07.10.08

Ἐπιλογαί

Ἡμερολόγιον

< ΟΚΤΩΒΡΙΟΣ 2008 >
Α Α Α Ε Ζ Α Κ
28 29 30 1 2 3 4
5 6 7 8 9 10 11
12 13 14 15 16 17 18
19 20 21 22 23 24 25
26 27 28 29 30 31 1

Ποῖος εἶναι Online

Ἔχουμε 2 ἐπισκέπτας online

Σύνδεσις






Ξεχάσατε τὸν κωδικόν σας;
Δὲν ἔχετε λογαριασμό Ἐγγραφή

Δωρεά

Γίνετε ὑποστηρικταὶ, βοηθώντας τὴν ὁμάδα τοῦ Ἀστρολογικοῦ.

Θεογονία, στίχοι 1 - 336 Ἐκτύπωσις Ἠλ. Ταχυδρομεῖον

Ἡσιόδου, Θεογονία

στίχοι 1 -336 στίχοι 337 - 616 στίχοι 617 - 1022

μουσῶν ᾠδὴ, περὶ μνημοσύνης καὶ ζηνὸς, περὶ μουσῶν ὀλυμπιάδων, γένεσις πρώτων θεῶν, οὐρανιώνες, τιτάνες, κρόνου ἂρπη, ἀφροδίτης γένεσις, τιτάνων χρέος, νυκτός γένος, νηρέως γένος, θαύμαντος γένος, τυφῶνος καὶ ἒχιδνας γένος, κητοῦς καὶ φόρκυνος

lyreplay.gif

Μουσάων ῾Ελικωνιάδων ἀρχώμεθ’ ἀείδειν,
αἵ θ’ ῾Ελικῶνος ἔχουσιν ὄρος μέγα τε ζάθεόν τε,
καί τε περὶ κρήνην ἰοειδέα πόσσ’ ἁπαλοῖσιν
ὀρχεῦνται καὶ βωμὸν ἐρισθενέος Κρονίωνος·
καί τε λοεσσάμεναι τέρενα χρόα Περμησσοῖο
ἠ’ ῞Ιππου κρήνης ἠ’ ᾿Ολμειοῦ ζαθέοιο
ἀκροτάτῳ ῾Ελικῶνι χοροὺς ἐνεποιήσαντο,
καλοὺς ἱμερόεντας, ἐπερρώσαντο δὲ ποσσίν.
ἔνθεν ἀπορνύμεναι κεκαλυμμέναι ἠέρι πολλῷ
ἐννύχιαι στεῖχον περικαλλέα ὄσσαν ἱεῖσαι, [10]
ὑμνεῦσαι Δία τ’ αἰγίοχον καὶ πότνιαν ῞Ηρην
᾿Αργείην, χρυσέοισι πέδιλοις ἐμβεβαυῖαν,
κούρην τ’ αἰγιόχοιο Διός γλαυκῶπιν ᾿Αθήνην
Φοῖβόν τ’ ᾿Απόλλωνα καὶ ῎Αρτεμιν ἰοχεαίραν
ἠδὲ Ποσειδάωνα γαιήοχον ἐννοσίγαιον
καὶ Θέμιν αἰδοίην ἑλικοβλέφαρόν τ’ ᾿Αφροδίτην
῞Ηβην τε χρυσοστέφανον καλήν τε Διώνην
Λητώ τ’ ᾿Ιαπετόν τε ἰδὲ Κρόνον ἀγκυλομήτην
᾿Ηῶ τ’ ᾿Ηέλιόν τε μέγαν λαμπράν τε Σελήνην
Γαῖάν τ’ ᾿Ωκεανόν τε μέγαν καὶ Νύκτα μέλαιναν [20]
ἄλλων τ’ ἀθανάτων ἱερὸν γένος αἰὲν ἐόντων.
αἵ νύ ποθ’ ῾Ησίοδον καλὴν ἐδίδαξαν ἀοιδήν,
ἄρνας ποιμαίνονθ’ ῾Ελικῶνος ὕπο ζαθέοιο.
τόνδε δέ με πρώτιστα θεαὶ πρὸς μῦθον ἔειπον,
Μοῦσαι ᾿Ολυμπιάδες, κοῦραι Διὸς αἰγιόχοιο·

“ποιμένες ἄγραυλοι, κάκ’ ἐλέγχεα, γαστέρες οἶον,
ἴδμεν ψεύδεα πολλὰ λέγειν ἐτύμοισιν ὁμοῖα,
ἴδμεν δ’ εὖτ’ ἐθέλωμεν ἀληθέα γηρύσασθαι.”

