ΟΡΦΙΚΟΙ ΥΜΝΟΙ 1 – 20


Ο Ορφέας με την λύρα του ηρεμεί τα άγρια ζώα, ρωμαϊκό μωσαικό, 200-250 μ.Χ., Παλέρμο

Ὀρφικοὶ Ὕμνοι

 

 goldenbar

ΟΡΦΙΚΟΙ ΥΜΝΟΙ, 1 – 20

ἑλληνικὸ πρωτότυπον ἐκ τῶν TLG (Thesaurus Lingua Graeca) καὶ ἐκδ. Λειψίας

Μυθογραφία Ὀρφέως

❧ 
 

ΠΕΡΙΕΧΟΜΕΝΑ

 

Ἐρως με δάδα και λύρα, στεφανωθείς από την δόξα, τοιχογραφία

ΟΡΦΕΥΣ ΠΡΟΣ ΜΟΥΣΑΙΟΝ

Εὐτυχῶς χρῶ, ἑταῖρε.

Μάνθανε δή, Μουσαῖε, θυηπολίην περισέμνην,
εὐχήν, ἣ δή τοι προφερεστέρη ἐστὶν ἁπασέων.
Ζεῦ βασιλεῦ καὶ Γαῖα καὶ οὐράνιαι φλόγες ἁγναὶ
Ἠελίου, Μήνης θ’ ἱερὸν σέλας Ἄστρα τε πάντα·
καὶ σύ, Ποσείδαον γαιήοχε, κυανοχαῖτα,
Φερσεφόνη θ’ ἁγνὴ Δημήτηρ τ’ ἀγλαόκαρπε,
Ἄρτεμί τ’ ἰοχέαιρα, κόρη, καὶ ἤιε Φοῖβε,
ὃς Δελφῶν ναίεις ἱερὸν πέδον· ὅς τε μεγίστας
τιμὰς ἐν μακάρεσσιν ἔχεις, Διόνυσε χορευτά·
Ἆρές τ’ ὀμβριμόθυμε καὶ Ἡφαίστου μένος ἁγνὸν,
ἀφρογενής τε θεά, μεγαλώνυμα δῶρα λαχοῦσα·
καὶ σύ, καταχθονίων βασιλεῦ, μέγ’ ὑπείροχε δαῖμον·
Ἥβη τ’ Εἰλείθυια καὶ Ἡρακλέος μένος ἠΰ·
καὶ τὸ Δικαιοσύνης τε καὶ Εὐσεβίης μέγ’ ὄνειαρ
κικλῄσκω, Νύμφας τε κλυτὰς καὶ Πᾶνα μέγιστον,
Ἥρην τ’, αἰγιόχοιο Διὸς θαλερὴν παράκοιτιν·
Μνημοσύνην τ’ ἐρατὴν Μούσας τ’ ἐπικέκλομαι ἁγνὰς
ἐννέα καὶ Χάριτάς τε καὶ Ὥρας ἠδ’ Ἐνιαυτὸν,
Λητώ τ’ εὐπλόκαμον θείην, σεμνήν τε Διώνην,
Κουρῆτάς τ’ ἐνόπλους Κορύβαντάς τ’, ἠδὲ Καβείρους.
καὶ μεγάλους Σωτῆρας ὁμοῦ, Διὸς ἄφθιτα τέκνα·
Ἰδαίους τε θεοὺς ἠδ’ ἄγγελον Οὐρανιώνων,
Ἑρμείαν κήρυκα, Θέμιν θ’, ἱεροσκόπον ἀνδρῶν,
Νύκτα τε πρεσβίστην καλέω καὶ φωσφόρον Ἦμαρ,
Πίστιν τ’, ἠδὲ Δίκην, καὶ ἀμύμονα Θεσμοδότειραν·
Ῥείαν τ’, ἠδὲ Κρόνον, καὶ Τηθὺν κυανόπεπλον
Ὠκεανόν τε μέγαν, σύν τ’ Ὠκεανοῖο θύγατρας·
Ἄτλαντός τε καὶ Αἰῶνος μέγ’ ὑπείροχον ἰσχὺν·
καὶ Χρόνον ἀέναον, καὶ τὸ Στυγὸς ἀγλαὸν ὕδωρ,
μειλιχίους τε θεούς, ἀγαθήν τ’ ἐπὶ τοῖσι Πρόνοιαν·
Δαίμονά τ’ ἠγάθεον καὶ Δαίμονα πήμονα θνητῶν·
Δαίμονας οὐρανίους τὲ καὶ εἰναλίους καὶ ἐνύδρους,
καὶ χθονίους καὶ ὑποχθονίους, ἠδ’ ἠεριφοίτους,
καὶ Σεμέλην, Βάκχου τε συνευαστῆρας ἅπαντας,
Ἰνώ, Λευκοθέην τε, Παλαίμονά τ’ ὀλβιοδώτην,
Νίκην θ’ ἡδυέπειαν, ἰδ’ Ἀδρήστειαν ἄνασσαν,
καὶ βασιλῆα μέγαν Ἀσκληπιὸν ἠπιοδώτην.
Παλλάδα τ’ ἐγρεμάχην κούρην, Ἀνέμους τε πρόπαντας,
καὶ Βροντάς, Κόσμου τε μέρη τετρακίονος αὐδῶ·
Μητέρα τ’ ἀθανάτων, Ἄττιν καὶ Μῆνα κικλῄσκω,
Οὐρανίην τε θεάν, σύν δ’ ἄμβροτον ἁγνὸν Ἄδωνιν,
Ἀρχήν τ’ ἠδὲ Πέρας· (τὸ γὰρ ἔπλετο πᾶσι μέγιστον)
ἐλθεῖν εὐμενέας, κεχαρημένον ἦτορ ἔχοντας,
τήνδε θυηπολίην ἱερήν, σπονδήν τ’ ἐπὶ σεμνήν.

