ΠΑΡΟΥΣΑ ΦΑΣΙΣ

06:1512:3018:45
Ἀθῆναι

Ἐπισκεφθεῖτε τὴν σελίδα μας στὸ FB ΑΣΤΡΟΛΟΓΙΚΟΝ γιὰ νὲα & ἀνακοινώσεις


Ὁ Ζεὺς ἔνθρονος περιβάλλεται ἀπὸ Ἥλιον, Σελήνην, Γαῖαν καὶ Θάλασσαν. Πέριξ τούτων ὁ Ζῳδιακός.
Ὁ Ζεὺς ἔνθρονος περιβάλλεται ἀπὸ Ἥλιον, Σελήνην, Γαῖαν καὶ Θάλασσαν. Πέριξ τούτων ὁ Ζῳδιακός.
Φεβρουάριος 2017 Μάρτιος 2017 Απρίλιος 2017
Ἀπ Ἀρ Ἀρ Ἑρ Ζη Ἀφ Κρ
1 2 3 4
5 6 7 8 9 10 11
12 13 14 15 16 17 18
19 20 21 22 23 24 25
26 27 28 29 30 31
Εκτύπωση E-mail
Ἡ Παρθένος 17 Σεπτεμβρίου - 17 Ὀκτωβρίου
virgo.gif
Virgo zodiac sign johfra

Οὐρανομετρικὴ διέλευσις: 16 Σεπτεμβρίου - 30 Ὀκτωβρίου
Στοιχεῖον (Τρίωνον): Γῆ Χρῶμα: κεραμῶδες, στάχυος
Τριγωνοκράτορες Γῆς: ἡμέρας Ἀφροδίτη, νυκτὸς, ἐπίκοινος Ἑρμῆς
Οἶκος: Ἑρμοῦ (νυκτερινός) Ὕψωμα: Ἑρμοῦ 15° / Ταπείνωμα: Ἀφροδίτης 20°
Πρόσωπα Δεκανῶν: Ἥλιος/1ος, Ἀφροδίτη/2ος, Ἑρμῆς/3ος
Ὁρια: 1° - 7° Ἑρμῆς, 8 ° - 17° Ἀφροδίτη, 18° - 21° Δίας, 22° - 28° Ἄρης, 29° - 30° Κρόνος (κατὰ Ἡφαιστ./Αἰγυπτίους)
1° - 7° Ἑρμῆς, 8° - 13° Ἀφροδίτη, 14° - 18° Δίας, 19° - 24° Κρόνος, 25° - 30° Ἄρης (κατὰ Πτολεμαῖον)
Λαμπραὶ μοῖραι: 10°, 17°, 20°, 26°, 29°
Βοτάνη: καλαμίνθη
Κληίδαι Λέξεις:φθινοπωρινό, ὑποτακτικὸ, ἡμερινὸ, φωνῆεν, ἀνθρωποειδές, πτερωτό
Ἀνατομία: Ἡ γαστὴρ καὶ τὰ ἐσωτερικὰ της ὄργανα

 

Ἡ Παρθένος ἐφορεύεται ἀπὸ τὴν θέαν Δήμητραν

astraia_sm.jpgΤὸ τῆς Παρθένου Ἄστρον, δεύτερον τῷ μεγέθει ἐν τοῖς οὐρανοῖς σχετίζεται ἀπ’ ἀρχαιότητος πρὸς Θεὰν τινὰ.

Οἱ τῆς Παρθένου Μῦθοι ἐπλάσθησαν σὺν τῷ χρόνῳ. Συμφώνως τῷ Ἠσιόδῳ ἡ Τιτανὶς Ἀστραία, θυγάτηρ τοῦ Ἀστραίου καὶ κόρη τῆς Ἠοῦς, συνεπικούρισε τῷ Διὶ ἅμα τῇ ἐνάρξει τῆς Τιτανομαχίας. Ἅμα δὲ τῇ ληξει αἴτησε τῷ Διὶ διατηρεῖσθαι τὴν παρθενίαν της. Ὁ Ζεὺς συναίνεσε καὶ τὴν ἐτίμησε τοποθετώντας την ἐν οὐρανοῖς τῷ ἀστρῳ τῆς Παρθένου, ἀναθέτοντας της δὲ τὴν τοῦ Κεραυνοῦ του φορὰν!

Καθὼς ἡ Ἀστραία ἔγινε ἡ Τιμωρὸς Θεὰ ἡ φέρουσα τὸν Κεραυνὸν τοῦ Διὸς ἐπὶ τοῦ στόχου, ἐταυτίσθη μετὰ τῆς Θεᾶς Δίκης, θυγατρὸς τοῦ Διὸς καὶ Κόρης τῆς Θέμιδος, ἢ ἀκόμη καὶ μετὰ τῆς Νεμέσεως, τὴν αὐστηρὴν Θεὰν τὴν προάγουσαν τὸ Ἔργον τῆς Δίκης. Οὕτως ἐλέγετο ὅτι κάποτε συνέβιον τοῖς ἀνθρώποις, ἀλλὰ τοὺς ἐγκατέλειψε πρὸς Ὄλυμπον καὶ μετέστη ἒς Ἄστρον (τῆς Παρθένου) ὅτε ἐκεῖνοι κατέστησαν ἑαυτοὺς ἀδίκους. Ἀρχικῶς τὸ τῆς Παρθένου Ἄστρον περιελάμβανε καὶ τὸ τοῦ νῦν Ζυγοῦ, ὅπου ἡ Παρθένος Ἀστραία ἔφερε τὸν τῆς Δίκης Ζυγόν.