ὣς ἔφασαν κοῦραι μεγάλου Διὸς ἀρτιέπειαι,
καί μοι σκῆπτρον ἔδον δάφνης ἐριθηλέος ὄζον [30]
δρέψασαι, θηητόν· ἐνέπνευσαν δέ μοι αὐδὴν
θέσπιν, ἵνα κλείοιμι τά τ’ ἐσσόμενα πρό τ’ ἐόντα,
καί μ’ ἐκέλονθ’ ὑμνεῖν μακάρων γένος αἰὲν ἐόντων,
σφᾶς δ’ αὐτὰς πρῶτόν τε καὶ ὕστατον αἰὲν ἀείδειν.
ἀλλὰ τίη μοι ταῦτα περὶ δρῦν ἢ περὶ πέτρην;
τύνη, Μουσάων ἀρχώμεθα, ταὶ Διὶ πατρὶ
ὑμνεῦσαι τέρπουσι μέγαν νόον ἐντὸς ᾿Ολύμπου,
εἴρουσαι τά τ’ ἐόντα τά τ’ ἐσσόμενα πρό τ’ ἐόντα,
φωνῇ ὁμηρεῦσαι, τῶν δ’ ἀκάματος ῥέει αὐδὴ
ἐκ στομάτων ἡδεῖα· γελᾷ δέ τε δώματα πατρὸς [40]
Ζηνὸς ἐριγδούποιο θεᾶν ὀπὶ λειριοέσσῃ
σκιδναμένῃ, ἠχεῖ δὲ κάρη νιφόεντος ᾿Ολύμπου
δώματά τ’ ἀθανάτων· αἱ δ’ ἄμβροτον ὄσσαν ἱεῖσαι
θεῶν γένος αἰδοῖον πρῶτον κλείουσιν ἀοιδῇ
ἐξ ἀρχῆς, οὓς Γαῖα καὶ Οὐρανὸς εὐρὺς ἔτικτεν,
οἵ τ’ ἐκ τῶν ἐγένοντο, θεοὶ δωτῆρες ἐάων·
δεύτερον αὖτε Ζῆνα θεῶν πατέρ’ ἠδὲ καὶ ἀνδρῶν,
ἀρχόμεναί θ’ ὑμνεῦσι θεαὶ λήγουσαί τ’ ἀοιδῆς,
ὅσσον φέρτατός ἐστι θεῶν κάρτει τε μέγιστος·
αὖτις δ’ ἀνθρώπων τε γένος κρατερῶν τε Γιγάντων [50]
ὑμνεῦσαι τέρπουσι Διὸς νόον ἐντὸς ᾿Ολύμπου
Μοῦσαι ᾿Ολυμπιάδες, κοῦραι Διὸς αἰγιόχοιο.

τὰς ἐν Πιερίῃ Κρονίδῃ τέκε πατρὶ μιγεῖσα
Μνημοσύνη, γουνοῖσιν ᾿Ελευθῆρος μεδέουσα,
λησμοσύνην τε κακῶν ἄμπαυμά τε μερμηράων.
ἐννέα γάρ οἱ νύκτας ἐμίσγετο μητίετα Ζεὺς
νόσφιν ἀπ’ ἀθανάτων ἱερὸν λέχος εἰσαναβαίνων·
ἀλλ’ ὅτε δή ῥ’ ἐνιαυτὸς ἔην, περὶ δ’ ἔτραπον ὧραι
μηνῶν φθινόντων, περὶ δ’ ἤματα πόλλ’ ἐτελέσθη,
ἡ δ’ ἔτεκ’ ἐννέα κούρας, ὁμόφρονας, ᾗσιν ἀοιδὴ [60]
μέμβλεται ἐν στήθεσσιν, ἀκηδέα θυμὸν ἐχούσαις,
τυτθὸν ἀπ’ ἀκροτάτης κορυφῆς νιφόεντος ᾿Ολύμπου·
ἔνθά σφιν λιπαροί τε χοροὶ καὶ δώματα καλά,
πὰρ δ’ αὐτῇς Χάριτές τε καὶ ῞Ιμερος οἰκί’ ἔχουσιν
ἐν θαλίῃς· ἐρατὴν δὲ διὰ στόμα ὄσσαν ἱεῖσαι
μέλπονται, πάντων τε νόμους καὶ ἤθεα κεδνὰ
ἀθανάτων κλείουσιν, ἐπήρατον ὄσσαν ἱεῖσαι.
αἳ τότ’ ἴσαν πρὸς ῎Ολυμπον, ἀγαλλόμεναι ὀπὶ καλῇ,
ἀμβροσίῃ μολπῇ· περὶ δ’ ἴαχε γαῖα μέλαινα
ὑμνεύσαις, ἐρατὸς δὲ ποδῶν ὕπο δοῦπος ὀρώρει [70]
νισομένων πατέρ’ εἰς ὅν· ὁ δ’ οὐρανῷ ἐμβασιλεύει,
αὐτὸς ἔχων βροντὴν ἠδ’ αἰθαλόεντα κεραυνόν,
κάρτει νικήσας πατέρα Κρόνον· εὖ δὲ ἕκαστα
ἀθανάτοις διέταξε νόμους καὶ ἐπέφραδε τιμάς.

