ΠΑΡΟΥΣΑ ΦΑΣΙΣ

06:1312:1818:22
Ἀθῆναι

Ἐπισκεφθεῖτε τὴν σελίδα μας στὸ FB ΑΣΤΡΟΛΟΓΙΚΟΝ γιὰ νὲα & ἀνακοινώσεις


Ἀπεικόνισις τοῦ ἡλιακοῦ συστήματος
Ἀπεικόνισις τοῦ ἡλιακοῦ συστήματος
Αύγουστος 2017 Σεπτέμβριος 2017 Οκτώβριος 2017
Ἀπ Ἀρ Ἀρ Ἑρ Ζη Ἀφ Κρ
1 2
3 4 5 6 7 8 9
10 11 12 13 14 15 16
17 18 19 20 21 22 23
24 25 26 27 28 29 30
Εκτύπωση E-mail
Οἱ Δίδυμοι 15 Ἰουνίου - 16 Ἰουλίου
gemini.gif
 gemini zodiac sign johfra

Οὐρανομετρικὴ διέλευσις: 20 Ἰουνίου - 20 Ἰουλίου
Στοιχεῖον (Τρίγωνον): Ἀήρ Χρῶμα: Κίτρινο
Τριγωνοκράτορες Ἀέρος: ἡμέρας Κρόνος, νυκτὸς Ἑρμῆς, ἐπίκοινος Ζεὺς
Οἶκος: Οἶκος Ἑρμοῦ (ἡμερινὸς) Ὕψωμα: - / Ταπεῖνωμα: -
Πρόσωπα Δεκανῶν: Δίας/1ος, Ἄρης/2ος, Ἥλιος/3ος
Ὅρια: 1° - 6° Ἑρμῆς, 7 ° - 12° Δίας, 13° - 17° Ἀφροδίτη, 18 ° - 24° Ἄρης, 25° - 30° Κρόνος (κατὰ Ἡφαιστ./Αἰγυπτίους)
1° - 7° Ἑρμῆς, 8 ° - 13° Δίας, 14° - 20° Ἀφροδίτη, 21° - 26° Ἄρης, 27° - 30° Κρόνος (κατὰ Πτολεμαῖον)
Λαμπραὶ μοῖραι: 6°, 19°, 21°, 30°
Βοτάνη: περιστερεὼν ὕπτιος
Κληίδαι Λέξεις: θερινὸ, τροπικὸ, ἡμερινὸ, προστάσσον, χερσαῖον
, ἀνθρωποειδές
Ἀνατομία: Οἱ ὦμοι

 

Οἱ Δίδυμοι ἐφορεύονται ἀπὸ τὸν θεὸν Ἀπόλλωνα

Castor-and-Pollux

Τὸ τῶν Διδύμων ἄστρον σχετίζεται πρὸς τὸν τῶν Διοσκούρων, Κάστορος τὲ καὶ Πολυδεύκου, Μῦθον.

Τὰ ὀνόματα των δηλοῦν τὴν ἀχώριστον ἀδελφικὴν φιλίαν ἕως καὶ τὴν σήμερον. Οὐχ' ἀποτελοῦσι βεβαίως τοὺς μοναδικοὺς ἀποκληθέντας Διοσκούρους παρ' Ἕλλησιν. Οὕτως καλοῦνται καὶ τιμοῦνται ἐπίσης οἱ Ἥρωες - ἰδρυταί τῶν Θηβῶν τῆς Βοιωτίας, Ζῆθος τὲ καὶ Ἀμφίων, υἱοὶ Διὸς καὶ Ἀντιόπης παῖδες. Ὅμως οἱ πλέον γνωστοὶ τῶν Διοσκούρων εἶναι ἀναμφισβητήτως οἱ Δίδυμοι Κάστωρ τὲ καὶ Πολυδεύκης.

Συμφώνως τῇ ἐπικρατεστέρᾳ παραδόσῃ ὁ Ζεύς, εἰς Κύκνον μεταμορφωθεὶς, ἠνώθη ἐπὶ τῷ Ταϋγέτῳ μετὰ τῆς Λήδης, συζύγου τοῦ Τυνδάρεω τῆς Σπάρτης Βασιλέως. Κατὰ τῇ διαρκείᾳ τῆς ἰδίας νυκτός, ἡ Λῆδα ἠνώθη καὶ μετὰ τοῦ συζύγου της. Ἐκ δὲ τῶν τέκνων της ὁ Πολυδεύκης καὶ ἡ Ἑλένα [ἢ Ἑλένη] θεωροῦνται ὠς υἱός τε καὶ θυγατήρ τοῦ Διός, ἐνῶ ὁ Κάστορ ὠς παῖς τοῦ Τυνδάρεω. Κατὰ παραλλαγὴν τοῦ μύθου τὰ τέκνα φέρονται ὄπως ἐβγήκαν ἐκ δύο ᾠῶν οἵτινα ἐτέχθησαν ὑπὸ τῆς Λήδης.

Helene_m.jpg

Ὅμως παράδοσις ἀρχαιωτέρα θέλῃ τὴν Νέμεσιν ὡς τῆς Ἑλένης μητέραν. Ὁ Ζεὺς ἠρασθεῖς τὴν Νέμεσιν, μίαν τῶν τῆς Νυκτὸς κορῶν, ἡ ὁποία προσεπάθῃ ἀρχικῶς ὄπως τὸν ἀποφύγῃ μεταμορφούμενη διαρκῶς ἔως ὅτου καταλήξῃ εἰς μορφὴν χηνός, λαμβάνει τὴν μορφὴν κύκνου ἵνα ἐνωθῇ τελικῶς μεθ' αὐτῆς. Ἡ Νέμεσις τέκει ἕν ᾠόν, συλλεχθὲν ὑπὸ ποιμένων ἐπὶ Ταϋγέτῳ οἵτινες πέμπουσι εἰς Λήδην. Ἐκ τοῦ ᾠοῦ τούτου προκύπτει ἡ Ἑλένα ἢ Ἑλένη. Ἐπὶ ἀρχαίης ἀγγειογραφίης παρίστανται οἱ Διόσκουροι, ἔφηβοι πλέον, ἐνῶ τὸ ᾠὸν ἐκ τοῦ ὁποίου πρόκειται ὅπως προκύψῃ ἡ Ἑλένα βρίσκεται ἐπὶ τῇ μέσῃ βωμοῦ τινός. Παρ' ἀρχαίοις συγγραφοῖς διαχωρίζεται ἤδη ὁ τόπος "γεννήσεως" τῆς Ἑλένης ἀπὸ ἐκείνου τῆς Κλυταιμνήστρης, θυγατέρος τοῦ Τυνδάρεω καὶ ἑτέρας κόρης τῆς Λήδης, καθὼς καὶ ἀπὸ ἐκείνου τῶν Διοσκούρων.