Ἡ Δημήτηρ ἀποτελεῖ Θυγατέραν τοῦ Κρόνου καὶ Κόρην τῆς Ῥέας, Ἀδελφήν, δέ, τοῦ Διός. Οἱ Μῦθοι της διεδόθησαν εἰς τὸ σύνολον τῶν περιοχῶν τοῦ –τότε- ἑλληνικοῦ κόσμου, ὅπου τὰ δημητριακὰ θάλλουν! Ἡ Θεὰ διδάσκει τὴν καλλιέργεια τοῖς ἀνθρώποις χαρίζοντας καὶ τὰ δῶρα της. Κατὰ παράδοσιν τινὰ ἡ Θεὰ συνευρεθεῖσα τῷ Ἥρωι Ἰασιώνι σὲ "ἀγρὸν ὀργωμένον τρεῖς φορὰς" τέκει τὸν Πλοῦτον.

rubens_statue-of-ceres_sm.jpgΤὸν κυρίαρχον Μῦθον ἀποτελεῖ ὅμως ὁ τῆς ἁρπαγῆς τῆς Περσεφόνης. Ἡ Δημήτηρ τῷ Διὶ μετὰ φιλότητος μιγεῖσα τέκει τὴν Περσεφόνην. Μήτηρ καὶ Κόρη ἦσαν ἀχώρισται ἕως ὅτου ὁ Θεὸς τοῦ Ἅδου Πλούτων ἐρωτεύθη τὴν Περσεφόνην ποθώντας τὴν ὡς σύζυγον του. Τῇ συναινέσει τοῦ Διὸς τὴν ἥρπαξε ἐκ τῶν Νυσαίων Ἀγρῶν καταβιβάζοντάς την ἒς Ἅδην. Ἡ Δημήτηρ ἀπαρηγόρητος ὑπὸ τοῦ ἀφανισμοῦ τῆς Κόρης της τὴν ἀνεζήτη παντοῦ ὥσπου πληροφορήθη τελικῶς ὑπὸ τῆς Ἑκάτης καὶ τοῦ Ἠλίου ὅτι ἡ Κόρη της εὑρέθη ἒς Ἅδην.

Ὀργισθεῖσα πρὸς τὸν Δίαν τότε, ὅστις συνεπικούρησε τὴν ἀπαγωγήν, ἐγκαταλείπει τὸν Ὄλυμπον καὶ λαμβάνοντας μορφὴν γηρασμένου γυναικὸς τινὸς ἐλαύνει ἒς Ἐλευσίναν. Τεθλιμμένη οὖσα θρηνεῖ συμπαρασύροντας ὅλην τὴν Φύσιν. Τὰ φυτὰ παύουσιν καρποδοτεῖν καὶ ἡ χθὼν τρέπεται ἄγονος. Τότε ὁ Ζεὺς πέμπει ἒς Ἅδην τὸν Ἑρμῆν ἵνα συναιτίσει τὸν Πλούτωνα ὄπως ἐπιστρέψῃ τὴν Κόρην παύοντας τὴν τῆς Δήμητρος θλῖψιν. Ὁ Πλούτων δέχεται μέν, ἀλλὰ πρὸ τῆς ἐπιστροφῆς, τῆς παραχωρεῖ πρὸς βρῶσιν κόκκους ῥοιῆς, συμβόλου Γάμου καὶ γονιμότητος. Ὁ Ἑρμῆς ὁδηγεῖ τὴν Περσεφόνην τῇ μητρὶ της ἡ ὁποία πλέον ἀγαλλιάζει. Παύει τὴν ἀφορίαν καὶ γέμει βλαστῶν τὲ καὶ θαλλῶν τὰ φυτά. Δίδει τοῖς ἀνθρώποις τὰς Ἱερὰς Τελετὰς καὶ τὰ Μυστήρια τὰ τελούμενα ἐν Ἐλευσῖνι πρὸς Τιμὴν τῆς Θεᾶς, τῆς Κόρης καὶ τοῦ Συζύγου της.

leighton-return-of-persephone_sm.jpgἩ Περσεφόνη ὅμως δὲν δύναται νὰ μείνη ἒς ἀεὶ παρὰ τῇ Δήμητρι ἐφόσον ἔχει δεχθεῖ τροφήν ὑπὸ τοῦ Ἅδου καὶ ὀφείλει ἐπανεπιστρέφεσθαι. Οὕτως, τῇ παρεμβάσει τοῦ Διὸς καὶ τῆς Ἑκάτης, αἱ Θεαὶ συμφωνοῦσιν τὴν παραμονὴν τῆς Περσεφόνης κατὰ τὸ ἤμιση τοῦ χρόνου ἐν Ἅδῃ παρὰ τῷ συζύγῳ της καὶ τὸ ἕτερον ἤμιση τοῦ χρόνου ἐν Ὀλύμπῳ παρὰ τῇ μητρὶ της. Ἔκτοτε ἕκαστον φθινόπωρον ἡ Περσεφόνη κατέρχεται ἒς Ἅδην προκαλοῦσα τὴν τῆς χθονὸς ἀκαρπίαν τὲ καὶ τοῦ χειμῶνος μελαγχολίαν. Ἕκαστον δὲ ἔαρ ἀνέρχεται ἒς Ὄλυμπον φέροντας θάλλος τὲ καὶ ἄνοιξην τῶν καρπῶν κάθε εἴδους! Σύμβολα τῆς Θεᾶς ἀποτελοῦσι μεταξὺ ἄλλων ὁ μήκων, τὸ δρέπανον καὶ ὁ στάχυς.

Μάλιστα στάχυς ὀνομάζεται καὶ ὁ λαμπρότερος Ἀστὴρ τοῦ τῆς Παρθένου Ἄστρου. Πρὸς Τιμὴν τῆς Θεᾶς ἐτελούταν ἐπίσης, μεταξὺ ἄλλων, τὰ Προαρητούρια ἢ Προαρκτούρια, κατὰ τὴν ἀνατολὴν τοῦ Ἀρκτούρου, καὶ τὰ Ἀλώα, κατὰ τὴν νῦν 12/12. Ὁ Ἀστὴρ Ἀρκτοῦρος τοῦ Ἀστρου τοῦ Βοώτου, παρὰ τῇ Παρθένῳ, σχηματίζει ἐν μεῖζον τρίγωνον μετὰ τοῦ Στάχεως καὶ τοῦ Λεοντείου Βασιλίσκου.

