαν καὶ γειτνίασιν.

καὶ οὐδὲν οἶμαι πλημμελοῦμεν, ὅτι τοῖς ἄνω προσαγορευομένοις βάθος τοσοῦτο καὶ διάστημα διδόντες ἀπολείπομέν τινα καὶ τῷ κάτω περιδρομὴν καὶ πλάτος, ὅσον ἐστὶν ἀπὸ γῆς ἐπὶ σελήνην. οὔτε γὰρ ὁ τὴν ἄκραν ἐπιφάνειαν τοῦ οὐρανοῦ μόνην ἄνω τἄλλα δὲ κάτω προσαγορεύων ἅπαντα μέτριός ἐστιν, οὔθ' ὁ τῇ γῇ μᾶλλον δ' ὁ τῷ κέντρῳ τὸ κάτω περιγράφων
ἀνεκτός· ἀλλὰ καὶ κινητικὸ<ν> ταύτῃ διάστημα δοτέον ἐπιχωροῦντος τοῦ κόσμου διὰ μέγεθος. πρὸς δὲ τὸν ἀξιοῦντα πᾶν εὐθὺς ἄνω καὶ μετέωρον εἶναι τὸ ἀπὸ τῆς γῆς ἕτερος ἀντηχεῖ πάλιν εὐθὺς εἶναι κάτω τὸ ἀπὸ τῆς ἀπλανοῦς περιφορᾶς.

Ὅλως δὲ πῶς λέγεται καὶ τίνος ἡ γῆ μέση κεῖσθαι; τὸ γὰρ πᾶν ἄπειρόν ἐστι, τῷ δ' ἀπείρῳ μήτ' ἀρχὴν ἔχοντι μήτε πέρας οὐ προσήκει μέσον ἔχειν· πέρας γάρ τι καὶ τὸ μέσον, ἡ δ' ἀπειρία περάτων στέρησις. ὁ δὲ μὴ τοῦ παντὸς ἀλλὰ τοῦ κόσμου μέσην εἶναι τὴν γῆν ἀποφαινόμενος ἡδύς ἐστιν, εἰ μὴ καὶ τὸν κόσμον αὐτὸν ἐνέχεσθαι ταῖς αὐταῖς ἀπορίαις νομίζει. τὸ γὰρ πᾶν οὐδὲ τούτῳ μέσον ἀπέλιπεν, ἀλλ' ἀνέστιος καὶ ἀνίδρυτός ἐστιν ἐν ἀπείρῳ κενῷ φερόμενος πρὸς οὐδὲν οἰκεῖον· εἰ <δ'> ἄλλην τινὰ τοῦ μένειν εὑράμενος αἰτίαν ἕστηκεν, οὐ κατὰ τὴν τοῦ τόπου φύσιν, ὅμοια καὶ περὶ γῆς καὶ περὶ σελήνης εἰκάζειν τινὶ πάρεστιν, ὡς ἑτέρᾳ τινὶ τύχῃ καὶ φύσει μᾶλλον <ἢ τόπου> διαφορᾷ τῆς μὲν ἀτρεμούσης ἐνταῦθα τῆς δ' ἐκεῖ φερομένης.

ἄνευ δὲ τούτων, ὅρα μὴ μέγα τι λέληθεν αὐτούς· εἰ γάρ, καὶ ὁπωσοῦν ὅ τι ἂν ἐκτὸς γένηται τοῦ κέντρου τῆς γῆς, ἄνω ἐστίν, οὐθέν ἐστι τοῦ κόσμου κάτω μέρος, ἀλλ' ἄνω καὶ ἡ γῆ καὶ τὰ ἐπὶ γῆς, καὶ πᾶν ἁπλῶς σῶμα τὸ κέντρῳ περιεστηκὸς ἢ περικείμενον ἄνω γίνεται, κάτω δὲ μόνον [ὂν] ἕν, τὸ ἀσώματον σημεῖον ἐκεῖνο, ὃ πρὸς πᾶσαν ἀντικεῖσθαι τὴν τοῦ κόσμου φύσιν ἀναγκαῖον, εἴ γε δὴ τὸ κάτω πρὸς τὸ ἄνω κατὰ φύσιν ἀντίκειται. καὶ οὐ τοῦτο μόνον τὸ ἄτοπον, ἀλλὰ καὶ τὴν αἰτίαν ἀπόλλυσι τὰ βάρη, δι' ἣν δεῦρο καταρρέπει καὶ φέρεται· σῶμα μὲν γὰρ οὐθέν ἐστι κάτω πρὸς ὃ κινεῖται, τὸ δ' ἀσώματον οὔτ' εἰκὸς οὔτε βούλονται τοσαύτην ἔχειν δύναμιν, ὥστε πάντα κατατείνειν ἐφ' ἑαυτὸ καὶ περὶ αὑτὸ συνέχειν. ἀλλ' ὅλως ἄλογον εὑρίσκεται καὶ μαχόμενον τοῖς πράγμασι τὸ ἄνω τὸν κόσμον ὅλον εἶναι, τὸ δὲ κάτω μηθὲν ἀλλ' ἢ πέρας ἀσώματον καὶ ἀδιάστατον· ἐκεῖνο δ' εὔλογον, ὡς λέγομεν ἡμεῖς, τῷ τ' ἄνω χώραν καὶ τῷ κάτω πολλὴν καὶ πλάτος ἔχουσαν διῃρῆσθαι.

Οὐ μὴν ἀλλὰ θέντες, εἰ βούλει, παρὰ φύσιν ἐν οὐρανῷ τοῖς γεώδεσι τὰς κινήσεις ὑπάρχειν, ἀτρέμα, μὴ τραγικῶς ἀλλὰ πράως σκοπῶμεν, ὅτι τοῦτο τὴν σελήνην οὐ δείκνυσι γῆν μὴ οὖσαν ἀλλὰ γῆν ὅπου μὴ πέφυκεν οὖσαν· ἐπεὶ καὶ τὸ πῦρ τὸ Αἰτναῖον ὑπὸ γῆν παρὰ φύσιν ἐστίν, ἀλλὰ πῦρ ἐστι, καὶ τὸ πνεῦμα τοῖς ἀσκοῖς περιληφθὲν ἔστι μὲν ἀνωφερὲς φύσει καὶ κοῦφον, ἥκει δ' ὅπου μὴ πέφυκεν ὑπ' ἀνάγκης· αὐτὴ δ' ἡ ψυχή, πρὸς Διός" εἶπον "οὐ παρὰ φύσιν τῷ σώματι συνεῖρκται βραδεῖ ταχεῖα καὶ ψυχρῷ πυρώδης, ὥσπερ ὑμεῖς φατε, καὶ ἀόρατος αἰσθητῷ; διὰ τοῦτ' οὖν σώματι ψυχὴν μὴ λέγωμεν <ἐν>εῖναι μηδὲ νοῦ<ν>, χρῆμα θεῖον, <ἀήττητον> ὑπὸ βρίθους καὶ πάχους οὐρανόν τε πάντα καὶ γῆν καὶ θάλασσαν ἐν ταὐτῷ περιπολοῦντα καὶ διιπτάμενον, εἰς σάρκας ἥκειν καὶ νεῦρα καὶ μυελοὺς καὶ παθέων μυρίων
μεστὰς ὑγρότητας;

