|
᾿Οβριάρεῳ
δ’ ὡς πρῶτα πατὴρ
ὠδύσσατο θυμῷ
Κόττῳ τ’ ἠδὲ Γύγῃ,
δῆσε κρατερῷ
ἐνὶ δεσμῷ,
ἠνορέην ὑπέροπλον
ἀγώμενος ἠδὲ
καὶ εἶδος
καὶ μέγεθος· κατένασσε
δ’ ὑπὸ χθονὸς εὐρυοδείης.
[620]
ἔνθ’ οἵ γ’ ἄλγε’
ἔχοντες ὑπὸ χθονὶ
ναιετάοντες
εἵατ’ ἐπ’ ἐσχατιῇ
μεγάλης ἐν πείρασι
γαίης
δηθὰ μάλ’ ἀχνύμενοι,
κραδίῃ μέγα πένθος
ἔχοντες.
ἀλλά σφεας Κρονίδης
τε καὶ ἀθάνατοι
θεοὶ ἄλλοι
οὓς τέκεν ἠύκομος
῾Ρείη Κρόνου
ἐν φιλότητι
Γαίης φραδμοσύνῃσιν
ἀνήγαγον ἐς φάος
αὖτις·
αὐτὴ γάρ σφιν
ἅπαντα διηνεκέως
κατέλεξε,
σὺν κείνοις νίκην
τε καὶ ἀγλαὸν
εὖχος ἀρέσθαι.
δηρὸν γὰρ μάρναντο
πόνον θυμαλγέ’
ἔχοντες
ἀντίον ἀλλήλοισι
διὰ κρατερὰς
ὑσμίνας [630]
Τιτῆνές τε θεοὶ
καὶ ὅσοι Κρόνου
ἐξεγένοντο,
οἱ μὲν ἀφ’ ὑψηλῆς
῎Οθρυος Τιτῆνες
ἀγαυοί,
οἱ δ’ ἄρ’ ἀπ’ Οὐλύμποιο
θεοὶ δωτῆρες
ἐάων
οὓς τέκεν ἠύκομος
῾Ρείη Κρόνῳ εὐνηθεῖσα.
οἵ ῥα τότ’ ἀλλήλοισι
μάχην θυμαλγέ’
ἔχοντες
συνεχέως ἐμάχοντο
δέκα πλείους
ἐνιαυτούς·
οὐδέ τις ἦν ἔριδος
χαλεπῆς λύσις
οὐδὲ τελευτὴ
οὐδετέροις, ἶσον
δὲ τέλος τέτατο
πτολέμοιο.
ἀλλ’ ὅτε δὴ κείνοισι
παρέσχεθεν ἄρμενα
πάντα,
νέκταρ τ’ ἀμβροσίην
τε, τά περ θεοὶ
αὐτοὶ ἔδουσι,
[640]
πάντων <τ’> ἐν
στήθεσσιν ἀέξετο
θυμὸς ἀγήνωρ,
[ὡς νέκταρ τ’ ἐπάσαντο
καὶ ἀμβροσίην
ἐρατεινήν,]
δὴ τότε τοῖς μετέειπε
πατὴρ ἀνδρῶν
τε θεῶν τε·
“κέκλυτέ μευ Γαίης
τε καὶ Οὐρανοῦ
ἀγλαὰ τέκνα,
ὄφρ’ εἴπω τά με
θυμὸς ἐνὶ στήθεσσι
κελεύει.
ἤδη γὰρ μάλα δηρὸν
ἐναντίοι ἀλλήλοισι
νίκης καὶ κάρτους
πέρι μαρνάμεθ’
ἤματα πάντα,
Τιτῆνές τε θεοὶ
καὶ ὅσοι Κρόνου
ἐκγενόμεσθα.
ὑμεῖς δὲ μεγάλην
τε βίην καὶ χεῖρας
ἀάπτους
φαίνετε Τιτήνεσσιν
ἐναντίον ἐν δαῒ
λυγρῇ, [650]
μνησάμενοι φιλότητος
ἐνηέος, ὅσσα παθόντες
ἐς φάος ἂψ ἀφίκεσθε
δυσηλεγέος ὑπὸ
δεσμοῦ
ἡμετέρας διὰ
βουλὰς ὑπὸ ζόφου
ἠερόεντος.”
ὣς φάτο· τὸν δ’ αἶψ’ αὖτις ἀμείβετο Κόττος ἀμύμων·
“δαιμόνι’, οὐκ ἀδάητα
πιφαύσκεαι, ἀλλὰ
καὶ αὐτοὶ
ἴδμεν ὅ τοι περὶ
μὲν πραπίδες,
περὶ δ’ ἐστὶ νόημα,
ἀλκτὴρ δ’ ἀθανάτοισιν
ἀρῆς γένεο κρυεροῖο,
σῇσι δ’ ἐπιφροσύνῃσιν
ὑπὸ ζόφου ἠερόεντος
ἄψορρον ἐξαῦτις
ἀμειλίκτων ὑπὸ
δεσμῶν
ἠλύθομεν, Κρόνου
υἱὲ ἄναξ, ἀνάελπτα
παθόντες. [660]
τῷ καὶ νῦν ἀτενεῖ
τε νόῳ καὶ πρόφρονι
θυμῷ
ῥυσόμεθα κράτος
ὑμὸν ἐν αἰνῇ
δηιοτῆτι,
μαρνάμενοι Τιτῆσιν
ἀνὰ κρατερὰς
ὑσμίνας.”
ὣς φάτ’· ἐπῄνησαν
δὲ θεοὶ δωτῆρες
ἐάων
μῦθον ἀκούσαντες·
πολέμου δ’ ἐλιλαίετο
θυμὸς
μᾶλλον ἔτ’ ἢ τὸ
πάροιθε· μάχην
δ’ ἀμέγαρτον ἔγειραν
πάντες, θήλειαί
τε καὶ ἄρσενες,
ἤματι κείνῳ,
Τιτῆνές τε θεοὶ
καὶ ὅσοι Κρόνου
ἐξεγένοντο,
οὕς τε Ζεὺς ἐρέβεσφιν
ὑπὸ χθονὸς ἧκε
φόωσδε,
δεινοί τε κρατεροί
τε, βίην ὑπέροπλον
ἔχοντες. [670]
τῶν ἑκατὸν μὲν
χεῖρες ἀπ’ ὤμων
ἀίσσοντο
πᾶσιν ὁμῶς, κεφαλαὶ
δὲ ἑκάστῳ πεντήκοντα
ἐξ ὤμων ἐπέφυκον
ἐπὶ στιβαροῖσι
μέλεσσιν.