Ἡ τῶν νεανιῶν γέννησις τοποθετεῖται ἐπὶ νησῖδι ὀνόματι Πέφνος ἔντος τοῦ μεσσηνιακοῦ κόλπου. Ὁ Θεὸς Ἑρμῆς μετέφερε τὰ τέκνα ἅμα τῇ γεννήσει των ἀπὸ τῆς Πέφνου ἐς Πελλάναν τῆς Λακωνίας, ἕδρα τῆς Τυνδαρείου Βασιλείας. Ἀμφότεροι οἱ νεανίαι κατέσθησαν γνωστοὶ διὰ τὴν ἀνδρείαν των. Ἐγυμνάζοντο, ὁ μὲν Κάστωρ περὶ τῆς ἱππικῆς τέχνης τὲ καὶ ὁπλομαχίας, ὁ δὲ Πολυδεύκης ἐπὶ τῆς πυκτικῆς [πυγμαχίας].

Κατὰ τὴν βασιλείαν τοῦ Τυνδάρεω ἐταξεῖδευαν ἐπὶ τῷ Αἰγαίῳ καθάροντάς το ἀπὸ λῃστῶν. Ὅτε δὲ ὁ τῶν Αἰτωλῶν τῆς Καλυδόνος Βασιλεὺς Μελέαγρος ἔσπευσε πρὸς βοήθειαν πολεμιστῶν ἐναντίον τοῦ Καλυδονίου Κάπρου, οἱ Διόσκουροι ἔλαβαν μέρος εἰς τὴν θήραν του. Ἀνταπεκρίθησαν ἐπίσης τῆς ὑπὸ τοῦ Ἰάσονος κλήσεως λαμβάνοντες μέρος εἰς τὴν Ἀργοναυτικὴν Ἐκστρατείαν, ὅπου καὶ διεκρίθησαν ἰδιαιτέρως ἐναντίον τοῦ ἡγήτορος τῶν Βρεβρύκων Ἀμύκου. Συνεπικοῦρησαν δὲ τῷ Ἰάσωνι καὶ τῷ Πηλεῖ εἰς τὴν καταστροφὴν τῆς Ἰωλκοῦ.

Nemesis_Dioscuroi_sm.jpg

Οἱ Διόσκουροι ἀποτελοῦσι Ἥρωας Δωριέας καὶ εἰς ὁρισμένους τινὲς Μύθους ἀγωνίζονται ἐναντίον τοῦ Ἀθηναίου Ἥρωος Θησέως. Ὁ Θησεὺς μετὰ τοῦ Φίλου του Πειρίθου εἶχαν ἀπάγει τὴν ὡραίαν Ἑλένην, ἀδελφὴν τῶν Διοσκούρων. Κατόπιν οἱ Θησεὺς καὶ Πειρίθους καταβιβάσθησαν ἔντος τοῦ Ἅδου ἔχοντας θέσει σκοπὸν των τὴν ἁρπαγὴν τῆς Περσεφόνης! Τότε οἱ Διόσκουροι ἐξεστράτευσαν ἐναντίον τῶν Ἀθηνῶν καὶ ἐλευθερῶσαν τὴν ἐν τῷ φρουρίῳ τῶν Ἀφιδνῶν φυλακισθεῖσα ἀδελφὴ των, παίρνοντας δὲ ὅμηρον καὶ τὴν ἰδίαν τοῦ Θησέως μητέρα, Αἴθραν. Ἀπεμάκρυναν ὑπὸ τῆς ἐξουσίας τῶν Ἀθηνῶν τοὺς τοῦ Θησέως γόνους, ἀντικαθιστῶντας τους μετὰ τοῦ διεκδικητοῦ τῆς βασιλείας Μενεσθέως.

Ὁ Τυνδάρεως εἶχε καὶ δύο ἀδελφούς, Ἀφαρέαν τὲ καὶ Λεύκιππον. Ὁ Λεύκιππος εἶχε δύο θυγατέρας μέλλουσας ἵνα ὑπανδρευθῶσι τοὺς τοῦ Ἀμφαρέως υἱούς, Ἴδαν τὲ καὶ Λυγκέαν, οἵτινες ἐβασίλευαν τῆς Μεσσηνίας. Ὁ Κάστωρ ὅμως μετὰ τοῦ Πολυδεύκου ἀπῆγον τὰς νεάνιδας τῇ συνεργείᾳ τῆς Ἀφροδίτης, ἐπὶ δὲ τῆς ἐπακολουθησάσας συμπλοκῆς πρὸς τῶν ἐξαδέλφων των ἐσκοτώθησαν τόσον ὁ Κάστωρ ὅσον καὶ ὁ Λυγκεὺς.

dioscuroi_sm.jpg

Ὅμως συμφώνως ἑτέρας ἐκδοχῆς τοῦ Μύθου οἱ Διόσκουροι ἀπῆγον τὰς Λευκιππίδας τὰς ἔγημαν γεννήσαντες μάλιστα γόνους ὑπ' αὐτῶν, ἐνῶ οἱ ἐξάδελφοί των δὲν τὰς διηκδίκησαν κἂν. Αἱ δύο κόραι οὕται καὶ Λευκιππίδαι καλοῦνται, πιθανῶς δὲν ἔφεραν θνητὸν πατέρα κἂν. Ἐθεώρουν τὸν Ἀπόλλωνα ὡς πατέρα των καὶ ἔφεραν ὀνόματα σχετικὰ πρὸς τὰς τῆς Σελήνης φάσεις: Φοίβη, ἡ ἁγνὴ κατὰ τὴν νέαν σελήνην πρὸς α' τέταρτον καὶ Ἰλάειρα, ἡ κατὰ τὴν Πανσέληνον φαιδρά. Ἡ Φοίβη ἦτο ἐνδεχομένως ἱέρεια τῆς Ἀθηνᾶς, ἐνῶ ἡ Ἰλάειρα τῆς Ἀρτέμιδος. Εἰς μεταγενέστερους τῆς γενέσεως τοῦ Μύθου χρόνους, ἱερὸν των τὶ εὑρίσκετο πλησίον οἰκήματος θεωρούμενου ὠς ἡ ἱερὰ οἰκία τῶν Διοσκούρων ἐν Σπάρτῃ.

