| 07:26 | 12:39 | 17:52 |
| Ἀθῆναι | ||
Ὑποστηρίξετε τὸ μεταφραστικὸ μας ἔργο - Support our translation project
|
|
Δυνάμεις: Ἡ δρᾶσις του εἶναι εὔκρατος ἐπειδὴ ἡ σφαῖρα του εὑρίσκεται μεταξὺ τοῦ ψυκτικοῦ Κρόνου καὶ τοῦ καυστικοῦ Ἄρεως. Θερμαίνει καὶ ὑγραίνει ταυτοχρόνως κι ἐπειδὴ εἶναι περισσότερο θερμαντικὸς, λόγῳ τῶν ὑποκειμένων αὐτῷ σφαιρῶν, παράγει γονίμους ἀνέμους. Χρώματα: πορφυρόν
ΔΙΟΣ ΟΨΕΙΣ
ἭλιοςΤΡΙΓΩΝΟΝ ὁ Ζεὺς Ἥλιον τριγωνίζων πλουσίους, ἐνδόξους, ἀρχικοὺς ποιεῖ, καὶ τέκνων ἐστὶ δοτὴρ καὶ εὐγαμίας αἴτιος, καὶ βίον ἐπίσημον παρέχει. Ζεὺς Ἡλίῳ τρίγωνος μεγάλους καὶ ἐπιδόξους σημαίνει. εἰ δὲ ὡροσκοπεῖ ὁ Ἥλιος, καὶ τῷ πατρὶ καὶ τῇ γενέσει· εἰ δὲ ἐπίκεντρος ᾖ, τῷ πατρί· ἔνδοξον γὰρ σημαίνει, ἔλαττον δὲ παρὰ τὸ πρότερον· πρὸς δὲ τὴν γένεσιν οὐδὲν ἀξιόλογον, εἰ μὴ ἄλλη τις αἰτία διορθώσῃ· ΤΕΤΡΑΓΩΝΟΝ ὁ Ζεὺς Ἥλιον τετραγωνίζων καὶ τῷ πατρὶ καὶ τῷ τεχθέντι καλός· προκοπὰς γὰρ ἐπάγει καὶ ἐν μεγάλοις ἀνδράσι συστάσεις, καὶ ἄλλων ἡγεμονεύοντας ποιεῖ. τοῦ δὲ Ἡλίου τὸν Δία καθυπερτεροῦντος, λαμπρὸς μὲν ὁ πατήρ, τὰ δὲ ὑπάρχοντα τούτων μειοῦται ἐν περιστάσεσι κοιναῖς, πολλάκις δὲ καὶ ἐξ ἀναστάσεως ἐχθρῶν τοῦτο γίνεται. Ζεὺς Ἡλίῳ τετράγωνος ἐν ταῖς ἀδόξοις μοίραις ἢ ζῳδίοις ἀηδὴς καθέστηκε· καθαιρεῖται γὰρ τὸ ἀγαθὸν τοῦ ἀστέρος καὶ εἰς τὸ ἐναντίον ἐκπίπτει. ἐπὶ δὲ τῶν ἐνδόξων ζῳδίων ἢ μοιρῶν μάλιστα ἐπίκεντρος ἔνδοξος περικτητικός. ΣΥΝΟΔΟΣ ὁ Ζεὺς σὺν Ἡλίῳ ὕπαυγος μὲν ἐλαττοῖ τὰ ἀγαθά, ἀνατολικὸς δὲ εὐκτήμονας καὶ πολυβίους καὶ ὄνησιν καὶ εὐτυχίαν τῶν γονέων ἐκ τῶν παίδων [καὶ εὐτυχεῖς τοὺς γονεῖς] καὶ εὐτεκνίαν διδοῖ.
Dorotheus Astrol., Fragmenta Graeca, Περὶ τῶν πρὸς ἀλλήλους σχηματισμῶν τῶν ἀστέρων ἐκ τῶν Ἀνουβίωνος, 355.17
Ζεὺς καὶ Ἥλιος ὁμόσε ἰόντες λαμπροὺς ἐπιδόξους ἀποτελοῦσιν, ἀρχικοὺς ἡγεμονικοὺς τυραννικοὺς πρακτικοὺς ὑπὸ ὄχλων τιμωμένους καὶ εὐφημουμένους, εὐπόρους δὲ καὶ πλουσίους καὶ μετὰ πλείστης φαντασίας διεξάγοντας· πλὴν κατά τινας χρόνους ἐν ἀνωμαλίαις καὶ φθόνοις, καὶ μάλιστα, ἐὰν καὶ ὁ ἀστὴρ ὑπὸ δύσιν εὑρεθῇ, φαντασίαις μείζοσι περιτρέψας οἴησιν ἀληθείας ἀπεργάζεται.
