| 07:26 | 12:39 | 17:52 |
| Ἀθῆναι | ||
Ὑποστηρίξετε τὸ μεταφραστικὸ μας ἔργο - Support our translation project
|
|
Δυνάμεις: Εὑρίσκεται πλησίον τῆς γῆς καὶ τῶν ἀναθυμιάσεων τῶν ὑγρῶν τῆς γῆς, ἔτσι ἡ κύρια δράσις της ἐπὶ τῶν σωμάτων εἶναι ὑγραντικὴ καὶ σηπτικὴ, ἐνῶ ὡς ἕναν βαθμὸν θερμαίνει, καθὼς δέχεται τὸ ἡλιακὸν φῶς Χρώματα: Λευκὸν, Ἀργυρὸν, Πράσινον
ΣΕΛΗΝΗΣ ΟΨΕΙΣ
ἭλιοςΤΡΙΓΩΝΟΝ Ὁ Ἥλιος τριγωνίζων Σελήνην, καλὸν τὸ σχῆμα, καὶ μάλιστα ὑπὸ Διός, Ἀφροδίτης ὁρώμενοι. ΤΕΤΡΑΓΩΝΟΝ Ὁ Ἥλιος Σελήνην τετραγωνίζων, ἀλλήλους ἐπιδεκατεύοντες, ἐπὶ μὲν κέντρων ἑστῶτες καὶ μαρτυρούμενοι ὑπὸ ἀγαθοποιῶν, ἐμπράκτους, ἐνδόξους ἐν συστάσεσι ποιοῦσιν, ὑπὸ δὲ κακοποιῶν ὁρώμενοι καὶ ζωῇ καὶ βίῳ λυπηροί. εἰ δὲ καί, τοῦ Ἡλίου καὶ τῆς Σελήνης ὄντων ἀμφοτέρων ἐπὶ τῶν κέντρων καὶ ὑπὸ Κρόνου καὶ Ἄρεως ὁρωμένων, ἡ Σελήνη τῷ Διὶ συνάπτει, λαμπροὶ μὲν ἔσονται, πλὴν βασκαινόμενοι ὑπὸ πολλῶν, ἀπόντος δὲ τοῦ Διὸς πλείστην καὶ μεγάλην κάκωσιν ἕξει τὸ τοιοῦτον διάθεμα. ΣΥΝΟΔΟΣ Ἥλιος καὶ Σελήνη ἀγαθοί· συστάσεις γὰρ μειζόνων καὶ δόξας περιποιοῦσι κτήσεις τε θεμελίων καὶ κτημάτων καὶ χρημάτων καὶ κόσμου καὶ πρὸς τὰς ἐπιβολὰς τῶν πραγμάτων εὐεπιτεύκτους καὶ ἐπωφελεῖς. ἐὰν δὲ <ἡ> ὑπόστασις μεγάλη εὑρεθῇ, γίνονται ἀρχικοὶ πόλεων, πραγμάτων προϊστάμενοι, ὄχλων προεστῶτες, εὐφαντασιώτατοι δωρηματικοὶ ἡγεμονικοὶ τυραννικοὶ ἀνυπότακτοι βασιλικὸν σχῆμα κεκτημένοι ἢ ἀπὸ μετρίας τύχης ἀναβιβαζόμενοι καὶ εὐδαίμονες γινόμενοι μακαρίζονται· πλὴν ἀνεπίμονον τὸ ἀγαθὸν τοῖς τοιούτοις ὑπάρχει διὰ τὸ τῆς Σελήνης μειωτικὸν σχῆμα. ΑΝΤΙΘΕΣΙΣ ἡ Σελήνη Ἥλιον διαμετροῦσα ὄλβου καὶ δόξης παραίτιος γίνεται.