 

Ἑκάτης

Εἰνοδίην Ἑκάτην κλῄζω, τριοδῖτιν, ἐραννήν,
οὐρανίην, χθονίην τε, καὶ εἰναλίην, κροκόπεπλον,
τυμβιδίην, ψυχαῖς νεκύων μέτα βακχεύουσαν,
Περσείαν, φιλέρημον, ἀγαλλομένην ἐλάφοισιν,
νυκτερίην, σκυλακῖτιν, ἀμαιμάκετον βασίλειαν,
θηρόβρομον, ἄζωστον, ἀπρόσμαχον εἶδος ἔχουσαν,
ταυροπόλον, παντὸς κόσμου κλειδοῦχον ἄνασσαν,
ἡγεμόνην, νύμφην, κουροτρόφον, οὐρεσιφοῖτιν,
λισσομένοις κούρην τελεταῖς ὁσίῃσι παρεῖναι
βουκόλῳ εὐμενέουσαν ἀεὶ κεχαρηότι θυμῷ.

Η θεά Εκάτη, σχέδιο απο αναπαράσταση αγάλματος της ελληνιστικής εποχής

 

Προθυραίας

θυμίαμα στύρακα

Κλῦθί μοι, ὦ πολύσεμνε θεά, πολυώνυμε δαῖμον,
ὠδίνων ἐπαρωγέ, λεχῶν ἡδεῖα πρόσοψι·
θηλειῶν σώτειρα, μόνη φιλόπαις, ἀγανόφρον,
ὠκυλόχει’, ἐπαρώγ’ ἀνίαις θνητῶν, Προθυραία.
κλειδοῦχ’, εὐάντητε, φιλοτρόφε, πᾶσι προσηνής,
ἣ κατέχεις οἴκους πάντων θαλίαις τε γέγηθας,
λυσίζων’, ἀφανής, ἔργοισι δὲ φαίνῃ ἅπασιν,
συμπάσχεις ὠδῖσι, καὶ εὐτοκίῃσι γέγηθας,
Εἰλείθυια, λύουσα πόνους δειναῖς ἐν ἀνάγκαις,
μούνην γὰρ σὲ καλοῦσι λεχοί, ψυχῆς ἀνάπαυμα,
ἐν γὰρ σοὶ τοκετῶν λυσιπήμονές εἰσιν ἀνῖαι.
Ἄρτεμις Εἰλείθυια, καὶ εὐσέμνη Προθυραία,
κλῦθι, μάκαιρα· δίδου δὲ γονὰς ἐπαρωγὸς ἐοῦσα,
καὶ σῴζ’, ὥσπερ ἔφυς αἰεὶ σώτειρα προπάντων.

Η γέννηση του Ηρακλέους από την Αλκμήνη, χαρακτική του Nicolas-André Monsiau

 

Νυκτός

θυμίαμα δαλούς

Νύκτα θεῶν γενέτειραν ἀείσομαι ἠδὲ καὶ ἀνδρῶν.
Νὺξ γένεσις πάντων, ἣν καὶ Κύπριν καλέσωμεν.
Κλῦθι μάκαιρα θεά, κυαναυγής, ἀστεροφεγγής·
ἡσυχίῃ χαίρουσα καὶ ἠρεμίῃ πολυύπνῳ·
εὐφροσύνη, τερπνή, φιλοπάννυχε, μῆτερ ὀνείρων·
ληθομέριμν’, ἀγαθήν τε πόνων ἀνάπαυσιν ἔχουσα,
ὑπνοδότειρα, φίλη πάντων, ἐλάσιππε, νυχαυγής·
ἡμιτελής, χθονίη ἠδ’ οὐρανίη πάλιν αὐτή,
ἐγκυκλίη, παίκτειρα διώγμασιν ἠεροφοίτοις·
ἣ φάος ἐκπέμπεις ὑπὸ νέρτερα καὶ πάλιν φεύγεις
εἰς Ἀίδην. δεινὴ γὰρ ἀνάγκη πάντα κρατύνει.
νῦν δε, μάκαιρ’, ὦ Νὺξ, πολυόλβιε, πᾶσι ποθεινή,
εὐάντητε, κλύουσα ἱκετηρίδα φωνὴν,
ἔλθοις εὐμενέουσα, φόβους δ’ ἀπόπεμπε νυχαυγεῖς.