οἳ τότε Τιτήνεσσι
κατέσταθεν ἐν
δαῒ λυγρῇ
πέτρας ἠλιβάτους
στιβαρῇς ἐν χερσὶν
ἔχοντες·
Τιτῆνες δ’ ἑτέρωθεν
ἐκαρτύναντο
φάλαγγας
προφρονέως· χειρῶν
τε βίης θ’ ἅμα ἔργον
ἔφαινον
ἀμφότεροι, δεινὸν
δὲ περίαχε πόντος
ἀπείρων,
γῆ δὲ μέγ’ ἐσμαράγησεν,
ἐπέστενε δ’ οὐρανὸς
εὐρὺς
σειόμενος, πεδόθεν
δὲ τινάσσετο
μακρὸς ῎Ολυμπος
[680]
ῥιπῇ ὕπ’ ἀθανάτων,
ἔνοσις δ’ ἵκανε
βαρεῖα
τάρταρον ἠερόεντα
ποδῶν, αἰπεῖά
τ’ ἰωὴ
ἀσπέτου ἰωχμοῖο
βολάων τε κρατεράων.
ὣς ἄρ’ ἐπ’ ἀλλήλοις
ἵεσαν βέλεα στονόεντα·
φωνὴ δ’ ἀμφοτέρων
ἵκετ’ οὐρανὸν
ἀστερόεντα
κεκλομένων· οἱ
δὲ ξύνισαν μεγάλῳ
ἀλαλητῷ.
οὐδ’ ἄρ’ ἔτι Ζεὺς
ἴσχεν ἑὸν μένος,
ἀλλά νυ τοῦ γε
εἶθαρ μὲν μένεος
πλῆντο φρένες,
ἐκ δέ τε πᾶσαν
φαῖνε βίην· ἄμυδις
δ’ ἄρ’ ἀπ’ οὐρανοῦ
ἠδ’ ἀπ’ ᾿Ολύμπου
ἀστράπτων ἔστειχε
συνωχαδόν, οἱ
δὲ κεραυνοὶ [690]
ἴκταρ ἅμα βροντῇ
τε καὶ ἀστεροπῇ
ποτέοντο
χειρὸς ἄπο στιβαρῆς,
ἱερὴν φλόγα εἰλυφόωντες,
ταρφέες· ἀμφὶ
δὲ γαῖα φερέσβιος
ἐσμαράγιζε
καιομένη, λάκε
δ’ ἀμφὶ περὶ μεγάλ’
ἄσπετος ὕλη·
ἔζεε δὲ χθὼν πᾶσα
καὶ ᾿Ωκεανοῖο
ῥέεθρα
πόντός τ’ ἀτρύγετος·
τοὺς δ’ ἄμφεπε
θερμὸς ἀυτμὴ
Τιτῆνας χθονίους,
φλὸξ δ’ αἰθέρα
δῖαν ἵκανεν
ἄσπετος, ὄσσε
δ’ ἄμερδε καὶ ἰφθίμων
περ ἐόντων
αὐγὴ μαρμαίρουσα
κεραυνοῦ τε στεροπῆς
τε.
καῦμα δὲ θεσπέσιον
κάτεχεν χάος·
εἴσατο δ’ ἄντα
[700]
ὀφθαλμοῖσιν
ἰδεῖν ἠδ’ οὔασιν
ὄσσαν ἀκοῦσαι
αὔτως, ὡς ὅτε γαῖα
καὶ οὐρανὸς εὐρὺς
ὕπερθε
πίλνατο· τοῖος
γάρ κε μέγας ὑπὸ
δοῦπος ὀρώρει,
τῆς μὲν ἐρειπομένης,
τοῦ δ’ ὑψόθεν ἐξεριπόντος·
τόσσος δοῦπος
ἔγεντο θεῶν ἔριδι
ξυνιόντων.
σὺν δ’ ἄνεμοι ἔνοσίν
τε κονίην τ’ ἐσφαράγιζον
βροντήν τε στεροπήν
τε καὶ αἰθαλόεντα
κεραυνόν,
κῆλα Διὸς μεγάλοιο,
φέρον δ’ ἰαχήν
τ’ ἐνοπήν τε
ἐς μέσον ἀμφοτέρων·
ὄτοβος δ’ ἄπλητος
ὀρώρει
σμερδαλέης ἔριδος,
κάρτος δ’ ἀνεφαίνετο
ἔργων. [710]
ἐκλίνθη δὲ μάχη·
πρὶν δ’ ἀλλήλοις
ἐπέχοντες
ἐμμενέως ἐμάχοντο
διὰ κρατερὰς
ὑσμίνας.
οἱ δ’ ἄρ’ ἐνὶ πρώτοισι
μάχην δριμεῖαν
ἔγειραν,
Κόττος τε Βριάρεώς
τε Γύγης τ’ ἄατος
πολέμοιο·
οἵ ῥα τριηκοσίας
πέτρας στιβαρέων
ἀπὸ χειρῶν
πέμπον ἐπασσυτέρας,
κατὰ δ’ ἐσκίασαν
βελέεσσι
Τιτῆνας· καὶ τοὺς
μὲν ὑπὸ χθονὸς
εὐρυοδείης
πέμψαν καὶ δεσμοῖσιν
ἐν ἀργαλέοισιν
ἔδησαν,
νικήσαντες χερσὶν
ὑπερθύμους περ
ἐόντας,
τόσσον ἔνερθ’
ὑπὸ γῆς ὅσον οὐρανός
ἐστ’ ἀπὸ γαίης·
[720]
τόσσον γάρ τ’ ἀπὸ
γῆς ἐς τάρταρον
ἠερόεντα.