σε
σε
α
α
ἙρμῆςΤΡΙΓΩΝΟΝ Ὁ Ἑρμῆς Σελήνην τριγωνίζων δηλοῖ εὐμαθεῖς γενέσθαι καὶ συνετούς. Σελήνῃ Ἑρμῆς τρίγωνος ἐπὶ ἡμερινῆς γενέσεως ἑῴου ὄντος ἐπινοήμονας εὐπράκτους εὐφυεῖς κεκινημένους· εἰ δὲ ἐνδοξοτέρα εἴη ἡ γένεσις, γραμματεῖς βασιλέων ποιεῖ ἢ πόλεων ἢ χωρῶν ἄρχοντας, φιλολόγους ῥήτορας γεωμέτρας· ἐὰν δὲ ἑσπέριος ᾖ μάλιστα νυκτερινῆς οὔσης τῆς γενέσεως, πολυίστορας φιλοσόφους καʹ μυστηρίων μετέχοντας· εἰ δὲ εἴη ἡ γένεσις ὑψηλὴ ἐκ τῶν λοιπῶν ἀστέρων, εὐσχήμονας καὶ ὑπὸ ὄχλων τιμωμένους καὶ μείζοσι προσώποις καὶ βασιλεῦσι γινωσκομένους· ταῦτα ποιεῖ συνοικοδεσποτήσας ἀστέρι τῷ τὸ πράσσειν παρέχοντι καὶ συνεργὸς τυχὼν ταῦτα ἀποτελεῖ. ἀχρημάτιστος δὲ τυχὼν οὐδὲν ἰσχύσει τῶν ἰδίων ἀποτελεσμάτων ἐνεργῆσαι. καθόλου δὲ ἐπὶ πάσης γενέσεως γινώσκεται, ὅτι ὅσα ἐπὶ τῶν τριγώνων ἐνεργεῖ ἕκαστος τῶν ἀστέρων, τοσαῦτα καὶ συνόντες ἐν τῷ αὐτῷ ζῳδίῳ ἀποτελοῦσιν. ἑξάγωνος δὲ ὑπάρχων Ἑρμῆς Σελήνῃ ἀμαυρότερος καὶ ἀσθενέστερος καθέστηκε τῶν προειρημένων. ΤΕΤΡΑΓΩΝΟΝ ἡ Σελήνη Ἑρμῆν τετραγωνίζουσα, τῆς Σελήνης καθυπερτερούσης, κοῦφοι ἔσονται, ἄστατοι, εὐμετάβλητοι, ἄπιστοι, ὑπὸ μηδενὸς ἀκουόμενοι. τοῦ δὲ Ἑρμοῦ τὴν Σελήνην καθυπερτεροῦντος, συνετοὶ μὲν καὶ λόγιοι, πλὴν δι' ὄχλον καὶ πλῆθος λυποῦνται, εἰ δὲ ὁ Ἑρμῆς καθυπερτερῶν τὴν Σελήνην αὐτὸς ὑπὸ κακοποιῶν καθυπερτερεῖται, πλαστογράφοι ἔσονται, οἳ καὶ ληφθέντες ἐπί τισι γραπτοῖς ἐν φυλακαῖς εἴργνυνται καὶ δεσμοῖς. [Ἑρμῆς Σελήνῃ] εἰ δὲ τετράγωνος τύχῃ, δριμεῖς ἀγχίνους· τὸ δὲ δριμὺ αὐτῶν εἰς φαυλότητα περιίσταται· γίνονται γὰρ κακοήθεις διάβολοι, τὰς πράξεις ἀπὸ δόλων καὶ ἐπιθέσεων ἔχοντες καὶ οὐδὲν ὑγιὲς ἐνθυμούμενοι. ΣΥΝΟΔΟΣ Ὁ Ἑρμῆς σὺν Σελήνῃ εὐμαθεῖς ποιεῖ ἄγαν καὶ συνετούς, ψεύστας δὲ καὶ ἀστάτους, εἰ μὴ ἀγαθοποιοὶ μαρτυρήσωσιν, αἱ τούτων δὲ μητέρες συνεταὶ μέν, ἐπίψογοι δὲ ἀσήμοις ἀνδράσιν ἐπιμιγνύμεναι· κρεῖττον δὲ εἰ ἡ Σελήνη