ταῦτ’ ἄρα Μοῦσαι ἄειδον ᾿Ολύμπια δώματ’ ἔχουσαι,
ἐννέα θυγατέρες μεγάλου Διὸς ἐκγεγαυῖαι,
Κλειώ τ’ Εὐτέρπη τε Θάλειά τε Μελπομένη τε
Τερψιχόρη τ’ ᾿Ερατώ τε Πολύμνιά τ’ Οὐρανίη τε
Καλλιόπη θ’· ἡ δὲ προφερεστάτη ἐστὶν ἁπασέων
ἡ γὰρ καὶ βασιλεῦσιν ἅμ’ αἰδοίοισιν ὀπηδεῖ. [80]
ὅν τινα τιμήσουσι Διὸς κοῦραι μεγάλοιο
γεινόμενόν τε ἴδωσι διοτρεφέων βασιλήων,
τῷ μὲν ἐπὶ γλώσσῃ γλυκερὴν χείουσιν ἐέρσην,
τοῦ δ’ ἔπε’ ἐκ στόματος ῥεῖ μείλιχα· οἱ δέ νυ λαοὶ
πάντες ἐς αὐτὸν ὁρῶσι διακρίνοντα θέμιστας
ἰθείῃσι δίκῃσιν· ὁ δ’ ἀσφαλέως ἀγορεύων
αἶψά τι καὶ μέγα νεῖκος ἐπισταμένως κατέπαυσε·
τούνεκα γὰρ βασιλῆες ἐχέφρονες, οὕνεκα λαοῖς
βλαπτομένοις ἀγορῆφι μετάτροπα ἔργα τελεῦσι
ῥηιδίως, μαλακοῖσι παραιφάμενοι ἐπέεσσιν· [90]
ἐρχόμενον δ’ ἀν’ ἀγῶνα θεὸν ὣς ἱλάσκονται
αἰδοῖ μειλιχίῃ, μετὰ δὲ πρέπει ἀγρομένοισι.
τοίη Μουσάων ἱερὴ δόσις ἀνθρώποισιν.
ἐκ γάρ τοι Μουσέων καὶ ἑκηβόλου ᾿Απόλλωνος
ἄνδρες ἀοιδοὶ ἔασιν ἐπὶ χθόνα καὶ κιθαρισταί,
ἐκ δὲ Διὸς βασιλῆες· ὁ δ’ ὄλβιος, ὅντινα Μοῦσαι
φίλωνται· γλυκερή οἱ ἀπὸ στόματος ῥέει αὐδή.
εἰ γάρ τις καὶ πένθος ἔχων νεοκηδέι θυμῷ
ἄζηται κραδίην ἀκαχήμενος, αὐτὰρ ἀοιδὸς
Μουσάων θεράπων κλεῖα προτέρων ἀνθρώπων [100]
ὑμνήσει μάκαράς τε θεοὺς οἳ ῎Ολυμπον ἔχουσιν,
αἶψ’ ὅ γε δυσφροσυνέων ἐπιλήθεται οὐδέ τι κηδέων
μέμνηται· ταχέως δὲ παρέτραπε δῶρα θεάων.
χαίρετε τέκνα Διός, δότε δ’ ἱμερόεσσαν ἀοιδήν·
κλείετε δ’ ἀθανάτων ἱερὸν γένος αἰὲν ἐόντων,
οἳ Γῆς ἐξεγένοντο καὶ Οὐρανοῦ ἀστερόεντος,
Νυκτός τε δνοφερῆς, οὕς θ’ ἁλμυρὸς ἔτρεφε Πόντος.
εἴπατε δ’ ὡς τὰ πρῶτα θεοὶ καὶ γαῖα γένοντο
καὶ ποταμοὶ καὶ πόντος ἀπείριτος οἴδματι θυίων
ἄστρά τε λαμπετόωντα καὶ οὐρανὸς εὐρὺς ὕπερθεν· [110]
οἵ τ’ ἐκ τῶν ἐγένοντο, θεοὶ δωτῆρες ἐάων·
ὥς τ’ ἄφενος δάσσαντο καὶ ὡς τιμὰς διέλοντο,
ἠδὲ καὶ ὡς τὰ πρῶτα πολύπτυχον ἔσχον ῎Ολυμπον.
ταῦτά μοι ἔσπετε Μοῦσαι ᾿Ολύμπια δώματ’ ἔχουσαι
ἐξ ἀρχῆς, καὶ εἴπαθ’, ὅτι πρῶτον γένετ’ αὐτῶν.

ἤτοι μὲν πρώτιστα Χάος γένετ’· αὐτὰρ ἔπειτα
Γαῖ’ εὐρύστερνος, πάντων ἕδος ἀσφαλὲς αἰεὶ
ἀθανάτων οἳ ἔχουσι κάρη νιφόεντος ᾿Ολύμπου,
Τάρταρά τ’ ἠερόεντα μυχῷ χθονὸς εὐρυοδείης,
ἠδ’ ῎Ερος, ὃς κάλλιστος ἐν ἀθανάτοισι θεοῖσι, [120]
λυσιμελής, πάντων τε θεῶν πάντων τ’ ἀνθρώπων
δάμναται ἐν στήθεσσι νόον καὶ ἐπίφρονα βουλήν.