ἐννέα γὰρ νύκτας
τε καὶ ἤματα χάλκεος
ἄκμων
οὐρανόθεν κατιών,
δεκάτῃ κ’ ἐς γαῖαν
ἵκοιτο·
[ἶσον δ’ αὖτ’ ἀπὸ
γῆς ἐς τάρταρον
ἠερόεντα·] [723α]
ἐννέα δ’ αὖ νύκτας
τε καὶ ἤματα χάλκεος
ἄκμων
ἐκ γαίης κατιών,
δεκάτῃ κ’ ἐς τάρταρον
ἵκοι.
τὸν πέρι χάλκεον
ἕρκος ἐλήλαται·
ἀμφὶ δέ μιν νὺξ
τριστοιχὶ κέχυται
περὶ δειρήν· αὐτὰρ
ὕπερθε
γῆς ῥίζαι πεφύασι
καὶ ἀτρυγέτοιο
θαλάσσης.
ἔνθα θεοὶ Τιτῆνες
ὑπὸ ζόφῳ ἠερόεντι
κεκρύφαται βουλῇσι
Διὸς νεφεληγερέταο,
[730]
χώρῳ ἐν εὐρώεντι,
πελώρης ἔσχατα
γαίης.
τοῖς οὐκ ἐξιτόν
ἐστι, θύρας δ’ ἐπέθηκε
Ποσειδέων
χαλκείας, τεῖχος
δ’ ἐπελήλαται
ἀμφοτέρωθεν.
[ἔνθα Γύγης Κόττος
τε καὶ ᾿Οβριάρεως
μεγάθυμος
ναίουσιν, φύλακες
πιστοὶ Διὸς αἰγιόχοιο.
ἔνθα δὲ γῆς δνοφερῆς
καὶ ταρτάρου
ἠερόεντος
πόντου τ’ ἀτρυγέτοιο
καὶ οὐρανοῦ ἀστερόεντος
ἑξείης πάντων
πηγαὶ καὶ πείρατ’
ἔασιν,
ἀργαλέ’ εὐρώεντα,
τά τε στυγέουσι
θεοί περ·
χάσμα μέγ’, οὐδέ
κε πάντα τελεσφόρον
εἰς ἐνιαυτὸν
[740]
οὖδας ἵκοιτ’, εἰ
πρῶτα πυλέων
ἔντοσθε γένοιτο,
ἀλλά κεν ἔνθα
καὶ ἔνθα φέροι
πρὸ θύελλα θυέλλης
ἀργαλέη· δεινὸν
δὲ καὶ ἀθανάτοισι
θεοῖσι
τοῦτο τέρας· καὶ
Νυκτὸς ἐρεβεννῆς
οἰκία δεινὰ
ἕστηκεν νεφέλῃς
κεκαλυμμένα
κυανέῃσι.]
τῶν πρόσθ’ ᾿Ιαπετοῖο
πάις ἔχει οὐρανὸν
εὐρὺν
ἑστηὼς κεφαλῇ
τε καὶ ἀκαμάτῃσι
χέρεσσιν
ἀστεμφέως, ὅθι
Νύξ τε καὶ ῾Ημέρη
ἆσσον ἰοῦσαι
ἀλλήλας προσέειπον
ἀμειβόμεναι
μέγαν οὐδὸν
χάλκεον· ἡ μὲν
ἔσω καταβήσεται,
ἡ δὲ θύραζε [750]
ἔρχεται, οὐδέ
ποτ’ ἀμφοτέρας
δόμος ἐντὸς ἐέργει,
ἀλλ’ αἰεὶ ἑτέρη
γε δόμων ἔκτοσθεν
ἐοῦσα
γαῖαν ἐπιστρέφεται,
ἡ δ’ αὖ δόμου ἐντὸς
ἐοῦσα
μίμνει τὴν αὐτῆς
ὥρην ὁδοῦ, ἔστ’
ἂν ἵκηται·
ἡ μὲν ἐπιχθονίοισι
φάος πολυδερκὲς
ἔχουσα,
ἡ δ’ ῞Υπνον μετὰ
χερσί, κασίγνητον
Θανάτοιο,
Νὺξ ὀλοή, νεφέλῃ
κεκαλυμμένη
ἠεροειδεῖ.
ἔνθα δὲ Νυκτὸς
παῖδες ἐρεμνῆς
οἰκί’ ἔχουσιν,
῞Υπνος καὶ Θάνατος,
δεινοὶ θεοί· οὐδέ
ποτ’ αὐτοὺς
᾿Ηέλιος φαέθων
ἐπιδέρκεται
ἀκτίνεσσιν [760]
οὐρανὸν εἰσανιὼν
οὐδ’ οὐρανόθεν
καταβαίνων.
τῶν ἕτερος μὲν
γῆν τε καὶ εὐρέα
νῶτα θαλάσσης
ἥσυχος ἀνστρέφεται
καὶ μείλιχος
ἀνθρώποισι,
τοῦ δὲ σιδηρέη
μὲν κραδίη, χάλκεον
δέ οἱ ἦτορ
νηλεὲς ἐν στήθεσσιν·
ἔχει δ’ ὃν πρῶτα
λάβῃσιν
ἀνθρώπων· ἐχθρὸς
δὲ καὶ ἀθανάτοισι
θεοῖσιν.
ἔνθα θεοῦ χθονίου
πρόσθεν δόμοι
ἠχήεντες
[ἰφθίμου τ’ ᾿Αίδεω
καὶ ἐπαινῆς Περσεφονείης]
ἑστᾶσιν, δεινὸς
δὲ κύων προπάροιθε
φυλάσσει,
νηλειής, τέχνην
δὲ κακὴν ἔχει·
ἐς μὲν ἰόντας
[770]
σαίνει ὁμῶς οὐρῇ
τε καὶ οὔασιν
ἀμφοτέροισιν,
ἐξελθεῖν δ’ οὐκ
αὖτις ἐᾷ πάλιν,
ἀλλὰ δοκεύων
ἐσθίει, ὅν κε λάβῃσι
πυλέων ἔκτοσθεν
ἰόντα.
[ἰφθίμου τ’ ᾿Αίδεω
καὶ ἐπαινῆς Περσεφονείης.]