Νυξ, του ζωγράφου Gustav Moreau

 

Οὐρανοῦ

θυμίαμα λίβανον

Οὐρανὲ παγγενέτωρ, κόσμου μέρος αἰὲν ἀτειρές,
πρεσβυγένεθλ’, ἀρχὴ πάντων πάντων τε τελευτή·
κοσμοκράτωρ, σφαιρηδὸν ἑλισσόμενος περὶ γαῖαν,
οἶκε θεῶν μακάρων, ῥόμβου δίνῃσιν ὁδεύων,
οὐράνιος χθόνιός τε φύλαξ πάντων περιβληθείς·
ἐν στέρνοισιν ἔχων φύσεως ἄπλητον ἀνάγκην,
κυανόχρως, ἀδάμαστε, παναίολε, αἰολόμορφε,
πανδερκές, Κρονότεκνε, μάκαρ, πανυπέρτατε δαῖμον,
κλῦθ’ ἐπάγων ζωὴν ὁσίαν μύστῃ νεοφάντῃ.

Πρώτον κινούν, του ζωγράφου Raffaello, Stanza della Segnatura, Palazzi Pontifici, Βατικανό

 

Αἰθέρος

θυμίαμα κρόκον

Ὦ Διὸς ὑψιμέλαθρον ἔχων κράτος αἰὲν ἀτειρές,
ἄστρων ἠελίου τε σεληναίης τε μέρισμα,
πανδαμάτωρ, πυρίπνους, πᾶσι ζωοῖσιν ἔναυσμα,
ὑψιφανὴς Αἰθήρ, κόσμου στοιχεῖον ἄριστον·
ἀγλαὸν ὦ βλάστημα, σελασφόρον, ἀστεροφεγγές,
κικλήσκων λίτομαί σε κεκραμένον εὔδιον εἶναι.

Δωδεκάεδρον, από χειρόγραφο του Leonardo da Vinci

 

Πρωτογόνου

θυμίαμα σμύρναν

Πρωτόγονον καλέω διφυῆ, μέγαν, αἰθερόπλαγκτον,
ᾠογενῆ, χρυσέῃσιν ἀγαλλόμενον πτερύγεσσιν,
ταυρωπόν, γένεσιν μακάρων θνητῶν τ’ ἀνθρώπων·
σπέρμα πολύμνηστον, πολυόργιον, Ἠρικεπαῖον,
ἄρρητον, κρύφιον ῥοιζήτορα, παμφαὲς ἔρνος·
ὄσσων ὃς σκοτόεσσαν ἀπημαύρωσας ὁμίχλην,
πάντῃ δινηθεὶς πτερύγων ῥιπαῖς κατὰ κόσμον·
λαμπρὸν ἄγων φάος ἁγνόν, ἀφ’ οὗ σε Φάνητα κικλήσκω
ἠδὲ Πρίηπον ἄνακτα καὶ Ἀνταύγην ἑλίκωπον.
ἀλλά, μάκαρ, πολύμητι, πολύσπορε, βαῖνε γεγηθὼς
ἐς τελετὴν ἁγίην πολυποίκιλον ὀργιοφάνταις.

Oprhic god Phanes marble relief circa 2nd centAD

 

Ἄστρων

θυμίαμα ἀρώματα

Ἄστρων οὐρανίων ἱερὸν σέλας ἐκπροκαλοῦμαι,
εὐιέροις φωνῇσι κικλήσκων δαίμονας ἁγνούς.
Ἀστέρες οὐράνιοι, Νυκτὸς φίλα τέκνα μελαίνης,
ἐγκυκλίοις δίνῃσι περιθρόνιοι κυκλέοντες,
ἀνταυγεῖς, πυρόεντες, ἀεὶ γενετῆρες ἁπάντων·
μοιρίδιοι, πάσης μοίρης σημάντορες ὄντες·
θνητῶν ἀνθρώπων θείην διέποντες ἀταρπόν·
ἑπταφαεῖς ζώνας ἐφορώμενοι, ἠερόπλαγκτοι,
οὐράνιοι χθόνιοί τε, πυρίδρομοι, αἰὲν ἀτειρεῖς·
αὐγάζοντες ἀεὶ νυκτὸς ζοφοειδέα πέπλον,
μαρμαρυγαῖς στίλβοντες, ἐΰφρονες, ἐννύχιοί τε·
ἔλθετ’ ἐπ’ εὐιέρου τελετῆς πολυΐστορας ἄθλους
ἐσθλὸν ἐπ’ εὐδόξοις ἔργοις δρόμον ἐκτελέοντες.