Ἐν Αἰγύπτῳ ἡ Παρθένος συνεδέετο πρὸς πλευρὰς τινὰς τῆς Μεγάλης Θεᾶς Ἴσιδος, συζύγου τοῦ Ὀσίριδος, Θεὰ ἐπίσης ἐφορεύουσα τὴν γονιμότητα καὶ καρποφορίαν, ἰδίως τῆς περὶ τὸν Νεῖλον χώρας. Ἡ ἀνατολὴ τῆς Παρθένου ἀκολουθοῦσε τὴν τοῦ Νείλου ζωογόνον καὶ ἄφθονον πλημυρίδαν.

demeter.jpg
Ἡ Θεὰ Δήμητρα, ἄγαλμα ἑλληνιστικῆς περιόδου

parthenos2_sm.jpgὉ ἀστερισμός τῆς Παρθένου εἶναι ὁρατὸς τοὺς χειμερινοὺς καὶ ἐαρινοὺς μῆνας.

Ὁ Ἥλιος ἀνατέλλει ἐν τῷ Παρθένῳ δωδεκατημορίῳ ἀπὸ τὴν 17ην Σεπτεμβρίου ἓως τὴν 17ην Ὀκτωβρίου μὲ οὐρανομετρικὴν διέλευσιν ἀπὸ τοὺς Παρθένου ἀστέρας περίπου ἀπὸ τὴν 16ην Σεπτεμβρίου ἓως τὴν 30ην Ὀκτωβρίου. Νοεμβρίου ἀρχαῖς γίνεται ὁρατὸς ἐς ἀνατολὴν πρὸ τῆς αὐγῆς. Ἰανουαρίου ἀρχαῖς ἀνατέλλει περὶ τοῦ μεσονυκτίου. Μαΐου ἀρχαῖς δύει πρὸ τῆς αὐγῆς καὶ Αὐγούστου ἀρχαῖς δύει ἔπειτα ἀπὸ τὸν Ἥλιον. Ἔκτοτε καὶ διὰ τρεῖς μῆνας ἀνατέλλει τὴν ἡμέραν καὶ εἶναι ἀόρατος δι' ἐμᾶς.

parthenos1_sm.jpgΤὸ ἄστρον εἶναι εὐκρινέστατον μεταξὺ τῶν ἄλλων τοῦ ζῳδιακοῦ, μὲ πλείστους ἀστέρας λαμπρούς καὶ ἐντοπίζεται εὔκολα ἐκ τοῦ γνωστοῦ ἀστέρος Στάχυος (ά Παρθένου, Spica). Ἄλλοι λαμπροὶ ἀστέρες εἶναι ὁ β΄Παρθένου (Zavijava), ὁ γ΄Παρθένου (Porrima), ὁ δ' Παρθένου (Auva), ὁ Προτρυγητὴρ (ε' Παρθένου, Vindemiatrix) καὶ τὸ Σύρμα (ι' Παρθένου). Διπλοὶ ἀστέρες οἱ θ' καὶ τ' Παρθένου ἐνὼ ὁ γ' Παρθένου εἶναι διπλὸ ἀστρικὸ σύστημα.

Παρατηρήσιμος ὄμβρος μετεωριτῶν αἱ Ἦτα Παρθενίδαι, διαρκοῦσαι ἀπὸ τὴν 24ην Φεβρουαρίου ἕως τὴν 27ην Μαρτίου. Τὸ μέγιστον τοῦ ὄμβρου εἶναι κινητὸ ἀλλὰ συνήθως συμβαίνει περὶ τὴν 18ην Μαρτίου. Ἐπίσης ὁ ὄμβρος μετεωριτῶν Θῆτα Παρθενίδαι, διαρκοῦσαι ἀπὸ τὴν 10ην Μαρτίου ἕως τὴν 21ην Ἀπριλίου, μὲ μέγιστον περὶ τὴν 20ην Μαρτίου. Αἱ Πὶ Παρθενίδαι, διαρκοῦν ἀπὸ τὴν 13ην Φεβρουαρίου ἕως τὴν 8ην Ἀπριλίου, μὲ μέγιστον μεταξὺ τῆς 3ης καὶ 9ης Μαρτίου.

 

Σχετικαὶ Σελίδαι ἐν Διαδικτύῳ:  

Ὁ ζῳδιακὸς ἀστερισμὸς τῆς Παρθένου εἶναι τὸ ἕβδομον κατὰ σειρὰ ζώδιον μετὰ τὴν ἐαρινήν ἰσημερίαν καὶ σημειοδοτεῖ τὸν πρῶτον μῆνα τοῦ φθινοπώρου.

Ἡ ἀλλαγὴ τῶν ἐποχῶν γίνεται κατὰ τοὺς τροπικοὺς μῆνας καὶ τὰ ζῴδια ποὺ τοὺς σημειοδοτοῦν. Καθῶς ἔρχεται ὁ τελευταῖος μὴν μίας ἐποχῆς ὁ καιρὸς ἐτοιμάζεται γιὰ μεγαλυτέρα ἀλλαγὴ καὶ εἴσοδον εἰς τὴν ἐπόμενην ἐποχήν ἔτσι ὁ μὴν αὐτὸς ἐμφανίζει ἀμφότερα τὰ χαρακτηριστικὰ τῆς ἐποχῆς του, κατὰ τὴν ἀρχὴν του καὶ τὰ χαρακτηριστικὰ τῆς ἐπομένης κατὰ τὸ τέλος του, διὸ καὶ καλεῖται δίσωμος. Ὁ ἑπόμενος μὴν ἀπὸ ἐκεῖνον τῆς θερινῆς τροπῆς (θερινὸ ἡλιοστάσιο) σημειοδοτεῖ τὴν πλέον γόνιμην περίοδον τῆς ἐποχῆς τοῦ θέρους, ὅπου γίνεται ἡ ὠρίμανσίς των περισσοτέρων καρποφόρων φθάνοντας εἰς τὸ πλουσιότερον στάδιον τοῦ φυσικοῦ κύκλου.

Ὁ τελευταῖος μὴν τοῦ θέρους σημειοδοτεῖ τὴν ὠρίμανσιν τῶν καρπῶν καὶ τὴν ἔναρξιν τοῦ θερισμοῦ τῆς ἐσοδειᾶς. Οἱ συμβολισμοὶ αὐτοὶ τοῦ θερισμοῦ καὶ τῆς ἐσοδειὰς καθὼς καὶ τὰ ἀντίστοιχα ἐποχιακὰ καιρικὰ φαινόμενα ποὺ παρατηρήθησαν, ἐνετάχθησαν κατὰ τὴν ἑλληνιστικὴν ἐποχὴν ἐντὸς τῶν ἰδιοτήτων τοῦ δωδεκατημορίου τῆς Παρθένου, διότι συνέπιπταν χρονικῶς μὲ τὴν διέλευσιν τοῦ Ἡλίου ἀπὸ τὸ δωδεκατημόριον αὐτό. Ἔτσι ἡ Παρθένος ἐχαρακτηρίσθη λ.χ. ζῴδιον δίσωμον, ὅμως λόγῳ τῆς μεταπτώσεως σήμερα εἶναι τροπικὸν, σημειοδοτώντας τὸν μήνα τῆς φθινοπωρινῆς ἰσημερίας.
 
Συνεπῶς κάποιες ἀπὸ τὶς ἰδιότητες τῶν δωδεκατημορίων κάθε ζῳδίου, ποὺ παραθέτουν οἱ ἑλληνιστικοὶ ἀστρολόγοι, ἰσχύουν καὶ σήμερα ἐνῶ ἄλλες ὄχι - ὅσες δὲν ἀποτελοῦν μέρος τῶν καθαυτῶν ἀστρικῶν ἰδιοτήτων του ζῳδίου, ἄλλὰ τοῦ γηίνου ἐποχιακοῦ κύκλου. Αἱ ἀστρικαὶ ζῳδιακαὶ ἰδιότηται καὶ αἱ γήιναι ἐποχιακαὶ συγκεράζονται καθ' ἑκάστην ζῳδιακὴν ἐποχήν. Ὁ συνδυασμός των μᾶς δίδει τὸ σύνολον τῶν χαρακτηριστικῶν τοῦ δωδεκατημορίου/μηνός ποὺ μᾶς ἐνδιαφέρει. Παραθέτουμε τάς ἀστρολογικὰς ἰδιότητας τοῦ δωδεκατημορίου τῆς Παρθένου, ἀπὸ διάφορους ἀστρολόγους ὅπως Πτολεμαῖον, Ἡφαιστίωνα, Ῥητόριον κ.ἄ., ἐνῶ μεταφέραμε τὶς κλιματικὲς/ἐποχιακὲς στὸ ζῳδιακὸ δωδεκατημόριο ποὺ σήμερα σημειοδοτεῖ τὸν ἀντίστοιχο μῆνα (επὶ τοῦ προκειμένου, ὁ Λέων). Ἡ Παρθένος σημειοδοτεῖ τὸν 1ον φθινοπωρινὸ μῆνα.
 
Ἀστέρων Παρθένου δυνάμεις

Τῶν δὲ κατὰ τὴν Παρθένον οἱ μὲν ἐν τῇ κεφαλῇ καὶ ὁ ἐπ' ἄκρας τῆς νοτίου πτέρυγος ὅμοιον ἔχουσι τὸ ποιητικὸν τῷ τε τοῦ Ἑρμοῦ καὶ ἠρέμα τῷ τοῦ Ἄρεως οἱ δὲ λοιποὶ τῆς πτέρυγος λαμπροὶ καὶ οἱ κατὰ τὰ περιζώματα τῷ τε τοῦ Ἑρμοῦ καὶ ἠρέμα τῷ τῆς Ἀφροδίτης· ὁ δὲ ἐν τῇ βορείῳ πτέρυγι λαμπρὸς καλούμενος δὲ Προτρυγητὴρ τῷ τοῦ Κρόνου καὶ τῷ τοῦ Ἑρμοῦ· ὁ δὲ καλούμενος Στάχυς τῷ τε τῆς Ἀφροδίτης καὶ ἠρέμα τῷ τοῦ Ἄρεως· οἱ δὲ ἐν ἄκροις τοῖς ποσὶ καὶ τῷ σύρματι τῷ τοῦ Ἑρμοῦ καὶ ἠρέμα τῷ τοῦ Ἄρεως. [Πτολεμαῖος, Τετράβιβλος βιβλ. Α', Περὶ τῆς τῶν ἀπλανῶν ἀστέρων δυνάμεως]

Ἀνατέλλει δὲ ἀπὸ μοίρας α' ἕως γ' κεφαλή, ἀπὸ δὲ δ' ἕως ς' ῥίν, ἀπὸ ζ' ἕως ι' τράχηλος, ἀπὸ ια' ἕως ιγ' βραχίων, ἀπὸ ιδ' ἕως ιη' δάκτυλοι, ἀπὸ ιθ' ἕως κα' στάχυες, ἀπὸ κβ' ἕως κγ' κνῆμαι, ἀπὸ κδ' ἕως κζ' τὰ πρὸς βορρᾶν, αἱ δὲ λοιπαὶ πρὸς νότον. [Ῥητόριος, Ἐπιτομὴ Τέχνης Ἀστρονομικῆς Β', Περὶ τοῦ ζῳδιακοῦ κύκλου, Παρθένος]

Χῶραι εὑρισκόμεναι ὑπὸ τῆς Παρθένου

Τῇ δ' ὕπο πᾶσα Ῥόδος καὶ Κυκλάδες ἄμμιγα νῆσοι καὶ δρύες Ὠγύγιαι, ἃς Ἀρκάδες ἄνδρες ἔδεσκον, καὶ βαθυδινήεις τε μέγας ῥόος Ὠκεανοῖο καὶ κλίμ' Ἀχαιϊκὸν ἔσχε Λακωνίδος ἠδὲ Λακώνων.