Οἱ Διόσκουροι ἥρπαξαν τὰς ὀνομαζομένας Λευκιππίδας ἐκ τοῦ ἱεροῦ περιβόλου τῆς Ἀφροδίτης ὅπου ἔπαιζαν μετὰ κορασίδων συντρόφων. Ἐπὶ ἀττικῆς τινὸς ἀγγειογραφίης περὶ τῆς ἁρπαγῆς, ἀπεικονίζονται Ἀφροδίτη τὲ καὶ Ζεὺς παρόντες ὄπως διευκολύνουσιν τοὺς Ἥρωας. Ἦτο τὸ συμβὰν τοῦτο [ἡ ἁρπαγὴ τῶν Λευκιππίδων] ποῦ ἐκίνησε τὴν ἒριδα μεταξὺ τῶν Διοσκούρων καὶ τῶν ἐξαδέλφων των; Ὀργάνωσαν ἀπὸ κοινοῦ ἐκστρατείαν ἐς γείτοναν Ἀρκαδίαν πρὸς ἁρπαγὴν βοῶν καὶ ἐπέστρεψαν μετὰ πλείστου ἐπιτυχίας. Ἐφιλονείκησαν ὅμως ὠς πρὸς τὴν νομὴν μὲ ἀποτέλεσμα τὸν τελικὸν φόνον τοῦ Κάστορος ὑπὸ τοῦ Ἰδός καθὼς καὶ τοῦ Λυγκέως ὑπὸ τοῦ Πολυδεύκου. Τότε ὁ Ζεὺς κεραυνοβόλησε τὸν Ἴδαν, ἀνεβίβασε δὲ τὸν Πολυδεύκην ἐπὶ τοῖς οὐρανοῖς.

dioskouroi_sm.jpgὍμως ὁ Πολυδεύκης ἀπαρηγόρητος ὢν διὰ τὴν θανήν τοῦ ἀδελφοῦ, ἠρνήθη τὴν ὑπὸ τοῦ Διὸς κεχαρισμένην ἀθανασίαν ἐφόσον ὁ ἀδελφὸς του παρέμεινε ἐν Ἅδῃ. Οὕτως ὁ Ζεὺς τοῦ ἐχάρισε τὸ προνόμιον ὅπως περνᾷ μετὰ τοῦ ἀδελφοῦ του ἀπὸ μίαν ἡμέραν ἐν Ἅδην καὶ ἀπὸ μίαν ἡμέραν ἐν τοῖς οὐρανοῖς, ὥστε μὴν ἀποχωρισθῶσι πλέον.

Ἀργότερα δὲ ὁ Ζεὺς αὐτὸς καταστέρισε τοὺς Διοσκούρους ἀμφοτέρους τοποθετῶντας τους ἐπὶ τοῦ ἄστρου τῶν Διδύμων. Ἀδριάντες των ὑπήρχαν ἐν τῇ νήσῳ Πέφνω, οἱ δὲ Λακεδαιμόνιοι τοὺς ἀπεικόνιζαν ὡς δύο δοκοὺς ἐνωμένους μεταξὺ των ἐν σχήματι Η. Ἐπίσης ὡς δύο λεπτοὺς ἀμφορεῖς περιελιγμένων ὑπὸ ὄφεως τινός.

didimoi2_sm.jpgΤὸ ἄστρον τῶν Διδύμων εἶναι ὁρατὸ τοὺς μετοπωρινοὺς καὶ χειμερινοὺς μῆνας. Ὁ Ἥλιος ἀνατέλλει ἐν τῷ Διδύμοις δωδεκατημορίῳ, ἀπὸ τὴν 15ην Ἰουνίου ἕως τὴν 16ην Ἰουλίου μὲ οὐρανομετρικὴν διέλευσην ἀπὸ τοὺς Διδύμων ἀστέρας περίπου ἀπὸ τὴν 20ην Ἰουνίου ἕως τὴν 20ην Ἰουλίου. Αὐγούστου τέλη, γίνεται ὁρατὸς εἰς ἀνατολήν, πρὸ τῆς αὐγῆς.

Ὀκτωβρίου μέσαις ἀνατέλλει περὶ τοῦ μεσονυκτίου καὶ Ἰανουαρίου ἀρχαῖς δύει πρὸ τῆς αὐγῆς. Ἀπριλίου μέσαις δύει περὶ τοῦ μεσονυχτίου καὶ τέλη Μαΐου δύει ἔπειτα ἀπὸ τὸν Ἥλιον. Ἔκτοτε καὶ διὰ τρεῖς μῆνας ἀνατέλλει τὴν ἡμέραν καὶ εἶναι ἀόρατος δι ἐμᾶς.

didimoi1_sm.jpgΤὸ ἄστρον εἶναι μικρῆς ἐκτάσεως ἀλλὰ διάκριτον, ἐντοπίζεται δὲ εὐχερῶς ἀπὸ τοὺς λαμπροὺς ἀστέρας Κάστωρ καὶ Πολυδεύκης. Ὁ Πολυδεύκης, (β' Διδύμων), εἶναι ἐλαφρῶς φωτεινότερος τοῦ Κάστορος (α' Διδύμων), ποὺ θεωρεῖται ὁ πλέον ἀπομακρυσμένος τῶν δύο ἀστέρων. Ὁ Πολυδεύκης ἐπίσης θεωρεῖται μεγαλυτέρου μεγέθους ἀστὴρ ἀπὸ τὸν Κάστορα. Ἀπέχουν 4,5 μοῖρες μεταξὺ των - φαινόμενη ἀπόστασις, ποὺ διευκολύνει τοὺς παρατηρητὰς νὰ ἐκτιμήσουν τὴν ἀπόστασιν ἄλλων ἄστρων. 

Διπλοὶ ἀστέρες ὁ ε' Διδύμων καὶ ὁ 38 Διδύμων.

