|
Χαρίτων, θυμίαμα στύρακα
Κλῦτέ μοι, ὦ Χάριτες μεγαλώνυμοι, ἀγλαότιμοι,
θυγατέρες Ζηνός τε καὶ Εὐνομίης βαθυκόλπου,
Ἀγλαΐη Θαλίη τε καὶ Εὐφροσύνη πολύολβε,
χαρμοσύνης γενέτειραι, ἐράσμιαι, εὔφρονες, ἁγναί,
αἰολόμορφοι, ἀειθαλέες, θνητοῖσι ποθειναί·
εὐκταῖαι, κυκλάδες, καλυκώπιδες, ἱμερόεσσαι
ἔλθοιτ' ὀλβοδότειραι, ἀεὶ μύσταισι προσηνεῖς.
|