ἐκ Χάεος δ’ ῎Ερεβός τε μέλαινά τε Νὺξ ἐγένοντο·
Νυκτὸς δ’ αὖτ’ Αἰθήρ τε καὶ ῾Ημέρη ἐξεγένοντο,
οὓς τέκε κυσαμένη ᾿Ερέβει φιλότητι μιγεῖσα.
Γαῖα δέ τοι πρῶτον μὲν ἐγείνατο ἶσον ἑαυτῇ
Οὐρανὸν ἀστερόενθ’, ἵνα μιν περὶ πάντα καλύπτοι,
ὄφρ’ εἴη μακάρεσσι θεοῖς ἕδος ἀσφαλὲς αἰεί,
γείνατο δ’ οὔρεα μακρά, θεᾶν χαρίεντας ἐναύλους
Νυμφέων, αἳ ναίουσιν ἀν’ οὔρεα βησσήεντα, [130]
ἠδὲ καὶ ἀτρύγετον πέλαγος τέκεν οἴδματι θυῖον,
Πόντον, ἄτερ φιλότητος ἐφιμέρου· αὐτὰρ ἔπειτα
Οὐρανῷ εὐνηθεῖσα τέκ’ ᾿Ωκεανὸν βαθυδίνην
Κοῖόν τε Κρεῖόν θ’ ῾Υπερίονά τ’ ᾿Ιαπετόν τε
Θείαν τε ῾Ρείαν τε Θέμιν τε Μνημοσύνην τε
Φοίβην τε χρυσοστέφανον Τηθύν τ’ ἐρατεινήν.
τοὺς δὲ μέθ’ ὁπλότατος γένετο Κρόνος ἀγκυλομήτης,
δεινότατος παίδων, θαλερὸν δ’ ἤχθηρε τοκῆα.

γείνατο δ’ αὖ Κύκλωπας ὑπέρβιον ἦτορ ἔχοντας,
Βρόντην τε Στερόπην τε καὶ ῎Αργην ὀβριμόθυμον, [140]
οἳ Ζηνὶ βροντήν τ’ ἔδοσαν τεῦξάν τε κεραυνόν.
οἱ δ’ ἤτοι τὰ μὲν ἄλλα θεοῖς ἐναλίγκιοι ἦσαν,
μοῦνος δ’ ὀφθαλμὸς μέσσῳ ἐνέκειτο μετώπῳ·
Κύκλωπες δ’ ὄνομ’ ἦσαν ἐπώνυμον, οὕνεκ’ ἄρά σφέων
κυκλοτερὴς ὀφθαλμὸς ἕεις ἐνέκειτο μετώπῳ·
ἰσχὺς δ’ ἠδὲ βίη καὶ μηχαναὶ ἦσαν ἐπ’ ἔργοις.

ἄλλοι δ’ αὖ Γαίης τε καὶ Οὐρανοῦ ἐξεγένοντο
τρεῖς παῖδες μεγάλοι τε καὶ ὄβριμοι, οὐκ ὀνομαστοί,
Κόττος τε Βριάρεώς τε Γύγης θ’, ὑπερήφανα τέκνα.
τῶν ἑκατὸν μὲν χεῖρες ἀπ’ ὤμων ἀίσσοντο, [150]
ἄπλαστοι, κεφαλαὶ δὲ ἑκάστῳ πεντήκοντα
ἐξ ὤμων ἐπέφυκον ἐπὶ στιβαροῖσι μέλεσσιν·
ἰσχὺς δ’ ἄπλητος κρατερὴ μεγάλῳ ἐπὶ εἴδει.
ὅσσοι γὰρ Γαίης τε καὶ Οὐρανοῦ ἐξεγένοντο,
δεινότατοι παίδων, σφετέρῳ δ’ ἤχθοντο τοκῆι
ἐξ ἀρχῆς· καὶ τῶν μὲν ὅπως τις πρῶτα γένοιτο,
πάντας ἀποκρύπτασκε καὶ ἐς φάος οὐκ ἀνίεσκε
Γαίης ἐν κευθμῶνι, κακῷ δ’ ἐπετέρπετο ἔργῳ,
Οὐρανός· ἡ δ’ ἐντὸς στοναχίζετο Γαῖα πελώρη
στεινομένη, δολίην δὲ κακὴν ἐπεφράσσατο τέχνην. [160]
αἶψα δὲ ποιήσασα γένος πολιοῦ ἀδάμαντος
τεῦξε μέγα δρέπανον καὶ ἐπέφραδε παισὶ φίλοισιν·
εἶπε δὲ θαρσύνουσα, φίλον τετιημένη ἦτορ·

“παῖδες ἐμοὶ καὶ πατρὸς ἀτασθάλου, αἴ κ’ ἐθέλητε
πείθεσθαι· πατρός κε κακὴν τεισαίμεθα λώβην
ὑμετέρου· πρότερος γὰρ ἀεικέα μήσατο ἔργα.”