ἔνθα δὲ ναιετάει
στυγερὴ θεὸς
ἀθανάτοισι,
δεινὴ Στύξ, θυγάτηρ
ἀψορρόου ᾿Ωκεανοῖο
πρεσβυτάτη· νόσφιν
δὲ θεῶν κλυτὰ
δώματα ναίει
μακρῇσιν πέτρῃσι
κατηρεφέ’· ἀμφὶ
δὲ πάντῃ
κίοσιν ἀργυρέοισι
πρὸς οὐρανὸν
ἐστήρικται.
παῦρα δὲ Θαύμαντος
θυγάτηρ πόδας
ὠκέα ῏Ιρις [780]
ἀγγελίη πωλεῖται
ἐπ’ εὐρέα νῶτα
θαλάσσης.
ὁππότ’ ἔρις καὶ
νεῖκος ἐν ἀθανάτοισιν
ὄρηται,
καί ῥ’ ὅστις ψεύδηται
᾿Ολύμπια δώματ’
ἐχόντων,
Ζεὺς δέ τε ῏Ιριν
ἔπεμψε θεῶν μέγαν
ὅρκον ἐνεῖκαι
τηλόθεν ἐν χρυσέῃ
προχόῳ πολυώνυμον
ὕδωρ,
ψυχρόν, ὅ τ’ ἐκ
πέτρης καταλείβεται
ἠλιβάτοιο
ὑψηλῆς· πολλὸν
δὲ ὑπὸ χθονὸς
εὐρυοδείης
ἐξ ἱεροῦ ποταμοῖο
ῥέει διὰ νύκτα
μέλαιναν·
᾿Ωκεανοῖο κέρας,
δεκάτη δ’ ἐπὶ μοῖρα
δέδασται·
ἐννέα μὲν περὶ
γῆν τε καὶ εὐρέα
νῶτα θαλάσσης
[790]
δίνῃς ἀργυρέῃς
εἱλιγμένος εἰς
ἅλα πίπτει,
ἡ δὲ μί’ ἐκ πέτρης
προρέει, μέγα
πῆμα θεοῖσιν.
ὅς κεν τὴν ἐπίορκον
ἀπολλείψας ἐπομόσσῃ
ἀθανάτων οἳ ἔχουσι
κάρη νιφόεντος
᾿Ολύμπου,
κεῖται νήυτμος
τετελεσμένον
εἰς ἐνιαυτόν·
οὐδέ ποτ’ ἀμβροσίης
καὶ νέκταρος
ἔρχεται ἆσσον
βρώσιος, ἀλλά
τε κεῖται ἀνάπνευστος
καὶ ἄναυδος
στρωτοῖς ἐν λεχέεσσι,
κακὸν δ’ ἐπὶ κῶμα
καλύπτει.
αὐτὰρ ἐπὴν νοῦσον
τελέσει μέγαν
εἰς ἐνιαυτόν,
ἄλλος δ’ ἐξ ἄλλου
δέχεται χαλεπώτερος
ἆθλος· [800]
εἰνάετες δὲ θεῶν
ἀπαμείρεται
αἰὲν ἐόντων,
οὐδέ ποτ’ ἐς βουλὴν
ἐπιμίσγεται
οὐδ’ ἐπὶ δαῖτας
ἐννέα πάντ’ ἔτεα·
δεκάτῳ δ’ ἐπιμίσγεται
αὖτις
εἰρέας ἀθανάτων
οἳ ᾿Ολύμπια δώματ’
ἔχουσι.
τοῖον ἄρ’ ὅρκον
ἔθεντο θεοὶ Στυγὸς
ἄφθιτον ὕδωρ,
ὠγύγιον· τὸ δ’
ἵησι καταστυφέλου
διὰ χώρου.
ἔνθα δὲ γῆς δνοφερῆς
καὶ ταρτάρου
ἠερόεντος
πόντου τ’ ἀτρυγέτοιο
καὶ οὐρανοῦ ἀστερόεντος
ἑξείης πάντων
πηγαὶ καὶ πείρατ’
ἔασιν,
ἀργαλέ’ εὐρώεντα,
τά τε στυγέουσι
θεοί περ. [810]
ἔνθα δὲ μαρμάρεαί
τε πύλαι καὶ χάλκεος
οὐδός,
ἀστεμφὲς ῥίζῃσι
διηνεκέεσσιν
ἀρηρώς,
αὐτοφυής· πρόσθεν
δὲ θεῶν ἔκτοσθεν
ἁπάντων
Τιτῆνες ναίουσι,
πέρην χάεος ζοφεροῖο.
αὐτὰρ ἐρισμαράγοιο
Διὸς κλειτοὶ
ἐπίκουροι
δώματα ναιετάουσιν
ἐπ’ ᾿Ωκεανοῖο
θεμέθλοις,
Κόττος τ’ ἠδὲ Γύγης·
Βριάρεών γε μὲν
ἠὺν ἐόντα
γαμβρὸν ἑὸν ποίησε
βαρύκτυπος ᾿Εννοσίγαιος,
δῶκε δὲ Κυμοπόλειαν
ὀπυίειν, θυγατέρα
ἥν.
αὐτὰρ ἐπεὶ Τιτῆνας
ἀπ’ οὐρανοῦ ἐξέλασε
Ζεύς, [820]
ὁπλότατον τέκε
παῖδα Τυφωέα
Γαῖα πελώρη
Ταρτάρου ἐν φιλότητι
διὰ χρυσῆν ᾿Αφροδίτην·
οὗ χεῖρες μὲν
ἔασιν ἐπ’ ἰσχύι
ἔργματ’ ἔχουσαι,
καὶ πόδες ἀκάματοι
κρατεροῦ θεοῦ·
ἐκ δέ οἱ ὤμων
ἦν ἑκατὸν κεφαλαὶ
ὄφιος δεινοῖο
δράκοντος,
γλώσσῃσι δνοφερῇσι
λελιχμότες· ἐν
δέ οἱ ὄσσε
θεσπεσίῃς κεφαλῇσιν
ὑπ’ ὀφρύσι πῦρ
ἀμάρυσσεν·
[πασέων δ’ ἐκ κεφαλέων
πῦρ καίετο δερκομένοιο·]
φωναὶ δ’ ἐν πάσῃσιν
ἔσαν δεινῇς κεφαλῇσι,
παντοίην ὄπ’ ἰεῖσαι
ἀθέσφατον· ἄλλοτε
μὲν γὰρ [830]
φθέγγονθ’ ὥς τε
θεοῖσι συνιέμεν,
ἄλλοτε δ’ αὖτε
ταύρου ἐριβρύχεω
μένος ἀσχέτου
ὄσσαν ἀγαύρου,
ἄλλοτε δ’ αὖτε
λέοντος ἀναιδέα
θυμὸν ἔχοντος,
ἄλλοτε δ’ αὖ σκυλάκεσσιν
ἐοικότα, θαύματ’
ἀκοῦσαι,
ἄλλοτε δ’ αὖ ῥοίζεσχ’,
ὑπὸ δ’ ἤχεεν οὔρεα
μακρά.