Vettius Valens, Anthologiarum libri ix, κα' Περὶ συμπαρουσίας καὶ συγκράσεως, 38.23 ΑΝΤΙΘΕΣΙΣ Ζεὺς διάμετρος δὲ Ἡλίῳ τυχὼν ἀηδέστερος· οὐ μόνον γὰρ σβέννυται τὰ ὑπ' αὐτοῦ ἀγαθά, ἀλλ' ἐξ ὑπερεχόντων ὀργὰς καὶ ὄχλων ἐναντιώσεις ἕξουσιν. ΣελήνηΤΡΙΓΩΝΟΝ ὁ Ζεὺς Σελήνην ἰδὼν ἐνδόξους καὶ ἐμφανεῖς, ἡγεμόνας ἢ δικαστάς – τοὺς μὲν δήμου, τοὺς δὲ στρατιωτῶν – ποιεῖ, καὶ μᾶλλον αὐξιφωτούσης τῆς Σελήνης, εἰ δέ ἐστιν ἡ Σελήνη ἀφαιρετικὴ οὐκ αὐτοὺς αὐθέντας ποιεῖ ἀλλὰ τοιούτοις προσώποις ὑπηρετουμένους. ΤΕΤΡΑΓΩΝΟΝ ὁ Ζεὺς Σελήνην τετραγωνίζων, τοῦ Διὸς καθυπερτεροῦντος ἐπὶ ἡμερινῆς γενέσεως ἢ νυκτερινῆς, τῇ τε μητρὶ αἴσιον καὶ αὐτὸν κρείττονα τῶν γονέων ποιεῖ, καὶ ἐν τιμαῖς καὶ προεδρίαις δοξάζει καὶ εὐφημίαις. τῆς δὲ Σελήνης καθυπερτερούσης τὸν Δία, δοξαστικὸν μὲν τὸ σχῆμα καὶ ἐν ἡγεμόσι συστάσεις ποιοῦν, πλὴν κατά τινας χρόνους βλάπτει ἢ ἣν ἔχει πρᾶξιν ἐνίοτε ἐλαττοῖ. ΣΥΝΟΔΟΣ ὁ Ζεὺς σὺν Σελήνῃ αὐξητικοὺς τῷ βίῳ, καὶ μᾶλλον ἀνατολικὸς καὶ προσθετικὸς ὢν ὁ Ζεύς· πλουσίους γὰρ καὶ κρείττονας τῶν γονέων ποιεῖ. εἰ δὲ τῆς γενέσεως νυκτερινῆς οὔσης ἡ Σελήνη πλειόνων ἐστὶ μοιρῶν, ἐλαττοῦται ἡ τύχη. Ζεὺς καὶ Σελήνη ἀγαθοὶ περικτητικοί, κόσμου καὶ σωμάτων δεσπότας ἀποτελοῦντες καὶ ἀρχὰς ἐπισήμους παρεχόμενοι, ἔκ τε γυναικῶν καὶ ἐπισήμων προσώπων ὠφελουμένους, ἀπὸ οἰκείων ἢ τέκνων εὐεργετουμένους καὶ δωρεῶν [ἢ] καὶ τιμῶν καταξιουμένους, χρηματοφύλακας ἢ πολλὰ δανειστικοὺς ἢ πιστευομένους καὶ θησαυρῶν εὑρετάς, εὐχρηματίστους. ΑΝΤΙΘΕΣΙΣ ὁ Ζεὺς Σελήνην διαμετρῶν, εἰ μὲν αὐξιφωτεῖ, προεδρίαν καὶ βίον διδοῖ καὶ ἐπίσημον καὶ ἀρχικὸν σημαίνει, ἙρμῆςΤΡΙΓΩΝΟΝ ὁ Ζεὺς Ἑρμῆν τριγωνίζων φρονίμους, ἐπινοητικούς, ἐμπράκτους, παρὰ πολλῶν εὐδοκιμοῦντας, τούτων δὲ ἡ πρᾶξις ἀπὸ γραμμάτων ἢ δημοσίων χρειῶν ἢ βασιλικῶν ὑπηρεσιῶν, τινὰς δὲ καὶ ἀστρονόμους