goldenbar

ΟΡΦΙΚΟΙ ΥΜΝΟΙ, 21 – 40

ἑλληνικὸ πρωτότυπον ἐκ τῶν TLG (Thesaurus Lingua Graeca) καὶ ἐκδ. Λειψίας

Μυθογραφία Ὀρφέως

ΠΕΡΙΕΧΟΜΕΝΑ

Νεφέλων

θυμίαμα σμύρναν

Ἠέριοι νεφέλαι, καρποτρόφοι, οὐρανόπλαγκτοι,
ὁμβροτόκοι, πνοιῇσιν ἐλαυνόμεναι κατὰ κόσμον·
βρονταῖαι, πυρόεσσαι, ἐρίβρομοι, ὑγροκέλευθοι·
ἠέρος ἐν κόλπῳ πάταγον φρικώδε’ ἔχουσαι·
πνεύμασιν ἀντίσπαστοι ἐπιδρομάδην παταγεῦσαι,
ὑμέας νῦν λίτομαι, δροσοείμονες, εὔπνοοι αὔραις,
πέμπειν καρποτρόφους ὄμβρους ἐπὶ μητέρα γαῖαν.

Οι Ωκεανίδες Νεφέλες φέρουν βροχή πάνω από την Αλκμήνη, λεπτομέρεια από ερυθρόμορφο κρατήρα από την Ποσειδωνία (Πέστουμ), μέσα 4ου αι. π.Χ., Ιταλία

 

Τηθύος

θυμίαμα λιβανομάνναν

Ὠκεανοῦ καλέω νύμφην, γλαυκώπιδα Τηθύν,
κυανόπεπλον ἄνασσαν, εὔτροχα κυμαίνουσαν,
αὔραις ἡδυπνόοισι πατασσομένην περὶ γαῖαν.
θραύουσ’ αἰγιαλοῖσι πέτρῃσί τε κύματα μακρά,
εὐδινοῖς ἁπαλοῖσι γαληνιόωσα δρόμοισιν,
νηυσὶν ἀγαλλομένη, θηροτρόφος, ὑγροκέλευθε·
μήτηρ μὲν Κύπριδος, μήτηρ νεφέων ἐρεβεννῶν,
καὶ πάσης πηγῆς νυμφῶν νασμοῖσι βρυούσης·
κλῦθί μευ, ὦ πολύσεμνε, καὶ εὐμενέουσ’ ἐπαρήγοις,
εὐθυδρόμοις οὖρον νηυσὶν πέμπουσα, μάκαιρα.

Ωκεανός και Τηθύς, ψηφιδωτό ελληνιστικής περιόδου, 1ος-2ος αι. μ.Χ., Ζεύγμα

 

Νηρέως

θυμίαμα σμύρναν

Ὦ κατέχων πόντου ῥίζας, κυαναυγέτιν ἕδρην,
πεντήκοντα κόρῃσιν ἀγαλλόμενος κατὰ κῦμα,
καλλιτέκνοισι χοροῖς, Νηρεῦ, μεγαλώνυμε δαῖμον·
πυθμὴν μὲν πόντου, γαίης πέρας, ἀρχὴ ἁπάντων·
ὃς κλονέεις Δηοῦς ἱερὸν βάθρον, ἡνίκα πνοιὰς
ἐν μυχίοις κευθμῶσιν ἐλαυνομένας ἀποκλείεις·
ἀλλά, μάκαρ, σεισμοὺς μὲν ἀπότρεπε, πέμπε δὲ μύσταις
ὄλβον τ’, εἰρήνην τε, καὶ ἠπιόχειρ’ ὑγείαν.

Νηρεύς, αττικός ερυθρόμορφος αμφορέας, μέσα 4ου αι π.Χ.