καί νύ κεν ἔπλετο
ἔργον ἀμήχανον
ἤματι κείνῳ,
καί κεν ὅ γε θνητοῖσι
καὶ ἀθανάτοισιν
ἄναξεν,
εἰ μὴ ἄρ’ ὀξὺ νόησε
πατὴρ ἀνδρῶν
τε θεῶν τε·
σκληρὸν δ’ ἐβρόντησε
καὶ ὄβριμον, ἀμφὶ
δὲ γαῖα
σμερδαλέον κονάβησε
καὶ οὐρανὸς εὐρὺς
ὕπερθε [840]
πόντός τ’ ᾿Ωκεανοῦ
τε ῥοαὶ καὶ τάρταρα
γαίης.
ποσσὶ δ’ ὕπ’ ἀθανάτοισι
μέγας πελεμίζετ’
῎Ολυμπος
ὀρνυμένοιο ἄνακτος·
ἐπεστονάχιζε
δὲ γαῖα.
καῦμα δ’ ὑπ’ ἀμφοτέρων
κάτεχεν ἰοειδέα
πόντον
βροντῆς τε στεροπῆς
τε πυρός τ’ ἀπὸ
τοῖο πελώρου
πρηστήρων ἀνέμων
τε κεραυνοῦ τε
φλεγέθοντος·
ἔζεε δὲ χθὼν πᾶσα
καὶ οὐρανὸς ἠδὲ
θάλασσα·
θυῖε δ’ ἄρ’ ἀμφ’
ἀκτὰς περί τ’ ἀμφί
τε κύματα μακρὰ
ῥιπῇ ὕπ’ ἀθανάτων,
ἔνοσις δ’ ἄσβεστος
ὀρώρει·
τρέε δ’ ᾿Αίδης
ἐνέροισι καταφθιμένοισιν
ἀνάσσων [850]
Τιτῆνές θ’ ὑποταρτάριοι
Κρόνον ἀμφὶς
ἐόντες
ἀσβέστου κελάδοιο
καὶ αἰνῆς δηιοτῆτος.
Ζεὺς δ’ ἐπεὶ οὖν
κόρθυνεν ἑὸν
μένος, εἵλετο
δ’ ὅπλα,
βροντήν τε στεροπήν
τε καὶ αἰθαλόεντα
κεραυνόν,
πλῆξεν ἀπ’ Οὐλύμποιο
ἐπάλμενος· ἀμφὶ
δὲ πάσας
ἔπρεσε θεσπεσίας
κεφαλὰς δεινοῖο
πελώρου.
αὐτὰρ ἐπεὶ δή
μιν δάμασε πληγῇσιν
ἱμάσσας,
ἤριπε γυιωθείς,
στονάχιζε δὲ
γαῖα πελώρη·
φλὸξ δὲ κεραυνωθέντος
ἀπέσσυτο τοῖο
ἄνακτος
οὔρεος ἐν βήσσῃσιν
ἀιδνῆς παιπαλοέσσης
[860]
πληγέντος, πολλὴ
δὲ πελώρη καίετο
γαῖα
αὐτμῇ θεσπεσίῃ,
καὶ ἐτήκετο κασσίτερος
ὣς
τέχνῃ ὑπ’ αἰζηῶν
ἐν ἐυτρήτοις
χοάνοισι
θαλφθείς, ἠὲ σίδηρος,
ὅ περ κρατερώτατός
ἐστιν,
οὔρεος ἐν βήσσῃσι
δαμαζόμενος
πυρὶ κηλέῳ
τήκεται ἐν χθονὶ
δίῃ ὑφ’ ῾Ηφαίστου
παλάμῃσιν·
ὣς ἄρα τήκετο
γαῖα σέλαι πυρὸς
αἰθομένοιο.
ῥῖψε δέ μιν θυμῷ
ἀκαχὼν ἐς τάρταρον
εὐρύν.
ἐκ δὲ Τυφωέος
ἔστ’ ἀνέμων μένος
ὑγρὸν ἀέντων,
νόσφι Νότου Βορέω
τε καὶ ἀργεστέω
Ζεφύροιο· [870]
οἵ γε μὲν ἐκ θεόφιν
γενεήν, θνητοῖς
μέγ’ ὄνειαρ.
αἱ δ’ ἄλλαι μὰψ
αὖραι ἐπιπνείουσι
θάλασσαν·
αἳ δή τοι πίπτουσαι
ἐς ἠεροειδέα
πόντον,
πῆμα μέγα θνητοῖσι,
κακῇ θυίουσιν
ἀέλλῃ·
ἄλλοτε δ’ ἄλλαι
ἄεισι διασκιδνᾶσί
τε νῆας
ναύτας τε φθείρουσι·
κακοῦ δ’ οὐ γίνεται
ἀλκὴ
ἀνδράσιν, οἳ κείνῃσι
συνάντωνται
κατὰ πόντον.