ἐπισήμους σημαίνει. Ἑρμῆς Δία τριγωνίζων μεγάλων πράξεων δηλωτικός, μάλιστα ἀνατολικὸς ἑῷος· τῶν γὰρ βασιλέων ἢ πόλεων ἢ ὄχλων γραμματεῖς ἢ διοικηταὶ γίνονται. διόλου δὲ ἐὰν τύχῃ ἐν ταῖς πράξεσιν ὁ τοῦ Ἑρμοῦ καὶ παρέχῃ τὸ πράσσειν, δόξαν καὶ περίκτησιν βίου ποιήσονται, μάλιστα ἐν τοῖς χρηματίζουσι ζῳδίοις. εἰ δὲ ἑξάγωνοι, τὰ αὐτὰ μὲν ἀποτελοῦσιν, ἐλάττονα δέ. ΤΕΤΡΑΓΩΝΟΝ ὁ Ζεὺς Ἑρμῆν τετραγωνίζων, τοῦ Διὸς καθυπερτεροῦντος, γραμματικοὶ ἢ γεωμέτραι γίνονται, ἐνίοις δὲ ὁ βίος ἔσται ἀπὸ κοινῆς προστασίας καὶ αἱ πράξεις ἀστεῖαι. εἰ δὲ ὁ Ἑρμῆς τὸν Δία καθυπερτερεῖ, τῷ μὲν βίῳ οὐκ ἄποροι ἔσονται, πλὴν ἄκρατοι ἐν ταῖς πράξεσι καὶ ἐναντία ἑαυτοῖς ποιοῦντες, καὶ τὰ μὲν ἀγαθὰ ὡς κακὰ ἀποφεύγουσιν, τὰ δὲ κακὰ αἱροῦνται ὡς ἀγαθά, πολλάκις δὲ οἱ τοιοῦτοι καὶ αὐτόματόν τι ἀγαθὸν ἐπελθὸν ἀποφεύγουσιν, καὶ οὓς εὐεργετήσουσιν, ὑπὸ τῶν τοιούτων ἀχαριστοῦνται, καὶ ἀμοιβὰς οὐ λαμβάνουσιν, ἀφ' ἑαυτῶν δὲ πορίζονται τὰ καλά. [Ἑρμῆς Δίας] ἐὰν δὲ τετράγωνοι ὦσι καλῶς σχηματιζόμενοι, ὅσα μὲν εἰς περίκτησιν καὶ δόξαν ἀποτελοῦσι, μετὰ φθόνου δέ· κακῶς δὲ σχηματισθέντες σὺν τῷ φθόνῳ καὶ συντριβὰς καὶ ἐξ ὑπερεχόντων ἐναντιώσεις. ΣΥΝΟΔΟΣ ὁ Ζεὺς σὺν Ἑρμῇ δυνάστας, συνετούς, βεβαίους, ἐπὶ σοφίᾳ περιβοήτους, ἰατρούς, σοφιστάς, γραμματικοὺς ἢ γραμματεῖς βασιλέων.
Dorotheus Astrol., Fragmenta Graeca, Περὶ τῶν πρὸς ἀλλήλους σχηματισμῶν τῶν ἀστέρων ἐκ τῶν Ἀνουβίωνος, 355.26 Ζεὺς καὶ Ἑρμῆς ἀγαθοὶ σύμφωνοι διοικητικοί, πραγμάτων οἰκονόμους ἀποτελοῦντες ἔν τε πίστεσι καὶ χειρισμοῖς γινομένους, ἐπιτροπικούς, ἀπὸ λόγων ἢ ψήφων ἀναγομένους καὶ ἐν παιδείαις δοξαζομένους, πολυφίλους δὲ καὶ εὐσυστάτους, μισθῶν καὶ ὀψωνίων καταξιουμένους. ἐὰν δέ πως καὶ ἐν χρηματιστικοῖς ζῳδίοις εὑρεθῶσι, καὶ θησαυρῶν εὑρετὰς ποιοῦσιν ἢ ἐκ παραθηκῶν ὠφελουμένους δανειστικούς.