Άστρα και Νύξ, του ζωγράφου Edward Robert Hughes

 

Εἰς Ἥλιον

θυμίαμα λιβανομάνναν

Κλῦθι μάκαρ, πανδερκὲς ἔχων αἰώνιον ὄμμα,
Τιτὰν χρυσαυγής, Ὑπερίων, οὐράνιον φῶς.
αὐτοφυής, ἀκάμας, ζῴων ἡδεῖα πρόσοψι·
δεξιὲ μὲν γενέτωρ ἠοῦς, εὐώνυμε νυκτός·
κρᾶσιν ἔχων ὡρῶν, τετραβάμοσι ποσσὶ χορεύων.
εὔδρομε, ῥοιζήτωρ, πυρόεις, φαιδρωπέ, διφρευτά,
ῥόμβου ἀπειρεσίου δινεύμασιν οἶμον ἐλαύνων·
εὐσεβέσιν καθοδηγὲ καλῶν, ζαμενὴς ἀσεβοῦσιν.
χρησολύρη, κόσμου τὸν ἐναρμόνιον δρόμον ἕλκων,
ἔργων σημάντωρ ἀγαθῶν, ὡροτρόφε κοῦρε.
κοσμοκράτωρ, συρικτά, πυρίδρομε, κυκλοέλικτε,
φωσφόρε, αἰολόδεικτα, φερέσβιε, κάρπιμε Παιάν·
ἀϊθαλής, ἀμίαντε, χρόνου πάτερ, ἀθάνατε Ζεῦ,
εὔδιε, πασιφαής, κόσμου τὸ περίδρομον ὄμμα,
σβεννύμενον λάμπων τε καλαῖς ἀκτῖσι φαειναῖς·
δεῖκτα δικαιοσύνης, φιλονάματε, δέσποτα κόσμου·
πιστοφύλαξ, αἰεὶ πανυπέρτατε, πᾶσιν ἀρωγέ·
ὄμμα δικαιοσύνης, ζωῆς φῶς· ὦ ἐλάσιππε,
μάστιγι λιγυρῇ τετράορον ἅρμα διώκων,
κλῦθι λόγων, ἡδὺν δὲ βίον μύστῃσι πρόφαινε.

Ήλιος, ερυθρόμορφη αγγειογραφία κλασικής περιόδου

 

Εἰς Σελήνην

θυμίαμα ἀρώματα

Κλῦθι, θεὰ βασίλεια, φαεσφόρε, δῖα Σελήνη·
ταυρόκερως Μήνη, νυκτιδρόμε, ἠεροφοῖτι,
ἐννυχίη, δᾳδοῦχε, κόρη, εὐάστερε, Μήνη·
αὐξομένη καὶ λειπομένη, θῆλύς τε καὶ ἄρσην,
αὐγήτειρα, φίλιππε, χρόνου μῆτερ, φερέκαρπε·
ἠλεκτρίς, βαρύθυμε, καταυγάστειρα, λοχείη·
πανδερκής, φιλάγρυπνε, καλοῖς ἄστροισι βρύουσα·
ἡσυχίῃ χαίρουσα καὶ εὐφρόνῃ ὀλβιομοίρῳ,
λαμπετίη, χαριδῶτι, τελεσφόρε, νυκτὸς ἄγαλμα.
ἀστράρχη, τανύπεπλ’, ἑλικοδρόμε, πάνσοφε κούρη,
ἐλθέ, μάκαιρ’, εὔφρων, εὐάστερε, φέγγεϊ τῷ σῷ
λαμπομένη, σῴζουσα νέους ἱκέτας σέο, κούρη.

Η Σελήνη στο άρμα της, ερυθρόμορφος κύλιξ του ζωγράφου Βρυγού, Ουωλκοί 490 π.Χ.

 