 

Νηρηίδων

θυμίαμα ἀρώματα

Νηρέος εἰναλίου νύμφαι καλυκώπιδες ἁγναί,
φρίκιαι, ἐμβύθιαι, χοροπαίγμονες, ὑγροκέλευθοι,
πεντήκοντα κόραι περὶ κύμασι βακχεύουσαι,
Τριτώνων ἐπ’ ὄχοισιν ἀγαλλόμεναι περὶ νῶτα
θηροτύποις μορφαῖς, ὧν βόσκει σώματα πόντος·
ἄλλοι θ’ οἳ ναίουσι βυθόν, Τριτώνιον οἶδμα,
ὑδρόδομοι, σκιρτηταί, ἑλισσόμενοι περὶ κῦμα,
ποντοπλάνοι δελφῖνες, ἁλιρρόθιοι, κυαναυγεῖς·
ὑμέας κικλήσκω πέμπειν μύσταις πολὺν ὄλβον·
ὑμεῖς γὰρ πρῶται τελετὴν ἀνεδείξατε σεμνὴν
εὐιέρου Βάκχοιο καὶ ἁγνῆς Φερσεφονείης,
Καλλιόπῃ σὺν μητρὶ καὶ Ἀπόλλωνι ἄνακτι.

Η Νηρηίδα Θέτις και οι αδερφές της φέρουν τα όπλα του Αχιλλέως, αγγειογραφία κλασικής περιόδου

 

Πρωτέως

θυμίαμα στύρακα

Πρωτέα κικλήσκω, πόντου κληῖδας ἔχοντα,
πρωτογενῆ, πάσης φύσεως ἀρχὰς ὃς ἔφηνεν,
ὕλην ἀλλάσσων ἱερὴν ἰδέαις πολυμόρφοις,
πάντιμος, πολύβουλος, ἐπιστάμενος τά τ’ ἐόντα,
ὅσσα τε πρόσθεν ἔην ὅσα τ’ ἔσσεται ὕστερον αὖτις·
πάντα γὰρ ἐν Πρωτεῖ πρώτη φύσις ἐγκατέθηκεν.
ἀλλά, πάτερ, μόλε μυστιπόλοις ὁσίῃσι προνοίαις
πέμπων εὐόλβου βιότου τέλος ἐσθλὸν ἐπ’ ἔργοις.

Η Θέτις ακούει τον Πρωτέα να προφητεύει για τον μελλοντικό της γιό, χαρακτηκή του Noel La Mire από τις Μεταμορφώσεις του Οβιδίου (Γαλλία, 1769)

 

Γῆς

θυμίαμα πᾶν σπέρμα πλὴν κυάμων καὶ ἀρωμάτων

Γαῖα θεά, μῆτερ μακάρων θνητῶν τ’ ἀνθρώπων,
πάντροφε, πανδώτειρα, τελεσφόρε, παντολέτειρα,
αὐξιθαλής, φερέκαρπε, καλαῖς ὥρῃσι βρύουσα·
ἕδρανον ἀθανάτου κόσμου, πολυποίκιλε κούρη,
ἣ λοχίαις ὠδῖσι κύεις καρπὸν πολυειδῆ·
ἀϊδίη, πολύσεπτε, βαθύστερν’, ὀλβιόμοιρε,
ἡδυπνόοις χαίρουσα χλόαις, πολυάνθεμε δαῖμον,
ὀμβροχαρής, περὶ τὴν κόσμος πολυδαίδαλος ἄστρων
εἱλεῖται φύσει ἀενάῳ καὶ ῥεύμασι δεινοῖς·
ἀλλά μάκαιρα θεά, καρποὺς αὔξοις πολυγηθεῖς,
εὐμενὲς ἦτορ ἔχουσα, σὺν εὐόλβοισιν ἐν ὥραις.

Γαία, ρωμαϊκό ανάγλυφο της εποχής του Αυτοκράτορος Αυγούστου

 