προάγοι τὸν Ἑρμῆν, ἧττον δὲ εἰ ἕπεται. Ἑρμῆς καὶ Σελήνη ἀγαθοὶ περὶ τὰς συστάσεις καὶ δόξας ἀρρενικῶν τε καὶ θηλυκῶν καὶ περὶ τὴν τοῦ λόγου καὶ παιδείας δύναμιν καὶ περὶ τὰς λοιπὰς ἐγχειρήσεις καὶ συναλλαγὰς κοινωνικοὺς καὶ μηχανικοὺς καὶ πολυπείρους καὶ περιέργους ἀποτελοῦσι καὶ ἀπὸ μειζόνων τελῶν προβιβαζομένους πολυκινήτους καὶ ἀνεπιμόνους ταῖς πράξεσιν ἢ ταῖς γνώμαις πρὸς τὸ μέλλον ** γενναίους πρὸς τὰ φαῦλα, ἀνωμάλους δὲ [καὶ] περὶ τὸν βίον. ΑΝΤΙΘΕΣΙΣ Ὁ Ἑρμῆς Σελήνην διαμετρῶν ἀπὸ πλήθους καὶ δήμου στάσεις ἐγείρει καὶ κραυγάς, καὶ ἐν λόγοις ἀθαρσεῖς ποιεῖ. [Ἑρμῆς Σελήνῃ] εἰ δὲ διάμετρος, πρὸς τοῖς εἰρημένοις (σ.σ. τοῦ τετραγώνου) ἐναντιόβουλοι, ἀχαριστούμενοι ἐν ταῖς πράξεσι· διόπερ ἈφροδίτηΤΡΙΓΩΝΟΝ Ἡ Ἀφροδίτη Σελήνην τριγωνίζουσα πραεῖς ποιεῖ καὶ ἱλαρούς, εὐμόρφους, τοὺς μέντοι γάμους ἀβεβαίους δηλοῖ. Ἀφροδίτη Σελήνῃ τρίγωνος ἐπὶ νυκτερινῆς γενέσεως καὶ ἐν θηλυκοῖς ζῳδίοις ἐπιχαρεῖς εὐδαίμονας· ἔνιοι δὲ καὶ ὄχλων ἡγοῦνται καὶ πορφύρας καὶ χρυσοφορίας καταξιοῦνται κατὰ τὸ μέγεθος τῆς γενέσεως· γίνονται γὰρ καὶ φιλόσοφοι καὶ μουσικοὶ καὶ φιλολόγοι καὶ βασιλικῆς φιλίας ἐντὸς γινόμενοι. εἰ δὲ καὶ ἐξ ἀμφοτέρων βασιλικὴ δηλοῦται ἡ γένεσις τῷ εἶναι τὸν μὲν οἰκοδεσποτοῦντα τὸν δὲ δεσπόζοντα τῆς γενέσεως, τυραννικὸν γίνεται τὸ σχῆμα· γίνονται γὰρ βασιλεῖς βασιλέων ἔνδοξοι καὶ εὐφρόσυνοι. ἑξάγωνοι δὲ πρὸς ἀλλήλους μετριώτεροι τῇ δυνάμει γίνονται· ἐπὶ μέντοι τοῦ ἀγαθοῦ δαίμονος καὶ τῆς ἀγαθῆς τύχης οὐδὲν ἀπέχουσι τοῦ τριγώνου, μάλιστα εἰ μέσον τροπικὸν ζῴδιον ἢ ἰσημερινὸν τύχῃ, πολὺ δὲ μᾶλλον ἐὰν Ἰχθύσι καὶ Ταύρῳ τὸ σχῆμα θεωρηθῇ. ΤΕΤΡΑΓΩΝΟΝ Ἡ Σελήνη Ἀφροδίτην τετραγωνίζουσα, τῆς Σελήνης καθυπερτερούσης, εὐπόρους μέν, πολυψόγους δέ, οἳ καὶ διὰ θηλυκὰ ἢ καὶ ἀπὸ θηλυκῶν προσώπων βλάπτονται. εἰ δὲ ἡ Ἀφροδίτη καθυπερτερεῖ τὴν Σελήνην, ἐπάλληλα παρέχει τὰ ἀγαθά, ἐμπράκτους