ὁ δὲ Ζεὺς ὑμῖν οὗτος οὐ τῇ μὲν αὑτοῦ φύσει χρώμενος ἕν ἐστι μέγα πῦρ καὶ συνεχές, νυνὶ δ' ὑφεῖται καὶ κέκαμπται καὶ διεσχημάτισται, πᾶν χρῶμα γεγονὼς καὶ γινόμενος ἐν ταῖς μεταβολαῖς; ὥσθ' ὅρα καὶ σκόπει, δαιμόνιε, μὴ μεθιστὰς καὶ ἀπάγων ἕκαστον, ὅπου πέφυκεν εἶναι, διάλυσίν τινα κόσμου φιλοσοφῇς καὶ τὸ νεῖκος ἐπάγῃς τὸ Ἐμπεδοκλέους τοῖς πράγμασι, μᾶλλον δὲ τοὺς παλαιοὺς κινῇς Τιτᾶνας ἐπὶ τὴν φύσιν καὶ Γίγαντας καὶ τὴν μυθικὴν ἐκείνην καὶ φοβερὰν ἀκοσμίαν καὶ πλημμέλειαν ἐπιδεῖν ποθῇς, χωρὶς τὸ βαρὺ πᾶν καὶ χωρὶς ... τὸ κοῦφον

"ἔνθ' οὔτ' ἠελίοιο δεδίσκεται ἀγλαὸν εἶδος,
οὐδὲ μὲν οὐδ' αἴης λάσιον γένος, οὐδὲ θάλασσα",

ὥς φησιν Ἐμπεδοκλῆς, οὐ γῆ θερμότητος μετεῖχεν, οὐχ ὕδωρ πνεύματος, οὐκ ἄνω τι τῶν βαρέων, οὐ κάτω τι τῶν κούφων· ἀλλ' ἄκρατοι καὶ ἄστοργοι καὶ μονάδες αἱ τῶν ὅλων ἀρχαί, μὴ προσιέμεναι σύγκρισιν ἑτέρου πρὸς ἕτερον μηδὲ κοινωνίαν, ἀλλὰ φεύγουσαι καὶ ἀποστρεφόμεναι καὶ φερόμεναι φορὰς ἰδίας καὶ αὐθάδεις οὕτως εἶχον ὡς ἔχει πᾶν οὗ θεὸς ἄπεστι κατὰ Πλάτωνατουτέστιν, ὡς ἔχει τὰ σώματα νοῦ καὶ ψυχῆς ἀπολιπούσης, ἄχρις οὗ τὸ ἱμερτὸν ἧκεν ἐπὶ τὴν φύσιν ἐκ προνοίας, Φιλότητος ἐγγενομένης καὶ Ἀφροδίτης καὶ Ἔρωτος, ὡς Ἐμπεδοκλῆς λέγει καὶ Παρμενίδης καὶ Ἡσίδος, ἵνα καὶ τόπους ἀμείψαντα καὶ δυνάμεις ἀπ' ἀλλήλων μεταλαβόντα καὶ τὰ μὲν κινήσεως τὰ δὲ μονῆς ἀνάγκαις ἐνδεθέντα καὶ καταβιασθέντα πρὸς τὸ βέλτιον, ἐξ οὗ πέφυκεν, ἐνδοῦναι καὶ μεταστῆναι ... ἁρμονίαν καὶ κοινωνίαν ἀπεργάσηται τοῦ παντός.

Εἰ μὲν γὰρ οὐδ' ἄλλο τι τῶν τοῦ κόσμου μερῶν παρὰ φύσιν ἔσχεν, ἀλλ' ἕκαστον ᾗ πέφυκε κεῖται, μηδεμιᾶς μεθιδρύσεως μηδὲ μετακοσμήσεως δεόμενον μηδ' ἐν ἀρχῇ δεηθέν, ἀπορῶ τί τῆς προνοίας ἔργον ἐστὶν ἢ τίνος γέγονε ποιητὴς καὶ πατὴρ δημιουργὸς ὁ Ζεὺς "ὁ ἀριστοτέχνας." οὐ γὰρ ἐν στρατοπέδῳ τακτικῶν ὄφελος, εἴπερ εἰδείη τῶν στρατιωτῶν ἕκαστος ἀφ' ἑαυτοῦ τάξιν τε καὶ χώραν κατὰ καιρὸν οὗ δεῖ λαβεῖν καὶ διαφυλάσσειν, οὐδὲ κηπουρῶν οὐδ' οἰκοδόμων, εἰ πῆ μὲν αὐτὸ τὸ ὕδωρ ἀφ' αὑτοῦ πέφυκεν ἐπιέναι τοῖς δεομένοις καὶ κατάρδειν ἐπιρρέον, πῆ δὲ πλίνθοι καὶ ξύλα καὶ λίθοι ταῖς κατὰ φύσιν χρώμενα ῥοπαῖς καὶ νεύσεσιν ἐξ ἑαυτῶν καταλαμβάνειν τὴν προσήκουσαν ἁρμονίαν καὶ χώραν.

εἰ δ' οὗτος μὲν ἄντικρυς ἀναιρεῖ τὴν πρόνοιαν ὁ λόγος, τῷ θεῷ δ' ἡ τάξις τῶν ὄντων προσήκει καὶ <τὸ> διαιρεῖν, τί θαυμαστὸν οὕτως τετάχθαι καὶ διηρμόσθαι τὴν φύσιν, ὡς ἐνταῦθα μὲν πῦρ ἐκεῖ δ' ἄστρα, καὶ πάλιν ἐνταῦθα μὲν γῆν ἄνω δὲ σελήνην ἱδρῦσθαι, βεβαιοτέρῳ τοῦ κατὰ φύσιν τῷ κατὰ λόγον δεσμῷ περιληφθεῖσαν; ὡς, εἴ γε πάντα δεῖ ταῖς κατὰ φύσιν ῥοπαῖς χρῆσθαι καὶ φέρεσθαι καθ' ὃ πέφυκε, μήθ' ἥλιος κυκλοφορείσθω μήτε φωσφόρος μηδὲ τῶν ἄλλων ἀστέρων μηδείς· ἄνω γάρ, οὐ κύκλῳ τὰ κοῦφα καὶ πυροειδῆ κινεῖσθαι πέφυκεν.