Παρατηρήσιμος ὄμβρος μετεωριτῶν αἱ Διδυμίδαι, περὶ τὴν 13ην - 14ην Δεκεμβρίου, πλησίον τοῦ Κάστορος. Ἐπίσης αἱ Ῥὸ Διδυμίδαι, διαρκοῦσαι ἀπὸ τὴν 28ην Δεκεμβρίου ἕως τὴν 28ην Ἰανουαρίου, μὲ μέγιστον περὶ τὴν 8ην Ἰανουαρίου καὶ δεύτερον μέγιστον περὶ τὴν 21ην Ἰανουαρίου.

 

Σχετικαὶ Σελίδαι ἐν Διαδικτύῳ:  

Ὁ ζῳδιακὸς ἀστερισμὸς τῶν Διδύμων εἶναι τὸ τέταρτον κατὰ σειρά ζῴδιον μετὰ τὴν ἐαρινήν ἰσημερίαν, καὶ σημειοδοτεῖ τὸν πρῶτον μῆνα τοῦ θέρους.

Ἡ ἀλλαγὴ τῶν ἐποχῶν γίνεται κατὰ τοὺς τροπικοὺς μῆνας καὶ τὰ ζῴδια ποὺ τοὺς σημειοδοτοῦν. Καθῶς ἔρχεται ὁ τελευταῖος μὴν μίας ἐποχῆς ὁ καιρὸς ἐτοιμάζεται γιὰ μεγαλυτέρα ἀλλαγὴ καὶ εἴσοδον εἰς τὴν ἐπόμενην ἐποχήν ἔτσι ὁ μὴν αὐτὸς ἐμφανίζει ἀμφότερα τὰ χαρακτηριστικὰ τῆς ἐποχῆς του, κατὰ τὴν ἀρχὴν του καὶ τὰ χαρακτηριστικὰ τῆς ἐπομένης κατὰ τὸ τέλος του, διὸ καὶ καλεῖται δίσωμος. Ὁ μὴν πρὸ τοῦ θερινοῦ ἠλιοστασιου σημειοδοτεῖ τὴν ὠρίμανσιν τῆς φάσεως τῆς ἀνθοφορίας καὶ τὴν προετοιμασίαν τῆς φύσεως διὰ τὴν εἴσοδόν της εἰς τὴν ἐποχὴν τοῦ θέρους.
 
Οἱ συμβολισμοὶ αὐτοί, τοῦ συνδυασμοῦ τῆς ὠριμάνσεως καὶ τῆς εἰσαγωγῆς εἰς τὴν θερινὴ περίοδον, καθὼς καὶ τὰ ἀντίστοιχα ἐποχιακὰ καιρικὰ φαινόμενα ποὺ παρατηρήθησαν, ἐνετάχθησαν κατὰ τὴν ἑλληνιστικὴν ἐποχὴν ἐντὸς τῶν ἰδιοτήτων τοῦ δωδεκατημορίου τῶν Διδύμων, διότι συνέπιπταν χρονικῶς μὲ τὴν διέλευσιν τοῦ Ἡλίου ἀπὸ τὸ δωδεκατημόριον αὐτό. Οἱ Δίδυμοι κατὰ τὴν ἀρχαιότητα ἦταν ζώδιον δίσωμον, λόγῳ ὅμως τῆς μεταπτώσεως σήμερα εἶναι τροπικὸν, σημειοδοτώντας τὸν μήνα τοῦ θερινοῦ ἡλιοστασίου καὶ τὴν ἀπαρχὴν τῆς ἐποχῆς τοῦ θέρους.
 
Συνεπῶς κάποιες ἀπὸ τὶς ἰδιότητες τῶν δωδεκατημορίων κάθε ζῳδίου, ποὺ παραθέτουν οἱ ἑλληνιστικοὶ ἀστρολόγοι, ἰσχύουν καὶ σήμερα ἐνῶ ἄλλες ὄχι - ὅσες δὲν ἀποτελοῦν μέρος τῶν καθαυτῶν ἀστρικῶν ἰδιοτήτων του ζῳδίου, ἄλλὰ τοῦ γηίνου ἐποχιακοῦ κύκλου. Αἱ ἀστρικαὶ ζῳδιακαὶ ἰδιότηται καὶ αἱ γήιναι ἐποχιακαὶ συγκεράζονται καθ' ἑκάστην ζῳδιακὴν ἐποχήν. Ὁ συνδυασμός των μᾶς δίδει τὸ σύνολον τῶν χαρακτηριστικῶν τοῦ δωδεκατημορίου/μηνός ποὺ μᾶς ἐνδιαφέρει. Παραθέτουμε τάς ἀστρολογικὰς ἰδιότητας τοῦ δωδεκατημορίου τῶν Διδύμων, ἀπὸ διάφορους ἀστρολόγους ὅπως Πτολεμαῖον, Ἡφαιστίωνα, Ῥητόριον κ.ἄ., ἐνῶ μεταφέραμε τὶς κλιματικὲς/ἐποχιακὲς στὸ ζῳδιακὸ δωδεκατημόριο ποὺ σήμερα σημειοδοτεῖ τὸν ἀντίστοιχο μῆνα (επὶ τοῦ προκειμένου, ὁ Ταῦρος).

