ΠΑΡΟΥΣΑ ΦΑΣΙΣ

05:0712:2219:38
Ἀθῆναι

Ἐπισκεφθεῖτε τὴν σελίδα μας στὸ FB ΑΣΤΡΟΛΟΓΙΚΟΝ γιὰ νὲα & ἀνακοινώσεις


Ὀρφικὸν ᾨόν
Ὀρφικὸν ᾨόν
Απρίλιος 2017 Μάιος 2017 Ιούνιος 2017
Ἀπ Ἀρ Ἀρ Ἑρ Ζη Ἀφ Κρ
1 2 3 4 5 6
7 8 9 10 11 12 13
14 15 16 17 18 19 20
21 22 23 24 25 26 27
28 29 30 31
Εκτύπωση E-mail
Ὁ Λέων 17 Αὐγούστου - 16 Σεπτεμβρίου
leon.gif
leon zodiac sign johfra

Οὐρανομετρικὴ διέλευσις: 10 Αὐγούστου - 15 Σεπτεμβρίου
Στοιχεῖον (Τρίγωνον): Πῦρ Χρῶμα: χρυσοῦν
Τριγωνοκράτορες Πυρὸς: ἡμέρας Ἥλιος, νυκτὸς Δίας, ἐπίκοινος Κρόνος
Οἶκος: Ἡλίου Ὓψωμα: - / Ταπείνωμα: -
Πρόσωπα Δεκανῶν: Κρόνος/1ος, Δίας/2ος, Ἂρης/3ος
Ὅρια: 1° - 6° Δίας, 7 ° - 11° Ἀφροδίτη, 12° - 18° Κρόνος, 19 ° - 24° Ἑρμῆς, 25° - 30° Ἄρης (κατὰ Ἡφαιστ./Αἰγυπτίους)
1° - 6° Δίας, 7 ° - 12° Ἀφροδίτη, 13° - 19° Ἑρμῆς, 20° - 25° Κρόνος, 26° - 30° Ἄρης (κατὰ Πτολεμαῖον)
Λαμπραὶ μοῖραι: 1°, 4°, 5°, 16°, 20°, 26°, 30°
Βοτάνη: κυκλάμινος
Κληίδαι Λέξεις: θερινὸ, δίσωμον, ἡμερινὸ, προστάσσον, βασιλικὸ, χερσαῖον, τετράπουν, ἀσελγές, ἡμίφωνο
Ἀνατομία: Ἡ καρδία καὶ τὰ περὶ αὐτῆς

 

Ὁ Λέων ἐφορεύεται ἀπὸ τὸν θεὸν Δία

LEON-SPHERE_sm.jpgὉ Λέων, σύμβολον δυνάμεως, ἤδη ἀπὸ ἀρχαιότητος ἐθεωρεῖτο ὁ Βασιλεὺς τῶν ζῴων.

Ὁ τῶν ζῴων κύκλος, τουτέστιν ὁ Ζῳδιακὸς θὰ ἦτο ἀτελὴς δίχως τὴν παρουσίαν αὐτοῦ. Τὸ τοῦ Λέοντος ἄστρον σχετικὸν πρὸς τὸν τοῦ Ἡρακλέους πρῶτον ἆθλον ἐστί, τὸν τοῦ τῆς Νεμέας Λέοντος. Κατὰ τὴν βορείαν ἄκρην τῆς ἀργολικῆς πεδιάδος, πλησίον τῆς Τίρυνθος τὲ καὶ τῶν Μυκηνῶν, ὑψούνται ὄρη διαπερνούμενα ἀπὸ τὴν πρὸς Κόρινθον ὁδόν. Τὸ πλέον ὑψηλὸν των, ἔχον τὸ ἰδιόμορφον σχῆμα ἠμίσεως ἀντεστραμμένου δίσκου ὀνομάζεται Ἀπέσας. Ὑπὸ τὸν Ἀπέσαντα ἀπλώνεται ἡ μεγάλη πεδιὰς τῆς Νεμέης ἔχουσα ἀρκετὰ σπήλαια τοῖς περιχώροις της. Ὄρος δὲ ἐκεῖ φέρει καὶ τὸ ὄνομα Τρητόν! Ἐν τῇ αὐτῇ περιοχῇ ἐσύχναζε καὶ λέων τὶς ἀποτελῶν τὸν τρόμον τῶν κατοικούντων, ὁ Λέων τῆς Νεμέης! Ἐν ἰσχυρόν, ἄτρωτον ζῷον, υἱὸς τοῦ Ὄρθρου καὶ παῖς τῆς Ἐχίδνης, ἀδελφὸς δὲ τῆς τῶν Θηβῶν Σφιγγός!