εἰ δὲ τοιαύτην ἐξαλλαγὴν ἡ φύσις ἔχει παρὰ τὸν τόπον, ὥστ' ἐνταῦθα μὲν ἄνω φαίνεσθαι φερόμενον τὸ πῦρ, ὅταν δ' εἰς τὸν οὐρανὸν παραγένηται, τῇ δίνῃ συμπεριστρέφεσθαι, τί
θαυμαστὸν εἰ καὶ τοῖς βαρέσι καὶ γεώδεσιν ἐκεῖ γενομένοις συμβέβηκεν ὡσαύτως εἰς ἄλλο κινήσεως εἶδος ὑπὸ τοῦ περιέχοντος ἐκνενικῆσθαι; οὐ γὰρ δὴ τῶν μὲν ἐλαφρῶν τὴν ἄνω φορὰν ἀφαιρεῖσθαι τῷ οὐρανῷ κατὰ φύσιν ἐστί, τῶν δὲ βαρέων καὶ κάτω ῥεπόντων οὐ δύναται κρατεῖν, ἀλλ' <ᾗ> ποτ' ἐκεῖνα δυνάμει, καὶ ταῦτα μετακοσμήσας ἐχρήσατο τῇ φύσει αὐτῶν ἐπὶ τὸ βέλτιον.

Οὐ μὴν ἀλλ' εἴ γε δεῖ τὰς καταδεδουλωμένας ἕξεισ... δόξας ἀφέντας ἤδη τὸ φαινόμενον ἀδεῶς λέγειν, οὐδὲν ἔοικεν ὅλου μέρος αὐτὸ καθ' ἑαυτὸ τάξιν ἢ θέσιν ἢ κίνησιν ἰδίαν ἔχειν, ἣν ἄν τις ἁπλῶς κατὰ φύσιν προσαγορεύσειεν· ἀλλ' ὅταν ἕκαστον, οὗ χάριν γέγονε καὶ πρὸς ὃ πέφυκεν ἢ πεποίηται, τούτῳ <μέλλῃ> παρέχειν χρησίμως καὶ οἰκείως κινούμενον ἑαυτὸ καὶ πάσχον ἢ ποιοῦν ἢ διακείμενον, ὡς ἐκείνῳ πρὸς σωτηρίαν ἢ κάλλος ἢ δύναμιν ἐπιτήδειόν ἐστι, τότε δοκεῖ τὴν κατὰ φύσιν χώραν ἔχειν καὶ κίνησιν καὶ διάθεσιν. ὁ γοῦν ἄνθρωπος, ὡς εἴ τι τῶν ὄντων ἕτερον κατὰ φύσιν γεγονώς, ἄνω μὲν ἔχει τὰ ἐμβριθῆ καὶ γεώδη μάλιστα περὶ τὴν κεφαλήν, ἐν δὲ τοῖς μέσοις τὰ θερμὰ καὶ πυρώδη· τῶν δ' ὀδόντων οἱ μὲν ἄνωθεν οἱ δὲ κάτωθεν ἐκφύονται καὶ οὐδέτεροι παρὰ φύσιν ἔχουσιν· οὐδὲ τοῦ πυρὸς τὸ μὲν ἄνω περὶ τὰ ὄμματα ἀποστίλβον κατὰ φύσιν ἐστὶ τὸ δ' ἐν κοιλίᾳ καὶ καρδίᾳ παρὰ φύσιν, ἀλλ' ἕκαστον οἰκείως καὶ χρησίμως τέτακται. "ναὶ μὴν κηρύκων τε λιθορρίνων" χελωνῶν τε καὶ παντὸς ὀστρέου φύσιν, ὥς φησιν ὁ Ἐμπεδοκλῆς, καταμανθάνων

"ἔνθ' ὄψει χθόνα χρωτὸς ὑπέρτατα ναιετάουσαν",

καὶ οὐ πιέζει τὸ λιθῶδες οὐδὲ καταθλίβει τὴν ἕξιν ἐπικείμενον, οὐδέ γε πάλιν τὸ θερμὸν ὑπὸ κουφότητος εἰς τὴν ἄνω χώραν ἀποπτάμενον οἴχεται, μέμικται δέ πως πρὸς ἄλληλα καὶ συντέτακται κατὰ τὴν ἑκάστου φύσιν. ὥσπερ εἰκὸς ἔχειν καὶ τὸν κόσμον, εἴ γε δὴ ζῷόν ἐστι, πολλαχοῦ γῆν ἔχοντα πολλαχοῦ δὲ πῦρ καὶ ὕδωρ καὶ πνεῦμα, οὐκ ἐξ ἀνάγκης ἀποτεθλιμμένον ἀλλὰ λόγῳ διακεκοσμημένον. οὐδὲ γὰρ ὀφθαλμὸς ἐνταῦθα τοῦ σώματός ἐστιν ὑπὸ κουφότητος ἐκπιεσθείς, οὐδ' ἡ καρδία τῷ βάρει ὀλισθοῦσα πέπτωκεν εἰς τὸ στῆθος, ἀλλ' ὅτι βέλτιον ἦν οὕτως ἑκάτερον τετάχθαι.

μὴ τοίνυν μηδὲ τῶν τοῦ κόσμου μερῶν νομίζωμεν μήτε γῆν ἐνταῦθα κεῖσθαι συμπεσοῦσαν διὰ βάρος, μήτε τὸν ἥλιον, ὡς ᾤετο Μητρόδωρος ὁ Χῖος, εἰς τὴν ἄνω χώραν ἀσκοῦ δίκην ὑπὸ κουφότητος ἐκτεθλῖφθαι, μήτε τοὺς ἄλλους ἀστέρας ὥσπερ ἐν ζυγῷ σταθμοῦ διαφορᾷ ῥέψαντας ἐν οἷς εἰσι γεγονέναι τόποις· ἀλλὰ τοῦ κατὰ λόγον κρατοῦντος οἱ μὲν ὥσπερ "ὄμματα φωσφόρα" τῷ προσώπῳ τοῦ παντὸς "ἐνδεδεμένοι" περιπολοῦσιν, ἥλιος δὲ καρδίας ἔχων δύναμιν ὥσπερ αἷμα καὶ πνεῦμα διαπέμπει καὶ διασκεδάννυσιν ἐξ ἑαυτοῦ θερμότητα καὶ φῶς, γῇ δὲ καὶ θαλάσσῃ χρῆται κατὰ φύσιν ὁ κόσμος, ὅσα κοιλίᾳ καὶ κύστει ζῷον.