Ἀστέρων Διδύμων δυνάμεις

Τῶν δὲ ἐν τοῖς Διδύμοις ἀστέρων οἱ μὲν ἐπὶ τῶν ποδῶν τῆς ὁμοίας κεκοινωνήκασι ποιότητος τῷ τε τοῦ Ἑρμοῦ καὶ ἠρέμα τῷ τῆς Ἀφροδίτης οἱ δὲ περὶ τοὺς μηροὺς λαμπροὶ τῷ τοῦ Κρόνου τῶν δὲ ἐν ταῖς κεφαλαῖς δύο λαμπρῶν ὁ μὲν ἐν τῇ προηγουμένῃ τῷ τοῦ Ἑρμοῦ· καλεῖται δὲ καὶ Ἀπόλλωνος ὁ δὲ ἐν τῇ ἑπομένῃ τῷ τοῦ Ἄρεως· καλεῖται δὲ καὶ Ἡρακλέους. (Οἱ ἀστέρες τῶν Διδύμων, οἱ εὑρισκόμενοι εἰς τοὺς πόδας, ἔχουν τὴν φύσιν τοῦ Ἑρμοῦ καὶ εἰς μικρότερον βαθμὸν τῆς Ἀφροδίτης. Ἐκεῖνοι εἰς τοὺς μηρούς ποὺ εἶναι λαμπροί, ἔχουν τὴν φύσιν τοῦ Κρόνου. Ἐκ τῶν δύο λαμπρῶν ἀστέρων εἰς τὴν κεφαλήν, αὐτός ποὺ προηγεῖται ἔχει τὴν φύσιν τοῦ Ἑρμοῦ (Πολυδεύκης, ὀνομάζεται καὶ ἀστὴρ τοῦ Ἀπόλλωνος) ἐνῶ ὁ ἑπόμενος τὴν φύσιν τοῦ Ἄρεως (Κάστωρ, ὀνομάζεται καὶ ἀστὴρ τοῦ Ἡρακλέως) ). [Πτολεμαῖος, Τετράβιβλος βιβλ. Α', Περὶ τῆς τῶν ἀπλανῶν ἀστέρων δυνάμεως]

Ἀνατέλλουσι δὲ ἀπὸ μοίρας α' ἕως β' κόμαι Ἀπόλλωνος, ἀπὸ γ' ἕως ε' κεφαλή, ἀπὸ ς' ἕως θ' τράχηλος, ἀπὸ ι ἕως ιβ' ὦμοι, ἀπὸ ιγ' ἕως ιζ' κοιλία, ἀπὸ ιη' ἕως κ' μηροί, ἀπὸ κα' ἕως κγ' μέσαι κνῆμαι, ἀπὸ κδ' ἕως κε' πόδες καὶ ἀπὸ κς' ἕως λ' ἔσχατα βόρεια, ὅτι παρὰ τὸν Καρκίνον εἰσίν. [Ῥητόριος, Ἐπιτομὴ Τέχνης Ἀστρονομικῆς Β', Περὶ τοῦ ζῳδιακοῦ κύκλου, Δίδυμοι]

Χῶραι εὑρισκόμεναι ὑπὸ τῶν Διδύμων

Ὁμοίως κατὰ Δωρόθεον· ἔστι δὲ φωνῆεν κλίμα Καππαδοκῶν ὑπὸ τῷδε ἠδέ τε Περραιβῶν καὶ Φοινίκων θεοτεύκτων.

κατὰ Πτολεμαῖον Ὑρκανία, Ἀρμενία, Μαντιανή, Κυρηναϊκή, Μαρμαρική, Αἴγυπτος κατὰ χώραν. κατὰ δὲ μέρος τῷ μὲν βορείῳ Διδύμων ὑπόκειται κατὰ τοὺς πόδας Βοιωτία, παρὰ τὴν χεῖρα Θρᾴκη, ὑπὸ τὸν νῶτον Γαλατία, τοῦ δὲ νοτίου ὑπὸ τὸν γλουτὸν Πόντος, κατὰ νῶτον Κιλικία, κατὰ τὴν ὠμοπλάτην Φοινίκη, κατὰ τὴν κορυφὴν Ἰνδική. [Ἡφαιστίων, Ἀποτελεσματικὰ βιβλ. Α', κεφ. α', Δίδυμοι] 

εἰσὶ δὲ ὑποτεταγμένα κλίματα ταῦτα· Καππαδοκία, κατὰ δὲ Πτολεμαῖον Ὑρκανἰα, Ἀρμενία, Ματτιανὴ, Κυρηναϊκή, Μαρμαρική, Αἰγύπτου ἡ κάτω χώρα. [Ῥητόριος, Ἐπιτομὴ Τέχνης Ἀστρονομικῆς Β', Περὶ τοῦ ζῳδιακοῦ κύκλου, Δίδυμοι ]

Δεκανοὶ - Παρανατέλλοντες

Οἱ δὲ τρεῖς δεκανοί εἰσιν οὗτοι· Θοσόλκ ὁ πρῶτος, Οὔαρε ὁ δεύτερος, Φούορι ὁ τρίτος. [Ἡφαιστίων, Ἀποτελεσματικὰ βιβλ. Α', κεφ. α', Δίδυμοι

ἔχει δὲ δεκανοὺς γ', καὶ τῷ μὲν α' δεκανῷ παρανατέλλουσιν Ἡνίοχος καὶ Ἅρμα καὶ Τροχὸς ὑποκάτω τοῦ Ἅρματος καὶ τὸ ἥμισυ τῶν ἐμπροσθίων τοῦ Κυνὸς καὶ ἡ κεφαλὴ τοῦ Ὄφεως τῆς δωδεκαώρου. τῷ δὲ β' δεκανῷ παρανατέλλουσι Λύρα καὶ Ἡρακλῆς καὶ Ὄφις ἐπίδενδρος ὑπὸ τοῦ Ἡρα­κλέους διωκόμενος καὶ τὰ μέσα τοῦ Ὄφεως τῆς δωδεκαώρου. τῷ δὲ γ' δεκανῷ παρανατέλλουσιν Ἀπόλλων καὶ Λύρα καὶ Κύων καὶ Δελφὶς καὶ τὰ ἐμπρόσθια τῆς Μικρὰς Ἄρκτου καὶ τὰ ὀπίσθια τοῦ Ὄφεως τῆς δωδεκαώρου.

καὶ ὁ μὲν α' δεκανὸς φέρει πρόσωπον Διός· ὁ δὲ β' Ἄρεως· ὁ δὲ γ' Ἡλίου. παρανατέλλει δὲ αὐτῷ λαμπρὸς ἀστὴρ ὁ μέσος τῶν τριῶν τῆς ζώνης τοῦ Ὠρίωνος μοίρας α', νότιος, μεγέθους β', κράσεως Διὸς καὶ Κρόνου, πάλιν παρανατέλλει λαμπρὸς ἀστὴρ ὁ ἐπὶ τοῦ δεξιοῦ ὤμου τοῦ Ὠρίωνος, μοίρας ε' λεπτῶν μ', νότιος, μεγέθους α', κράσεως Ἄρεως καὶ Ἑρμοῦ. πάλιν παρανατέλλει λαμπρὸς ἀστὴρ ὁ ἐπὶ τοῦ δεξιοῦ ὤμου τοῦ Ἡνιόχου μοίρας ς' λεπτῶν λ', μεγέθους β', κρα­σεως Διὸς καὶ Κρόνου, πάλιν παρανατέλλει λαμπρὸς ἀστὴρ ὁ τοῦ Κυνὸς μοίρας κα' λεπτῶν μ', μεγέθους α', κράσεως Διὸς καὶ Ἄρεως. αὖθις παρανατέλλει ὁ ἐπὶ τῆς κεφαλῆς τοῦ ἡγούμενου Διδύμου μοι­ρας κζ', μεγέθους β', κράσεως Διὸς καὶ Ἑρμοῦ. [Ῥητόριος, Ἐπιτομὴ Τέχνης Ἀστρονομικῆς Β', Περὶ τοῦ ζῳδιακοῦ κύκλου, Δίδυμοι]