καὶ πολυβίους ποιοῦσα, οἷς καὶ γυναῖκας διδοῖ φιλοστόργους καὶ σώφρονας· αὐτόν τε εὔχαριν καὶ κόσμιον καὶ γλυκυλάλον ποιεῖ, πλὴν ἀστάτους ἐν τοῖς γάμοις ποιεῖ καὶ αὐτοὺς καὶ τὰς τούτων μητέρας· οὐκ ἔσονται γάρ, φησίν, μονογαμοῦντες. Ἀφροδίτη τετράγωνος τῇ Σελήνῃ εὐπράκτους καὶ ἐπιχαρεῖς καὶ πλουσίους καὶ πάντα ὅσα ἐπὶ τριγώνου παρέχει, ἐὰν μάλιστα ἰδίῳ ζῳδίῳ ἢ μοίρᾳ παρῇ, ἀλλὰ μετὰ ἀνωμαλίας· εὐμετάπτωτα γὰρ γίνεται ἃ παρέχουσιν. εἰ δὲ ἐν ἀλλοτρίοις ζῳδίοις ἢ παρ' αἵρεσιν ἢ μοίραις ἐναντίαις, ὕβρεων καὶ ἀστασίας καὶ δειγματισμῶν διὰ γυναικῶν καὶ ἐπονειδίστων πράξεων αἴτιοι καθεστήκασι· καὶ χείρονες δὲ διάμετροι οὕτω σταθέντες. ΣΥΝΟΔΟΣ ἡ Ἀφροδίτη μετὰ τῆς Σελήνης ἀγαθούς, εὐμόρφους, ἱλαρούς, γάμος δὲ τοῖς τοιούτοις ἀβέβαιος, καὶ ἀσελγεῖς· οὗτοι γὰρ αἴτιοι ἔσονται τῆς ἀκαταστασίας τοῦ γάμου, ἐπ' ἀλλοτρίαις μαινόμενοι γυναιξίν. Ἀφροδίτη καὶ Σελήνη ἀγαθοὶ μὲν περὶ τὰς δόξας καὶ τὰς περικτήσεις καὶ περὶ τὰς τῶν πραγμάτων ἀφορμάς, περὶ δὲ τὰς συμβιώσεις καὶ φιλίας καὶ συναρμογὰς ἄστατοι, ἀντιζηλίας καὶ ἔχθρας ἐπιφέροντες καὶ συγγενικῶν ἢ φίλων κακουργίας ἢ ταραχάς· ὁμοίως δὲ καὶ εἰς τὸν περὶ τέκνων ἢ σωμάτων τόπον οὐκ ἀγαθοὶ ἀπαραμόνους τε τὰς κτήσεις παρεχόμενοι καὶ ψυχικὰς ἀνίας ἐπάγοντες. ΑΝΤΙΘΕΣΙΣ Ἡ Ἀφροδίτη Σελήνην διαμετροῦσα, τὰ πρὸς γάμον οὐκ ἀγαθά· ἢ γὰρ οὐ διδοῖ τέκνα ἢ παρέχουσα ταῦτα θανατοῖ ἢ ἄλλως πως ἀποστερεῖ, ἕνεκα δὲ τῶν γυναικῶν αὐτῶν ὕβρεις καὶ θλίψεις καὶ βλάβας πάσχουσιν· καθόλου γὰρ Σελήνη καὶ Ἀφροδίτη τετράγωνοι ἢ διάμετροι ἐπὶ παντὸς πράγματος ζηλοτυπίαν παρέχουσιν. ἌρηςΤΡΙΓΩΝΟΝ ὁ Ἄρης Σελήνην τριγωνίζων ἐπὶ μὲν νυκτερινῆς γενέσεως, λειψιφωτούσης <τῆς> Σελήνης, ἔμπρακτοι καὶ ἐπιτευκτικοὶ γίνονται καὶ πάντων ὧν βουλεύσονται περιγίνονται, εἰ δὲ καὶ Ζεὺς αὐτοὺς ἴδῃ, ἔσονται ἀρχικοί, ἔνδοξοι, μεγάλα δυνάμενοι. ἐπὶ δὲ ἡμερινῆς γενέσεως ὁ Ἄρης τριγωνίζων