αἱ δ’ αὖ καὶ κατὰ
γαῖαν ἀπείριτον
ἀνθεμόεσσαν
ἔργ’ ἐρατὰ φθείρουσι
χαμαιγενέων
ἀνθρώπων,
πιμπλεῖσαι κόνιός
τε καὶ ἀργαλέου
κολοσυρτοῦ. [880]
αὐτὰρ ἐπεί ῥα
πόνον μάκαρες
θεοὶ ἐξετέλεσσαν,
Τιτήνεσσι δὲ
τιμάων κρίναντο
βίηφι,
δή ῥα τότ’ ὤτρυνον
βασιλευέμεν
ἠδὲ ἀνάσσειν
Γαίης φραδμοσύνῃσιν
᾿Ολύμπιον εὐρύοπα
Ζῆν
ἀθανάτων· ὁ δὲ
τοῖσιν ἐὺ διεδάσσατο
τιμάς.
Ζεὺς δὲ θεῶν βασιλεὺς
πρώτην ἄλοχον
θέτο Μῆτιν,
πλεῖστα θεῶν
εἰδυῖαν ἰδὲ θνητῶν
ἀνθρώπων.
ἀλλ’ ὅτε δὴ ἄρ’
ἔμελλε θεὰν γλαυκῶπιν
᾿Αθήνην
τέξεσθαι, τότ’
ἔπειτα δόλῳ φρένας
ἐξαπατήσας
αἱμυλίοισι λόγοισιν
ἑὴν ἐσκάτθετο
νηδύν, [890]
Γαίης φραδμοσύνῃσι
καὶ Οὐρανοῦ ἀστερόεντος·
τὼς γάρ οἱ φρασάτην,
ἵνα μὴ βασιληίδα
τιμὴν
ἄλλος ἔχοι Διὸς
ἀντὶ θεῶν αἰειγενετάων.
ἐκ γὰρ τῆς εἵμαρτο
περίφρονα τέκνα
γενέσθαι·
πρώτην μὲν κούρην
γλαυκώπιδα Τριτογένειαν,
ἶσον ἔχουσαν
πατρὶ μένος καὶ
ἐπίφρονα βουλήν,
αὐτὰρ ἔπειτ’ ἄρα
παῖδα θεῶν βασιλῆα
καὶ ἀνδρῶν
ἤμελλεν τέξεσθαι,
ὑπέρβιον ἦτορ
ἔχοντα·
ἀλλ’ ἄρα μιν Ζεὺς
πρόσθεν ἑὴν ἐσκάτθετο
νηδύν,
ὥς οἱ συμφράσσαιτο
θεὰ ἀγαθόν τε
κακόν τε. [900]
δεύτερον ἠγάγετο
λιπαρὴν Θέμιν,
ἣ τέκεν ῞Ωρας,
Εὐνομίην τε Δίκην
τε καὶ Εἰρήνην
τεθαλυῖαν,
αἵ τ’ ἔργ’ ὠρεύουσι
καταθνητοῖσι
βροτοῖσι,
Μοίρας θ’, ᾗς πλείστην
τιμὴν πόρε μητίετα
Ζεύς,
Κλωθώ τε Λάχεσίν
τε καὶ ῎Ατροπον,
αἵ τε διδοῦσι
θνητοῖς ἀνθρώποισιν
ἔχειν ἀγαθόν
τε κακόν τε.
τρεῖς δέ οἱ Εὐρυνόμη
Χάριτας τέκε
καλλιπαρήους,
᾿Ωκεανοῦ κούρη
πολυήρατον εἶδος
ἔχουσα,
᾿Αγλαΐην τε καὶ
Εὐφροσύνην Θαλίην
τ’ ἐρατεινήν·
τῶν καὶ ἀπὸ βλεφάρων
ἔρος εἴβετο δερκομενάων
[910]
λυσιμελής· καλὸν
δέ θ’ ὑπ’ ὀφρύσι
δερκιόωνται.
αὐτὰρ ὁ Δήμητρος
πολυφόρβης ἐς
λέχος ἦλθεν·
ἣ τέκε Περσεφόνην
λευκώλενον, ἣν
᾿Αιδωνεὺς
ἥρπασεν ἧς παρὰ
μητρός, ἔδωκε
δὲ μητίετα Ζεύς.
Μνημοσύνης δ’
ἐξαῦτις ἐράσσατο
καλλικόμοιο,
ἐξ ἧς οἱ Μοῦσαι
χρυσάμπυκες
ἐξεγένοντο
ἐννέα, τῇσιν ἅδον
θαλίαι καὶ τέρψις
ἀοιδῆς.
Λητὼ δ’ ᾿Απόλλωνα
καὶ ῎Αρτεμιν
ἰοχέαιραν
ἱμερόεντα γόνον
περὶ πάντων Οὐρανιώνων
γείνατ’ ἄρ’ αἰγιόχοιο
Διὸς φιλότητι
μιγεῖσα. [920]
λοισθοτάτην
δ’ ῞Ηρην θαλερὴν
ποιήσατ’ ἄκοιτιν·
ἡ δ’ ῞Ηβην καὶ
῎Αρηα καὶ Εἰλείθυιαν
ἔτικτε
μιχθεῖσ’ ἐν φιλότητι
θεῶν βασιλῆι
καὶ ἀνδρῶν.
αὐτὸς δ’ ἐκ κεφαλῆς
γλαυκώπιδα γείνατ’
᾿Αθήνην,
δεινὴν ἐγρεκύδοιμον
ἀγέστρατον ἀτρυτώνην,
πότνιαν, ᾗ κέλαδοί
τε ἅδον πόλεμοί
τε μάχαι τε·
῞Ηρη δ’ ῞Ηφαιστον
κλυτὸν οὐ φιλότητι
μιγεῖσα
γείνατο, καὶ ζαμένησε
καὶ ἤρισεν ᾧ παρακοίτῃ,
ἐκ πάντων τέχνῃσι
κεκασμένον Οὐρανιώνων.
[929]
<Ἥρη δὲ ζαμένησε
καὶ ἤρισε ᾧ παρακοίτῃ.
[929α]
ἐκ ταύτης δ᾽ ἔριδος
ἣ μὲν τέκε φαίδιμον
υἱὸν [929β]
Ἥφαιστον, φιλότητος
ἄτερ Διὸς αἰγιόχοιο, [929γ]
ἐκ πάντων παλάμῃσι
κεκασμένον Οὐρανιώνων· [929δ]
αὐτὰρ ὅ γ᾽ Ὠκεανοῦ
καὶ Τηθύος ἠυκόμοιο [929ε]
κούρῃ νόσφ᾽ Ἥρης
παρελέξατο καλλιπαρήῳ, [929ς]
...