Διάταξις κατὰ ἡμικύκλιον - λοιπαὶ ποιότηται

Θερινὸ, τροπικὸ (σημειοδοτεῖ τροπή, τοῦ θερινοῦ ἡλιοστασίου, καὶ τὸν πρῶτον μῆνα τοῦ θέρους), προστάσσον (θερινὸν ἡμικύκλιον τῶν ἰσημεριῶν), ἡμερινὸν (εἰς τὸ ἀριστερὸν ἡμικύκλιον μεταξὺ χειμερινῆς καὶ θερινῆς τροπῆς), παρηγεμονικὸν (ζῳδιακὸν τρίγωνον ἀέρος), χερσαῖον, ὀλιγόγονον, καθάριον, κοινωνικόν, φωνήεν, ἀνθρωποειδές. [Ῥητόριος, Ἐπιτομὴ Τέχνης Ἀστρονομικῆς Α', Περὶ τῆς ἐκ τῶν οἰκείων ἐνεργειῶν καὶ μορφώσεων ἐφηρμοσμένης τοῖς τοῦ ζῳδιακοῦ τμήμασι διάφορου προσηγορίας]

*[δεῖτε διάγραμμα, ἐκ τοῦ ἄρθρου Ὁ Ἐνιαύσιος Κύκλος]

Καιρικαὶ ἐπισημασίαι γιὰ τὸν 1ο θερινὸ μῆνα

Τὸ δὲ ... δωδεκατημόριον καθόλου μέν ἐστιν εὐδιεινὸν καὶ θερμόν, κατὰ μέρος δὲ τὰ μὲν προηγούμενα αὐτοῦ ...πνιγώδη καὶ σεισμοποιὰ καὶ ἀχλυώδη, τὰ δὲ μέσα εὔκρατα, τὰ δὲ ἑπόμενα πνευματώδη, τὰ δὲ βόρεια καὶ τὰ νότια ἔκπυρα καὶ καυσώδη. [Πτολεμαῖος, Τετράβιβλος, βιβλ. Β', Περὶ τῆς μερικῆς πρὸς τὰ καταστήματα φύσεως τῶν ζῳδίων]

Μελοθεσία (ἱατρομαθηματικὰ)

κυριεύει δὲ τοῦ σώματος ὤμων καὶ χειρῶν· στοιχείων γ' καὶ ο'. [Ῥητόριος, Ἐπιτομὴ Τέχνης Ἀστρονομικῆς Β', Περὶ τοῦ ζῳδιακοῦ κύκλου, Δίδυμοι]

Γεννήσεις ἔχουσαι τὸν Ὡροσκόπον ἐν Διδύμοις

Κατὰ Ἠφαιστίωνα, ἐφόσον δεν στέκεται ἀντιθέτη κάποια ἄλλη ἀστρικὴ αἰτία, ὁ Ὡροσκόπος ἐν Διδύμοις σημειοδοτεῖ τὰ ἑξῆς:

ὁ ἔχων τὸν πρῶτον ὡροσκοποῦντα ἔσται ἀγχίνους καὶ πεπαιδευμένος, φιλευ φρόσυνος, ἐρωτικός, μισοπόνηρος, μικρόλυπος, τὸ ζῆν ἐν παρύγροις τόποις ἔχων, καὶ ἀκαταστατήσει κατὰ γυναῖκα καὶ ἐξ ἔρωτος ἢ φιλίας λήψεται γυναῖκα καὶ οὐρανίων μαθημάτων ἅψεται. τὰ δὲ σημεῖα αὐτοῦ· οὐλόκομος ἔσται, εὐμήκης τὴν ἡλικίαν, δύο περιστροφὰς ἕξει ἐν τῇ κεφαλῇ, περισσὸν δάκτυλον τῆς χειρός. οἱ δὲ κλιμακτῆρες αὐτοῦ ἔτος α, θ, κδ, λδ, μγ, νγ, χε, ογ. (Ὅποιος ἔχει Ὡροσκόπον εἰς τὸν πρῶτον δεκανὸν θὰ εἶναι εὐφυὴς καὶ μὲ παιδεία, θὰ ἀγαπάει τάς χαρὰς, ἐρωτικὸς, μὲ ἀπέχθειαν πρὸς τὴν πονηρίαν καὶ θὰ λυπάται διὰ μικροπράγματα. Θὰ ζήσει τὴν ζωὴν του εἰς τόπους που ἔχουν ὕδωρ, ἀκατάστατος μὲ τάς γυναίκας, θὰ νυμφευθεῖ ἀπὸ ἔρωτα ἢ ἀπὸ φιλίαν καὶ θὰ ἀσχολεῖται μὲ τὰ μαθήματα τοῦ οὐρανοῦ. Τὰ χαρακτηριστικὰ του εἶναι σημάδι πληγῆς εἰς τὴν κεφαλήν, μὲ μεγάλην διάρκειαν ζωῆς, θὰ ἔχει δύο κορυφὰς εἰς τὴν κεφαλὴν καὶ περιττὸν δάκτυλον εἰς τὴν χεῖρα του. Κρίσιμαι περίοδοι τοῦ βίου του ἔχουν καταγραφεῖ τὰ ἔτη 1ο, 9ο, 24ο, 34ο, 43ο, 53, 65ο καὶ 73ο).