σελήνη δ' ἡλίου μεταξὺ καὶ γῆς ὥσπερ καρδίας καὶ κοιλίας ἧπαρ ἤ τι μαλθακὸν ἄλλο σπλάγχνον ἐγκειμένη τήν τ' ἄνωθεν ἀλέαν ἐνταῦθα διαπέμπει καὶ τὰς ἐντεῦθεν ἀναθυμιάσεις πέψει τινὶ καὶ καθάρσει λεπτύνουσα περὶ ἑαυτὴν ἀναδίδωσιν. εἰ δὲ καὶ πρὸς ἄλλα τὸ γεῶδες αὐτῆς καὶ στερέμνιον ἔχει τινὰ πρόσφορον χρείαν, ἄδηλον ἡμῖν. ἐν παντὶ δὲ κρατεῖ τὸ βέλτιον τοῦ κατηναγκασμένου. τί γὰρ <οὐχ> οὕτως λάβωμεν, ἐξ ὧν ἐκεῖνοι λέγουσι, τὸ εἰκός; λέγουσι δὲ τοῦ αἰθέρος τὸ μὲν αὐγοειδὲς καὶ λεπτὸν ὑπὸ μανότητος οὐρανὸν γεγονέναι, τὸ δὲ πυκνωθὲν καὶ συνειληθὲν ἄστρα· τούτων δὲ τὸ νωθρότατον εἶναι τὴν σελήνην καὶ θολερώτατον. ἀλλ' ὅμως ὁρᾶν πάρεστιν οὐκ ἀποκεκριμένην τοῦ αἰθέρος τὴν σελήνην, ἀλλ' ἔτι πολλῷ μὲν τῷ περὶ αὐτὴν ἐμφερομένην, πολλὴν δ' ὑφ' ἑαυτὴν ἔχουσαν ἀνέμων ... δινεῖσθαι καὶ κομήτας. οὕτως οὐ ταῖς ῥοπαῖς σεσήκωται κατὰ βάρος καὶ κουφότητα τῶν σωμάτων ἕκαστον, ἀλλ' ἑτέρῳ λόγῳ κεκόσμηται."

Λεχθέντων δὲ τούτων κἀμοῦ τῷ Λευκίῳ τὸν λόγον παραδιδόντος ἐπὶ τὰς ἀποδείξεις βαδίζοντα τοῦ δόγματος, Ἀριστοτέλης μειδιάσας "μαρτύρομαι" εἶπεν "ὅτι τὴν πᾶσαν ἀντιλογίαν πεποίησαι πρὸς τοὺς αὐτὴν μὲν ἡμίπυρον εἶναι τὴν σελήνην ὑποτιθεμένους, κοινῇ δὲ τῶν σωμάτων τὰ μὲν ἄνω τὰ δὲ κάτω ῥέπειν ἐξ ἑαυτῶν φάσκοντας· εἰ δ' ἔστι τις ὁ λέγων κύκλῳ τε κινεῖσθαι κατὰ φύσιν τὰ ἄστρα καὶ πολὺ παρηλλαγμένης οὐσίας εἶναι τῶν τεττάρων, οὐδ' ἀπὸ τύχης ἦλθεν ἐπὶ μνήμην ἡμῖν, ὥστ' ἐμέ τε πραγμάτων ἀπηλλάχθαι καὶ ... Λεύκιος

"<ἥκιστα,> ὠγαθέ" εἶπεν, "ἀλλὰ τὰ ἄλλα μὲν ἴσως ἄστρα καὶ τὸν ὅλον οὐρανὸν εἴς τινα φύσιν καθαρὰν καὶ εἰλικρινῆ καὶ τῆς κατὰ πάθος ἀπηλλαγμένην μεταβολῆς τιθεμένοις ὑμῖν καὶ κύκλον ἄγουσιν ἀιδίου καὶ ἀτελευτήτου περιφορᾶς ... οὐκ ἄν τις ἔν γε τῷ νῦν διαμάχοιτο, καίτοι μυρίων οὐσῶν ἀποριῶν· ὅταν δὲ καταβαίνων ὁ λόγος οὕτω θίγῃ τῆς σελήνης, οὐκέτι φυλάττει τὴν ἀπάθειαν ἐν αὐτῇ καὶ τὸ κάλλος ἐκείνου τοῦ σώματος· ἀλλ' ἵνα τὰς ἄλλας ἀνωμαλίας καὶ διαφορὰς ἀφῶμεν, αὐτὸ τοῦτο τὸ διαφαινόμενον πρόσωπον πάθει τινὶ τῆς οὐσίας ἢ ἀναμίξει πως ἑτέρας ἐπιγέγονε· πάσχει δέ τι καὶ τὸ μιγνύμενον· ἀποβάλλει γὰρ τὸ εἰλικρινές, βίᾳ τοῦ χείρονος ἀναπιμπλάμενον. αὐγῆς δὲ νώθειαν καὶ τάχους ἀμβλύτητα καὶ τὸ θερμὸν ἀδρανὲς καὶ ἀμαυρόν, ᾧ κατὰ τὸν Ἴωνα "μέλας οὐ πεπαίνεται βότρυς", εἰς τί θησόμεθα πλὴν ἀσθένειαν αὐτῆς καὶ πάθος;

<πόθεν οὖν πάθους> ἀιδίῳ σώματι καὶ ὀλυμπίῳ μέτεστιν; ὅλως γάρ, ὦ φίλε Ἀριστότελες, γῆ μὲν οὖσα πάγκαλόν τι χρῆμα καὶ σεμνὸν ἀναφαίνεται καὶ κεκοσμημένον, ὡς δ' ἄστρον ἢ φῶς ἤ τι σῶμα θεῖον καὶ οὐράνιον δέδια μὴ ἄμορφος ᾖ καὶ ἀπρεπὴς καὶ καταισχύνουσα τὴν καλὴν ἐπωνυμίαν· εἴ γε τῶν ἐν οὐρανῷ τοσούτων τὸ πλῆθος ὄντων μόνη φωτὸς ἀλλοτρίου δεομένη περίεισι, κατὰ Παρμενίδην "ἀεὶ παπταίνουσα πρὸς αὐγὰς ἠελίοιο". ὁ μὲν οὖν ἑταῖρος ἐν τῇ διατριβῇ τοῦτο δὴ τὸ Ἀναξαγόρειον ἀποδεικνύς, ὡς ἥλιος ἐντίθησι τῇ σελήνῃ τὸ λαμπρόν, ηὐδοκίμησεν· ἐγὼ δὲ ταῦτα μὲν οὐκ ἐρῶ, ἃ παρ' ὑμῶν ἢ μεθ' ὑμῶν ἔμαθον, ἔχων δὲ τοῦτο πρὸς τὰ λοιπὰ βαδιοῦμαι.