Vettius Valens, Anthologiarum libri ix, κα' Περὶ συμπαρουσίας καὶ συγκράσεως, 39.11 ΑΝΤΙΘΕΣΙΣ ὁ Ζεὺς Ἑρμῆν διαμετρῶν φαῦλος, καὶ μάλιστα τοῖς δικολόγοις καὶ ῥήτορσιν· ποιεῖ γὰρ καὶ ὄχλων ἐπαναστάσεις καὶ ὀργὰς καὶ διαβολὰς πρὸς μείζονας ἔκ τινων βασκάνων· ὄψονται καὶ ἀδελφῶν θανάτους καὶ δίκας ἕξουσι πρὸς τοὺς ἀδελφοὺς καὶ τοὺς κατὰ γένος προσήκοντας. [ἰστέον δὲ ὅτι οὐ μόνον κατὰ πῆξιν ταῦτα τὰ σχήματα ἀποτελεστικὰ γίνονται, ἀλλὰ καὶ κατὰ τὰς ἐπεμβάσεις, οἷον κατὰ πῆξιν ἦν Ἥλιος Σκορπίῳ, Ἄρης Παρθένῳ, κατὰ δὲ ἐπέμβασιν γενόμενος Ἄρης Ταύρῳ διέτεμε τὸν κατὰ πῆξιν Ἥλιον καὶ ἐδήλωσε κίνδυνον ἀφ' ὕψους ἢ πυρός.] [Ἑρμῆς Δίας] εἰ δὲ διάμετροι τύχωσι, μείζονας τὰς διαβολὰς ποιοῦσι καὶ ἀνώμαλοι καὶ ἐναντιόβουλοι γίνονται· εἰ δὲ ἐν τῷ κακοδαιμονήματι διάμετροι τύχωσιν, ὑπὸ μεγάλης κεφαλῆς καταδυναστευθήσονται καὶ ὄχλων ἐπαναστάσεις ἕξουσι, σπανάδελφοι δέ τι καὶ ἔχθρας πρὸς ἀδελφοὺς ἢ τέκνα ἢ συγγενεῖς ἰσχάνουσιν. ἈφροδίτηΤΡΙΓΩΝΟΝ ὁ Ζεὺς Ἀφροδίτην τριγωνίζων χαρίεντα καὶ ποθεινὸν ποιεῖ, παρὰ φίλων προκόπτοντα ἢ γυναικῶν. ΤΕΤΡΑΓΩΝΟΝ ὁ Ζεὺς τετραγωνίζων Ἀφροδίτην, τοῦ Διὸς καθυπερτεροῦντος, πολλοὺς οἱ τοιοῦτοι φίλους ἕξουσιν, καὶ μάλιστα ἀπὸ θηλυκῶν προσώπων κερδανοῦσι καὶ ἀστεῖον βίον ἕξουσι καὶ θεοσεβεῖς ἔσονται. εἰ δὲ ἡ Ἀφροδίτη τὸν Δία καθυπερτερεῖ, ἐρωτικοὶ ἔσονται καὶ φιλόκοσμοι καὶ πρὸς τούτων τερπόμενοι· πολλὰ μέντοι οἱ τοιοῦτοι ἐναντία πείσονται καὶ ἀποτυχίας ἐν τοῖς ἔργοις. ΣΥΝΟΔΟΣ ὁ Ζεὺς σὺν Ἀφροδίτῃ ἐντίμους, εὐχαρεῖς, πολυφίλους, ἀγαθούς, εὐσεβεῖς, ἀστείους, φίλους ἡγεμόνων, ἐνδόξους, εὐγάμους, προκόπτοντας ἀπὸ θηλυκῶν προσώπων καὶ ἱερῶν προεστῶτας. ποιοῦσι δὲ καὶ εὐτέκνους, εἰ ὑπὸ μηδενὸς βλάπτονται κακοποιοῦ, πλὴν πολύκοινοι ἔσονται, καὶ ἐπὶ θηλειῶν δὲ ὁμοίως. εἰ δὲ ἐν ἰσχυροῖς εἶεν τόποις καὶ τὴν Σελήνην ὁρῶσιν, τοῦ Ἄρεως ἰδόντος ποθέν, ψόγος ἔσται διὰ συγγενεῖς. Ζεὺς καὶ Ἀφροδίτη ἀγαθοὶ σύμφωνοι, περιποιητικοὶ δόξης καὶ ὠφελείας, ἐπάγοντες ἐπικτήσεις δωρεὰς κόσμου σωμάτων δεσποτείας τέκνων γονὰς ἀρχιερωσύνας προστασίας ὄχλων στεμματηφορίας χρυσοφορίας, ἀνδριάντων καὶ εἰκόνων καταξιουμένους, ἀνωμάλους δὲ περὶ γάμους καὶ τέκνα ἀποτελοῦσι. ΑΝΤΙΘΕΣΙΣ ὁ Ζεὺς Ἀφροδίτην