Ἀναθραφὴς ὁ λέων ὑπὸ τῆς Ἥρης ἐπέμφθη ὑπ’ αὐτῆς ἒς Ἄργος ἀπὸ τὴν τῶν Ἀρίμων ἀνατολικὴν χώραν πρὸς τιμωρίαν τῶν ἐκεῖ κατοικούντων ἀπογόνων τοῦ Φορονέως. Συμφώνως ἐκδοχῆς ἑτέρας, ὁ λέων εὑρίσκετο ἀρχικῶς ἐν τῷ παλάτι τῆς Θεᾶς Σελήνης ἡ ὁποία τὸ ἀπέπεμψε ῥίπτοντας τὸ οὕτως ἐπὶ τοῦ Ἀπέσαντος ἢ ἔστω τὸ παρεχώρησε τῇ Θεᾷ Ἥρῃ.

herakles-vase-sm.jpgὉ λέων ἐρήμη τὴν χώραν κατασπαράζοντας ἀμφοτέρους τοὺς κατοικοῦντας καὶ τὰ ποίμνιά των. Ἐκατοίκη ἐντὸς σπηλαίου τινὸς διθύρου, τὸ δὲ δέρας του ἦτο ἄτρωτο! Οὐδὲ πῦρ μηδὲ σίδηρος ἐδύναντο φθείρειν τὸ! Ὁ Ἡρακλῆς ἀναλαμβάνει τὸν τοῦ λέοντος φόνον καὶ φορὰν τοῦ δέρατός του πρὸς ἀπόδειξιν τῷ Εὐρυσθὶ τῆς ἐκτελέσεως τοῦ Ἄθλου! Ἐκκινῶν ὁ Ἡρακλῆς μετέβει τὸ πρῶτον εἰς τὴν μικρὰν πόλιν τῶν Κλεώνων, κατὰ τὰς παρυφὰς τοῦ τῆς Νεμέης δάσους. Ἐκεῖ ξενείται ὑπὸ τοῦ Μολόρχου, γεωργοῦ πένητος τινὸς ἔχοντος υἱὸν ὑπὸ τοῦ λέοντος πεφονευμένον! Ὁ Μόλορχος βουλόμενος θύειν τὸν μοναδικὸν κριὸν του πρὸς τιμὴν τοῦ Ἠρακλέως ἀποτρέπεται τελικῶς ὑπὸ τοῦ ἥρωος ὅστις τὸν ἐντελεῖ ὄπως ἀναμείνη ἕως τριάκοντα ἡμέρας. Ἐὰν ἐν τῷ μεταξὺ ὁ Ἡρακλῆς ἐπιστρέψει νικῶν, ὁ Μόλορχος δεσμεύεται θύσειν τὸν κριὸν τῷ Ἡρακλεῖ ὠς Ἡρῴαν. Ἀλλέως θύσειν τῷ Διὶ Σωτῆρι.

Ὁ Μόλορχος πληροφορεῖ τὸν Ἡρακλέα τίνι τρόπῳ ὀφείλει ἀγωνισθῇ πρὸς τὸ θηρίον. Καθῶς τὸ ξίφος ἢ ἡ λόγχη εἶναι ἀνώφελα προτρέπεται ἡ χρῆσις πάλης. Ἐπίσης τὸν ἐνημερώνει ὅτι τὸ σπήλαιον φέρει δύο θύρας. Ὁ Ἡρακλῆς τὸν λέοντα συναντήσας ἀρχίζει τὴν ῥίψιν βελῶν ἀλλ’ ἐπὶ ματαίῳ. Ἀπειλώντας τον δὲ διὰ τοῦ ῥοπάλου, τὸν τρέπει ἐντὸς τοῦ σπηλαίου, ἔχοντας βεβαίως φροντίσει ὄπως τὴν μίαν τῶν ἐξόδων του κλείσῃ. Κατόπιν πάλης ὁ Ἡρακλῆς τυλίγοντας τὸν λέοντα ταῖς στιβαραῖς του χείραις, τὸν πνίγει. Ἐκ τῆς πάλης ἐξουθενωθεὶς, ὁ Ἡρακλῆς κοιμάται ὕπνον βαθὺν τὲ καὶ μακρόν.

HERAKLES_LION-sm.jpgἌμα τῇ ἀφυπνήσει του στέφεται σελίνου, ὡσὰν ἐκ τάφου ἐγερθεὶς τίς, ἀφοῦ κατὰ τὸ πάλαι τοὺς τάφους ἐκόσμουν μετὰ σελίνου. Ἀμήχανος ὢν πρὸ τῆς ἀτρήτου τοῦ Λέοντος δοράς, καταφεύγει εἰς τὴν χρήσιν τῶν ἰδίων τοῦ Λέοντος ὀνύχων! Ὁ Μόλορχος ἀναμένει τὴν τοῦ Ἥρωος ἐπιστροφήν. Ἡ τριακοστὴ ἡμέρα ἐπέρχεται μὰ ὁ Ἡρακλῆς ἄφαντος ἐστί. Νομίζοντάς τον τεθνεώτα ὁ Μόλορχος σχεδιάζει τὴν ἀνάλογον θυσίαν. Πρὸ τοῦ τέλους της ὅμως ὁ Ἡρακλῆς προβαίνει φέρων τὸν Λέοντα τοῖς ὤμοις του. Ὡς ἐκ τούτου θύουσιν κριὸν τῷ Διὶ Σωτῆρι καὶ ὁ Ἡρακλῆς ἱδρύει ἀγῶνας πρὸς τιμὴν τοῦ Διός, τὰ Νέμεα, ὅπου οἱ νικηταί μέλει στεφανοῦσθαι σελίνου.