ἐξαπαφὼν Μῆτιν
καίπερ πολυδήνε᾽
ἐοῦσαν. [929ζ]
συμμάρψας δ᾽
ὅ γε χερσὶν ἑὴν
ἐγκάτθετο νηδὺν [929η]
δείσας, μὴ τέξῃ
κρατερώτερον
ἄλλο κεραυνοῦ. [929θ]
τοὔνεκά μιν Κρονίδης
ὑψίζυγος αἰθέρι
ναίων [929ι]
κάππιεν ἐξαπίνης·
ἣ δ᾽ αὐτίκα Παλλάδ᾽
Ἀθήνην [929κ]
κύσατο· τὴν μὲν
ἔτικτε πατὴρ
ἀνδρῶν τε θεῶν
τε [929λ]
πὰρ κορυφὴν Τρίτωνος
ἐπ᾽ ὄχθῃσιν ποταμοῖο. [929μ]
Μῆτις δ᾽ αὖτε
Ζηνὸς ὑπὸ σπλάγχνοις
λελαθυῖα [929ν]
ἧστο, Ἀθηναίης
μήτηρ, τέκταινα
δικαίων [929ξ]
πλεῖστα θεῶν
τε ἰδυῖα καταθνητῶν
τ᾽ ἀνθρώπων, [929ο]
ἔνθα θεὰ παρέδεκτο
ὅθεν παλάμαις
περὶ πάντων [929π]
ἀθανάτων ἐκέκασθ᾽
οἳ Ὀλύμπια δώματ᾽
ἔχουσιν, [929ρ]
[αἰγίδα ποιήσασα
φοβέστρατον
ἔντος Ἀθήνης·] [929σ]
σὺν τῇ ἐγείνατό
μιν πολεμήια
τεύχε᾽ ἔχουσαν> [929τ]
ἐκ δ’ ᾿Αμφιτρίτης
καὶ ἐρικτύπου
᾿Εννοσιγαίου
[930]
Τρίτων εὐρυβίης
γένετο μέγας,
ὅς τε θαλάσσης
πυθμέν’ ἔχων παρὰ
μητρὶ φίλῃ καὶ
πατρὶ ἄνακτι
ναίει χρύσεα
δῶ, δεινὸς θεός.
αὐτὰρ ῎Αρηι
ῥινοτόρῳ Κυθέρεια
Φόβον καὶ Δεῖμον
ἔτικτε,
δεινούς, οἵ τ’ ἀνδρῶν
πυκινὰς κλονέουσι
φάλαγγας
ἐν πολέμῳ κρυόεντι
σὺν ῎Αρηι πτολιπόρθῳ,
῾Αρμονίην θ’, ἣν
Κάδμος ὑπέρθυμος
θέτ’ ἄκοιτιν.
Ζηνὶ δ’ ἄρ’ ᾿Ατλαντὶς
Μαίη τέκε κύδιμον
῾Ερμῆν,
κήρυκ’ ἀθανάτων,
ἱερὸν λέχος εἰσαναβᾶσα.
Καδμηὶς δ’ ἄρα
οἱ Σεμέλη τέκε
φαίδιμον υἱὸν
[940]
μιχθεῖσ’ ἐν φιλότητι,
Διώνυσον πολυγηθέα,
ἀθάνατον θνητή·
νῦν δ’ ἀμφότεροι
θεοί εἰσιν.
᾿Αλκμήνη δ’ ἄρ’
ἔτικτε βίην ῾Ηρακληείην
μιχθεῖσ’ ἐν φιλότητι
Διὸς νεφεληγερέταο.
᾿Αγλαΐην δ’ ῞Ηφαιστος
ἀγακλυτὸς ἀμφιγυήεις
ὁπλοτάτην Χαρίτων
θαλερὴν ποιήσατ’
ἄκοιτιν.
χρυσοκόμης δὲ
Διώνυσος ξανθὴν
᾿Αριάδνην,
κούρην Μίνωος,
θαλερὴν ποιήσατ’
ἄκοιτιν·
τὴν δέ οἱ ἀθάνατον
καὶ ἀγήρων θῆκε
Κρονίων.
῞Ηβην δ’ ᾿Αλκμήνης
καλλισφύρου
ἄλκιμος υἱός,
[950]
ἲς ῾Ηρακλῆος,
τελέσας στονόεντας
ἀέθλους,
παῖδα Διὸς μεγάλοιο
καὶ ῞Ηρης χρυσοπεδίλου,
αἰδοίην θέτ’ ἄκοιτιν
ἐν Οὐλύμπῳ νιφόεντι·
ὄλβιος, ὃς μέγα
ἔργον ἐν ἀθανάτοισιν
ἀνύσσας
ναίει ἀπήμαντος
καὶ ἀγήραος ἤματα
πάντα.
᾿Ηελίῳ δ’ ἀκάμαντι
τέκε κλυτὸς ᾿Ωκεανίνη
Περσηὶς Κίρκην
τε καὶ Αἰήτην
βασιλῆα.
Αἰήτης δ’ υἱὸς
φαεσιμβρότου
᾿Ηελίοιο
κούρην ᾿Ωκεανοῖο
τελήεντος ποταμοῖο
γῆμε θεῶν βουλῇσιν,
᾿Ιδυῖαν καλλιπάρηον·
[960]
ἣ δή οἱ Μήδειαν
ἐύσφυρον ἐν φιλότητι
γείναθ’ ὑποδμηθεῖσα
διὰ χρυσῆν ᾿Αφροδίτην.
ὑμεῖς μὲν νῦν
χαίρετ’, ᾿Ολύμπια
δώματ’ ἔχοντες,
νῆσοί τ’ ἤπειροί
τε καὶ ἁλμυρὸς
ἔνδοθι πόντος·
νῦν δὲ θεάων φῦλον
ἀείσατε, ἡδυέπειαι
Μοῦσαι ᾿Ολυμπιάδες,
κοῦραι Διὸς αἰγιόχοιο,
ὅσσαι δὴ θνητοῖσι
παρ’ ἀνδράσιν
εὐνηθεῖσαι
ἀθάναται γείναντο
θεοῖς ἐπιείκελα
τέκνα.