ὁ δὲ ἔχων τὸν δεύτερον ἀχθήσεται μὲν πλουσίως, διαστήσει δὲ τοὺς γονεῖς θανάτῳ καὶ τὰ αὐτῶν μειώσει καὶ ἔσται λαμπρό τερος τῶν γονέων δι' ἑαυτοῦ κτώμενος καὶ ἐν ἱεροῖς τιμηθήσεται καὶ εὐχρημάτιστος ἔσται καὶ λήψεται γυναῖκα ἀφ' αἵματος καὶ μετὰ τὸ ἀκαταστατῆσαι ἐν τῇ πρώτῃ ἡλικίᾳ τεύξεται καλῶν. τὰ δὲ σημεῖα αὐτοῦ· μέσος τὴν ἡλικίαν ἔσται, εὐειδὴς τὸ πρόσωπον, μέγας τὸ σῶμα· σημεῖον ὑπὸ τὴν μασχάλην. εἰσὶ δὲ κλιμακτῆρες αὐτοῦ ἔτος ζ, ιβ, ιθ, κα, κῃ, λῃ, μγ, νῃ, χε, πδ, ῳβ. (Ὅποιος ἔχει Ὡροσκόπον εἰς τὸν δεύτερον δεκανὸν θὰ προέρχεται ἀπὸ πλουσίους γονεῖς που θὰ χάσει νωρὶς ἀπὸ θάνατον καὶ θὰ μειώσει τὴν περιουσίαν των. Θὰ γίνει λαμπρότερος ἀπὸ ἐκείνους μὲ δικὰς του προσπαθείας καὶ θὰ τιμηθεῖ μὲ ἱερατικὸν ἀξίωμα καὶ θὰ πλουτίσει. Θὰ λάβει γυναῖκα ἀπὸ τὸ δικὸ του αἷμα καὶ μετὰ ἀπὸ νεανικὰς ἀκαταστασίας θὰ ζήσει καλά. Τὰ χαρακτηριστικὰ του εἶναι μέση διάρκεια ζωῆς, ὡραῖο πρόσωπο καὶ μεγαλόσωμος καὶ θὰ ἔχει σημάδι ὑπὸ τῆς μασχάλης. Κρίσιμαι περίοδοι τοῦ βίου του ἔχουν καταγραφεῖ τὰ ἔτη 7ο, 12ο, 19ο, 21ο, 26ο, 36ο, 43ο, 56ο, 65ο, 84ο καὶ 92ο).

ὁ δὲ τρίτον ἔχων κακοπαθήσας ἐπὶ τῆς νεότητος διαστήσει τοὺς γονεῖς καὶ τὰ αὐτῶν μειώσει, ἐπὶ ξένης δὲ τὰ πλεῖστα οἰκήσει καὶ ἔσται βλάσφημος διὰ ζημίας, ἐν δὲ τοῖς κατὰ γυναῖκα ἐπίψογος ἔσται καὶ λαμβάνει γυναῖκα ἀναξίαν αὑτοῦ ἢ καὶ προεσκυλμένην. τὰ δὲ σημεῖα· λεπτοπρόσωπος ἔσται καὶ μικρόφθαλμος, ξανθὸς τὸ σῶμα, καυχήμων ἔσται. εἰσὶ δὲ οἱ τοῦ θεοῦ κλιμα κτῆρες ἔτος ζ, ιβ, κα, λβ, μγ, νβ, χδ, οδ, πῃ, ῳβ. (Ὅποιος ἔχει Ὡροσκόπον εἰς τὸν τρίτον δεκανὸν θὰ κακοπαθήσει κατὰ τὴν νεότητα, θὰ εἶναι ἐν διαστάσει ἀπὸ τοὺς γονεῖς του καὶ θὰ μειώσει τὴν περιουσίαν των. Θὰ ζήσει ἐπὶ τὸ πλεῖστον εἰς τὴν ξενητείαν καὶ θὰ γίνει βλάσφημος ἀπὸ τάς ζημίας που θὰ ὑποστεῖ. Εἰς τὸ θέμα τῆς γυναικὸς εἶναι ἀξιόμεμπτος καὶ θὰ λάβει γυναῖκα ἀνάξια του καὶ ὄχι παρθένα. Εἰς τὰ χαρακτηριστικὰ του θὰ εἶναι λεπτοπρόσωπος καὶ μὲ μικροὺς ὀφθαλμούς, ξανθωπὸς εἰς τὸ σῶμα καὶ θὰ καυχιέται. Κρίσιμαι περίοδοι τοῦ βίου του ἔχουν καταγραφεῖ τὰ ἔτη 7ο, 12ο, 21ο, 32ο, 43ο, 52ο, 64ο, 75ο καὶ 82ο).

ὁ δὲ ἔχων τὸ μεσεμβόλημα Διδύμων καὶ Καρκίνου περὶ τὰ ὁρατικὰ σινωθήσεται ἢ καὶ λευκώματα ἕξει, τοῦ δὲ Διὸς ὁρῶντος τὸν τόπον τοῦ ἑνὸς ὀφθαλμοῦ τὸ σίνος ἔσται. (Ὅποιος ἔχει Ὡροσκόπον εἰς τὸ μεσεμβόλημα τῶν Διδύμων καὶ τοῦ Καρκίνου θὰ παρουσιάσει βλάβη εἰς τοὺς ὀφθαλμοὺς ἢ καὶ λευκώματα. Ἡ βλάβη θὰ συμβεῖ καθὼς ὁ Δίας θὰ σχηματίζει ὄψιν μὲ τὸν τόπον τοῦ ἑνὸς ὀφθαλμοῦ).