Τοῦ Ἡρακλέους ἐπανελθόντος ἐς Μυκήνας, εἰς τὴν κατοικίαν τοῦ Βασιλέως Εὐρυσθέως, ὁ τελευταῖος τρομάξας ὑπὸ τῆς τοῦ Ἥρωος πρὸ τοιούτου θηρίου ἀνδρείας, τοῦ ἀπαγορεύει τὴν περεταίρω εἴσοδον εἰς τὴν πόλιν ὁρίζοντάς τον νὰ παρουσιάζη ἔκτοτε τὴν λείαν του πρὸ τῶν πυλῶν. Τὴν δὲ ἄτρωτον τοῦ Λέοντος δοράν, τὴν καλουμένην «λεοντὴν», φέρει ἔκτοτε ὁ Ἥρως τοῖς ὤμοις του πρὸς προστασίαν του κατὰ τοὺς μελλοντικοὺς του ἄθλους. Ὁ Ζεὺς πρὸς τιμὴν τοῦ Υἱοῦ Του καὶ διαιώνισιν τῆς ἐπιτυχίης Του, ἐκαταστέρισε τὸν Λέοντα τοποθετώντας τον ἐν τοῖς ἄστροις τοῦ ζῳδιακοῦ.

leon-2_sm.jpgὉ ἀστερισμός τοῦ Λέοντος εἶναι ὁρατὸς τοὺς χειμερινοὺς καὶ ἐαρινοὺς μῆνας.

Ὁ Ἥλιος ἀνατέλλει ἐν τῷ Λέοντος δωδεκατημορίῳ ἀπὸ τὴν 17ην Αὐγούστου ἓως τὴν 16ην Σεπτεμβρίου, μὲ οὐρανομετρικὴν διέλευσιν ἀπὸ τοὺς Λέοντος ἀστέρας περίπου ἀπὸ τὴν 10ην Αὐγούστου ἓως τὴν 15ην Σεπτεμβρίου. Ὀκτωβρίου ἀρχαῖς, γίνεται ὁρατὸς ἒς ἀνατολήν, πρὸ τῆς ἑοῦς. Δεκεμβρίου ἀρχαῖς ἀνατέλλει περὶ τοῦ μεσονυκτίου. Ἀπριλίου ἀρχαῖς δύει πρὸ τῆς ἑοῦς καὶ Ἰουλίου ἀρχαῖς δύει ἔπειτα ἀπὸ τὸν Ἥλιον. Ἔκτοτε καὶ διὰ τρεῖς μῆνας ἀνατέλλει τὴν ἡμέραν καὶ εἶναι ἀόρατος δι' ἐμᾶς.

leon-1_sm.jpg

Τὸ ἄστρον εἶναι εὐκρινέστατον μεταξὺ τῶν ἄλλων τοῦ ζῳδιακοῦ, μὲ πλείστους ἀστέρας λαμπρούς, διακρίνεται δὲ ῥᾳδίως ἐν τῷ οὐρανῷ, ἐκ τοῦ γνωστοῦ ἀστέρος Βασιλίσκου (ἀ΄Λέοντος, Regulus). Ἄλλοι λαμπροὶ ἀστέρες εἶναι ὁ β' Λέοντος (Denebola) καὶ ὁ γ' Λέοντος (Algieba). Διπλοὶ ἀστέρες οἱ α', β' καὶ τ' Λέοντος ἐνὼ οἱ γ', ω καὶ 54 Λέοντος εἶναι διπλὰ ἀστρικὰ συστήματα. Τριπλὸς ἀστὴρ ὁ ζ' Λέοντος.

Παρατηρήσιμος ὄμβρος μετεωριτῶν αἱ Λεοντίδαι, διαρκοῦσαι ἀπὸ τὴν 14ην - 20ην Νοεμβρίου, μὲ μέγιστον περὶ τὴν 17 Νοεμβρίου. Αἱ Λεοντίδαι εἶναι ἐκ τῶν γνωστότερων ὄμβρων, λίαν εὐδιάκριται μετὰ γυμνοῦ ὀφθαλμοῦ.

 

Σχετικαὶ Σελίδαι ἐν Διαδικτύῳ:  

Ὁ ζῳδιακὸς ἀστερισμὸς τοῦ Λέοντος εἶναι τὸ ἕκτον κατὰ σειρὰ ζώδιον μετὰ τὴν ἐαρινήν ἰσημερίαν καὶ σημειοδοτεῖ τὸν τελευταῖον μῆνα τοῦ θέρους, προετοιμάζοντάς μας γιὰ τὸ φθινόπωρον.

Ἡ ἀλλαγὴ τῶν ἐποχῶν γίνεται κατὰ τοὺς τροπικοὺς μῆνας καὶ τὰ ζῴδια ποὺ τοὺς σημειοδοτοῦν. Καθῶς ἔρχεται ὁ ἑπόμενος μὴν ἡ ἀλλαγὴ τοῦ καιροῦ σταθεροποιεῖται καὶ τὰ χαρακτηριστικὰ τῆς ἐποχῆς ἐκφράζονται τὸ μέγιστον. Διὰ τοῦτον καὶ τὰ στερεὰ ζῴδια ὀνομάσθησαν ἔτσι, ἐφόσον ἡ ὑγρασία, ἡ θέρμη, ἡ ξηρασία ἢ τὸ ψῦχος τοῦ μηνός, ποὺ σημειοδοτοῦν, ἔχουν σταθεροποιηθεῖ καὶ γίνονται ἐντονοτέρως αἰσθητὰ. Ὁ ἑπόμενος μὴν ἀπὸ ἐκεῖνον τῆς θερινῆς τροπῆς (θερινὸ ἡλιοστάσιο) σημειοδοτεῖ τὴν πλέον γόνιμην περίοδον τῆς ἐποχῆς τοῦ θέρους, ὅπου γίνεται ἡ ὠρίμανσίς των περισσοτέρων καρποφόρων φθάνοντας εἰς τὸ πλουσιότερον στάδιον τοῦ φυσικοῦ κύκλου.