Μητρὸς θεῶν

θυμίαμα ποικίλα

Ἀθανάτων θεότιμε θεῶν μῆτερ, τροφὲ πάντων,
τῇδε μόλοις, κράντειρα θεά, σέο πότνι’ ἐπ’ εὐχαῖς,
ταυροφόνων ζεύξασα ταχύδρομον ἅρμα λεόντων,
σκηπτοῦχε κλεινοῖο πόλου, πολυώνυμε, σεμνή·
ἣ κατέχεις κόσμοιο μέσον θρόνον, οὕνεκεν αὐτὴ
γαῖαν ἔχεις, θνητοῖσι τροφὰς παρέχουσα προσηνεῖς·
ἐκ σέο δ’ ἀθανάτων τε γένος θνητῶν τ’ ἐλοχεύθη·
σοὶ ποταμοὶ κρατέονται ἀεὶ καὶ πᾶσα θάλασσα·
Ἰστίη αὐδαχθεῖσα· σὲ δ’ ὀλβοδότιν καλέουσι,
παντοίων ἀγαθῶν θνητοῖς ὅτι δῶρα χαρίζῃ.
ἔρχεο πρὸς τελετήν, ὦ πότνια, τυμπανοτερπής,
πανδαμάτωρ, Φρυγίης, σώτειρα, Κρόνου συνόμευνε,
Οὐρανόπαι, πρέσβειρα, βιοθρέπτειρα, φίλοιστρε·
ἔρχεο γηθόσυνος, κεχαρημένη εὐσεβίῃσιν.

Ρέα Κυβέλη, άγαλμα και αναβρυτήριο, Plaza de Cibeles, Μαδρίτη

 

Ἑρμοῦ

θυμίαμα λίβανον

Κλῦθί μευ, Ἑρμεία, Διὸς ἄγγελε, Μαιάδος υἱέ,
παγκρατὲς ἦτορ ἔχων, ἐναγώνιε, κοίρανε θνητῶν,
εὔφρων, ποικιλόβουλε, διάκτορε Ἀργειφόντα,
πτηνοπέδιλε, φίλανδρε, λόγου θνητοῖσι προφῆτα·
γυμνάσιν ὃς χαίρεις δολίαις τ’ ἀπάταις, ὀφιοῦχε·
ἑρμηνεῦ πάντων, κερδέμπορε, λυσιμέριμνε·
ὃς χείρεσσιν ἔχεις εἰρήνης ὅπλον ἀμεμφές·
Κωρυκιῶτα, μάκαρ, ἐριούνιε, ποικιλόμυθε,
ἐργασίαις ἐπαρωγέ, φίλε θνητοῖς ἐν ἀνάγκαις·
γλώσσης δεινὸν ὅπλον τὸ σεβάσμιον ἀνθρώποισι·
κλῦθί μευ εὐχομένου, βιότου τέλος ἐσθλὸν ὀπάζων,
ἐργασίῃσι, λόγου χάρισιν, καὶ μνημοσύνῃσιν.

Ο Ερμής με τον Διόνυσο βρέφος, ανακατασκευή του διάσημου αγάλματος του Πραξιτέλους στην Ολυμπία

 

Περσεφόνης

Περσεφόνη, θυγάτερ μεγάλου Διός, ἐλθέ, μάκαιρα,
μουνογένεια θεά, κεχαρισμένα δ’ ἱερὰ δέξαι·
Πλούτωνος πολύτιμε δάμαρ, κεδνή, βιοδῶτι·
ἣ κατέχεις Ἀϊδαο πύλας ὑπὸ κεύθεα γαίης,
Πραξιδίκη, ἐρατοπλόκαμε, Δηοῦς θάλος ἁγνόν,
Εὐμενίδων γενέτειρα, καταχθονίων βασίλεια·
ἣν Ζεὺς ἀρρήτοισι γοναῖς τεκνώσατο κούρην,
μῆτερ ἐριβρεμέτου πολυμόρφου Εὐβουλῆος,
Ὡρῶν συμπαίκτειρα, φαεσφόρε, ἀγλαόμορφε·
σεμνή, παντοκράτειρα, κόρη καρποῖσι βρύουσα,
εὐφεγγής, κερόεσσα, μόνη θνητοῖσι ποθεινή,
ἐαρινή, λειμωνιάσιν χαίρουσα πνοῇσιν,
ἱερὸν ἐκφαίνουσα δέμας βλαστοῖς χλοοκάρποις,
ἁρπαγιμαῖα λέχη μετοπωρινὰ νυμφευθεῖσα·
ζωὴ καὶ θάνατος μούνη θνητοῖς πολυμόχθοις,
Φερσεφόνεια· φέρεις γὰρ ἀεὶ καὶ πάντα φονεύεις.
κλῦθι, μάκαιρα θεά, καρποὺς δ’ ἀνάπεμπ’ ἀπὸ γαίης,
εἰρήνῃ θάλλουσα καὶ ἠπιοχείρ’ ὑγείῃ,
καὶ βίῳ εὐόλβῳ, λιπαρὸν γῆρας κατάγοντι
πρὸς σὸν χῶρον, ἄνασσα, καὶ εὐδύνατον Πλούτωνα.