Φύσεως

θυμίαμα ἀρώματα

Ὦ Φύσι, παμμήτειρα θεά, πολυμήχανε μῆτερ,
οὐρανίη, πρέσβειρα, πολύκτιτε δαῖμον, ἄνασσα·
πανδαμάτωρ, ἀδάμαστε, κυβερνήτειρα, παναυγής,
παντοκράτειρα, τετιμέν’ ἀεί, πανυπέρτατε δαῖμον·
ἄφθιτε, πρωτογένεια, παλαίφατε, κυδιάνειρα·
ἐννυχίη, πολύπειρε, σελασφόρε, δεινοκαθέκτε,
ἄψοφον ἀστραγάλοισι ποδῶν ἴχνος εἱλίσσουσα,
ἁγνή, κοσμήτειρα θεῶν ἀτελής τε τελευτή,
κοινὴ μὲν πάντεσσιν, ἀκοινώνητε δὲ μούνη·
αὐτοπάτωρ, ἀπάτωρ, ἄρσην, πολύμητι, μεγίστη·
εὐάνθής, πλοκίη, φιλίη, πολύμικτε, δαῆμον,
ἡγεμόνη, κράντειρα, φερέσβιε, παντρόφε κούρη,
αὐτάρκεια, Δίκη· Χαρίτων πολυώνυμε πειθώ·
αἰθερίη, χθονίη τε, καὶ εἰναλίη μεδέουσα·
πικρὴ μέν φαύλοισι, γλυκεῖα δὲ πειθομένοισιν·
πάνσοφε, πανδώτειρα, κομίστρια, παμβασίλεια·
αὐξιτρόφος, πίειρα πεπαινομένων τε λύτειρα.
πάντων μὲν σὺ πατήρ, μήτηρ, τροφὸς ἠδὲ τιθηνός·
ὠκυλόχεια, μάκαιρα, πολύσπορος, ὡριὰς ὁρμή,
παντοτεχνές, πλάστειρα, πολύκτιτε, πότνιε δαῖμον,
ἀϊδίη, κινησιφόρος, πολύπειρε, περίφρων·
ἀενάῳ στροφάλιγγι θοὸν ῥύμα δινεύουσα·
πάνρυτε, κυκλοτερής, ἀλλοτριομορφοδίαιτε·
εὔθρονε, τιμήεσσα, μόνη τὸ κριθὲν τελέουσα,
σκηπτουχοῦσ’ ἐφύπερθε, βαρυβρεμέτειρα, κρατίστη.
ἄτρομε, πανδαμάτειρα, πεπρωμένη, αἶσα, πυρίπνους·
ἀίδιος ζωὴ ἠδ’ ἀθανάτη τε πρόνοια,
πάντα σὺ ἔσσι· τὰ πάντα σὺ γὰρ μούνη τάδε τεύχεις.
ἀλλά, θεά, λίτομαί σε σὺν εὐόλβοισιν ἐν ὥραις
εἰρήνην, ὑγίειαν ἄγειν, αὔξησιν ἁπάντων.

Η Θεά Δήμητρα, του ζωγράφου Jean Antoine Watteau

 

Πανός

θυμίαμα ποικίλα

Πᾶνα καλῶ κρατερόν, νόμιον, κόσμοιο τὸ σύμπαν,
οὐρανόν, ἠδὲ θάλασσαν, ἰδὲ χθόνα παμβασίλειαν,
καὶ πῦρ ἀθάνατον· τάδε γὰρ μέλη ἐστὶ τὰ Πανός.
ἐλθέ, μάκαρ, σκιρτητά, περίδρομε, σύνθρονος Ὥραις·
αἰγομελές, βακχευτά, φιλένθεος, ἀντροδίαιτε·
ἁρμονίην κόσμοιο κρέκων φιλοπαίγμονι μολπῇ,
φαντασιῶν ἐπαρωγέ, φόβων ἔκπαγλε βροτείων·
αἰγονόμοις χαίρων ἀνὰ πίδακας ἠδέ τε βούναις,
εὔσκοπε, θηρητήρ, Ἠχοῦς φίλε, σύγχορε νυμφῶν·
παντοφυής, γενέτωρ πάντων, πολυώνυμε δαῖμον·
κοσμοκράτωρ, αὐξητά, φαεσφόρε, κάρπιμε Παιάν·
ἀντροχαρές, βαρύμηνις, ἀληθὴς Ζεὺς ὁ κεράστης.
σοὶ γὰρ ἀπειρέσιον γαίης πέδον ἐστήρικται,
εἴκει δ’ ἀκαμάτου πόντου τὸ βαθύρροον ὕδωρ
Ὠκεανός τε πέριξ ἐν ὕδασι γαῖαν ἑλίσσων·
ἀέριόν τε μέρισμα τροφῆς, ζωοῖσιν ἔναυσμα,
καὶ κορυφῆς ἐφύπερθεν ἐλαφροτάτου πυρὸς ὄμμα.
βαίνει γὰρ τάδε θεῖα πολύκριτα σῇσιν ἐφετμαῖς·
ἀλλάσσεις δὲ φύσεις πάντων ταῖς σῇσι προνοίαις,
βόσκων ἀνθρώπων γενεὴν κατ’ ἀπείρονα κόσμον.
ἀλλά, μάκαρ, βακχευτά, φιλένθεε, βαῖν’ ἐπὶ λοιβαῖς
εὐιέροις· ἀγαθὴν δ’ ὄπασον βιότοιο τελευτήν,
Πανικὸν ἐκπέμπων οἶστρον ἐπὶ τέρματα γαίης.

Ο Θεός Παν, άγαλμα γνωστό ως Satιrο Della Valle απο την αυλή του Palazzo, ελληνιστικό (ανακαλύφθηκε κοντά στο Θέατρο της Πομπηίας, Campo Marzio, Ρώμη.