Φωτίζεσθαι τοίνυν τὴν σελήνην οὐχ ὡς ὕελον ἢ κρύσταλλον ἐλλάμψει καὶ διαφαύσει τοῦ ἡλίου πιθανόν ἐστιν, οὐδ' αὖ κατὰ σύλλαμψίν τινα καὶ συναυγασμόν, ὥσπερ αἱ δᾷδες αὐξομένου τοῦ φωτός· οὕτως γὰρ οὐδὲν ἧττον ἐν νουμηνίαις ἢ διχομηνίαις ἔσται πανσέληνος ἡμῖν, εἰ μὴ στέγει μηδ' ἀντιφράττει τὸν ἥλιον, ἀλλὰ δίεισιν ὑπὸ μανότητος ἢ κατὰ σύγκρασιν εἰσλάμπει καὶ συνεξάπτει περὶ αὐτὴν τὸ φῶς. οὐ γὰρ ἔστιν ἐκκλίσεις οὐδ' ἀποστροφὰς αὐτῆς, ὥσπερ ὅταν ᾖ διχότομος καὶ ἀμφίκυρτος ἢ μηνοειδής, αἰτιᾶσθαι περὶ τὴν σύνοδον, ἀλλὰ κατὰ στάθμην, φησὶ Δημόκριτος žA 69a᾿, ἱσταμένη τοῦ φωτίζοντος ὑπολαμβάνει καὶ δέχεται τὸν ἥλιον, ὥστ' αὐτήν τε φαίνεσθαι καὶ διαφαίνειν ἐκεῖνον εἰκὸς ἦν. ἡ δὲ πολλοῦ δεῖ τοῦτο ποιεῖν· αὐτή τε γὰρ ἄδηλός ἐστι τηνικαῦτα κἀκεῖνον ἀπέκρυψε καὶ ἠφάνισε πολλάκις, "ἀπεσκέδασεν
δέ οἱ αὐγάς", ὥς φησιν Ἐμπεδοκλῆς,

† "ἔσ τε αἶαν καθύπερθεν, ἀπεσκνίφωσε δὲ γαίης
τόσσον, ὅσον τ' εὖρος γλαυκώπιδος ἔπλετο μήνης",

καθάπερ εἰς νύκτα καὶ σκότος οὐκ εἰς ἄστρον ἕτερο<ν> τοῦ φωτὸς ἐμπεσόντος. ὃ δὲ λέγει Ποσειδώνιος, ὡς ὑπὸ βάθους τῆς σελήνης οὐ περαιοῦται δι' αὐτῆς τὸ τοῦ ἡλίου φῶς πρὸς ἡμᾶς, ἐλέγχεται καταφανῶς. ὁ γὰρ ἀὴρ ἄπλετος ὢν καὶ βάθος ἔχων πολλαπλάσιον τῆς σελήνης ὅλος ἐξηλιοῦται καὶ καταλάμπεται ταῖς αὐγαῖς. Ἀπολείπεται τοίνυν τὸ τοῦ Ἐμπεδοκλέους, ἀνακλάσει τινὶ τοῦ ἡλίου πρὸς τὴν σελήνην γίνεσθαι τὸν ἐνταῦθα φωτισμὸν ἀπ' αὐτῆς. ὅθεν οὐδὲ θερμὸν οὐδὲ λαμπρὸν ἀφικνεῖται πρὸς ἡμᾶς, ὥσπερ ἦν εἰκὸς ἐξάψεως καὶ μίξεως <δυοῖν> φώτων γεγενημένης ἀλλ' οἷον αἵ τε φωναὶ κατὰ τὰς ἀνακλάσεις ἀμαυροτέραν ἀναφαίνουσι τὴν ἠχὼ τοῦ φθέγματος αἵ τε πληγαὶ τῶν ἀφαλλομένων βελῶν μαλακώτεραι προσπίπτουσιν, "ὣς αὐγὴ τύψασα σε-ληναίης κύκλον εὐρύν" ἀσθενῆ καὶ ἀμυδρὰν ἀνάρροιαν ἴσχει πρὸς ἡμᾶς, διὰ τὴν κλάσιν ἐκλυομένης τῆς δυνάμεως".

Ὑπολαβὼν δ' ὁ Σύλλας "ἀμέλει ταῦτ'" εἶπεν "ἔχει τινὰς πιθανότητας· ὃ δ' ἰσχυρότατόν ἐστι τῶν ἀντιπιπτόντων, πότερον ἔτυχέ τινος παραμυθίας ἢ παρῆλθεν ἡμῶν τὸν ἑταῖρον;" "τί τοῦτο"ἔφη "λέγεις;" ὁ Λεύκιος· "ἦ τὸ πρὸς τὴν διχότομον ἀπορούμενον"; "πάνυ μὲν οὖν" ὁ Σύλλας εἶπεν· "ἔχει γάρ τινα λόγον τὸ πάσης ἐν ἴσαις γωνίαις γινομένης ἀνακλάσεως, ὅταν ἡ σελήνη διχοτομοῦσα μεσουρανῇ, μὴ φέρεσθαι τὸ φῶς ἐπὶ γῆς ἀπ' αὐτῆς ἀλλ' ὀλισθάνειν ἐπέκεινα τῆς γῆς· ὁ γὰρ ἥλιος ἐπὶ τοῦ ὁρίζοντος ὢν ἅπτεται τῇ ἀκτῖνι τῆς σελήνης· διὸ καὶ κλασθεῖσα πρὸς ἴσα<ς> ἐπὶ θάτερον ἐκπεσεῖται πέρας καὶ οὐκ ἀφήσει δεῦρο τὴν αὐγήν· ἢ διαστροφὴ μεγάλη καὶ παράλλαξις ἔσται τῆς γωνίας, ὅπερ ἀδύνατόν ἐστιν".