Δημήτηρ μὲν Πλοῦτον
ἐγείνατο δῖα
θεάων,
᾿Ιασίῳ ἥρωι μιγεῖσ’
ἐρατῇ φιλότητι
[970]
νειῷ ἔνι τριπόλῳ,
Κρήτης ἐν πίονι
δήμῳ,
ἐσθλόν, ὃς εἶσ’
ἐπὶ γῆν τε καὶ
εὐρέα νῶτα θαλάσσης
πᾶσαν· τῷ δὲ τυχόντι
καὶ οὗ κ’ ἐς χεῖρας
ἵκηται,
τὸν δὴ ἀφνειὸν
ἔθηκε, πολὺν δέ
οἱ ὤπασεν ὄλβον.
Κάδμῳ δ’ ῾Αρμονίη,
θυγάτηρ χρυσῆς
᾿Αφροδίτης,
᾿Ινὼ καὶ Σεμέλην
καὶ ᾿Αγαυὴν καλλιπάρηον
Αὐτονόην θ’, ἣν
γῆμεν ᾿Αρισταῖος
βαθυχαίτης,
γείνατο καὶ Πολύδωρον
ἐυστεφάνῳ ἐνὶ
Θήβῃ.
κούρη δ’ ᾿Ωκεανοῦ
Χρυσάορι καρτεροθύμῳ
μιχθεῖσ’ ἐν φιλότητι
πολυχρύσου ᾿Αφροδίτης
[980]
Καλλιρόη τέκε
παῖδα βροτῶν
κάρτιστον ἁπάντων,
Γηρυονέα, τὸν
κτεῖνε βίη ῾Ηρακληείη
βοῶν ἕνεκ’ εἰλιπόδων
ἀμφιρρύτῳ εἰν
᾿Ερυθείῃ.
Τιθωνῷ δ’ ᾿Ηὼς
τέκε Μέμνονα
χαλκοκορυστήν,
Αἰθιόπων βασιλῆα,
καὶ ᾿Ημαθίωνα
ἄνακτα.
αὐτάρ τοι Κεφάλῳ
φιτύσατο φαίδιμον
υἱόν,
ἴφθιμον Φαέθοντα,
θεοῖς ἐπιείκελον
ἄνδρα·
τόν ῥα νέον τέρεν
ἄνθος ἔχοντ’ ἐρικυδέος
ἥβης
παῖδ’ ἀταλὰ φρονέοντα
φιλομμειδὴς
᾿Αφροδίτη
ὦρτ’ ἀνερειψαμένη,
καί μιν ζαθέοις
ἐνὶ νηοῖς [990]
νηοπόλον μύχιον
ποιήσατο, δαίμονα
δῖον.
κούρην δ’ Αἰήταο
διοτρεφέος βασιλῆος
Αἰσονίδης βουλῇσι
θεῶν αἰειγενετάων
ἦγε παρ’ Αἰήτεω,
τελέσας στονόεντας
ἀέθλους,
τοὺς πολλοὺς
ἐπέτελλε μέγας
βασιλεὺς ὑπερήνωρ,
ὑβριστὴς Πελίης
καὶ ἀτάσθαλος
ὀβριμοεργός·
τοὺς τελέσας
ἐς ᾿Ιωλκὸν ἀφίκετο
πολλὰ μογήσας
ὠκείης ἐπὶ νηὸς
ἄγων ἑλικώπιδα
κούρην
Αἰσονίδης, καί
μιν θαλερὴν ποιήσατ’
ἄκοιτιν.
καί ῥ’ ἥ γε δμηθεῖσ’
ὑπ’ ᾿Ιήσονι ποιμένι
λαῶν [1000]
Μήδειον τέκε
παῖδα, τὸν οὔρεσιν
ἔτρεφε Χείρων
Φιλλυρίδης· μεγάλου
δὲ Διὸς νόος ἐξετελεῖτο.
αὐτὰρ Νηρῆος
κοῦραι ἁλίοιο
γέροντος,
ἤτοι μὲν Φῶκον
Ψαμάθη τέκε δῖα
θεάων
Αἰακοῦ ἐν φιλότητι
διὰ χρυσῆν ᾿Αφροδίτην·
Πηλεῖ δὲ δμηθεῖσα
θεὰ Θέτις ἀργυρόπεζα
γείνατ’ ᾿Αχιλλῆα
ῥηξήνορα θυμολέοντα.
Αἰνείαν δ’ ἄρ’
ἔτικτεν ἐυστέφανος
Κυθέρεια,
᾿Αγχίσῃ ἥρωι
μιγεῖσ’ ἐρατῇ
φιλότητι
῎Ιδης ἐν κορυφῇσι
πολυπτύχου ἠνεμοέσσης.
[1010]
Κίρκη δ’ ᾿Ηελίου
θυγάτηρ ῾Υπεριονίδαο
γείνατ’ ᾿Οδυσσῆος
ταλασίφρονος
ἐν φιλότητι
῎Αγριον ἠδὲ Λατῖνον
ἀμύμονά τε κρατερόν
τε·
[Τηλέγονον δὲ
ἔτικτε διὰ χρυσῆν
᾿Αφροδίτην·]
οἳ δή τοι μάλα
τῆλε μυχῷ νήσων
ἱεράων
πᾶσιν Τυρσηνοῖσιν
ἀγακλειτοῖσιν
ἄνασσον.
Ναυσίθοον δ’ ᾿Οδυσῆι
Καλυψὼ δῖα θεάων
γείνατο Ναυσίνοόν
τε μιγεῖσ’ ἐρατῇ
φιλότητι.
αὗται μὲν θνητοῖσι
παρ’ ἀνδράσιν
εὐνηθεῖσαι
ἀθάναται γείναντο
θεοῖς ἐπιείκελα
τέκνα. [1020]
[νῦν δὲ γυναικῶν
φῦλον ἀείσατε,
ἡδυέπειαι
Μοῦσαι ᾿Ολυμπιάδες,
κοῦραι Διὸς αἰγιόχοιο.]
|