 

Ἡρακλέος

θυμίαμα λίβανον

Ἥρακλες ὀβριμόθυμε, μεγασθενές, ἄλκιμε Τιτάν,
καρτερόχειρ, ἀδάμαστε, βρύων ἄθλοισι κραταιοῖς,
αἰολόμορφε, χρόνου πάτερ, ἀΐδιός τε εὔφρων,
ἄρρητ’, ἀγριόθυμε, πολύλλιτε, παντοδυνάστα·
παγκρατὲς ἦτορ ἔχων, κάρτος μέγα, τοξότα, μάντι·
παμφάγε, παγγενέτωρ, πανυπέρτατε, πᾶσιν ἀρωγέ·
ὃς θνητοῖς κατέπαυσας ἀνήμερα φῦλα διώξας,
εἰρήνην ποθέων κουροτρόφον, ἀγλαότιμον·
αὐτοφυής, ἀκάμας, γαίης βλάστημα φέριστον.
πρωτογόνοις στράψας βολίσιν, μεγαλώνυμε δαῖμον,
ὃς περὶ κρατὶ φορεῖς ἠῶ καὶ νύκτα μέλαιναν,
δώδεκ’ ἀπ’ ἀντολιῶν ἄχρι δυσμῶν ἆθλα διέρπων,
ἀθάνατοις, πολύπειρος, ἀπείριτος, ἀστυφέλικτος·
ἐλθέ, μάκαρ, νούσων θελκτήρια πάντα κομίζων,
ἐξέλασον δὲ κακὰς ἄτας κλάδον ἐν χερὶ πάλλων·
πτηνοῖς τ’ ἰοβόλοις κῆρας χαλεπὰς ἀπόπεμπε.

Ο Ηρακλής φονεύει την Λερναία Ύδρα, ορειχάλκινο αντίγραφο ρωμαϊκού σχεδίου

 

Κρόνου

θυμίαμα στύρακα

Ἀϊθαλής, μακάρων τε θεῶν πάτερ ἠδὲ καὶ ἀνδρῶν,
ποικιλόβουλ’, ἀμίαντε, μεγασθενές, ἄλκιμε Τιτάν·
ὃς δαπανᾷς μὲν ἅπαντα καὶ αὔξεις ἔμπαλιν αὐτός·
δεσμοὺς ἀρρήκτους ὃς ἔχεις κατ’ ἀπείρονα κόσμον·
αἰῶνος Κρόνε παγγενέτωρ, Κρόνε ποικιλόμυθε·
Γαίης τε βλάστημα καὶ Οὐρανοῦ ἀστερόεντος·,
γέννα, φυῆς, μείωσι, Ῥέας πόσι, σεμνὲ Προμηθεῦ,
ὃς ναίεις κατὰ πάντα μέρη κόσμοιο, γενάρχα,
ἀγκυλομήτα, φέριστε· κλύων ἱκετηρίδα φωνὴν,
πέμποις εὐόλβου βιότου τέλος αἰὲν ἄμεμπτον.

Κρόνος Αιών και Γαία με τους καρπούς των εποχών, ελληνιστικό ψηφιδωτό από ρωμαϊκή βίλλα του Sentinum, Staatliche Antikensammlung und Glyptothek, Μόναχο

 

Ῥέας

θυμίαμα ἀρώματα

Πότνια Ῥέα, θύγατερ πολυμόρφου Πρωτογόνοιο,
ἧ λῖς ταυροφόνος ἱερότροχον ἅρμα τιταίνει·
τυμπανόδουπε, φιλοιστρομανές, χαλκόκροτε κούρη,
μῆτερ Ζηνὸς ἄνακτος Ὀλυμπίου, αἰγιόχοιο·
πάντιμ’, ἀγλαόμορφε, Κρόνου σύλλεκτρε μάκαιρα·
οὔρεσιν ἣ χαίρεις θνητῶν τ’ ὀλολύγμασι φρικτοῖς·
παμβασίλεια Ῥέα, πολεμόκλονος, ὀμβριμόθυμε·
ψευδομένη σώτειρα, λυτηριάς, ἀρχιγένεθλε·
μήτηρ μέν τε θεῶν ἠδὲ θνητῶν ἀνθρώπων.
ἐκ σοῦ γὰρ καὶ γαῖα καὶ οὐρανὸς εὐρὺς ὕπερθεν,
καὶ πόντος, πνοαί τε, φιλόδρομος, ἀερόμορφε,
ἐλθέ, μάκαιρα θεά, σωτήριος εὔφρονι βουλῇ,
εἰρήνην κατάγουσα σὺν εὐόλβοις κτεάτεσσιν,
λύματα καὶ κῆρας πέμπουσ’ ἐπὶ τέρματα γαίης.