διαμετρῶν ἀπροκόπους ποιεῖ, ἀληθὴς δὲ φίλος τούτοις οὐδείς, ἀλλ' ἕτερα μὲν νοῶν, ἕτερα δὲ λέγων, ἕξει δὲ καὶ φίλων ἐπαναστάσεις, καὶ οἱ εὐεργετηθέντες ὑπ' αὐτοῦ ἐχθροὶ ἔσονται αὐτοῦ, καὶ οἷς δωρεὰς παρέξει, ἀμοιβὰς κακὰς παρ' αὐτῶν ἀντιδέξεται, ἐν ἄλλοις δέ τισιν εὐτυχήσει, καὶ βίος ἄρκιος ἔσται αὐτῷ, καὶ πρὸς μὲν τὴν γνησίαν γαμετὴν ἀστατήσει, πρὸς δὲ τὰ μοιχικὰ ἐπιτευκτικὸς ἔσται. ἌρηςΤΡΙΓΩΝΟΝ Ὁ Ζεὺς Ἄρην τριγωνίζων ἀρχικούς, δράστας, παρ' ἡγεμόσι τιμωμένους ποιεῖ. ὁ Ἄρης Δία τριγωνίζων, τοῦ Διὸς ἐπικέντρου ὄντος καὶ τῆς Σελήνης καλῶς ἑστώσης, στρατιώτας ἐπισήμους ποιεῖ, ζωῆς καὶ θανάτου κυρίους, καὶ μᾶλλον ὅταν ἐπὶ ἀρρενικῶν ὦσι ζῳδίων· τὰ γὰρ ἀρρενικὰ ἐπὶ ἐξουσίας καὶ ἡγεμονίας παραλαμβάνονται, τὰ δὲ θηλυκὰ ἐπὶ ὑποταγῆς. Ζεὺς Ἄρεϊ τρίγωνος ὁποτέρου αὐτῶν οἰκοδεσποτοῦντος τοῦ δὲ ἑτέρου δεσπόζοντος μεγάλους ἄνδρας σημαίνει καὶ ἡγεμονικοὺς καὶ τυραννικούς, μάλιστα ἐν ἰδίοις ζῳδίοις ἢ τριγώνοις ἢ μοίραις καὶ ἐπὶ τῶν χρηματιζόντων ζῳδίων ἢ ἐνηλλαχότες τὰ οἰκητήρια ἢ τὰ ὅρια, μάλιστα κυριεύοντες τοῦ κλήρου ἢ τοῦ οἰκοδεσπότου. μεγάλας γὰρ πράξεις ποιοῦσιν· ἤτοι γὰρ βασιλεῖς ἢ στρατοπέδων προήκοντας ναυτικῶν τε καὶ πεζικῶν, πόλεις ἀνορθοῦντας καὶ καταστρέφοντας· ἑξάγωνοι δὲ ἧττον σθένουσι, καθάπερ καὶ ἐπὶ τῶν προτέρων σχημάτων, ἐκτὸς εἰ μὴ ἐπίκεντροι γενόμενοι σημαίνουσι μὴ κάτοπτα τοῖς γενομένοις τὰ εἰρημένα κακὰ γίνεσθαι ἀλλὰ τοῖς ἄλλοις. αὐτοσχεδιασταὶ πολέμων πεζικῶν καὶ ναυμαχιῶν· γίνονται δὲ ἀρχιλῃσταὶ καὶ ἡγεμόνες βίαιοι βασανιστικοὶ ἡδέως κολάζοντες αἱμοπόται· εἰ δὲ ἀγοραίου γένεσις ᾖ, οἷον νομικοῦ ἢ δικολόγου, γίνονται κατηγορικοί. εἰ δὲ καὶ τὸν τοῦ Ἑρμοῦ συλλάβῃ τῆς Σελήνης προτέρου Ἄρεως τὴν συναφὴν ἔχοντος, χαλεπώτερον τὸ σχῆμα γίνεται· γίνονται γὰρ οἱ τοιοῦτοι θηρίου παντὸς χείρονες. ΤΕΤΡΑΓΩΝΟΝ Ὁ Ζεὺς τετραγωνίζων Ἄρην, τοῦ Διὸς καθυπερτεροῦντος, δόξα καὶ τιμὴ ἕπεται τούτοις καὶ σύστασις· οἱ μὲν ἐν στρατιαῖς διαπρέπουσιν, οἱ δὲ ἐν βασιλικαῖς αὐλαῖς ἀναστρέφονται ἢ ἐν δημοσίαις πράξεσι, πλὴν τὰ μητρικὰ ἢ πατρικὰ οὐ φυλάττονται, καὶ ἐπὶ τέκνοις λῦπαι ἔσονται ἢ σπανότεκνοι γίνονται. εἰ μέντοι ὁ Ἄρης τὸν Δία καθυπερτερεῖ, ὀξεῖς μὲν καὶ ὁρμητάς, πλὴν σφαλλομένους ἐν τῷ βίῳ ποιεῖ καὶ μάτην Ζεὺς Ἄρεϊ τετράγωνος, ἐὰν ὁ μὲν ὡροσκοπῇ ὁ δὲ μεσουρανῇ ἢ ἀγαθοδαιμονῇ, ἰσχυρόν· ἰσχυρότερον γὰρ τοῦ τριγώνου τὸ σχῆμα τοῦτο γενήσεται, μάλιστα εἰ μέσον τροπικὸν εἴη. ἐν δὲ τῷ αὐτῷ ζῳδίῳ παρόντες ἰσχυρότερα σθένουσι· τῷ γὰρ τριγώνῳ τὰ αὐτὰ καὶ τετράγωνοι ἀποτελοῦσιν, ἀλλὰ μετὰ κινδύνων καὶ ἐναντιώσεων. ΣΥΝΟΔΟΣ Ὁ Ζεὺς σὺν Ἄρει προκοπτικούς, εὐκτήμονας, τιμωμένους ἐν πόλεσιν, ἡγεμόνας, ἐπιτευκτικοὺς ποιεῖ, καὶ μᾶλλον ἐν οἰκείοις τόποις ὄντες ἅμα, ἤτοι ἐν Διὸς οἴκοις ἢ Ἄρεως, ἢ ἐν τοῖς ὁρίοις αὐτῶν· τότε γὰρ δυνάστας ποιοῦσιν. φησὶ γὰρ ὁ Δωρόθεος· ὁ Ζεὺς ἐν οἴκοις Ἄρεως ἢ ὁρίοις ἡγεμόνας ἢ ἡγεμόνων ἑταίρους ποιεῖ, εἰ δὲ ὁ Ἥλιος καὶ ἡ Σελήνη ἐπίκεντροί εἰσι πρὸς τούτῳ τῷ σχήματι καὶ μαρτυρούμενοι ὑπὸ Διὸς καὶ Ἄρεως, ἔτι μᾶλλον δοξάζονται, καὶ μᾶλλον ἐν ἀρρενικοῖς ὄντων τῶν φώτων· τότε γὰρ βασιλεῖς γίνονται ἢ ἡγεμόνες πεζικοῦ καὶ ναυτικοῦ τάγματος, ζωῆς καὶ θανάτου κύριοι. πάλιν Ἄρης ἐν Διὸς οἴκοις ἢ ὁρίοις βασιλεῖς ἢ φίλους βασιλέων ποιεῖ, καὶ μᾶλλον ὅταν ὁ Ζεὺς σύμφωνον ἔχῃ διάστασιν πρὸς Ἄρην. κρεῖττον δὲ τὸν Δία εἶναι ἐν ὁρίοις Ἄρεως ἢ οἴκοις ἤπερ τὸν Ἄρην ἐν Διὸς τόπῳ· ποιεῖ γὰρ ἐνδοξοτέρους καὶ ἡγεμονικωτέρους ἤτοι βασιλεῖς ἢ στρατοπεδάρχας ἢ στόλων καὶ πεζοῦ στρατοῦ ἡγεμόνας ἢ ἱππικοῦ τάγματος, ἀνορθοῦντας πόλεις καὶ καταστρέφοντας.
Dorotheus Astrol., Fragmenta Graeca, Περὶ τῶν πρὸς ἀλλήλους σχηματισμῶν τῶν ἀστέρων ἐκ τῶν Ἀνουβίωνος, 355.3
Ζεὺς καὶ Ἄρης ἐπιδόξους φαντασιώδεις, μειζόνων ἢ βασιλέων φίλους, στρατιωτικοὺς ἐπισήμους καὶ ὀψωνίων μετόχους, ἐν δημοσίοις ἢ στρατιωτικοῖς τὰς ἀναστροφὰς ποιουμένους καὶ τιμῆς καὶ δόξης καταξιουμένους, ἀνωμάλους δὲ τῷ βίῳ καὶ τῷ ἤθει καὶ τῶν κτηθέντων ἀποβολὰς ποιουμένους.
Vettius Valens, Anthologiarum libri ix, κα' Περὶ συμπαρουσίας καὶ συγκράσεως, 39.1 ΑΝΤΙΘΕΣΙΣ Ὁ Ζεὺς Ἄρην διαμετρῶν ἀνώμαλον ποιεῖ τὸν βίον πάνυ τοῖς τοιούτοις, καὶ οἱ φίλοι ἐχθροὶ γίνονται, οἱ δὲ καὶ ἐκ προπετείας καὶ ταραχῆς λογισμῶν ζάλαις λυποῦνται. ὁ Ζεὺς Ἥλιον διαμετρῶν τῶν πατρικῶν ὀλετὴρ κτημάτων, ὁ δὲ γεννηθεὶς ἐν ὑποταγῇ ἔσται τῶν ἐπιτρόπων αὐτοῦ ἢ δούλων ἢ τοιούτων ὁμοίων. [Ζεὺς καὶ Ἄρης] διάμετροι δὲ ἐν τοῖς ἀχρηματίστοις ζῳδίοις χαλεπώτεροι [σ.