Οἱ συμβολισμοὶ αὐτοὶ τῆς "καρποφορίας" καὶ τοῦ "πλούτου" καθὼς καὶ τὰ ἀντίστοιχα ἐποχιακὰ καιρικὰ φαινόμενα ποὺ παρατηρήθησαν, ἐνετάχθησαν κατὰ τὴν ἑλληνιστικὴν ἐποχὴν ἐντὸς τῶν ἰδιοτήτων τοῦ δωδεκατημορίου τοῦ Λέοντος, διότι συνέπιπταν χρονικῶς μὲ τὴν διέλευσιν τοῦ Ἡλίου ἀπὸ τὸ δωδεκατημόριον αὐτό. Ἔτσι ὁ Λέων ἐχαρακτηρίσθη λ.χ. ζῴδιον στερεόν, ὅμως λόγῳ τῆς μεταπτώσεως σήμερα εἶναι δίσωμον, σημειοδοτώντας τὸν μήνα ποὺ προηγεῖται τῆς φθινοπωρινῆς ἰσημερίας.

Συνεπῶς κάποιες ἀπὸ τὶς ἰδιότητες τῶν δωδεκατημορίων κάθε ζῳδίου, ποὺ παραθέτουν οἱ ἑλληνιστικοὶ ἀστρολόγοι, ἰσχύουν καὶ σήμερα ἐνῶ ἄλλες ὄχι - ὅσες δὲν ἀποτελοῦν μέρος τῶν καθαυτῶν ἀστρικῶν ἰδιοτήτων του ζῳδίου, ἄλλὰ τοῦ γηίνου ἐποχιακοῦ κύκλου. Αἱ ἀστρικαὶ ζῳδιακαὶ ἰδιότηται καὶ αἱ γήιναι ἐποχιακαὶ συγκεράζονται καθ' ἑκάστην ζῳδιακὴν ἐποχήν. Ὁ συνδυασμός των μᾶς δίδει τὸ σύνολον τῶν χαρακτηριστικῶν τοῦ δωδεκατημορίου/μηνός ποὺ μᾶς ἐνδιαφέρει. Παραθέτουμε τάς ἀστρολογικὰς ἰδιότητας τοῦ δωδεκατημορίου τοῦ Κριοῦ, ἀπὸ διάφορους ἀστρολόγους ὅπως Πτολεμαῖον, Ἡφαιστίωνα, Ῥητόριον κ.ἄ., ἐνῶ μεταφέραμε τὶς κλιματικὲς/ἐποχιακὲς στὸ ζῳδιακὸ δωδεκατημόριο ποὺ σήμερα σημειοδοτεῖ τὸν ἀντίστοιχο μῆνα (επὶ τοῦ προκειμένου, ὁ Καρκίνος). Ὁ Λέων σημειοδοτεῖ τὸν 3ον θερινὸ μῆνα.

Ἀστέρων Λέοντος δυνάμεις

Τῶν δὲ περὶ τὸν Λέοντα οἱ μὲν ἐπὶ τῆς κεφαλῆς δύο τὸ ὅμοιον ποιοῦσι τῷ τε τοῦ Κρόνου καὶ ἠρέμα τῷ τοῦ Ἄρεως· οἱ δὲ ἐν τῷ τραχήλῳ τρεῖς τῷ τοῦ Κρόνου καὶ ἠρέμα τῷ τοῦ Ἑρμοῦ· ὁ δὲ ἐπὶ τῆς καρδίας λαμπρὸς καλούμενος δὲ Βασιλίσκος τῷ τοῦ Ἄρεως καὶ τῷ τοῦ Διός οἱ δὲ ἐν τῇ ὀσφύι καὶ ὁ ἐπὶ τῆς οὐρᾶς λαμπρὸς τῷ τε τοῦ Κρόνου καὶ τῷ τῆς Ἀφροδίτης · οἱ δὲ ἐν τοῖς μηροῖς τῷ τε τῆς Ἀφροδίτης καὶ ἠρέμα τῷ τοῦ Ἑρμοῦ. (Οἱ δύο ἀστέρες εἰς τὴν κεφαλὴν τοῦ Λέοντος ἔχουν τὴν φύσιν τοῦ Κρόνου καὶ εἰς μικρότερον βαθμὸν τοῦ Ἄρεως. Οἱ τρεῖς τοῦ λαιμοῦ, ἔχουν τὴν φύσιν τοῦ Κρόνου καὶ εἰς μικρότερον βαθμὸν τοῦ Ἑρμοῦ. Αὐτὸς εἰς τὸ ὕψος τῆς καρδίας που εἶναι λαμπρὸς καὶ καλεῖται Βασιλίσκος, ἔχει τὴν φύσιν τοῦ Ἄρεως καὶ τοῦ Διός. Ἐκεῖνοι τοῦ γοφοῦ καὶ ὁ λαμπρὸς ἀστὴρ εἰς τὴν οὐρὰν ἔχουν τὴν φύσιν τοῦ Κρόνου καὶ τῆς Ἀφροδίτης, καὶ ἐκεῖνοι τῶν μηρῶν, τῆς Ἀφροδίτης καὶ εἰς μικρότερον βαθμὸν τοῦ Ἑρμοῦ). [Πτολεμαῖος, Τετράβιβλος βιβλ. Α', Περὶ τῆς τῶν ἀπλανῶν ἀστέρων δυνάμεως]

Ἀνατέλλει δὲ ἀπὸ μοίρας α' ἕως γ' κεφαλή, ἀπὸ δ' ἕως ζ' τράχηλος, ἀπὸ η' ἕως ια' ῥάχις, ἀπὸ ιβ' ἕως ιδ' ὀσφύς, ἀπὸ ιε' ἕως ιθ' ἰσχία, ἀπὸ κ' ἕως κβ' οὐρά, ἀπὸ κγ' ἕως κε' ἀγκύλαι, ἀπὸ κς' ἕως κη' τὸ περὶ τὰς ἀγκύλας ἄκρον ἔξω νενευμένον τῆς οὐρᾶς μέρος, ἀπὸ κθ' ἕως λ' ὀπισθίων ποδῶν βάσεις καὶ ὄνυχες. [Ῥητόριος, Ἐπιτομὴ Τέχνης Ἀστρονομικῆς Β', Περὶ τοῦ ζῳδιακοῦ κύκλου, Λέων]

Χῶραι εὑρισκόμεναι ὑπὸ τοῦ Λέοντος

Τῷ δ' ὑπόκειθ' Ἑλλάς, Φρυγίη θ' ἅμα καὶ στόμα Πόντου.

κατὰ δὲ Πτολεμαῖον Ἰταλία, Γαλλία, Ἀπουλία, Φοινίκη, Χαλδαία, Ὀρχηνία. κατὰ δὲ μέρος, ὡς ἄλλοι ἱστοροῦσιν, κατὰ μὲν κεφαλὴν Προποντίς, κατὰ τὸ στῆθος Ἑλλάς, ὑπὸ τὴν κοιλίαν Μακεδονία, τὰ δὲ πρὸς τῇ οὐρᾷ Φρυγία. [Ἡφαιστίων, Ἀποτελεσματικὰ βιβλ. Α', κεφ. α', Λέων] 

ἔχει δὲ ὑποτεταγμένα κλίματα ταῦτα· Ἀσίαν· Ἰταλίαν, Γαλατίαν, Ἀπουλίαν, Φοινίκην, Χαλδαίαν, Ὀρχηνίαν. [Ῥητόριος, Ἐπιτομὴ Τέχνης Ἀστρονομικῆς Β', Περὶ τοῦ ζῳδιακοῦ κύκλου,Λέων ]

Δεκανοὶ - Παρανατέλλοντες

Οἱ δὲ δεκανοὶ αὐτοῦ τρεῖς· Χαρχνούμις ὁ πρῶτος, Ἤπη ὁ δεύτερος, Φούπη ὁ τρίτος. [Ἡφαιστίων, Ἀποτελεσματικὰ βιβλ. Α', κεφ. α', Λέων] 

ἔχει δεκανούς γ'· καὶ τῷ μὲν πρώτῳ δεκανῷ παρανατέλλουσιν ὁ Κυνοπρόσωπος τοξεύων καὶ τὸ ἥμισυ τοῦ Σκάφους καὶ ἡ κεφαλὴ τῆς Ὕδρας καὶ ἡ κεφαλὴ τοῦ Ὄνου τῆς δωδεκαώρου. τῷ δὲ β' δεκανῷ παρανατέλλουσι τὸ ἄλλο ἥμισυ τοῦ Σκάφους καὶ θεός τις ἔχων ἐκτεταμένας τὰς χεῖρας ἄνω καὶ ὁ νῶτος τῆς Ὕδρας καὶ Κρατὴρ καὶ Κύμβαλα καὶ οἱ Φρύγιοι Αὐλοὶ καὶ τὰ μέσα τοῦ Ὄνου τῆς δωδεκαώρου. τῷ δὲ γ' δεκανῷ παρανατέλλουσιν Ἡνίοχος τροχὸν βαστάζων καὶ Μειράκιον μικρὸν ἑπόμενον αὐτῷ καὶ τὰ μέσα τῆς Ὕδρας καὶ τὰ ὀπίσθια τοῦ Ὄνου τῆς δωδεκαώρου.

καὶ ὁ μὲν α' δεκανὸς φέρει πρόσωπον Κρόνου, ὁ δὲ β' Διὸς καὶ ὁ γ' Ἄρεως. παρανατέλλει δὲ τούτῳ λαμπρὸς ἀστὴρ ὁ ἐπὶ τοῦ αὐχένος τῆς Ὕδρας μοίρας γ' λεπτῶν μ', νότιος, μεγέθους β', κράσεως Κρόνου και Ἀφροδίτης. πάλιν παρανατέλλει λαμπρὸς ἀστὴρ ὁ ἐπὶ τῆς καρδίας τοῦ Λέοντος, ὃς καλεῖται Βασιλικός, μοίρας ς' λεπτῶν ιβ', μεγέθους α', κράσεως Ἄρεως καὶ Διός. πάλιν παρανατέλλει λαμπρὸς ἀστὴρ ὁ ἐπὶ τῆς οὐρᾶς αὐτοῦ μοίρας κη' λεπτῶν ιβ', μεγέθους α', κράσεως Κρόνου καὶ Ἀφροδίτης. [Ῥητόριος, Ἐπιτομὴ Τέχνης Ἀστρονομικῆς Β', Περὶ τοῦ ζῳδιακοῦ κύκλου,Λέων ]