ὣς φάτο· τοὺς δ’ ἄρα πάντας ἕλεν δέος, οὐδέ τις αὐτῶν
φθέγξατο. θαρσήσας δὲ μέγας Κρόνος ἀγκυλομήτης
αἶψ’ αὖτις μύθοισι προσηύδα μητέρα κεδνήν·

“μῆτερ, ἐγώ κεν τοῦτό γ’ ὑποσχόμενος τελέσαιμι [170]
ἔργον, ἐπεὶ πατρός γε δυσωνύμου οὐκ ἀλεγίζω
ἡμετέρου· πρότερος γὰρ ἀεικέα μήσατο ἔργα.”

ὣς φάτο· γήθησεν δὲ μέγα φρεσὶ Γαῖα πελώρη·
εἷσε δέ μιν κρύψασα λόχῳ, ἐνέθηκε δὲ χερσὶν
ἅρπην καρχαρόδοντα, δόλον δ’ ὑπεθήκατο πάντα.
ἦλθε δὲ νύκτ’ ἐπάγων μέγας Οὐρανός, ἀμφὶ δὲ Γαίῃ
ἱμείρων φιλότητος ἐπέσχετο, καί ῥ’ ἐτανύσθη
πάντῃ· ὁ δ’ ἐκ λοχέοιο πάις ὠρέξατο χειρὶ
σκαιῇ, δεξιτερῇ δὲ πελώριον ἔλλαβεν ἅρπην,
μακρὴν καρχαρόδοντα, φίλου δ’ ἀπὸ μήδεα πατρὸς [180]
ἐσσυμένως ἤμησε, πάλιν δ’ ἔρριψε φέρεσθαι
ἐξοπίσω. τὰ μὲν οὔ τι ἐτώσια ἔκφυγε χειρός·
ὅσσαι γὰρ ῥαθάμιγγες ἀπέσσυθεν αἱματόεσσαι,
πάσας δέξατο Γαῖα· περιπλομένων δ’ ἐνιαυτῶν
γείνατ’ ᾿Ερινῦς τε κρατερὰς μεγάλους τε Γίγαντας,
τεύχεσι λαμπομένους, δολίχ’ ἔγχεα χερσὶν ἔχοντας,
Νύμφας θ’ ἃς Μελίας καλέουσ’ ἐπ’ ἀπείρονα γαῖαν.
μήδεα δ’ ὡς τὸ πρῶτον ἀποτμήξας ἀδάμαντι
κάββαλ’ ἀπ’ ἠπείροιο πολυκλύστῳ ἐνὶ πόντῳ,
ὣς φέρετ’ ἂμ πέλαγος πουλὺν χρόνον, ἀμφὶ δὲ λευκὸς [190]
ἀφρὸς ἀπ’ ἀθανάτου χροὸς ὤρνυτο· τῷ δ’ ἔνι κούρη
ἐθρέφθη· πρῶτον δὲ Κυθήροισι ζαθέοισιν
ἔπλητ’, ἔνθεν ἔπειτα περίρρυτον ἵκετο Κύπρον.
ἐκ δ’ ἔβη αἰδοίη καλὴ θεός, ἀμφὶ δὲ ποίη
ποσσὶν ὕπο ῥαδινοῖσιν ἀέξετο· τὴν δ’ ᾿Αφροδίτην
ἀφρογενέα τε θεὰν καὶ ἐυστέφανον Κυθέρειαν
κικλήσκουσι θεοί τε καὶ ἀνέρες, οὕνεκ’ ἐν ἀφρῷ
θρέφθη· ἀτὰρ Κυθέρειαν, ὅτι προσέκυρσε Κυθήροις·
Κυπρογενέα δ’, ὅτι γέντο περικλύστῳ ἐνὶ Κύπρῳ·
ἠδὲ φιλομμειδέα, ὅτι μηδέων ἐξεφαάνθη. [200]
τῇ δ’ ῎Ερος ὡμάρτησε καὶ ῞Ιμερος ἔσπετο καλὸς
γεινομένῃ τὰ πρῶτα θεῶν τ’ ἐς φῦλον ἰούσῃ·
ταύτην δ’ ἐξ ἀρχῆς τιμὴν ἔχει ἠδὲ λέλογχε
μοῖραν ἐν ἀνθρώποισι καὶ ἀθανάτοισι θεοῖσι,
παρθενίους τ’ ὀάρους μειδήματά τ’ ἐξαπάτας τε
τέρψίν τε γλυκερὴν φιλότητά τε μειλιχίην τε.