"ἀλλὰ νὴ Δί'" εἶπεν ὁ Λεύκιος "καὶ τοῦτ' ἐρρήθη". καὶ πρός γε Μενέλαον ἀποβλέψας ἐν τῷ διαλέγεσθαι τὸν μαθηματικόν "αἰσχύνομαι μέν" ἔφη "σοῦ παρόντος, ὦ φίλε Μενέλαε, θέσιν ἀναιρεῖν μαθηματικὴν ὥσπερ θεμέλιον τοῖς κατοπτρικοῖς ὑποκειμένην πράγμασιν· ἀνάγκη δ' εἰπεῖν ὅτι τὸ πρὸς ἴσας γίνεσθαι γωνίας ἀνάκλασιν πᾶσαν οὔτε φαινόμενον αὐτόθεν οὔθ' ὁμολογούμενόν ἐστιν, ἀλλὰ διαβάλλεται μὲν ἐπὶ τῶν κυρτῶν κατόπτρων, ὅταν ἐμφάσεις ποιῇ μείζονας ἑαυτῶν πρὸς ἓν τὸ τῆς ὄψεως σημεῖον, διαβάλλεται δὲ τοῖς διπτύχοις κατόπτροις, ὧν ἐπικλιθέντων πρὸς ἄλληλα καὶ γωνίας ἐντὸς γενομένης ἑκάτερον τῶν ἐπιπέδων διττὴν ἔμφασιν ἀποδίδωσι καὶ ποιεῖ τέτταρας εἰκόνας ἀφ' ἑνὸς προσώπου, δύο μὲν ἀντιστρόφους τοῖς ἔξωθεν [ἀριστεροῖς] μέρεσι, δύο δὲ δεξιοφανεῖς <ἀλλ'> ἀμαυρὰς ἐν βάθει τῶν κατόπτρων. ὧν
τῆς γενέσεως τὴν αἰτίαν Πλάτων ἀποδίδωσιν.

εἴρηκε γὰρ ὅτι τοῦ κατόπτρου ἔνθεν καὶ ἔνθεν ὕψος λαβόντος ὑπαλλάττουσιν αἱ ὄψεις τὴν ἀνάκλασιν ἀπὸ τῶν ἑτέρων ἐπὶ θάτερα μεταπίπτουσαν. εἴπερ οὖν τῶν ὄψεων εὐθὺς πρὸς ἡμᾶς ... ἀνατρέχουσιν, αἱ δ' ἐπὶ θάτερα μέρη τῶν κατόπτρων ὀλισθάνουσαι πάλιν ἐκεῖθεν ἀναφέρονται πρὸς ἡμᾶς, οὐ δυνατόν ἐστιν ἐν ἴσαις γωνίαις γίνεσθαι πάσας ἀνακλάσεις. οἷς οἱ ὁμόσε χωροῦντες ἀξιοῦσιν αὐτοῖς τοῖς ἀπὸ τῆς σελήνης ἐπὶ γῆν φερομένοις ῥεύμασι τὴν ἰσότητα τῶν γωνιῶν ἀναιρεῖν, πολλῷ τοῦτ' ἐκείνου πιθανώτερον εἶναι νομίζοντες. οὐ μὴν ἀλλ' εἰ δεῖ τοῦτο χαρίζεσθαι τῇ πολλὰ δὴ φίλῃ γεωμετρίᾳ καὶ δοῦναι, πρῶτον μὲν ἀπὸ τῶν ἠκριβωμένων ταῖς λειότησι συμπίπτειν ἐσόπτρων εἰκός ἐστιν, ἡ δὲ σελήνη πολλὰς ἀνωμαλίας ἔχει καὶ τραχύτητας, ὥστε τὰς αὐγὰς ἀπὸ σώματος μεγάλου προσφερομένας ὕψεσιν ἀξιολόγοις ἀντιλάμψεις καὶ διαδόσεις ἀπ' ἀλλήλων λαμβάνουσιν, ἀνακλᾶσθαί τε παντοδαπῶς καὶ περιπλέκεσθαι καὶ συνάπτειν αὐτὴν ἑαυτῇ τὴν ἀνταύγειαν, οἷον ἀπὸ πολλῶν φερομένην πρὸς ἡμᾶς κατόπτρων.

ἔπειτα κἂν πρὸς αὐτῇ τῇ σελήνῃ τὰς ἀντανακλάσεις ἐν ἴσαις γωνίαις ποιῶμεν, οὐκ ἀδύνατον φερομένας ἐν διαστήματι τοσούτῳ τὰς αὐγὰς κλάσεις ἴσχειν καὶ περιολισθήσεις, ὡς συγχεῖσθαι καὶ κάμπτειν τὸ φῶς. Ἔνιοι δὲ καὶ δεικνύουσι γράφοντες, ὅτι πολλὰ τῶν φώτων αὐγὴν ἀφίησι κατὰ γραμμῆς ὑπὸ τὴν κεκλιμένην ὑποταθείσης· σκευωρεῖσθαι δ' ἅμα λέγοντι διάγραμμα, καὶ ταῦτα πρὸς πολλούς, οὐκ ἐνῆν.

Τὸ δ' ὅλον" ἔφη "θαυμάζω πῶς τὴν διχότομον ἐφ' ἡμᾶς κινοῦσιν ἐμπίπτουσαν μετὰ τῆς ἀμφικύρτου καὶ τῆς μηνοειδοῦς. εἰ γὰρ αἰθέριον ὄγκον ἢ πύρινον ὄντα τὸν τῆς σελήνης ἐφώτιζεν ὁ ἥλιος, οὐκ ἂν ἀπέλειπεν αὐτῆ<ς> σκιερὸν ἀεὶ καὶ ἀλαμπὲς ἡμισφαίριον πρὸς αἴσθησιν, ἀλλ' εἰ καὶ κατὰ μικρὸν ἔψαυε περιών, ὅλην ἀναπίμπλασθαι καὶ δι' ὅλης τρέπεσθαι τῷ φωτὶ πανταχόσε χωροῦντι δι' εὐπετείας ἦν προσῆκον. ὅπου γὰρ οἶνος ὕδατος θιγὼν κατὰ πέρας καὶ σταγὼν αἵματος εἰς ὑγρὸν ἐμπεσόντος ἀνέχρωσε πᾶν ἅμα ... φοινιχθέν, αὐτὸν δὲ τὸν ἀέρα λέγουσιν οὐκ ἀπορροίαις τισὶν οὐδ' ἀκτῖσι μεμιγμέναις ἀλλὰ τροπῇ καὶ μεταβολῇ κατὰ νύξιν ἢ ψαῦσιν ἀπὸ τοῦ φωτὸς ἐξηλιοῦσθαι, πῶς ἄστρον ἄστρου καὶ φῶς φωτὸς ἁψάμενον οἴονται μὴ κεράννυσθαι μηδὲ σύγχυσιν ποιεῖν δι' ὅλου καὶ μεταβολὴν ἀλλ' ἐκεῖνα φωτίζειν μόνον, ὧν ἅπτεται κατὰ τὴν ἐπιφάνειαν;

ὃν γὰρ ὁ ἥλιος περιιὼν κύκλον ἄγει καὶ περιστρέφει περὶ τὴν σελήνην, νῦν μὲν ἐπιπίπτοντα τῷ διορίζοντι τὸ ὁρατὸν αὐτῆς καὶ τὸ ἀόρατον, νῦν δ' ἀνιστάμενον πρὸς ὀρθὰς ὥστε τέμνειν ἐκεῖνον ὑπ' ἐκείνου τε τέμνεσθαι, ἄλλαις <δὲ> κλίσεσι καὶ σχέσεσι τοῦ λαμπροῦ πρὸς τὸ σκιερὸν ἀμφικύρτους καὶ μηνοειδεῖς ἀποδιδόντα μορφὰς ἐν αὐτῇ, παν-τὸς μᾶλλον ἐπιδείκνυσιν οὐ σύγκρασιν ἀλλ' ἐπαφήν, οὐδὲ σύλλαμψιν ἀλλὰ περίλαμψιν αὐτῆς ὄντα τὸν φωτισμόν.