Σελήνην οὖσαν ἐν τῷ ὑπεργείῳ βλάπτει καὶ σῶμα καὶ βίον, εἰ μάλιστα αὐξιφωτεῖ ἡ Σελήνη. ΤΕΤΡΑΓΩΝΟΝ ὁ Ἄρης Σελήνην τετραγωνίζων, τοῦ Ἄρεως καθυπερτεροῦντος, τὴν μητέρα χήραν ποιεῖ καὶ τὸν πατρικὸν ἐλαττοῖ βίον καὶ αὐτὴν τὴν μητέρα ἀναιρεῖ δι' αἵματος ἢ βιαίου θανάτου, ὁ δὲ τεχθεὶς ἐπὶ ἱεροὺς καταφεύγει τόπους καὶ ὑπὸ φαντασμάτων καὶ εἰδώλων ἐνοχλεῖται, καὶ μᾶλλον τὸ κακὸν ἔσται, ὅταν ὁ Ἄρης ἐν ὁρίοις ᾖ Κρόνου, ἡ δὲ Σελήνη ἐν ὁρίοις Ἑρμοῦ ἢ Ἄρεως· πολλάκις γὰρ ἡ τῶν ὁρίων δύναμις ἢ ἐπιτείνει ἢ ἐλαττοῖ τὰ κακά. εἰ δὲ ἡ Σελήνη τὸν Ἄρην ἐπιδεκατεύει, ἄδοξον καὶ πενιχρὰν τὴν μητέρα, τῷ δὲ παιδὶ καθαίρεσιν τύχης καὶ πλάνας δηλοῖ. Εἰ δὲ τετράγωνος Ἄρης Σελήνῃ γένοιτο ἐπὶ τὸ εὐώνυμον μέρος ἐν ἀλλοτρίαις μοίραις ἢ ζῳδίοις <ἐφ'> ἡμερινῆς γενέσεως, πολλῶν ἐναντιωμάτων αἴτιος τῇ τε μητρὶ θλίψεις καὶ ταπεινώσεις ἀποτελεῖ καὶ ἐν ξενιτείαις ὑποτάσσονται, τινὲς δὲ ἢ στρατιωτικοὶ γίνονται ἐπίμοχθοι καὶ ἐφύβριστοι. ταῦτα δὲ γίνεται, ἐάνπερ μὴ καὶ τὰ λοιπὰ ἡ γένεσις ταπεινοῖ, τοῦ τοῦ ἀστέρος δεσπότου ἢ συνεργοῦ ἢ συναιρετιστοῦ ὑπάρχοντος ἐν τοῖς ἀσυνδέτοις τοῦ ὡροσκόπου. ἐὰν δὲ τὰ λοιπὰ συντύχῃ, αἰχμάλωτοι γίνονται καὶ δημοσίᾳ τελευτῶσιν... ἐὰν γὰρ Ἄρης Κριῷ γένηται καὶ Σελήνη Καρκίνῳ, ἀντιστρέφεται τὰ ἀποτελέσματα καὶ γίνεται τῶν εἰς τὸ τρίγωνον τὰ ὅμοια. ΣΥΝΟΔΟΣ ὁ Ἄρης σὺν Σελήνῃ θερμούς, ἐπιτευκτικούς, καὶ μᾶλλον ὅταν ὦσιν ἐπίκεντροι, εἰ δὲ μὴ ὁρᾷ ὁ Ζεὺς ὄντας ἐπὶ τοῖς κέντροις, ὀλιγοχρονίους, βιαιοθανάτους, ἥ τε μήτηρ πολύνοσος. ΑΝΤΙΘΕΣΙΣ ὁ Ἄρης Σελήνην διαμετρῶν ὀλιγοχρονίους ποιεῖ ἢ κινδύνοις περιπίπτοντας· τινὲς μὲν ἄγαμοι, τινὲς δὲ τὰς γυναῖκας θάπτουσιν· τούτοις καὶ ἡ τελευτὴ δεινή· ἢ γὰρ μανίας ἢ τομὰς μελῶν ὁ Ἄρης ποιεῖ. κακά. εἰ δὲ ἡ Σελήνη τὸν Ἄρην ἐπιδεκατεύει, ἄδοξον καὶ πενιχρὰν τὴν μητέρα, τῷ δὲ παιδὶ καθαίρεσιν τύχης καὶ πλάνας δηλοῖ. [Ἄρης Σελήνῃ] εἰ δὲ καὶ διάμετρος