Περσεφόνη και Πλούτων, ανάγλυφο αρχαϊκής περιόδου

 

Διονύσου

θυμίαμα στύρακα

Κικλήσκω Διόνυσον ἐρίβρομον, εὐαστῆρα,
πρωτόγονον, διφυῆ, τρίγονον, Βακχεῖον ἄνακτα,
ἄγριον, ἄρρητον, κρύφιον, δικέρωτα, δίμορφον,
κισσόβρυον, ταυρωπόν, Ἀρήιον, εὔιον, ἁγνόν,
ὠμάδιον, τριετῆ, βοτρυοτρόφον, ἐρνεσίπεπλον.
Εὐβουλεῦ, πολύβουλε, Διὸς καὶ Περσεφονείης
ἀρρήτοις λέκτροισι τεκνωθείς, ἄμβροτε δαῖμον·
κλῦθι, μάκαρ φωνῆς, ἡδὺς δ’ ἐπίπνευσον ἐνηής,
εὐμενὲς ἦτορ ἔχων, σὺν ἐϋζώνοισι τιθήναις.

Ο Διόνυσος επιστρέφει νικητής από την Ινδία, ψηφιδωτό, αρχαιολογικό μουσείο Σούσσας, Τυνησἰα

 

Κουρήτων

Σκιρτηταὶ Κουρῆτες, ἐνόπλια βήματα θέντες,
ποσσίκροτοι, ῥομβηταί, ὀρέστεροι, εὐαστῆρες,
κρουσιλύραι, παράρυθμοι, ἐπεμβάται ἴχνεσι κούφοις,
ὁπλοφόροι, φύλακες, κοσμήτορες, ἀγλαόφημοι,
μητρὸς ὀρειμανέος συνοπάονες, ὀργιοφάνται,
ἔλθοιτ’ εὐμενέοντες ἐπ’ εὐφήμοισι λόγοισιν,
βουκόλῳ εὐάντητοι ἀεὶ κεχαρηότι θυμῷ.

Οι Κουρήτες χορεύουν κάνοντας θόρυβο με τις ασπίδες τους, ενώ η Ρέα παρακολουθεί καθώς η Αμάλθεια θηλάζει το βρέφος Δία, εικονογραφία

 

Ἀθηνᾶς

θυμίαμα ἀρώματα

Παλλὰς μουνογενής, μεγάλου Διὸς ἔκγονε σεμνή,
δῖα μάκαιρα θεά, πολεμοκλόνος, ὀβριμόθυμε,
[Ἄρρητ’, εὐρήτη, μεγαλώνυμος, ἀντροδίαιτε·
ἣ τε διαΐσσεις ὑψαύχενας ἀκρωρείας,
ἠδ’ ὄρεα σκιόεντα, νάπῃσί τε σὴν φρένα τέρπεις].
ὁπλοχαρής, οἰστροῦσα βροτῶν ψυχὰς μανίῃσιν·
γυμνάζουσα κόρη, φρικώδη θυμὸν ἔχουσα.
Γοργοφόνος, φυγόλεκτρε, τεχνῶν μῆτερ πολύολβε.
ὁρμάστειρα, φίλοιστρε κακοῖς, ἀγαθοῖς δὲ φρόνησις
ἄρσην μὲν καὶ θῆλυς ἔφυς, πολεμήτοκε μῆτι.
αἰολόμορφε, δράκαινα, φιλένθεος, ἀγλαότιμε·
Φλεγραίων ὀλέτειρα Γιγάντων, ἱππελάτειρα.
Τριτογένεια, λύτειρα κακῶν, νικηφόρε δαῖμον,
γλαυκώφ’, εὑρεσίτεχνε, πολυλλίστη βασίλεια
ἤματα καὶ νύκτας αἰεὶ νεάτῃσιν ἐν ὥραις,
κλῦθί μευ εὐχομένου, δὸς δ’ εἰρήνην πολύολβον,
καὶ κόρην ἠδ’ ὑγίειαν ἐπ’ εὐόλβοισιν ἐν ὥραις.