τοὺς δὲ πατὴρ Τιτῆνας ἐπίκλησιν καλέεσκε
παῖδας νεικείων μέγας Οὐρανός, οὓς τέκεν αὐτός·
φάσκε δὲ τιταίνοντας ἀτασθαλίῃ μέγα ῥέξαι
ἔργον, τοῖο δ’ ἔπειτα τίσιν μετόπισθεν ἔσεσθαι. [210]
Νὺξ δ’ ἔτεκε στυγερόν τε Μόρον καὶ Κῆρα μέλαιναν
καὶ Θάνατον, τέκε δ’ ῞Υπνον, ἔτικτε δὲ φῦλον Ονείρων.
δεύτερον αὖ Μῶμον καὶ ᾿Οιζὺν ἀλγινόεσσαν
οὔ τινι κοιμηθεῖσα θεῶν τέκε Νὺξ ἐρεβεννή,
῾Εσπερίδας θ’, αἷς μῆλα πέρην κλυτοῦ ᾿Ωκεανοῖο
χρύσεα καλὰ μέλουσι φέροντά τε δένδρεα καρπόν·
καὶ Μοίρας καὶ Κῆρας ἐγείνατο νηλεοποίνους,
Κλωθώ τε Λάχεσίν τε καὶ ῎Ατροπον, αἵ τε βροτοῖσι
γεινομένοισι διδοῦσιν ἔχειν ἀγαθόν τε κακόν τε,
αἵ τ’ ἀνδρῶν τε θεῶν τε παραιβασίας ἐφέπουσιν, [220]
οὐδέ ποτε λήγουσι θεαὶ δεινοῖο χόλοιο,
πρίν γ’ ἀπὸ τῷ δώωσι κακὴν ὄπιν, ὅστις ἁμάρτῃ.
τίκτε δὲ καὶ Νέμεσιν πῆμα θνητοῖσι βροτοῖσι
Νὺξ ὀλοή· μετὰ τὴν δ’ ᾿Απάτην τέκε καὶ Φιλότητα
Γῆράς τ’ οὐλόμενον, καὶ ῎Εριν τέκε καρτερόθυμον.
αὐτὰρ ῎Ερις στυγερὴ τέκε μὲν Πόνον ἀλγινόεντα
Λήθην τε Λιμόν τε καὶ ῎Αλγεα δακρυόεντα
῾Υσμίνας τε Μάχας τε Φόνους τ’ ᾿Ανδροκτασίας τε
Νείκεά τε Ψεύδεά τε Λόγους τ’ ᾿Αμφιλλογίας τε
Δυσνομίην τ’ ῎Ατην τε, συνήθεας ἀλλήλῃσιν, [230]
῞Ορκον θ’, ὃς δὴ πλεῖστον ἐπιχθονίους ἀνθρώπους
πημαίνει, ὅτε κέν τις ἑκὼν ἐπίορκον ὀμόσσῃ·

Νηρέα δ’ ἀψευδέα καὶ ἀληθέα γείνατο Πόντος
πρεσβύτατον παίδων· αὐτὰρ καλέουσι γέροντα,
οὕνεκα νημερτής τε καὶ ἤπιος, οὐδὲ θεμίστων
λήθεται, ἀλλὰ δίκαια καὶ ἤπια δήνεα οἶδεν·
αὖτις δ’ αὖ Θαύμαντα μέγαν καὶ ἀγήνορα Φόρκυν
Γαίῃ μισγόμενος καὶ Κητὼ καλλιπάρηον
Εὐρυβίην τ’ ἀδάμαντος ἐνὶ φρεσὶ θυμὸν ἔχουσαν.
Νηρῆος δ’ ἐγένοντο μεγήριτα τέκνα θεάων [240]
πόντῳ ἐν ἀτρυγέτῳ καὶ Δωρίδος ἠυκόμοιο,
κούρης ᾿Ωκεανοῖο τελήεντος ποταμοῖο,
Πλωτώ τ’ Εὐκράντη τε Σαώ τ’ ᾿Αμφιτρίτη τε
Εὐδώρη τε Θέτις τε Γαλήνη τε Γλαύκη τε,
Κυμοθόη Σπειώ τε θοὴ Θαλίη τ’ ἐρόεσσα
Πασιθέη τ’ ᾿Ερατώ τε καὶ Εὐνίκη ῥοδόπηχυς
καὶ Μελίτη χαρίεσσα καὶ Εὐλιμένη καὶ ᾿Αγαυὴ
Δωτώ τε Πρωτώ τε Φέρουσά τε Δυναμένη τε
Νησαίη τε καὶ ᾿Ακταίη καὶ Πρωτομέδεια,
Δωρὶς καὶ Πανόπη καὶ εὐειδὴς Γαλάτεια [250]
῾Ιπποθόη τ’ ἐρόεσσα καὶ ῾Ιππονόη ῥοδόπηχυς
Κυμοδόκη θ’, ἣ κύματ’ ἐν ἠεροειδέι πόντῳ
πνοιάς τε ζαέων ἀνέμων σὺν Κυματολήγῃ
ῥεῖα πρηΰνει καὶ ἐυσφύρῳ ᾿Αμφιτρίτῃ,
Κυμώ τ’ ᾿Ηιόνη τε ἐυστέφανός θ’ ῾Αλιμήδη
Γλαυκονόμη τε φιλομμειδὴς καὶ Ποντοπόρεια
Λειαγόρη τε καὶ Εὐαγόρη καὶ Λαομέδεια
Πουλυνόη τε καὶ Αὐτονόη καὶ Λυσιάνασσα
Εὐάρνη τε φυὴν ἐρατὴ καὶ εἶδος ἄμωμος
καὶ Ψαμάθη χαρίεσσα δέμας δίη τε Μενίππη [260]
Νησώ τ’ Εὐπόμπη τε Θεμιστώ τε Προνόη τε
Νημερτής θ’, ἣ πατρὸς ἔχει νόον ἀθανάτοιο.
αὗται μὲν Νηρῆος ἀμύμονος ἐξεγένοντο
κοῦραι πεντήκοντα, ἀμύμονα ἔργ’ εἰδυῖαι·