γένηται ἐπὶ τοῦ αὐτοῦ καταστήματος, εὐτονώτερα τὰ χαλεπὰ καὶ δυσέκλυτα· μᾶλλον δὲ εἰ καὶ δεξιὸς τετράγωνος φανείη, αἰφνιδίως πάντα ἀπολλύουσι. πολλὴ δὲ διαφορὰ τετραγώνου καὶ διαμέτρου. ὁμοίως δὲ κἂν διάμετροι ὦσιν Ἄρης Σκορπίῳ Σελήνη Ταύρῳ, οὐ μόνον πρὸς τύχην οὐκ ἐναντιοῦνται ἀλλὰ καὶ προκοπῶν καὶ δοξῶν αἴτιοι γίνονται. ΔίαςΤΡΙΓΩΝΟΝ ὁ Ζεὺς Σελήνην ἰδὼν ἐνδόξους καὶ ἐμφανεῖς, ἡγεμόνας ἢ δικαστάς – τοὺς μὲν δήμου, τοὺς δὲ στρατιωτῶν – ποιεῖ, καὶ μᾶλλον αὐξιφωτούσης τῆς Σελήνης, εἰ δέ ἐστιν ἡ Σελήνη ἀφαιρετικὴ οὐκ αὐτοὺς αὐθέντας ποιεῖ ἀλλὰ τοιούτοις προσώποις ὑπηρετουμένους. ΤΕΤΡΑΓΩΝΟΝ ὁ Ζεὺς Σελήνην τετραγωνίζων, τοῦ Διὸς καθυπερτεροῦντος ἐπὶ ἡμερινῆς γενέσεως ἢ νυκτερινῆς, τῇ τε μητρὶ αἴσιον καὶ αὐτὸν κρείττονα τῶν γονέων ποιεῖ, καὶ ἐν τιμαῖς καὶ προεδρίαις δοξάζει καὶ εὐφημίαις. τῆς δὲ Σελήνης καθυπερτερούσης τὸν Δία, δοξαστικὸν μὲν τὸ σχῆμα καὶ ἐν ἡγεμόσι συστάσεις ποιοῦν, πλὴν κατά τινας χρόνους βλάπτει ἢ ἣν ἔχει πρᾶξιν ἐνίοτε ἐλαττοῖ. ΣΥΝΟΔΟΣ ὁ Ζεὺς σὺν Σελήνῃ αὐξητικοὺς τῷ βίῳ, καὶ μᾶλλον ἀνατολικὸς καὶ προσθετικὸς ὢν ὁ Ζεύς· πλουσίους γὰρ καὶ κρείττονας τῶν γονέων ποιεῖ. εἰ δὲ τῆς γενέσεως νυκτερινῆς οὔσης ἡ Σελήνη πλειόνων ἐστὶ μοιρῶν, ἐλαττοῦται ἡ τύχη. Ζεὺς καὶ Σελήνη ἀγαθοὶ περικτητικοί, κόσμου καὶ σωμάτων δεσπότας ἀποτελοῦντες καὶ ἀρχὰς ἐπισήμους παρεχόμενοι, ἔκ τε γυναικῶν καὶ ἐπισήμων προσώπων ὠφελουμένους, ἀπὸ οἰκείων ἢ τέκνων εὐεργετουμένους καὶ δωρεῶν [ἢ] καὶ τιμῶν καταξιουμένους, χρηματοφύλακας ἢ πολλὰ δανειστικοὺς ἢ πιστευομένους καὶ θησαυρῶν εὑρετάς, εὐχρηματίστους. ΑΝΤΙΘΕΣΙΣ ὁ Ζεὺς Σελήνην διαμετρῶν, εἰ μὲν αὐξιφωτεῖ, προεδρίαν καὶ βίον διδοῖ καὶ ἐπίσημον καὶ ἀρχικὸν σημαίνει, ΚρόνοςΤΡΙΓΩΝΟΝ ΤΕΤΡΑΓΩΝΟΝ ὁ Κρόνος Σελήνην τετραγωνίζων, τοῦ Κρόνου καθυπερτεροῦντος, κακοθάνατος ἡ μήτηρ, καὶ ὁ παῖς ἐν νόσοις πολλαῖς καὶ κινδύνοις ἔσσεται καὶ συνεχέσι