[Ἡφαιστίων, Ἀποτελεσματικὰ βιβλ. Α', κεφ. α', Δίδυμοι]

ΣΥΜΠΛΗΡΩΜΑΤΙΚΑ

Ἀποτελεῖ δὲ μελανόχρους, εὐγενείους, συνόφρυας, ἀναφαλαντίας, ταχεῖς ἐν τῷ περιπάτῳ, συναλλακτικούς, εὐπόρους, τούτων δὲ τοὺς μὲν ἐν τῷ πρώτῳ δεκανῷ εὐδόξησιν καὶ διοίκησιν ὑπερεχομένων πραγμάτων. καὶ παραλήψεσθαι πάτρωα· ἔσεσθαι καὶ γυμναστικοὺς καὶ κακοπαθεῖς, κενὰ καὶ μάταια μοχθοῦντας, πολυπείρους, ἐπινοηματικούς. τοὺς δὲ ἐν τῷ β' πολυκινδύνους, μοιχικούς, ἐναντίους γονεῦσι, μισοπονήρους, νουνεχεῖς, ῥιψοκινδύνους, εὐπόρους. ἐν δὲ τῷ γ' δεκανῷ νικητικούς, εὐδόξους καὶ τὴν πατρίδα κοσμοῦντας. [Ῥητόριος, Ἐπιτομὴ Τέχνης Ἀστρονομικῆς Β', Περὶ τοῦ ζῳδιακοῦ κύκλου, Δίδυμοι]

ΠΑΡΑΝΑΤΕΛΛΟΝΤΕΣ

Ὁ Κύων, Διδύμων κα κ', νότιος, μεγέθους πρώτου, κράσεως Διὸς καὶ Ἄρεως.... Οὔτοι οἱ ἀστέρες ἰσομοίρως ὡροσκοποῦντες ἣ μεσουρανοῦντες ποιοῦσιν ἐνδόξους στρατηγικούς, χώρας καὶ πόλεις καὶ ἔθνη ὑποτάσσοντας καὶ διοικοῦντας καὶ φοβεροὺς ἀνθρώπους καὶ ἡγεμόνας καὶ στρατηλάτας, διοικητικούς, κεκινημένους, ἀνυποτάκτους, παρρησιαστικους, φιλονείκους, ἀνυστικούς, εὐεπιβόλους, ἐπάνδρους, νικητικούς, πολυκτήμονας πάνυ καὶ ἄγαν πλουσίους, μεγαλοψύχους καὶ φιλοτίμους, φιλοκάλους, οὐ πάντως δὲ καλῶ τέλει τελευτῶντας.

Ὁ μέσος τῶν τριῶν τῆς ζώνης τοῦ Ὠρίωνος, Διδύμων μοῖραν μίαν, νότιος, μεγέθους β', κράσεως Διὸς καὶ Κρόνου. Ὁ ἐπὶ τοῦ δεξιοῦ ὤμου τοῦ Ἠνιόχου, Διδύμων μοίρας ς' λ', βόρειος, μεγέθους β', κράσεως Διὸς καὶ Κρόνου... Οὔτοι ἰσομοίρως ὡροσκοποῦντες ἢ μεσουρανοῦντες ποιοῦσι τοὺς οὕτως ἔχοντας πολυκτήμονας καὶ πλουσίους ἄγαν καὶ εἰς διαφόρους χώρας καὶ πόλεις κτωμένους καὶ φιλογεώργους καὶ φιλοικοδόμους· εἰ καὶ ἡ Σελήνη ἐπιθεωρήσῃ ἕνα ὧν εἶπον ἀστέρων ὡροσκοποῦντα ἣ μεσουρανοῦντα, τοῦσδε τοῖς τρόποις ἀγαθοὺς καὶ τιμητικοὺς τῶν πρεσβυτέρων καθεστῶτας καλογνώμονας, μεταδοτικούς, ἀνεξικάκους, σώφρονας, φιλοικείους.

Ὁ ἐπὶ τῆς κεφαλῆς τοῦ ἡγουμένου Διδύμου, Διδύμων μοίρας κζ', βόρειος, μεγέθους δευτέρου, κράσεως Διὸς καὶ Ἑρμοῦ...Ἐὰν οὔτοι τύχωσι ὡροσκοποῦντες ἢ μεσουρανοῦντες, ποιοῦσι φιλολόγους, πολυΐστορας, δημηγορικούς, φιλομούσους, ποιητικούς, φιλοκάλους, εὐεπιβόλους, εὐφυεῖς, πολυπράκτους, ἀξιωματικούς, εὐσεβεῖς, φιλοθέους, εὐχρηματίστους, πολυγνώστους ἢ καὶ ἀπὸ δοσοληψίας εὐτυχοῦντας μεγάλως χρυσοῦ τε καὶ ἀργύρου καὶ τῶν τοιούτων καὶ πρὸς τάς συμπεριφορὰς ἐλευθεριωτέρους καὶ μάλιστα ἐπὶ ἡμερινῆς γενέσεως• ἐπὶ γὰρ τῶν νυκτὸς γινομένων ὡροσκοποῦντες ποιοῦσι δοξοσόφους, ἀλαζονικούς, ἐπιτηδευματικούς, ὑποκρινομένους, πολυΐστορας δὲ καὶ μνημονικοὺς καὶ διδασκάλους καὶ καθαροὺς ἐν ταῖς ἐπιθυμίαις.

Ὁ ἐν τῷ δεξιῷ ὤμῳ τοῦ Ὠρίωνος, Διδύμων μοίρας ε’ μ', νότιος, μεγέθους α', κράσεως Ἄρεως καὶ Ἑρμοῦ...Οἱ τοιοῦτοι ἀστέρες πάλιν ἰσομοίρως ὡροσκοποῦντες ἢ μεσουρανοῦντες, μάλιστα ἐπὶ νυκτερινῆς γενέσεως ποιοῦσι στρατηγικούς, δεινούς, δράστας, πολυτρόπους, σοφιστικούς, πολυπράγμονας, λογίους, ἀπαρεγκλίτας ὀξυφώνους, ἐξαπατήτας, ἐπιτευκτικούς, ὀξεῖς δὲ ἅμα καὶ ἀπροσκορεῖς πρὸς τὰς ἐπιθυμίας, διαφθορεῖς ὄντας ἀθῴων καὶ παρθένων, ἐπιόρκους. ἐπὶ δὲ ἡμερινῆς γενέσεως ὡροσκοποῦντες ποιοῦσι τολμηρούς, ὠμούς, μεταμελητικούς, ψεύστας, κλεπτας, ἀθέους, ἀφίλους, ἐπιθέτας, θεατροκόπους, ἐφυβρίστας, μιαιφόνους, πλαστογράφους, γόητας, ἀνδροφόνους, οὐ καλῷ τέλει ἐνίοτε χρωμένους μάλιστα, ὡς προείπομεν, ἐπὶ ἡμερινῆς γενεσιως. [Ῥητόριος, Ἐπιτομὴ Τέχνης Ἀστρονομικῆς Ε', νη'. Περὶ τῆς τῶν ἀπλανῶν ἀστέρων δυνάμεως]