Αθηνά, άγαλμα επονομαζόμενο Giustiniani, ρωμαϊκό αντίγραφο ελληνικού κλασικού, 4ος αι. π. Χ.

 

Νίκης

θυμίαμα μάνναν

Εὐδύνατον καλέω Νίκην, θνητοῖσι ποθεινήν,
ἣ μούνη λύει θνητῶν ἐναγώνιον ὁρμὴν,
καὶ στάσιν ἀλγινόεσσαν ἐπ’ ἀντιπάλοισι μάχῃσιν,
ἐν πολέμοις κρίνουσα τροπαιούχοισιν ἐπ’ ἔργοις,
οἷς ἂν ἐφορμαίνουσα φέρῃς γλυκερώτατον εὖχος.
πάντων γὰρ κρατέεις· πάσης δ’ ἔριδος κλέος ἐσθλὸν
Νίκῃ ἐπ’ εὐδόξῳ κεῖται θαλίῃσι βρυάζον.
ἀλλά, μάκαιρ’, ἔλθοις πεποθημένῳ ὄμματι φαιδρῷ,
αἰεὶ ἐπ’ εὐδόξοις ἔργοις κλέος ἐσθλὸν ἄγουσα.

Νίκη, πήλινο αγαλματίδιο, Μύρινα, 178-150 π.Χ.

 

Ἀπόλλωνος

θυμίαμα μάνναν

Ἐλθέ, μάκαρ Παιάν, Τιτυοκτόνε, Φοῖβε Λυκωρεῦ,
Μεμφῖτ’, ἀγλαότιμος, ἰήιος, ὀλβιοδῶτα,
χρυσολύρη, σπερμεῖος, ἀρότριε, Πύθιε, Τιτάν.
Γρύνειε, Σμινθεῦ, Πυθοκτόνε, Δελφικέ, μάντι,
ἄγριε, φωσφόρε δαῖμον, ἐράσμιε, κύδιμε κοῦρε·
Μουσαγέτη, χαροποιός, ἑκηβόλε, τοξοβέλεμνε,
Βράγχιε καὶ Διδυμεῦ, ἑκάεργος, Λοξία, ἁγνέ·
Δήλι’ ἄναξ, πανδερκὲς ἔχων φαεσίμβροτον ὄμμα,
χρυσοκόμη, καθαρὰς φήμας χρησμούς τ’ ἀναφαίνων·
κλῦθί μευ εὐχομένου λαῶν ὕπερ εὔφρονι θυμῷ.
τόνδε σὺ γὰρ λεύσσεις τὸν ἀπείριτον αἰθέρα πάντα,
γαῖαν τ’ ὀλβιόμοιρον ὕπερθεν καὶ δι’ ἀμολγοῦ
νυκτὸς ἐν ἡσυχίῃσιν ὑπ’ ἀστεροόμματου ὄρφνης
ῥίζας νέρθε δέδορκας, ἔχεις δέ τε πείρατα κόσμου
παντός· σοὶ δ’ ἀρχή τε τελευτή τ’ ἐστὶ μέλουσα,
παντοθαλής· σὺ δὲ πάντα πόλον κιθάρῃ πολυκρέκτῳ
ἁρμόζεις, ὁτὲ μὲν νεάτης ἐπὶ τέρματα βαίνων,
ἄλλοτε δ’ αὖθ’ ὑπάτην, ποτὲ Δώριον εἰς διάκοσμον
πάντα πόλον κιρνάς, κρίνεις βιοθρέμμονα φῦλα,
ἁρμονίῃ κεράσας παγκόσμιον ἀνδράσι μοῖραν·
μίξας χειμῶνος θέρεός τ’ ἴσον ἀμφοτέροισιν,
ταῖς ὑπάταις χειμῶνα, θέρος νεάταις διακρίνας,
Δώριον εἰς ἔαρος πολυηράτου ὥριον ἄνθος.
ἔνθεν ἐπωνυμίην σε βροτοὶ κλῄζουσιν ἄνακτα
Πᾶνα, θεὸν δικέρωτ’, ἀνέμων συρίγμαθ’ ἱέντα·
οὕνεκα παντὸς ἔχεις κόσμου σφρηγῖδα τυπῶτιν.
κλῦθι μάκαρ, σώζων μύστας ἱκετηρίδι φωνῇ.