Διάταξις κατὰ ἡμικύκλιον - λοιπαὶ ποιότηται

Θερινό, δίσωμον (τοῦ μεταβλητοῦ τετραγώνου ζῳδίων - αὐτὸ διότι σημειοδοτεῖ τὸν τελευταῖο μῆνα τοῦ θέρους), προστάσσον (θερινὸν ἡμικύκλιον τῶν ἰσημεριῶν), ἡμερινό (εἰς τὸ ἀριστερὸν ἡμικύκλιον μεταξὺ χειμερινῆς καὶ θερινῆς τροπῆς), ἠγεμονικὸν (ζῳδιακὰ τρίγωνα πυρὸς & ἀέρος), χερσαῖον, βασιλικὸν, ἄγονον (μονοτεκεῖν), ἀσελγές, μελεοκοπούμενον, ἀσθενόφθαλμον, τετράποδον, θηριῶδες, ἡμίφωνον, καὶ μαλακοποιὰ Λέοντος τὰ ἔσχατα. [Ῥητόριος, Ἐπιτομὴ Τέχνης Ἀστρονομικῆς Α', Περὶ τῆς ἐκ τῶν οἰκείων ἐνεργειῶν καὶ μορφώσεων ἐφηρμοσμένης τοῖς τοῦ ζῳδιακοῦ τμήμασι διάφορου προσηγορίας]

*[δεῖτε διάγραμμα, ἐκ τοῦ ἄρθρου Ὁ Ἐνιαύσιος Κύκλος]

Καιρικαὶ ἐπισημασίαι γιὰ τὸν 3ο θερινὸ μῆνα

τὸ δὲ ...δωδεκατημόριον καθόλου μέν ἐστι δίυγρον καὶ βροντῶδες, κατὰ μέρος δὲ τὰ μὲν προηγούμενα αὐτοῦ θερμότερα καὶ φθαρτικά, τὰ δὲ μέσα εὔκρατα, τὰ δὲ ἑπόμενα ὑδατώδη, τὰ δὲ βόρεια πνευματώδη, τὰ δὲ νότια εὔκρατα. [Πτολεμαῖος, Τετράβιβλος, βιβλ. Β', Περὶ τῆς μερικῆς πρὸς τὰ καταστήματα φύσεως τῶν ζῳδίων]

Μελοθεσία (ἱατρομαθηματικὰ)

κυριεύει δὲ τοῦ σώματος νευρῶν, ὀστέων, ὀσφῦος, καρδίας, ὁράσεως, ἀνδρείας· στοιχείων δὲ ε' καὶ ρ'. [Ῥητόριος, Ἐπιτομὴ Τέχνης Ἀστρονομικῆς Β', Περὶ τοῦ ζῳδιακοῦ κύκλου, Λέων]

Γεννήσεις ἔχουσαι τὸν Ὡροσκόπον ἐν Λέοντι

Κατὰ Ἠφαιστίωνα, ἐφόσον δεν στέκεται ἀντιθέτη κάποια ἄλλη ἀστρικὴ αἰτία, ὁ Ὡροσκόπος ἐν Λέοντι σημειοδοτεῖ τὰ ἑξῆς:

ὁ γεννώμενος οὖν ἐπὶ τοῦ πρώτου ὑπὸ ὄχλων δορυφορεῖται καὶ ἀκουσθήσεται καὶ ἔσται ὀξὺς καὶ ἀκαταφρόνητος, εὐεργετῶν τοὺς ὑποτασσομένους καὶ πολλοὺς σκεπάσει καὶ κτήσεται, εὐεπίψογος δὲ διὰ γυναῖκα. τὰ δὲ σημεῖα αὐτοῦ· εὐμήκης τὴν ἡλικίαν, τὸ πρόσωπον ὡραῖος, ἐρυθρός, οἱ ὀφθαλμοὶ μεγάλοι, εὔρινος, αἱ κνῆμαι λεπταί, πόνος ἔσται περὶ τὸν πόδα καὶ ἐμπνευμάτωσις αὐτῷ ἔσται. οἱ δὲ τοῦ θεοῦ κλιμακτῆρες ἔτος α, ια, κγ, λβ, μῃ, νζ, χθ, οβ, οδ, πη. (Ὅποιος ἔχει Ὡροσκόπον εἰς τὸν πρῶτον δεκανὸν θὰ περιστοιχίζεται ἀπὸ πλῆθος ἀνθρώπων καὶ θὰ γίνει γνωστός, θὰ εἶναι ὀξὺς καὶ ἀκαταφρόνητος, θὰ εὐεργετεῖ ὅσους τοῦ ὑποτάσσονται καὶ θὰ τοὺς προστατεύει καὶ θὰ ἀποκτήσει πολλὰ ἀγαθά. Θὰ κατακρίνεται εὐκόλως ἀπὸ γυναῖκα. Τὰ χαρακτηριστικὰ του εἶναι ψηλός, μὲ ὡραῖον πρόσωπον, ἐρυθρωπὸς, μὲ μεγάλους ὀφθαλμούς, συμμετρικὴ μύτη, λεπτὰς κνήμας, θὰ ἔχει πόνον εἰς τὸν ἐναν πόδα καὶ πρήξιμον. Κρίσιμαι περίοδοι τοῦ βίου του ἔχουν καταγραφεῖ τὰ ἔτη 1ο, 11ο, 23ο, 32ο, 46ο, 57ο, 69ο, 72ο, 74ο καὶ 88ο).