σ. τοῦ τετραγώνου] γίνονται· ἐὰν γὰρ ἐπί τινα ἡγεμονίαν τὰ λοιπὰ τῆς γενέσεως πράγματα τὸν γεννώμενον ἄγῃ, μεγάλοις περιπεσεῖται κινδύνοις καὶ ὑπὸ ἰδίων καὶ ὑπὸ ἐχθρῶν προδοθήσεται. εἰ δὲ μήτε οἰκοδεσποτῇ ἀστὴρ μήτε δεσπόζῃ τις αὐτῶν ἢ συνοικοδεσποτῇ, μέτριος ἡ τῶν τριγώνων στάσις· γίνονται γὰρ στρατιωτικοί· εἰ δὲ καὶ ἐκ τῶν ἄλλων ἀστέρων μέγεθος ἀξιώματος ὑποφαίνηται συνεργὸν αὐτοῖς ἢ παρασυνεργὸν ἐχόντων δύναμιν, προσθήσουσι τῇ δόξῃ· ποιοῦσι γὰρ ἄρχοντας πόλεων καὶ ἐπὶ δικαστηρίου καθεζομένους· εἰ δὲ καὶ τὸ διάθεμα στρατιωτικὸν ᾖ ἔκ τε Ἡλίου καὶ Σελήνης καὶ Κρόνου, δεκαδάρχας ἢ ἑκατοντάρχας τινὸς βραχέος στρατεύματος καὶ πόλεως· εἰ δὲ ταπεινὸν εἴη τὸ διάθεμα ἔκ τε Ἡλίου καὶ Σελήνης καὶ τῶν λοιπῶν ἀστέρων ἢ τρίγωνοι αὐτῶν ὅ τε τοῦ Ἄρεως καὶ ὁ τοῦ Διός, ταπεινοὺς ἀποτελεῖ τοὺς γεννωμένους, δούλους στρατευομένων ὑποτεταγμένους ἢ καὶ ἡγεμονευόντων, πολλάκις δὲ κυνηγοὺς ἢ μονομάχους ἢ ὁπλοποιούς· ταῦτα δὲ σημαίνει παρὰ τὰς τῶν ζῳδίων ἐναλλαγάς· ἐπὶ μὲν γὰρ τῶν κέντρων μεγάλους ἀπὸ νεότητος ἀποτελοῦσιν, ἐπὶ δὲ τῶν ἐπαναφορῶν ἀπὸ μέσης ἡλικίας ἀναγομένους, ἐπὶ δὲ τῶν ἀποκλιμάτων ἥττονας καὶ ταπεινούς. ΚρόνοςΤΡΙΓΩΝΟΝ Ὁ Κρόνος Δία τριγωνίζων πολυκτημοσύνην ποιεῖ καὶ πολυχρύσους καὶ πολυαργύρους καὶ ἱερῶν προεστῶτας καὶ φόρων πράκτορας, ἐπιτρόπους, ἀλλοτρίων κληρονομοῦντας, πιστούς, ὑπὸ μεγάλων ἀνδρῶν τιμωμένους· καλὸν δὲ τοῦτο τὸ σχῆμα καὶ πρὸς πατέρας. εἰ δὲ τριγωνίζοντας ἀλλήλους ἴδοι ὁ Ἑρμῆς, μυστικοὺς σημαίνει καὶ γνωστικοὺς ἢ βασιλεῦσιν ὑπηρετουμένους ἢ πόλεσιν ἢ λειτουργοὺς καὶ θύτας, ἀνατρέφουσι δὲ καὶ ἀλλότρια τέκνα οἱ τοιοῦτοι ὅταν ἐπὶ καλῶν τόπων ἱστάμενοι τύχωσιν· τῶν μέντοι ἰδίων τέκνων οὐκ ἀπολαύουσιν· ἢ γὰρ ἀεὶ τελευτῶσιν οἱ γεννώμενοι ἐν τούτῳ τῷ σχήματι ἢ ἐν ἀλλοτρίοις τραφέντες ὕστερον ἐπανίασι πρὸς τοὺς γονεῖς. εἰ δὲ τοῦ Κρόνου καὶ τοῦ Διὸς κατὰ τρίγωνον ὄντων καὶ ὑπὸ τοῦ Ἑρμοῦ μαρτυρουμένων ὁ Ἄρης ἴδοι αὐτούς, ἐλαττωθήσεται τὰ εἰρημένα πάντα· ἕξουσι γὰρ φθόνους καὶ μέμψεις ἐν ταῖς πράξεσι καὶ διαβολὰς καὶ ἐναντιώματα πολλά. Κρόνος Διὶ τρίγωνος ἀγαθὸν δηλοῖ τὸ σχῆμα· πολυκτήμονας ἐγγαίων, κυρίους σιτικῶν καὶ ἀμπελικῶν, σιτογεωργοὺς ἀποτελεῖ καὶ κτίστας οἰκοπέδων κωμῶν τε καὶ πόλεων, βαρεῖς δὲ καὶ ἐπισκύνιον ἔχοντας. ἐὰν δὲ ὑψηλότερον τὸ σχῆμα καὶ Ἄρης ἐπιθεωρήσῃ καὶ περὶ τὸν Ἥλιον καὶ Σελήνην, ποιοῦσι στρατοπεδάρχας ναυτικῶν τε καὶ πεζικῶν ἄρχοντας, ἐνίους δὲ καὶ ἐπὶ βασιλείας ἢ τυραννίδας ἄγουσιν. εἰ δὲ ἐν τῷ τοῦ Κρόνου τριγώνῳ τὸ σχῆμα τύχῃ μάλιστα τοῦ Διὸς ἐν τῷ Ὑδροχόῳ ἀποστρόφου τοῦ Ἄρεως ὄντος, ταπεινοψύχους δεδοικότας οὐ κατὰ πᾶν διαλάμποντας οὐδὲ ἀρχῆς τινος μετέχοντας, ἀνακεχωρηκότας δὲ καὶ ἀγροῖκον βίον αἱρουμένους. παρὰ δὲ τὰς τῶν ζῳδίων καὶ τῶν τόπων διαφορὰς καὶ αἱ διαλλαγαὶ τῶν πράξεων γίνονται. τὰ αὐτὰ δὲ καὶ ὁμόσε ἀποτελοῦσιν ἐν τοῖς χρηματίζουσι ζῳδίοις. ΤΕΤΡΑΓΩΝΟΝ Ὁ Κρόνος Δία τετραγωνίζων, τοῦ Κρόνου καθυπερτεροῦντος, ἐλαττοῦται ἡ ὕπαρξις, αὐτοὶ δὲ ἐναντία ἑαυτοῖς βουλεύονται καὶ ἐν ταῖς πράξεσιν ἐμποδίζονται ἢ ἀνάστατοι γίνονται, τόν τε πατέρα βλάπτει τοῦτο τὸ σχῆμα καὶ τὰ πατρικὰ πάντα ἀφανίζονται. εἰ δὲ Ζεύς ἐστι καθυπερτερῶν τὸν Κρόνον, ἥττων ἡ κάκωσις· τῷ τε γὰρ πατρὶ εὔκλειαν δώσει καὶ τῷ παιδὶ βίου πορισμὸν κατὰ τὸ μέτρον τοῦ σχήματος καὶ τῆς θέσεως. Κρόνος δὲ Διὶ τετράγωνος ἀμβλύνει τὸ ἀγαθὸν τοῦ ἀστέρος, μάλιστα εἰ καὶ δεξιώτερος καὶ ἀνατολικώτερος εἴη ὁ τοῦ Κρόνου· γίνονται γὰρ δυσπρόκοποι ζημιώδεις μετὰ κόπου καὶ πόνου περιποιούμενοι, βλάπτονται δὲ καὶ περὶ τέκνων· οἱ μὲν γὰρ ἄτεκνοι γίνονται, οἱ δὲ θάνατον τέκνων θεωροῦσι. βλαβερὸς δὲ αὐτοῖς καὶ ὁ περὶ ἀδελφῶν τόπος· τοὺς μὲν γὰρ εὐνουστέρους καὶ φιλοστοργοτέρους θανάτῳ χωρίζουσι, τοὺς δὲ λοιποὺς ἐχθροὺς καὶ ἐπισινεῖς ποιοῦσι· μάλιστα δὲ ἔξω τῶν κέντρων γενόμενοι. ΣΥΝΟΔΟΣ Ὁ Κρόνος σὺν Διὶ ἀγαθούς, οἰκονόμους καὶ ἐπιτρόπους ἀλλοτρίων πραγμάτων καὶ χρημάτων, καὶ μᾶλλον Ἄρεως μὴ ὁρῶντος. Κρόνος μὲν οὖν καὶ Ζεὺς ὁμόσε ὑπάρχοντες συμπαθεῖς εἰσι πρὸς ἀλλήλους, ἀποτελοῦντες ὠφελείας ἐκ νεκρικῶν, εἰσποιήσεις, ἐγγαίων κτημάτων κυρίους, ἐπιτρόπους, ἀλλοτρίων διοικητάς, οἱκονομικούς, φιλολόγους. ΑΝΤΙΘΕΣΙΣ Ὁ Κρόνος Δία διαμετρῶν λυπηρὸς εἰς πρᾶξίν τε καὶ τέκνα. εἰ δὲ ὁ μὲν Κρόνος ὡροσκοπεῖ, ὁ δὲ Ζεὺς δύνει, ὀψίτυχοι ἔσονται. [Κρόνος Δίας] διάμετροι δὲ πρὸς ἀλλήλους χαλεπώτεροι [σ.σ. τοῦ τετραγώνου] μετὰ ταλαιπωρίας καὶ ἐναντιώσεως.
Tags:
|