ῥευματισμοῖς, ἐπὶ δὲ ζῳδίων θηλυκῶν ἔτι χεῖρον· εἰ γὰρ ᾖ τούτῳ πεπρωμένος ὁ γάμος, δύσγονόν τε γυναῖκα λήψεται, καὶ οὔτε φίλοι οὔτε τέκνα τούτῳ ἔσονται, τούτων δὲ καὶ ὁ βίος ἐλαττοῦται. εἰ δὲ ἡ Σελήνη τὸν Κρόνον καθυπερτερεῖ, πρός τε τῷ ἀπράκτους ποιεῖν καὶ ἐχθροὺς ταῖς μητράσι δείκνυσι καὶ τὰ μητρικὰ φθείρει καὶ ῥεύματα κινεῖ. ΣΥΝΟΔΟΣ ὁ Κρόνος σὺν Σελήνῃ ἀδρανεῖς καὶ τὰ μητρικὰ φθείροντας, αὐτούς τε ἐπινόσους καὶ τὰς αὐτῶν μητέρας. εἰ δέ γέ ἐστιν ἡ γένεσις ἡμερινὴ ἢ αὐξιφωτεῖ ἡ Σελήνη ὑπὸ ἀγαθῶν ὁρωμένη, τὰ ῥηθέντα κακὰ οὐκ ἔσται. νυκτερινῆς δὲ τῆς γενέσεως οὔσης, εἴτε αὐξιφωτεῖ ἡ Σελήνη εἴτε λειψιφωτεῖ, κἂν καὶ οἱ ἀγαθοποιοὶ ὁρῶσιν, κακὸν καὶ ἄπρακτον τὸ διάθεμα. Κρόνος μὲν οὖν καὶ Σελήνη ὠφέλιμοι, περιποιητικοὶ κτημάτων θεμελίων ναυκληρίας καὶ ἐκ θανατικῶν εὐεργετικοί, μάλιστα ἐπὰν ἡ Σελήνη τὸν ἐξ ἀνατολῆς δρόμον ποιουμένη τύχῃ καὶ ὑπὸ ἀγαθοποιῶν μαρτυρῆται· μειζόνων γὰρ συστάσεις καὶ δωρεὰς καὶ ἐχθρῶν καθαιρέσεις ἀποτελεῖ. πλὴν ἀβεβαίους τῇ κτήσει, εἰς δὲ τὸν περὶ γυναικὸς τόπον ἀστάτους καὶ ἐπιλύπους διά τινας χωρισμοὺς καὶ μίση καὶ πένθη. ἐπάγουσι δὲ καὶ σωματικὰ πάθη καὶ καταπτώσεις αἰφνιδίους καὶ ἡγεμονικῶν τόπων ἢ νεύρων ἀλγήσεις καὶ ἀναγκαίων προσώπων θανάτους. ΑΝΤΙΘΕΣΙΣ ὁ Κρόνος Σελήνην διαμετρῶν τὴν μητρικὴν κτῆσιν ἀπόλλυσι καὶ αὐτῇ τῇ μητρὶ θλίψεις καὶ κρυπτῶν τόπων πόνους ἐπάγει ἢ λυπηρὰ σημαίνει καὶ δύστροπα. εἰ δὲ μὴ ὁ Ζεὺς ἢ Ἀφροδίτη ὁρᾷ, ἔσται χαλεπῶς ἔχουσα τῷ σώματι καὶ ζημίας ὑπομένουσα. ἐν δὲ τοῖς τετράποσιν ἀπὸ τῶν ὁμοίων ἡ βλάβη, εἰ δὲ ἐν θηριώδεσιν, ἐκ θηρίων, εἰ δὲ ἐν ἀνθρωποειδέσιν, ἐξ ἀνθρώπων, εἰ δὲ ἐν καθύγρῳ, ἐξ ὑδάτων ἢ κακοχυμίας τοῦ σώματος. καὶ τῷ γεννηθέντι δὲ ὁμοίως, εἰ μὴ ἴδοι Ζεύς, Ἀφροδίτη, σίνος ἔσται· τινῶν μὲν τὴν ὄψιν ἐτύφλωσεν, ἄλλους τῆς πατρίδος ἐξήλασεν, ἑτέρους ἐν διαφόροις τόποις τοῦ σώματος ἔβλαψεν.
Tags:
|