Απόλλων, άγαλμα, Ακαδημία των Αθηνών

 

Λητοῦς

θυμίαμα σμύρναν

Λητὼ κυανόπεπλε, θεὰ διδυματόκε, σεμνή,
Κοιαντίς, μεγάθυμε, πολυλλίστη βασίλεια,
εὔτεκνον Ζηνὸς γονίμην ὠδῖνα λαχοῦσα,
γειναμένη Φοῖβόν τε καὶ Ἄρτεμιν ἰοχέαιραν,
τὴν μὲν ἐν Ὀρτυγίῃ, τὸν δὲ κραναῇ ἐνὶ Δήλῳ·
κλῦθι, θεὰ δέσποινα, καὶ ἵλαον ἦτορ ἔχουσα
βαῖν’ ἐπὶ πάνθειον τελετὴν, τέλος ἡδὺ φέρουσα.

Απόλλων, Άρτεμις, Λητώ, και Δήλος, αγγειογραφία, 4ος αι. π.Χ.

 

Ἀρτέμιδος

θυμίαμα μάνναν

Κλῦθί μευ, ὦ βασίλεια, Διὸς πολυώνυμε κούρη,
Τιτηνίς, βρομίη, μεγαλώνυμε, τοξότι, σεμνή,
πασιφαής, δαδοῦχε, θεά Δίκτυννα, λοχείη,
ὠδίνων ἐπαρωγὲ καὶ ὠδίνων ἀμύητε·
λυσίζωνε, φίλοιστρε, κυνηγέτι, λυσιμέριμνε,
εὔδρομος, ἰοχέαιρα, φιλαγρότι, νυκτερόφοιτε,
κλεισίη, εὐάντητε, λυτηρίη, ἀρσενόμορφε,
Ὀρθίη, ὠκυλόχεια, βροτῶν κουροτρόφε δαῖμον,
ἀγροτέρη, χθονίη, θηροκτόνος, ὀλβιόμοιρε·
ἣ κατέχεις ὀρέων δρυμούς, ἐλαφηβόλε, σεμνή,
πότνια, παμβασίλεια, καλὸν θάλος αἰὲν ἐοῦσα,
δρυμονία, σκυλακῖτι, Κυδωνιάς, αἰολόμορφε.
ἐλθέ, θεὰ σώτειρα, φίλη, μύστῃσιν ἅπασιν
εὐάντητος, ἄγουσα καλοὺς καρποὺς ἀπὸ γαίης
εἰρήνην τ’ ἐρατὴν καλλιπλόκαμον θ’ ὑγίειαν·
πέμποις δ’ εἰς ὀρέων κεφαλὰς νούσους τε καὶ ἄλγη.

Άγαλμα η Άρτεμις του Γκάμπι, ρωμαϊκό αντίγραφο εποχής Τιβερίου που βρέθηκε στο Γκάμπι της Ιταλίας, από ελληνικό πρωτότυπο αποδιδόμενο στόν Πραξιτέλη

 

Τιτάνων

θυμίαμα λίβανον

Τιτῆνες, Γαίης τε καὶ Οὐρανοῦ ἀγλαὰ τέκνα,
ἡμετέρων πρόγονοι πατέρων, γαίης ὑπένερθεν
οἴκοις Ταρταρίοισι μυχῷ χθονὸς ἐνναίοντες,
ἀρχαὶ καὶ πηγαὶ πάντων θνητῶν πολυμόχθων,
εἰναλίων, πτηνῶν τε καὶ οἳ χθόνα ναιετάουσιν·
ἐξ ὑμέων γὰρ πᾶσα πέλει γενεὴ κατὰ κόσμον.
ὑμᾶς κικλήσκω μῆνιν χαλεπὴν ἀποπέμπειν,
εἴ τις ἀπὸ χθονίων προγόνων οἴκοισι πελάσθη.