Θαύμας δ’ ᾿Ωκεανοῖο βαθυρρείταο θύγατρα
ἠγάγετ’ ᾿Ηλέκτρην· ἡ δ’ ὠκεῖαν τέκεν ῏Ιριν
ἠυκόμους θ’ ῾Αρπυίας, ᾿Αελλώ τ’ ᾿Ωκυπέτην τε,
αἵ ῥ’ ἀνέμων πνοιῇσι καὶ οἰωνοῖς ἅμ’ ἕπονται
ὠκείῃς πτερύγεσσι· μεταχρόνιαι γὰρ ἴαλλον.
Φόρκυι δ’ αὖ Κητὼ γραίας τέκε καλλιπαρήους [270]
ἐκ γενετῆς πολιάς, τὰς δὴ Γραίας καλέουσιν
ἀθάνατοί τε θεοὶ χαμαὶ ἐρχόμενοί τ’ ἄνθρωποι,
Πεμφρηδώ τ’ εὔπεπλον ᾿Ενυώ τε κροκόπεπλον,
Γοργούς θ’, αἳ ναίουσι πέρην κλυτοῦ ᾿Ωκεανοῖο
ἐσχατιῇ πρὸς νυκτός, ἵν’ ῾Εσπερίδες λιγύφωνοι,
Σθεννώ τ’ Εὐρυάλη τε Μέδουσά τε λυγρὰ παθοῦσα·
ἡ μὲν ἔην θνητή, αἱ δ’ ἀθάνατοι καὶ ἀγήρῳ,
αἱ δύο· τῇ δὲ μιῇ παρελέξατο Κυανοχαίτης
ἐν μαλακῷ λειμῶνι καὶ ἄνθεσιν εἰαρινοῖσι.
τῆς ὅτε δὴ Περσεὺς κεφαλὴν ἀπεδειροτόμησεν, [280]
ἐξέθορε Χρυσάωρ τε μέγας καὶ Πήγασος ἵππος.
τῷ μὲν ἐπώνυμον ἦν, ὅτ’ ἄρ’ ᾿Ωκεανοῦ παρὰ πηγὰς
γένθ’, ὁ δ’ ἄορ χρύσειον ἔχων μετὰ χερσὶ φίλῃσι.
χὠ μὲν ἀποπτάμενος, προλιπὼν χθόνα μητέρα μήλων,
ἵκετ’ ἐς ἀθανάτους· Ζηνὸς δ’ ἐν δώμασι ναίει
βροντήν τε στεροπήν τε φέρων Διὶ μητιόεντι·
Χρυσάωρ δ’ ἔτεκε τρικέφαλον Γηρυονῆα
μιχθεὶς Καλλιρόῃ κούρῃ κλυτοῦ ᾿Ωκεανοῖο·
τὸν μὲν ἄρ’ ἐξενάριξε βίη ῾Ηρακληείη
βουσὶ πάρ’ εἰλιπόδεσσι περιρρύτῳ εἰν ᾿Ερυθείῃ [290]
ἤματι τῷ, ὅτε περ βοῦς ἤλασεν εὐρυμετώπους
Τίρυνθ’ εἰς ἱερήν, διαβὰς πόρον ᾿Ωκεανοῖο,
῎Ορθόν τε κτείνας καὶ βουκόλον Εὐρυτίωνα
σταθμῷ ἐν ἠερόεντι πέρην κλυτοῦ ᾿Ωκεανοῖο.