ὁ δὲ γεννώμενος ἐπὶ τοῦ δευτέρου ἔσται δυνάστης, βασιλεύς, αὐτοκράτωρ ἀναγορευθήσεται καὶ πολλοὺς ὑποτάσσει καὶ κτίσει πόλεις, καὶ φορολογήσουσιν αὐτῷ πολλοί, καὶ θεογνωσία ἐπ' αὐτῷ καὶ εὕρεσις χρυσοῦ καὶ ἔνθεος αὐτοῦ ἡ γνώμη καὶ ἰσόθεος τιμή. τὰ δὲ σημεῖα· εὐμεγέθης, εὐρύστερνος, ἐκ τῶν μηρῶν εἰς τοὺς πόδας ἰσχναίνεται, λεοντόχρους τὴν χροιάν, ἡδὺς διαλεγόμενος, πόνος ἔσται αὐτῷ περὶ τὰ νευρικά. εἰσὶ δὲ οἱ τοῦ θεοῦ κλιμακτῆρες ἔτος θ, κα, λδ, μῃ, νβ, ο· ὁ θάνατος ὀξύς. (Ὅποιος ἔχει Ὡροσκόπον εἰς τὸν δεύτερον δεκανὸν θὰ εἶναι δυνάστης βασιλεὺς, θὰ ἀναγορευθεῖ αὐτοκράτωρ καὶ θὰ ὑποτάξει πολλούς, θὰ κτίσει πόλεις καὶ πολλοὶ θὰ τοῦ ἀποδίδουν φόρους, θὰ γνωρίσει τοὺς Θεοὺς καὶ θὰ εὑρεῖ χρυσόν, ἡ γνώμη του θὰ εἶναι θεϊκὴ καὶ θὰ τιμηθεῖ ὅπως οἱ Θεοί. Τὰ χαρακτηριστικὰ του εἶναι σωματώδης, εὐρύστερνος, ἀπὸ τοὺς μηροὺς μέχρι τοὺς πόδας θὰ λεπταίνει, θὰ ἔχει τὰ χρώματα τοῦ λέοντος, εὐχάριστος εἰς τὴν ὁμιλίαν, θὰ ἔχει πόνους εἰς τὰ νεῦρα καὶ ὀξὺν θάνατον. Κρίσιμαι περίοδοι τοῦ βίου του ἔχουν καταγραφεῖ τὰ ἔτη 9ο, 21ο, 34ο, 46ο, 52ο καὶ 70ο).

ὁ δὲ ἐπὶ τοῦ τρίτου γεννώμενος τραφήσεται πλουσίως καὶ ἔσται φρόνιμος, πεπαιδευμένος, πολύφιλος, σωματικὰς δὲ βλάβας ἕξει καὶ περισφραγισμοὺς καὶ ἀγῶνας βασιλικοὺς καὶ ἐπιβουλὰς ἐξουσιαστικάς, ὕστερον δὲ αὐτῶν περιέσται καὶ κυριεύσει κτημάτων καὶ εὐχρημάτιστος ὑπὸ θεῶν καὶ ὑπὸ γυναικῶν εὐνοηθήσεται, σινωθήσεται δὲ περὶ τὰ ἄκρα. τὰ δὲ σημεῖα αὐτοῦ· μέσος τὴν ἡλικίαν, ἐρυθρὸς τὸ πρόσωπον, οἱ ὀφθαλμοὶ κεχυμένοι, ἔκλυτος περὶ τὰ γύναια. οἱ δὲ κλιμακτῆρες ἔτος ζ, ιγ, κγ, μγ, νβ, χῃ, οδ, πθ· τελευτήσει δὲ ἐπὶ τῆς ἰδίας καὶ ταφήσεται. (Ὅποιος ἔχει Ὡροσκόπον εἰς τὸν τρίτον δεκανὸν θὰ ἀναθραφεῖ πλουσίως καὶ θὰ εἶναι φρόνιμος, μορφωμένος, μὲ πολλοὺς φίλους, θὰ ὑποστεὶ σωματικὰς βλάβας, θὰ ἀποδείξει τὴν ἀξίαν του καὶ θὰ ἐμπλακεῖ εἰς βασιλικοὺς ἀγῶνας καὶ θὰ τὸν ἐπιβουλευθοῦν διὰ τὴν δύναμιν του. Κατόπιν θὰ ἐπικρατήσει καὶ θὰ ἀποκτήσει πολλὰ ἀγαθὰ καὶ χρήματα καὶ θὰ εὐνοηθεῖ ἀπὸ τοὺς Θεοὺς καὶ ἀπὸ γυναίκας, θὰ τραυματισθεῖ δὲ εἰς τὰ ἄκρα (χεῖρας ἢ πόδας). Τὰ χαρακτηριστικὰ του εἶναι μετρίου ὕψους, ἐρυθρωπὸς, μὲ ὀφθαλμοὺς χυτοὺς πρὸς τὰ κάτω καὶ θὰ εἶναι ἀχαλίνωτος μὲ τάς γυναίκας. Κρίσιμαι περίοδοι τοῦ βίου του ἔχουν καταγραφεῖ τὰ ἔτη 7ο, 13ο, 23ο, 33ο, 43ο, 52ο, 66ο, 74ο καὶ 89ο. Θὰ τελειώσει τὴν ζωὴν του εἰς τὸν τόπον ὅπου ἐγεννήθη καὶ θὰ ταφεῖ ἐκεῖ).