Η Ρέα δίδει στον Κρόνο να καταπιεί μιά πέτρα αντί του βρέφους Διός, σχέδιο από ελληνικό ανάγλυφο κλασικής περιόδου

 

Διός

θυμίαμα στύρακα

Ζεῦ πολυτίμητε, Ζεῦ ἄφθιτε, τήνδε τοι ἡμεῖς
μαρτυρίην τιθέμεσθα λυτήριον ἠδὲ πρόσευξιν.
ὦ βασιλεῦ, διὰ σὴν κεφαλὴν ἐφάνη τάδε πάντα,
γαῖα θεὰ μήτηρ, ὀρέων θ’ ὑψαυχένες ὄχθοι,
καὶ πόντος καὶ πάνθ’, ὁπόσ’ οὐρανὸς ἐντὸς ἔταξε.
Ζεῦ Κρόνιε, σκηπτοῦχε, καταιβάτα, ὀμβριμόθυμε,
παντογένεθλ’, ἀρχὴ πάντων, πάντων τε τελευτή.
σεισίχθων, αὐξητά, καθάρσιε, παντοτινάκτα,
ἀστραπαῖε, βρονταῖε, κεραύνιε, φυτάλιε Ζεῦ·
κλῦθί μευ, αἰολόμορφε, δίδου δ’ ὑγίειαν ἀμεμφῆ,
εἰρήνην τε θεὰν καὶ πλούτου δόξαν ἄμεμπτον.

Ζεύς, άγαλμα από το Μουσείο State Hermitage στην Πετρούπολη

 

Ἥρας

θυμίαμα ἀρώματα

Κυανέοις κόλποισιν ἐνημένη, ἠερόμορφε,
Ἥρη παμβασίλεια, Διὸς σύλλεκτρε μάκαιρα,
ψυχοτρόφους αὔρας θνητοῖς παρέχουσα προσηνεῖς,
ὄμβρων μὲν μήτηρ, ἀνέμων τροφέ, παντογένεθλε.
χωρὶς γὰρ σέθεν οὐδὲν ὅλως ζωῆς φύσιν ἔγνω·
κοινωνεῖς γὰρ ἅπασι κεκραμένη ἠέρι σεμνῷ
πάντων γὰρ κρατέεις μούνη πάντεσσί τ’ ἀνάσσεις,
ἠερίοις ῥοίζοισι τινασσομένη κατὰ χεῦμα.
ἀλλά, μάκαιρα θεά, πολυώνυμε, παμβασίλεια,
ἔλθοις εὐμενέουσα καλῷ γήθοντι προσώπῳ.

Ήρα Βαρβερίνι, ρωμαϊκό αντίγραφο ελληνικού αγάλματος της σχολής του Φειδία, τέλη 5ου αι. π.Χ.

 

Ποσειδῶνος

θυμίαμα σμύρναν

Κλῦθι, Ποσειδάον γαιήοχε, κυανοχαῖτα,
ἵππιε, χαλκοτόρευτον ἔχων χείρεσσι τρίαιναν·
ὃς ναίεις πόντοιο βαθυστέρνοιο θέμεθλα,
ποντομέδων, ἁλίδουπε, βαρύκτυπος, ἐννοσίγαιε,
κυμοθαλής, χαριτῶπα, τετράορον ἅρμα διώκων,
εἰναλίοις ῥοίζοισι τινάσσων ἁλμυρὸν ὕδωρ·
ὃς τριτάτης ἔλαχες μοίρης βαθὺ χεῦμα θαλάσσης,
κύμασι τερπόμενος, θηρσίν θ’ ἅμα, πότνιε δαῖμον.
ἕδρανα γῆς σῴζοις καὶ νηῶν εὔδρομον ὁρμήν,
εἰρήνην, ὑγίειαν ἄγων, ἠδ’ ὄλβον ἀμεμφῆ.

Ο θεός Ποσειδών στο άρμα του, που σέρνουν Ιππόκαμποι, ψηφιδωτό, 3ος αι. μ.Χ., Αρχαιολογικό Μουσείο Σούσσa, Τυνησία

 