κατὰ δὲ Πτολεμαῖον Βαβυλωνία, μέση Αἰθιοπία, Μέση ποταμῶν, Ἀσσυρία, Ἑλλάς, Ἀχαΐα, Κρήτη. κατὰ μέρος δὲ κατὰ μὲν τὸν νῶτον Ἰωνία, κατὰ δὲ τὰ μέσα ἐξ ἀριστερῶν Ῥόδος, Πελοπόννησος, κατὰ δὲ τὸ σύρμα ἐξ ἀριστερῶν Ἀρκαδία, Κυρήνη, κατὰ τὴν δεξιὰν χεῖρα Δωρίς, κατὰ τὴν εὐώνυμον Σικελία, κατὰ τὸν Στάχυν Περσική. [Ἡφαιστίων, Ἀποτελεσματικὰ βιβλ. Α', κεφ. α', Παρθένος] 

εἰσι δὲ καὶ ὑποτεταγμένα κλίματα ταῦτα· Ἑλλάς, Ἰωνία, Ἀχαία, Μεσοποταμία, Βαβυλωνία, Μέση Αἰθιοπία, Ἀσσυρία, Κρήτη. [Ῥητόριος, Ἐπιτομὴ Τέχνης Ἀστρονομικῆς Β', Περὶ τοῦ ζῳδιακοῦ κύκλου, Παρθένος]

Δεκανοὶ - Παρανατέλλοντες

Οἱ δὲ τρεῖς αὐτοῦ δεκανοί· Τὼμ ὁ πρῶτος, Οὐεστεβκὼτ ὁ δεύτερος, Ἀφόσο ὁ τρίτος. [Ἡφαιστίων, Ἀποτελεσματικὰ βιβλ. Α', κεφ. α', Παρθένος] 

ἔχει δεκανούς τρεῖς, καὶ τῷ μὲν α' δεκανῷ παρανατέλλουσι θεά τὶς ἐπὶ θρόνου καθεζομένη καὶ τρέφουσα παιδίον, ἥν τινες λέγουσι τὴν ἐν ἀτρίῳ θεὰν Ἶσιν τρέφουσαν τὸν Ὧρον. παρανατέλλουσι δὲ καὶ Στάχυς καὶ τὰ μέσα τῆς Ὕδρας καὶ ἡ κεφαλὴ τοῦ Κόρακος καὶ ἡ κεφαλὴ τοῦ Λέοντος τῆς δωδεκαώρου. τῷ δὲ β' δεκανῷ παρανατέλλουσι Μοῦσα λυρίζουσα καὶ τὰ μέσα τοῦ Κόρακος καὶ ἡ οὐρὰ τῆς Ὕδρας καὶ τὸ ἥμισυ τοῦ Βοώτου τοῦ ταυροκεφάλου καὶ τὸ ἥμισυ τοῦ Ἀρότρου καὶ τὰ μέσα τοῦ Λέοντος τῆς δωδεκαώρου. τῷ δὲ τρίτῳ δεκανῷ παρανατέλλει τὸ ἄλλο ἥμισυ τοῦ Βοώτου καὶ τὸ ἕτερον ἥμισυ τοῦ Ἀρότρου καὶ ἡ οὐρὰ τοῦ Κόρακος καὶ οἱ Στάχυες καὶ ἡ οὐρὰ τοῦ Λέοντος τῆς δωδεκαώρου.

καὶ ὁ μὲν α' δεκανὸς φέρει πρόσωπον Ἡλίου, ὁ δὲ β' Ἀφροδίτης, ὁ δὲ γ' Ἑρμοῦ. ἡ δὲ Παρθένος οὐκ ἔχει λαμπροὺς ἀστέρας παρανατέλλοντας, λέγω δὴ τοῦ α' καὶ β' μεγέθους, παρανατέλλει δὲ μόνος ὁ ἐπ' ἄκρας τῆς νοτίας καὶ ἀριστερὰς πτέρυγος μοίρας β' λεπτῶν κς' καὶ μεγέθους τρίτου, κράσεως Ἑρμοῦ καὶ Ἄρεως, βόρειος. καὶ πάλιν ἐν τῇ δεξιᾷ πτέρυγι ὁ καλούμενος Προτρυγητὴς μοίρας ιε' λεπτῶν λς', βόρειος, μεγέθους γ', κράσεως Κρόνου καὶ Ἑρμοῦ. [Ῥητόριος, Ἐπιτομὴ Τέχνης Ἀστρονομικῆς Β', Περὶ τοῦ ζῳδιακοῦ κύκλου, Παρθένος]

Διάταξις κατὰ ἡμικύκλιον - λοιπαὶ ποιότηται

Φθινοπωρινὸ, τροπικὸν (σημειοδοτεῖ τὸν μῆνα τῆς φθινοπωρινῆς τροπῆς), ὑποτακτικὸν (θερινὸν ἡμικύκλιον τῶν ἰσημεριῶν), ἡμερινό (εἰς τὸ ἀριστερὸν ἡμικύκλιον μεταξὺ χειμερινῆς καὶ θερινῆς τροπῆς), ὑποτακτικὸν (ζῳδιακὰ τρίγωνα γῆς & ὕδατος), χερσαῖον, ἄγονον, καθάριον, κοινωνικό, ἀνθρωποειδὲς, φωνῆεν, πτερωτό. [Ῥητόριος, Ἐπιτομὴ Τέχνης Ἀστρονομικῆς Α', Περὶ τῆς ἐκ τῶν οἰκείων ἐνεργειῶν καὶ μορφώσεων ἐφηρμοσμένης τοῖς τοῦ ζῳδιακοῦ τμήμασι διάφορου προσηγορίας]