Ἐπεὶ δ' οὐκ αὐτὴ φωτίζεται μόνον ἀλλὰ καὶ δεῦρο τῆς αὐγῆς ἀναπέμπει τὸ εἴδωλον, ἔτι καὶ μᾶλλον ἰσχυρίσασθαι τῷ λόγῳ περὶ τῆς οὐσίας δίδωσιν. αἱ γὰρ ἀνακλάσεις γίνονται πρὸς οὐδὲν ἀραιὸν οὐδὲ λεπτομερές, οὐδ' ἔστι φῶς ἀπὸ φωτὸς ἢ πῦρ ἀπὸ πυρὸς ἀφαλλόμενον [ἢ] νοῆσαι ῥᾴδιον, ἀλλὰ δεῖ τὸ ποιῆσον ἀντιτυπίαν τινὰ καὶ κλάσιν ἐμβριθὲς εἶναι καὶ πυκνόν, ἵνα πρὸς αὐτὸ πληγὴ καὶ ἀπ' αὐτοῦ φορὰ γένηται. τὸν γοῦν αὐτὸν ἥλιον ὁ μὲν ἀὴρ διίησιν οὐ παρέχων ἀνακοπὰς οὐδ' ἀντερείδων, ἀπὸ δὲ ξύλων καὶ λίθων καὶ ἱματίων εἰς φῶς τιθεμένων
πολλὰς ἀντιλάμψεις καὶ περιλάμψεις ἀποδίδωσιν.

οὕτω δὲ καὶ τὴν γῆν ὁρῶμεν ὑπ' αὐτοῦ φωτιζομένην· οὐ γὰρ εἰς βάθος ὥσπερ ὕδωρ οὐδὲ δι' ὅλης ὥσπερ ἀὴρ διίησι τὴν αὐγήν, ἀλλ' οἷος τὴν σελήνην περιστείχει κύκλος αὐτοῦ καὶ ὅσον ὑποτέμνεται μέρος ἐκείνης, τοιοῦτος ἕτερος περίεισι τὴν γῆν καὶ τοσοῦτον φωτίζων ἀεὶ καὶ ἀπολείπων ἕτερον ἀφώτιστον· ἡμισφαιρίου γὰρ ὀλίγῳ δοκεῖ μεῖζον εἶναι τὸ περιλαμπόμενον ἑκατέρας. δότε δή μοι γεωμετρικῶς εἰπεῖν πρὸς ἀναλογίαν ὡς, εἰ τριῶν ὄντων οἷς τὸ ἀφ' ἡλίου φῶς πλησιάζει, γῆς σελήνης ἀέρος, ὁρῶμεν οὐχ ὡς ὁ ἀὴρ μᾶλλον ἢ ὡς ἡ γῆ φωτιζομένην τὴν σελήνην, ἀνάγκη φύσιν ἔχειν ὁμοίαν ἃ τὰ αὐτὰ πάσχειν ὑπὸ τοῦ αὐτοῦ πέφυκεν."

Ἐπεὶ δὲ πάντες ἐπῄνεσαν τὸν Λεύκιον, "εὖ γ'" ἔφην "ὅτι καλῷ λόγῳ καλὴν ἀναλογίαν προσέθηκας· οὐ γὰρ ἀποστερητέον σε τῶν ἰδίων". κἀκεῖνος ἐπιμειδιάσας "οὐκοῦν" ἔφη "καὶ δεύτερον ἀναλογίᾳ προσχρηστέον, ὅπως μὴ <τῷ> τὰ αὐτὰ πάσχειν ὑπὸ τοῦ αὐτοῦ μόνον ἀλλὰ καὶ τῷ ταὐτὰ ποιεῖν ταὐτὸν ἀποδείξωμεν τῇ γῇ τὴν σε-λήνην προσεοικυῖαν. ὅτι μὲν γὰρ οὐδὲν οὕτως τῶν περὶ τὸν ἥλιον γινομένων ὅμοιόν ἐστιν ὡς ἔκλειψις ἡλίου δύσει, δότε μοι ταύτης τῆς ἔναγχος συνόδου μνησθέντες, ἣ πολλὰ μὲν ἄστρα πολλαχόθεν τοῦ οὐρανοῦ διέφηνεν εὐθὺς ἐκ μεσημβρίας ἀρξαμένη, κρᾶσιν δ' οἵαν τὸ λυκαυγὲς τῷ ἀέρι παρέσχεν. εἰ δὲ μή, Θέων ἡμῖν οὗτος τὸν Μίμνερμον ἐπάξει καὶ τὸν Κυδίαν καὶ τὸν Ἀρχίλοχον, πρὸς δὲ τούτοις τὸν Στησίχορον καὶ τὸν Πίνδαρον ἐν ταῖς ἐκλείψεσιν ὀλοφυρομένους

"ἄστρον φανερώτατον κλεπτόμενον"

καί "μέσῳ ἄματι νύκτα γινομένην"

καὶ τὴν "ἀκτῖνα τοῦ ἡλίου σκότους ἀτραπὸν <ἐσσυμέναν>"

φάσκοντας, ἐπὶ πᾶσι δὲ τὸν Ὅμηρον νυκτὶ καὶ ζόφῳ τὰ πρόσωπα κατέχεσθαι τῶν ἀνθρώπων λέγοντα καί "τὸν ἥλιον ἐξαπολωλέναι τοῦ οὐρανοῦ" περὶ τὴν † σελήνην καὶ ... τοῦτο γίνεσθαι πέφυκε "τοῦ μὲν φθίνοντος μηνὸς τοῦ δ' ἱσταμένου". τὰ λοιπὰ δ' οἶμαι ταῖς μαθηματικαῖς ἀκριβείαις εἰς τὸν ... ἐξῆχθαι καὶ βέβαιον, ὡς ἥ γε νύξ ἐστι σκιὰ γῆς, ἡ δ' ἔκλειψις τοῦ ἡλίου σκιὰ σελήνης, ὅταν ἡ ὄψις ἐν αὐτῇ γένηται. δυόμενος γὰρ ὑπὸ τῆς γῆς ἀντιφράττεται πρὸς τὴν ὄψιν, ἐκλιπὼν δ' ὑπὸ τῆς σελήνης· ἀμφότεραι δ' εἰσὶν ἐπισκοτήσεις, ἀλλ' ἡ μὲν δυτικὴ τῆς γῆς ἡ δ' ἐκλειπτικὴ τῆς σελήνης τῇ σκιᾷ καταλαμβανούσης τὴν ὄψιν. ἐκ δὲ τούτων εὐθεώρητον τὸ γινόμενον. εἰ γὰρ ὅμοιον τὸ πάθος, ὅμοια τὰ ποιοῦντα· τῷ γὰρ αὐτῷ τὰ αὐτὰ συμβαίνειν ὑπὸ τῶν αὐτῶν ἀναγκαῖόν ἐστιν.