ἡ δ’ ἔτεκ’ ἄλλο πέλωρον ἀμήχανον, οὐδὲν ἐοικὸς
θνητοῖς ἀνθρώποις οὐδ’ ἀθανάτοισι θεοῖσι,
σπῆι ἔνι γλαφυρῷ, θείην κρατερόφρον’ ῎Εχιδναν,
ἥμισυ μὲν νύμφην ἑλικώπιδα καλλιπάρηον,
ἥμισυ δ’ αὖτε πέλωρον ὄφιν δεινόν τε μέγαν τε
αἰόλον ὠμηστήν, ζαθέης ὑπὸ κεύθεσι γαίης. [300]
ἔνθα δέ οἱ σπέος ἐστὶ κάτω κοίλῃ ὑπὸ πέτρῃ
τηλοῦ ἀπ’ ἀθανάτων τε θεῶν θνητῶν τ’ ἀνθρώπων,
ἔνθ’ ἄρα οἱ δάσσαντο θεοὶ κλυτὰ δώματα ναίειν.
ἡ δ’ ἔρυτ’ εἰν ᾿Αρίμοισιν ὑπὸ χθόνα λυγρὴ ῎Εχιδνα,
ἀθάνατος νύμφη καὶ ἀγήραος ἤματα πάντα.

τῇ δὲ Τυφάονά φασι μιγήμεναι ἐν φιλότητι
δεινόν θ’ ὑβριστήν τ’ ἄνομόν θ’ ἑλικώπιδι κούρῃ·
ἡ δ’ ὑποκυσαμένη τέκετο κρατερόφρονα τέκνα.
῎Ορθον μὲν πρῶτον κύνα γείνατο Γηρυονῆι·
δεύτερον αὖτις ἔτικτεν ἀμήχανον, οὔ τι φατειόν, [310]
Κέρβερον ὠμηστήν, ᾿Αίδεω κύνα χαλκεόφωνον,
πεντηκοντακέφαλον, ἀναιδέα τε κρατερόν τε·
τὸ τρίτον ῞Υδρην αὖτις ἐγείνατο λύγρ’ εἰδυῖαν
Λερναίην, ἣν θρέψε θεὰ λευκώλενος ῞Ηρη
ἄπλητον κοτέουσα βίῃ ῾Ηρακληείῃ.
καὶ τὴν μὲν Διὸς υἱὸς ἐνήρατο νηλέι χαλκῷ
᾿Αμφιτρυωνιάδης σὺν ἀρηιφίλῳ ᾿Ιολάῳ
῾Ηρακλέης βουλῇσιν ᾿Αθηναίης ἀγελείης·
ἡ δὲ Χίμαιραν ἔτικτε πνέουσαν ἀμαιμάκετον πῦρ,
δεινήν τε μεγάλην τε ποδώκεά τε κρατερήν τε. [320]
τῆς ἦν τρεῖς κεφαλαί· μία μὲν χαροποῖο λέοντος,
ἡ δὲ χιμαίρης, ἡ δ’ ὄφιος κρατεροῖο δράκοντος.
[πρόσθε λέων, ὄπιθεν δὲ δράκων, μέσση δὲ χίμαιρα,
δεινὸν ἀποπνείουσα πυρὸς μένος αἰθομένοιο.]
τὴν μὲν Πήγασος εἷλε καὶ ἐσθλὸς Βελλεροφόντης·
ἡ δ’ ἄρα Φῖκ’ ὀλοὴν τέκε Καδμείοισιν ὄλεθρον,
῎Ορθῳ ὑποδμηθεῖσα, Νεμειαῖόν τε λέοντα,
τόν ῥ’ ῞Ηρη θρέψασα Διὸς κυδρὴ παράκοιτις
γουνοῖσιν κατένασσε Νεμείης, πῆμ’ ἀνθρώποις.
ἔνθ’ ἄρ’ ὅ γ’ οἰκείων ἐλεφαίρετο φῦλ’ ἀνθρώπων, [330]
κοιρανέων Τρητοῖο Νεμείης ἠδ’ ᾿Απέσαντος·
ἀλλά ἑ ἲς ἐδάμασσε βίης ῾Ηρακληείης.

Κητὼ δ’ ὁπλότατον Φόρκυι φιλότητι μιγεῖσα
γείνατο δεινὸν ὄφιν, ὃς ἐρεμνῆς κεύθεσι γαίης
πείρασιν ἐν μεγάλοις παγχρύσεα μῆλα φυλάσσει.
τοῦτο μὲν ἐκ Κητοῦς καὶ Φόρκυνος γένος ἐστί.

 
Ἐπόμενο >

Σελήνη


Ἡ ἄλλη φάσῃ τῆς ΣΕΛΉΝΗΣ: Ἐπισκεφθεῖτε τὴν ἰστοσελίδα τοῦ προγράμματος
"Πρῶτο Τέταρτον"
Ἡ Σελήνη εἶναι "Πρῶτο Τέταρτον"

Εἰκόνες


Ζεὺς ἔνθρονος φέρων κεραυνόν

Ὡροσκόπιον



Σελὶς Ὡροσκοπίων
home contact search contact search