*[δεῖτε διάγραμμα, ἐκ τοῦ ἄρθρου Ὁ Ἐνιαύσιος Κύκλος]

Καιρικαὶ ἐπισημασίαι γιὰ τὸν 1ο φθινοπωρινὸ μῆνα

τὸ δὲ... δωδεκατημόριον καθόλου μέν ἐστι τρεπτικὸν καὶ μεταβολικόν, κατὰ μέρος δὲ τὰ μὲν προηγούμενα αὐτοῦ καὶ τὰ μέσα ἐστὶν εὔκρατα, τὰ δὲ ἑπόμενα ὑδατώδη, τὰ δὲ βόρεια πνευματώδη, τὰ δὲ νότια ἔνικμα καὶ λοιμικά. [Πτολεμαῖος, Τετράβιβλος, βιβλ. Β', Περὶ τῆς μερικῆς πρὸς τὰ καταστήματα φύσεως τῶν ζῳδίων]

Μελοθεσία (ἱατρομαθηματικὰ)

κυριεύει δὲ τοῦ σώματος κοιλίας καὶ τῶν ἐντὸς πάντων καὶ τῶν ἀποκρύφων· στοιχείων δὲ ζ' καὶ σ'. [Ῥητόριος, Ἐπιτομὴ Τέχνης Ἀστρονομικῆς Β', Περὶ τοῦ ζῳδιακοῦ κύκλου, Παρθένος]

Γεννήσεις ἔχουσαι τὸν Ὡροσκόπον ἐν Παρθένῳ

Κατὰ Ἠφαιστίωνα, ἐφόσον δεν στέκεται ἀντιθέτη κάποια ἄλλη ἀστρικὴ αἰτία, ὁ Ὡροσκόπος ἐν Παρθένῳ σημειοδοτεῖ τὰ ἑξῆς:

ὁ γεννώμενος οὖν ἐπὶ τοῦ πρώτου δεκανοῦ ἔσται ἀγαθός, φιλόγελως, πολύφιλος, ἐν τρυφῇ διάξει ἀγύναιος διὰ τὸ μὴ ἐπὶ μιᾶς μένειν καὶ κηδεμονίαν αὐτοῦ ποιήσεται ὁ οἰκεῖος αὐτοῦ δαίμων καὶ τύχη, ἔσται δὲ ἐπίνοσος, τεύξεται δὲ καὶ ἰατρικῶν βοηθημάτων καὶ μετὰ τὴν νεότητα εὐνοηθήσεται ἀπὸ γυναικὸς καὶ ἐσχάτης καλῆς τεύξεται. τὰ δὲ σημεῖα αὐτοῦ· τὸ μῆκος ὑψηλόν, εὔτολμος τὴν ψυχήν, τὸ πρόσωπον εὐειδής, οἱ ὀφθαλμοὶ ἐπέραστοι, ἡ ῥὶς σιμὴ καὶ παχεῖα ὀλίγον· σημεῖον ἕξει περὶ τὸν κόλπον. εἰσὶ δὲ οἱ τοῦ θεοῦ κλιμακτῆρες ἔτος ζ, ιβ, κγ, μα, νζ, χγ, οβ, πῃ. (Ὅποιος ἔχει Ὡροσκόπον εἰς τὸν πρῶτον δεκανὸν θὰ εἶναι ἀγαθός, φιλόγελος, πολύφιλος, κατὰ τὴν νεότητα θὰ καλοπεράσει καὶ θὰ εἶναι χωρὶς γυναῖκα διότι δεν θὰ μπορεὶ να μείνει μὲ μία. Τὴν φροντίδα του θὰ ἀναλάβει ὁ οἰκεῖος πρὸς αὐτὸν δαίμων καὶ ἡ τύχη. Θὰ εἶναι φιλάσθενος καὶ θὰ χρειασθεὶ ἰατρικὴ βοήθεια. Μετὰ τὴν νεότητα, θὰ εὐνοηθεῖ εἰς τὸ θέμα τῆς γυναικὸς καὶ θὰ περάσει καλῶς τὸν ὑπόλοιπον βίον του. Τὰ χαρακτηριστικὰ του εἶναι ψηλός, εὔτολμος τῇ ψυχῇ, μὲ ὡραῖον πρόσωπον καὶ ἐρωτικοὺς ὀφθαλμούς, ἡ μύτη μικρὴ καὶ κάπως παχεῖα καὶ θὰ ἔχει σημάδι εἰς τὸν κόρφον. Κρίσιμαι περίοδοι τοῦ βίου του ἔχουν καταγραφεῖ τὰ ἔτη 6ο, 12ο, 23ο, 41ο, 57ο, 63ο, 72ο καὶ 86ο).