Εἰς Πλούτωνα

Ὦ τὸν ὑποχθόνιον ναίων δόμον, ὀβριμόθυμε,
Ταρτάριον λειμῶνα βαθύσκιον ἠδὲ λιπαυγῆ,
Ζεῦ χθόνιε, σκηπτοῦχε, τάδ’ ἱερὰ δέξο προθύμως·
Πλούτων, ὃς κατέχεις γαίης κληῖδας ἁπάσης,
πλουτοδοτῶν γενεὴν βροτέην καρποῖς ἐνιαυτῶν.
ὃς τριτάτης μοίρης ἔλαχες χθόνα παμβασίλειαν,
ἕδρανον ἀθανάτων, θνητῶν στήριγμα κραταιόν·
ὃς θρόνον ἐστήριξας ὑπὸ ζοφοειδέα χῶρον,
τηλέπορον τ’, ἀκάμαντα, λιπόπνοον, ἄκριτον ᾅδην,
κυάνεόν τ’ Ἀχέρονθ’, ὃς ἔχει ῥιζώματα γαίης.
ὃς κρατέεις θνητῶν θανάτου χάριν, ὦ πολυδέγμων
Εὔβουλ’, ἁγνοπόλου Δημήτερος ὅς ποτε παῖδα
νυμφεύσας λειμῶνος ἀποσπαδίην διὰ πόντου,
τετρώροις ἵπποισιν ὑπ’ Ἀτθίδος ἤγαγες ἄντρον
δήμου Ἐλευσῖνος, τόθι περ πύλαι εἴσ’ Ἀΐδαο.
μοῦνος ἔφυς ἀφανῶν ἔργων φανερῶν τε βραβευτής.
ἔνθεε, παντοκράτωρ, ἱερώτατος, ἀγλαότιμε,
σεμνοῖς μυστοπόλοις χαίρων ὁσίοις τε σεβασμοῖς·
ἵλαον ἀγκαλέω σε μολεῖν κεχαρηότα μύσταις.

Πλούτων και Περσεφόνη στον Άδη, λεπτομέρεια από Απουλιανό αναθηματικό κρατήρα του ζωγράφου Δαρίου, Μουσείο Τέχνης Τολέδου, Ισπανία

 

Κεραυνοῦ Διός

θυμίαμα στύρακα

Ζεῦ πάτερ, ὑψίδρομον πυρσαυγέα κόσμον ἐλαύνων,
στράπτων αἰθερίου στεροπῆς πανυπέρτατον αἴγλην,
παμμακάρων ἕδρανον θείαις βροντῇσι τινάσσων,
νάμασι παννεφέλοις στεροπὴν φλεγέθουσαν ἀναίθων·
λαίλαπας, ὄμβρους, πρηστῆρας κρατερούς τε κεραυνούς.
παμφλέκτους, κραιπνούς, φρικώδεας, ὀβριμοθύμους,
βάλλων εὐροθίους φλογερούς, νεφέεσσι καλύπτων
πτηνὸν ὅπλον δεινόν, κλονοκάρδιον, ὀρθοέθειρον,
αἰφνίδιον, βρονταῖον, ἀνίκητον βέλος ἁγνόν,
ῥοίζου ἀπειρεσίου δινεύμασι παμφάγον ὁρμῇ,
ἄρρηκτον, βαρύθυμον, ἀμαιμάκετον, πρηστῆρος
οὐράνιον βέλος ὀξὺ καταιβάτου αἰθαλόεντος.
ὃν καὶ γαῖα πέφρικε θάλασσά τε παμφανόωσα,
καὶ θῆρες πτήσσουσιν, ὅταν κτύπος οὖας ἐσέλθῃ·
μαρμαίρει δὲ πρόσωπ’ αὐγαῖς, σμαραγεῖ δὲ κεραυνὸς
αἰθέρος ἐν γυάλοισι· διαρρήξας δὲ χιτῶνα,
οὐράνιον προκάλυμμα, χαλᾷς ἀργῆτα κεραυνόν.
ἀλλά, μάκαρ, θυμὸν βαρὺν ἔμβαλε κύμασι πόντου,
ἠδ’ ὀρέων κορυφῇσι τὸ σὸν κράτος ἴσμεν ἅπαντες·
ἀλλὰ χάριν λοιβῆς σὺ δίδου φρεσὶν αἴσιμα πάντα,
ζωήν τ’ ὀλβιόθυμον, ὁμοῦ θ’ ὑγίειαν ἄνασσαν,
εἰρήνην τε θεόν, κουροτρόφον, ἀγλαότιμον,
καὶ βίον εὐθύμοισιν ἀεὶ θάλλοντα λογισμοῖς.

Άγαλμα ελληνιστικής εποχής, επονομαζόμενο ως Δίας της Σμύρνης, ευρέθηκε και αποκαταστάθηκε επί βασιλείας Λουδοβίκου ΧIV, όπου επρόσθεσαν το χέρι με τον κεραυνό

 

Διὸς Ἀστραπαίου

θυμίαμα λιβανομάνναν

Κικλῄσκω μέγαν, ἁγνόν, ἐρισμάραγον, περίφαντον,
ἠέριον, φλογόεντα, πυρίδρομον, ἠεροφεγγῆ,
ἀστράπτοντα σέλας νεφέων παταγοδρόμῳ αὐδῇ,
φρικώδη, βαρύμηνιν, ἀνίκητον θεὸν ἁγνόν,
ἀστραπέα Δία, παγγενέτην, βασιλῆα μέγιστον,
εὐμενέοντα φέρειν γλυκερὴν βιότοιο τελευτήν.

Η θεα Αστραία (Αστραπή), φέρουσα κεραυνόν και δάδα, απουλιανή ερυθρόμορφη λουτροφόρος, μέσα 4ου αι. π.Χ.