εἰ δ' οὐχ οὕτως τὸ περὶ τὰς ἐκλείψεις σκότος βύθιόν ἐστιν οὐδ' ὁμοίως τῇ νυκτὶ πιέζει τὸν ἀέρα, μὴ θαυμάζωμεν· οὐσία μὲν γὰρ ἡ αὐτὴ τοῦ τὴν νύκτα ποιοῦντος καὶ τοῦ τὴν ἔκλειψιν σώματος, μέγεθος δ' οὐκ ἴσον· ἀλλ' Αἰγυπτίους μὲν ἑβδομηκοστόδυον οἶμαι φάναι μόριον εἶναι τὴν σελήνην, Ἀναξαγόραν δ' ὅση Πελοπόννησος. Ἀρίσταρχος δὲ <τὴν διάμετρον τῆς γῆς πρὸς> τὴν διάμετρον τῆς σελήνης λόγον ἔχουσαν ἀποδείκνυσιν, ὃς ἐλάττων μὲν ἢ ἑξήκοντα πρὸς δεκαεννέα, μείζων δ' ἢ ὡς ἑκατὸν ὀκτὼ πρὸς τεσσαράκοντα τρί' ἐστίν. ὅθεν ἡ μὲν γῆ παντάπασι τῆς ὄψεως τὸν ἥλιον ἀφαιρεῖται διὰ μέγεθος· μεγάλη γὰρ ἡ ἐπιπρόσθησις καὶ χρόνον ἔχουσα τὸν τῆς νυκτός· ἡ δὲ σελήνη κἂν ὅλον ποτὲ κρύψῃ τὸν ἥλιον, οὐκ ἔχει χρόνον οὐδὲ πλάτος ἡ ἔκλειψις, ἀλλὰ περιφαίνεταί τις αὐγὴ περὶ τὴν ἴτυν, οὐκ ἐῶσα βαθεῖαν γενέσθαι τὴν σκιὰν καὶ ἄκρατον.

Ἀριστοτέλης δ' ὁ παλαιὸς αἰτίαν τοῦ πλεονάκις τὴν σελήνην ἐκλείπουσαν ἢ τὸν ἥλιον καθορᾶσθαι πρὸς ἄλλαις τισὶ καὶ ταύτην ἀποδίδωσιν· ἥλιον γὰρ ἐκλείπειν σελήνης ἀντιφράξει, σελήνην δὲ ... . ὁ δὲ Ποσειδώνιος ὁρισάμενος οὕτω τόδε τὸ πάθος "ἔκλειψίς ἐστιν ἡλίου † σύνοδος σκιᾶς σελήνης ἧς τὴν ἔκλειψιν ...."· ἐκείνοις γὰρ μόνοις ἔκλειψίς ἐστιν, ὧν ἂν ἡ σκιὰ τῆς σελήνης καταλαβοῦσα τὴν ὄψιν ἀντιφράξῃ πρὸς τὸν ἥλιον· ὁμολογῶν δὲ σκιὰν τῆς σελήνης φέρεσθαι πρὸς ἡμᾶς οὐκ οἶδ' ὅ τι λέγειν ἑαυτῷ καταλέλοιπεν *** ἄστρου δὲ σκιὰν ἀδύνατον γενέσθαι· τὸ γὰρ ἀφώτιστον σκιὰ λέγεται, τὸ δὲ φῶς οὐ ποιεῖ σκιὰν ἀλλ' ἀναιρεῖν πέφυκεν."

"Ἀλλὰ τί δή" ἔφη "μετὰ τοῦτο τῶν τεκμηρίων ἐλέχθη"; κἀγώ "τὴν αὐτήν" ἔφην "ἐλάμβανεν ἡ σελήνη ἔκλειψιν". "ὀρθῶς" εἶπεν "ὑπέμνησας· ἀλλὰ δὴ πότερον ὡς πεπεισμένων ὑμῶν καὶ τιθέντων ἐκλείπειν τὴν σελήνην ὑπὸ τοῦ σκιάσματος ἁλισκομένην ἤδη τρέπωμαι πρὸς τὸν λόγον, ἢ βούλεσθε μελέτην ποιήσωμαι καὶ ἀπόδειξιν ὑμῖν τῶν ἐπιχειρημάτων ἕκαστον ἀπαριθμήσας"; "νὴ Δί'" εἶπεν ὁ Θέων "τούτοις καὶ ἐμμελέτησον· ἐγὼ δὲ καὶ πειθοῦς τινος δέομαι, ταύτῃ μόνον ἀκηκοὼς ὡς ἐπὶ μίαν [μὲν] εὐθεῖαν τῶν τριῶν σωμάτων γιγνομένων, γῆς καὶ ἡλίου καὶ σελήνης, αἱ ἐκλείψεις συντυγχάνουσιν· ἡ γὰρ γῆ τῆς σελήνης ἢ πάλιν ἡ σελήνη τῆς γῆς ἀφαιρεῖται τὸν ἥλιον· ἐκλείπει γὰρ οὗτος μὲν σελήνης, σελήνη δὲ γῆς ἐν μέσῳ τῶν τριῶν ἱσταμένης· ὧν γίνεται τὸ μὲν ἐν συνόδῳ τὸ δ' ἐν διχομηνίᾳ".

 
< Προηγούμενο   Ἐπόμενο >

Σελήνη


Ἡ ἄλλη φάσῃ τῆς ΣΕΛΉΝΗΣ: Ἐπισκεφθεῖτε τὴν ἰστοσελίδα τοῦ προγράμματος
"Πρῶτο Τέταρτον"
Ἡ Σελήνη εἶναι "Πρῶτο Τέταρτον"

Εἰκόνες


Ἄρης καὶ Ἀφροδίτη, τοιχογραφία

Ὡροσκόπιον



Σελὶς Ὡροσκοπίων