ὁ δὲ ἐπὶ τοῦ δευτέρου γεννώμενος ἔσται φρόνιμος, ἀγχίνους, πεπαιδευμένος, ὀξύς, χαρίεις, ἰδιοκτήμων, καταφρονῶν τῶν πατρῴων, ἐὰν δὲ Ἀφροδίτη συμπαθήσῃ τῷ δεκανῷ διὰ μουσικῆς καὶ ἁρμονίας εὐεργετεῖται καὶ φιλεῖται. τὰ δὲ σημεῖα αὐτοῦ· εὐπρεπὴς τὸ μέγεθος, τὸ πρόσωπον λεπτός, εὐλαβὴς περὶ τὰ θεῖα, ὄνομα δὲ ἕξει μέγα, ἄρξει πολλῶν, φρόνιμος ἔσται καὶ εὐγράμματος καὶ εὔφωνος καὶ ἐσχάτην καλὴν ἕξει. εἰσὶ δὲ οἱ τοῦ θεοῦ κλιμακτῆρες ἔτος δ, θ, ις, κβ, λε, μγ, νζ, ξγ, ος, πβ, ϙς. (Ὅποιος ἔχει Ὡροσκόπον εἰς τὸν δεύτερον δεκανὸν θὰ εἶναι φρόνιμος, εὐφυής, πεπαιδευμένος, δυνατός, χαριτωμένος, θὰ ἀποκτήσει δικὴν του περιουσίαν καὶ θὰ περιφρονήσει τὴν πατρικήν. Ἐὰν ἡ Ἀφροδίτη εὐρεθεὶ εἰς τὸν δεκανὸν αὐτόν, θὰ εὐεργετηθεῖ ἐκ τῆς μουσικῆς καὶ τῆς ἁρμονίας καὶ θὰ γίνει πολὺ ἀγαπητός. Τὰ χαρακτηριστικὰ του εἶναι μεγαλόσωμος, μὲ λεπτὸν πρόσωπον, εὐλαβὴς ὡς πρὸς τὰ θεῖα, τὸ ὄνομα του θὰ γίνει γνωστόν καὶ θὰ ἄρχει πολλῶν ἀνθρώπων. Θὰ εἶναι φρόνιμος, θὰ γράφει καλῶς, θὰ ἔχει ὡραία φωνὴ καὶ θὰ περάσει καλῶς τὰ τελευταῖα ἔτη τῆς ζωῆς του. Κρίσιμαι περίοδοι τοῦ βίου του ἔχουν καταγραφεῖ τὰ ἔτη 4ο, 9ο, 16ο, 22ο, 35ο, 43ο, 57ο, 63ο, 76ο, 82ο καὶ 96ο).

ὁ δὲ ἐπὶ τοῦ τρίτου γεννώμενος ἔσται πλούσιος καὶ πεπαιδευμένος, σώφρων, δίκαιος, ἰδιοπράγμων, εὐσε βής, εὐμετάδοτος καὶ ἐπιτυχής, διὰ δὲ τέκνα καὶ γυναῖκα λυπεῖται, ἐσχάτης δὲ καλῆς τεύξεται. τὰ δὲ σημεῖα αὐτοῦ· μέση ἡλικία, μικροκέφαλος, εὔρινος, οὐ λείψει αὐτὸν ἄρτος ἕως θανάτου, ὀλιγοχρόνιος ἔσται καὶ θάνατον διὰ σιδήρου ἕξει. εἰσὶ δὲ οἱ τοῦ θεοῦ κλιμακτῆρες ἔτος θ, ιη, κδ, λε, νβ, ξς, οδ, πς. (Ὅποιος ἔχει Ὡροσκόπον εἰς τὸν τρίτον δεκανὸν θὰ εἶναι πλούσιος, πεπαιδευμένος, σώφρων, δίκαιος, θὰ οἰκειοπραγει, εὐσεβής, γενναιόδωρος καὶ ἐπιτυχής. Θὰ παρεὶ λύπας καὶ ἀπὸ τὴν γυναῖκα του καὶ ἀπὸ τὰ τέκνα του καὶ θὰ ἔχει καλὸν τέλος τοῦ βίου. Τὰ χαρακτηριστικὰ του εἶναι μετρίου ὕψους, μὲ μικρὴν κεφαλήν, φαρδιὰ μύτη, δεν θὰ τοῦ λείψει ὁ ἄρτος ἕως τὸν θάνατον του, θὰ εἶναι ὀλιγοχρονος καὶ ὁ θάνατος του θὰ προέλθει ἀπὸ σίδηρον. Κρίσιμαι περίοδοι τοῦ βίου του ἔχουν καταγραφεῖ τὰ ἔτη 9ο, 18ο, 24ο, 35ο, 52ο, 66ο, 74ο καὶ 86ο).

ὁ δὲ ἐπὶ τοῦ μεσεμβολήματος γεννώμενος ἔσται ἀπόκοπος ἢ ἀνδράσι συνερχό μενος, εἰ δὲ γυνὴ εἴη ἔσται τριβὰς καὶ γυναικὶ συνερχομένη καὶ ἀνδρῶν ἔργα ἐκτελεῖ. (Ὅποιος ἔχει Ὡροσκόπον εἰς τὸ μεσεμβόλημα τῆς Παρθένου μὲ τὸν Ζυγὸν θὰ εἶναι ἀποκομμένος ἢ θὰ συνευρίσκεται μεθ' ἀνδρῶν, ἐὰν εἶναι γυναῖκα μετὰ γυναικῶν καὶ θὰ ἐκτελεῖ ἀνδρικὰ καθήκοντα). [Ἡφαιστίων, Ἀποτελεσματικὰ βιβλ. Α', κεφ. α', Παρθένος]

ΣΥΜΠΛΗΡΩΜΑΤΙΚΑ

Ἀποτελεῖ δὲ εὔχροας, εὐμήκεις, εὐειδεῖς, εὐσυναλλάκτους, ἱλαρούς, προσηνεῖς, διαβαλλομένους <πρὸς> παιδία καὶ τὰ πλεῖστα ὡς φιλόπαιδας. ἐπὶ μὲν τοῦ α' δεκανοῦ μακροβίους, ἐπιμόχθους, παρὰ μεγάλοις προκύπτοντας, πολλὰ δὲ βλαπτομένους διὰ φιλοκέρδειαν. ἐπὶ τοῦ β' σοφούς, κατωφερεῖς καὶ ἀποβάλλοντας ἐν νεότητι, εἰς δὲ γῆρας εὐτυχεστέρους, ἐπιτευκτικούς, εὐπαθεῖς εἰς ἀσθένειαν. ἐπὶ δὲ τοῦ γ' ταπεινοὺς τῷ βίῳ, ὑποταγὴν λαμβάνοντας καὶ πολλὰ παρὰ τὴν ἀξίαν ὑπομένοντας. [Ῥητόριος, Ἐπιτομὴ Τέχνης Ἀστρονομικῆς Β', Περὶ τοῦ ζῳδιακοῦ κύκλου, Παρθένος]