ὁ δὲ ἐπὶ τοῦ μεσεμβολήματος γεννώμενος ἔσται ἁρπο κρατικὸς καὶ ἐγγὺς θεῶν ἔσται, τινὲς δὲ καὶ ἄγαμοι τελευτῶσιν. (Ὅποιος ἔχει Ὡροσκόπον εἰς τὸ μεσεμβόλημα τοῦ Λέοντος μὲ τὴν Παρθένον θὰ εἶναι θελκτικὸς (Ἀρποκρατικός) καὶ θὰ εὑρίσκεται πλησίον τῶν Θεῶν, καὶ μερικοὶ θὰ πεθάνουν ἄγαμοι).
[Ἡφαιστίων, Ἀποτελεσματικὰ βιβλ. Α', κεφ. α', Λέων]

ΣΥΜΠΛΗΡΩΜΑΤΙΚΑ

Ἀποτελεῖ δὲ λευκόχροας, ὑποπήρους, τοῖς δὲ ὄμμασιν εὐχαρόπους, μεγαλοστόμους, ἀραιόδοντας, εὐτραχήλους, κοντορίνους, εὐστέρνους, ἐγκοιλίους, κάτωθεν ἰσχνοτέρους καὶ λεπτοσκελεῖς, βαρυφώνους, σκλη­ρούς, ἐντρόφους. τούτων δὲ τοὺς μὲν ἐν τῷ α' δεκανῷ φιλοκασιγνήτους, ὀρειβάτας, ἐπιμόχθους. κατὰ δὲ τὸν β' βασιλικούς, θρασεῖς, γενναίους, ἀρχοντικούς, ὀλιγοχρονίους, πατρῷα ὁλοθρεύοντας. κατὰ δὲ τὸν γ' ῥυπαρούς, βλοσυρώδεις, ψυγιζομένους, εὐπόρους, ἡγεμονικούς, ἐκδημοτικούς, πολλοὺς μὲν εὐεργετοῦντας, πολλοὺς δὲ καὶ ἀδικοῦντας, ἀποβάλλοντας ἀδελφοὺς καὶ ἑαυτοὺς οὐκ εὖ θανατοῦντας.
[Ῥητόριος, Ἐπιτομὴ Τέχνης Ἀστρονομικῆς Β', Περὶ τοῦ ζῳδιακοῦ κύκλου, Κριός]

ΠΑΡΑΝΑΤΕΛΛΟΝΤΕΣ

Πάλιν ἡ Καρδία Λέοντος, Λέοντος μοίρας ς' ι', βόρειος, μεγέθους πρώτου, κράσεως Διὸς καὶ Ἄρεως... Οὔτοι οἱ ἀστέρες ἰσομοίρως ὡροσκοποῦντες ἣ μεσουρανοῦντες ποιοῦσιν ἐνδόξους στρατηγικούς, χώρας καὶ πόλεις καὶ ἔθνη ὑποτάσσοντας καὶ διοικοῦντας καὶ φοβεροὺς ἀνθρώπους καὶ ἡγεμόνας καὶ στρατηλάτας, διοικητικούς, κεκινημένους, ἀνυποτάκτους, παρρησιαστικούς, φιλονείκους, ἀνυστικούς, εὐεπιβόλους, ἐπάνδρους, νικητικούς, πολυκτήμονας πάνυ καὶ ἄγαν πλουσίους, μεγαλοψύχους καὶ φιλοτίμους, φιλοκάλους, οὐ πάντως δὲ καλῶ τέλει τελευτῶντας.

Πάλιν οὐρὰ Λέοντος, Λέοντος μοίρας κη' ι’, βόρειος, μεγέθους α’, κράσεως Κρόνου καὶ Ἀφροδίτης. Ὁ ἐπὶ τῆς ὀσφύος τοῦ Λέοντος, Λέοντος μοίρας ιζ’ η’, βόρειος, μεγεθους α’, κράσεως Κρόνου καὶ Ἀφροδίτης. Ὑδρου αὐχήν. Λέοντος μοίρας γ' μ', νότιος, μεγέθους β', κράσεως Κρόνου καὶ Ἀφροδίτης. Καὶ οὔτοι πάλιν ὡροσκοποῦντες ἢ μεσουρανοῦντες ποιοῦσιν εὐτυχεῖς μὲν καὶ περικτήμονας καὶ περιφανεστάτους, ἐμπαθεῖς δὲ καὶ αἰσχροποιοὺς καὶ μαλακολάλους ἢ καὶ φιλορχηστὰς καὶ κακοφήμους δὲ περὶ τὰ ἀφροδίσια, προβαίνοντας δὲ τὶ ἡλικία ἱερωσυνῶν τινων μεταλαμβάνοντας, διὰ θρησκείαν τινὰ θεϊκὴν ἢ ἐγκράτειαν τιμωμένους καὶ ἐδεσμάτων τινῶν ἀπεχομένους. καὶ βιβλίων τέ τινων ἀπορρήτων εἰδήμονες γίνονται καὶ περὶ τὰ οὐράνια φιλόκαλοι, τοὺς δὲ ὀφθαλμοὺς μᾶλλον ὑπογλαύκους ἢ χαροποὺς ἔχοντες, εὐειδεῖς δὲ ταῖς ὄψεσιν.
[Ῥητόριος, Ἐπιτομὴ Τέχνης Ἀστρονομικῆς Ε', νη'. Περὶ τῆς τῶν ἀπλανῶν ἀστέρων δυνάμεως]