ΠΑΡΑΝΑΤΕΛΛΟΝΤΕΣ

Ὁ Στάχυς Ζυγοῦ μοίρᾳ οὐδὲν κ' βόρειος μεγέθους πρώτου, κράσεως Ἀφροδίτης καὶ Ἑρμοῦ... Οὔτοι οἱ ἀστέρες ἰσομοίρως ὡροσκοποῦντες ἢ μεσουρανοῦντες ποιοῦσι τοὺς οὕτω γεννωμένους οὐ μόνον περιφανεῖς καὶ εὐπόρους καὶ ἐνδόξους ἀλλὰ καὶ πολυμαθεῖς καὶ ἐμφιλοσόφους καὶ λογίους καὶ ποιητικοὺς καὶ ἐπιστημονικοὺς καὶ εὐφυεῖς καὶ φιλομούσους καὶ φιλοτέχνους καὶ χρηστοήθεις καὶ ἀπολαυστικοὺς καὶ τρυφεροδιαίτους καὶ εὐφροσύνους. συνετούς τε καὶ διανοητικοὺς καὶ εὐεπιβόλους καὶ κατορθωτικοὺς καὶ σχεδὸν αὐτοδιδάκτους καὶ καθολικῶς διὰ λόγων ἀρετὴν ἤτοι φρονήσει δοξαζομενους, ζηλωτὰς τῶν ἀρετῶν, εὐστόμους, ἐπιχάρεις τῷ λόγῳ καὶ ἐρασμίους καὶ εὐαρμόστους τοῖς ἤθεσι, σπουδαίους, κριτικοὺς μεγαλόφρονας, ἐνίοτε καὶ πολυκοίνους, εὐκινήτους περὶ τὰ ἀφροδίσια ἐάνπερ καὶ ὁ Ἄρης ἀνατολικὸς ὢν ὑπέργειος ἐπιθεωρήσῃ ἕνα αὐτῶν ὡρονομοῦντα• ἐὰν δὲ ἐπιθεωρήσῃ ἐπίκεντρος ὁ Ἄρης καὶ πράγμασι περιπλέκονται γραπτῶν χάριν ἢ ἐπιθυμιῶν τίνων, ἐὰν μάλιστα οὕτως ὢν Ἄρης πρὸς Ἥλιον ὡρονομήσῃ• ἐὰν δὲ ἐν τῷ ὑπογείῳ τόπῳ εὑρεθῶσι ἥ τε Ἀφροδίτη καὶ ὁ Ἄρης ἑνὸς τούτων ὡρονομοῦντος ἢ καὶ ἐν τῷ δυτικῷ κέντρῳ, ἐκ τῶν ἐναντίων σώφρονας ποιοῦσι καὶ θεοσεβεῖς ἢ ἐνεργεῖν μὴ δυναμένους ἐν τοῖς ἀφροδισίοις ἢ σπανοτέκνους ἢ θηλυγόνους•

μεγάλη γὰρ διαφορὰ γινεται ἐκ τῆς πρὸς τὰ κέντρα σχέσεως τῆς Ἀφροδίτης καὶ τοῦ Ἄρεως, ἐὰν Κρόνος ἐπίδῃ τινὰ αὐτῶν τῶν ε' λαμπρῶν ἀστέρων ὡρονομοῦντα, ἰατρικῆς ἔμπειροι γίνονται καὶ προγνῶσται, ἀπὸ κρυφῶν βίβλων καὶ τελετῶν πολυΐστορες. ἐὰν δὲ Ζεὺς ἐπιθεωρήσῃ ὡρονομοῦντα ἕνα ὧν προεῖπον λαμπρῶν ἀστέρων μείζονας τάς εὐτυχίας καὶ τάς δόξας καὶ τάς ἀρχὰς καὶ τάς ἡγεμονίας παρέχεται, καὶ ἐν αὐτοῖς δὲ τούτοις διαφορὰν ἄλλην εὑρήσομεν• ἐὰν γὰρ ὡροσκοπῇ ἢ μεσουρανῇ ὅ τοῦ Στάχυος ἀστήρ, ποιεῖ ἱεροφάντας, ἱερεῖς μεγαλοτίμους ἢ φιλοσόφους ἢ τελετῶν τινων προφήτας καὶ μάλιστα τοὺς περὶ τὴν Ἑλλάδα γεννωμένους• ἐπὶ θηλυκῶν δὲ γενέσεων οὕτως εὑρεθεὶς ποιεῖ ἱερείας ἢ ἱεροφαντίδας ἢ καὶ μυστηρίων καὶ τελετῶν εἰδήμονας καὶ τελεσμάτων τινῶν ἀπεχομένους καὶ διὰ θεῶν μεγάλως βοηθουμένους. ἐὰν δὲ ὡροσκοπῇ ἢ μεσουρανῇ ὁ τοῦ βορείου Στεφάνου, ποιεῖ ἐνδόξους στεφανηφόρους, ἀρχιερεῖς, βασιλέων φίλους καὶ τῷ σώματι ἰσχυροὺς καὶ ὀνομαστοὺς γιγνομένους, παρὰ πολλῶν φιλουμένους. ἐὰν δὲ ὡροσκοπῇ ὁ του νοτίου Ἰχθύος, σπανοτέκνους ποιεῖ ἢ βραδυτέκνους ἢ θηλυγόνους ἢ ἀτέκνους, λογίους δὲ πάνυ καὶ μᾶλλον εὐειδεῖς. [Ῥητόριος, Ἐπιτομὴ Τέχνης Ἀστρονομικῆς Ε', νη'. Περὶ τῆς τῶν ἀπλανῶν ἀστέρων δυνάμεως]