Ο Ζεύς μάχεται τους Τιτάνες, σκηνή από την Τιτανομαχία, τοιχογραφία από την Ακαδημία των Αθηνών

 

Κουρήτων

θυμίαμα λίβανον

Χαλκόκροτοι Κουρῆτες, Ἀρήια τεύχε’ ἔχοντες,
οὐράνιοι, χθόνιοί τε καὶ εἰνάλιοι, πολύολβοι,
ζωογόνοι πνοιαί, κόσμου σωτῆρες ἀγαυοί,
οἵτε Σαμοθρῄκην, ἱερὴν χθόνα, ναιετάοντες
κινδύνους θνητῶν ἀπερύκετε ποντοπλανήτων·
ὑμεῖς καὶ τελετὴν πρῶτοι μερόπεσσιν ἔθεσθε,
ἀθάνατοι Κουρῆτες, Ἀρήια τεύχε’ ἔχοντες·
νωμᾶτ’ Ὠκεανόν, νωμᾶθ’ ἅλα δένδρεά θ’ αὕτως.
ἐρχόμενοι γαῖαν κοναβίζετε ποσσὶν ἐλαφροῖς,
μαρμαίροντες ὅπλοις, πτήσσουσι δὲ θῆρες ἅπαντες
ὁρμώντων, θόρυβος δὲ βοή τ’ εἰς οὐρανὸν ἵκει,
εἱλιγμοῖς τε ποδῶν κονίη νεφέλας ἀφικάνει
ἐρχομένων· τότε δή ῥα καὶ ἄνθεα πάντα τέθηλεν.
δαίμονες ἀθάνατοι, τροφέες καὶ αὖτ’ ὀλετῆρες,
ἡνίκ’ ἂν ὁρμαίνητε χολούμενοι ἀνθρώποισιν
ὀλλύντες βίοτον καὶ κτήματα ἠδὲ καὶ αὐτοὺς
πλάζοντες· στοναχεῖ δὲ μέγας πόντος βαθυδίνης,
δένδρεα δ’ ὑψικάρην’ ἐκ ῥιζῶν ἐς χθόνα πίπτει·
ἠχὼ δ’ οὐρανίη κελαδεῖ ῥοιζήμασι φύλλων.
Κουρῆτες Κορύβαντες, ἀνάκτορες εὐδύνατοί τε,
ἐν Σαμοθρῄκῃ ἄνακτες, ὁμοῦ Ζηνὸς κόροι αὐτοί·
πνοιαὶ ἀέναοι, ψυχοτρόφοι, ἠεροειδεῖς,
οἵτε καὶ οὐράνιοι δίδυμοι κλῄζεσθ’ ἐν Ὀλύμπῳ,
εὔπνοοι, εὔδιοι, σωτήριοι ἠδὲ προσηνεῖς,
ὡροτρόφοι, φερέκαρποι ἐπιπνείοιτε ἄνακτες.

Οι Κουρήτες χορεύουν κάνοντας θόρυβο με τις ασπίδες τους ενώ η Ρέα θηλάζει το βρέφος Δία, ανάγλυφο ελληνιστικής περιόδου, 63-14 π.Χ.

 

Κορύβαντος

θυμίαμα λίβανον

Κικλήσκω χθονὸς ἀενάου βασιλῆα μέγιστον,
Κύρβαντ’ ὀλβιόμοιρον, Ἀρήιον, ἀπροσόρατον,
νυκτερινὸν Κουρῆτα, φόβων ἀποπαύστορα δεινῶν,
φαντασιῶν ἐπαρωγόν, ἐρημοπλάνον Κορύβαντα,
αἰολόμορφον ἄνακτα, θεὸν διφυῆ, πολύμορφον,
φοίνιον, αἱμαχθέντα κασιγνήτων ὑπὸ δισσῶν·
Δηοῦς ὃς γνώμῃσιν ἐνήλλαξας δέμας ἁγνόν,
θηρότυπον θέμενος μορφὴν δνοφεροῖο δράκοντος·
κλῦθι, μάκαρ, φωνῶν, χαλεπὴν δ’ ἀποπέμπεο μῆνιν,
παύων φαντασίας, ψυχῆς ἐκπλήκτου ἀνάγκης.

Κυβέλη και Άδωνις σε άρμα λεόντων περιβαλλόμενοι από τους Κουρήτες, λεπτομέρεια από το ρωμαϊκό ἀνάγλυφο δισκίο Patera di Parabiago, 311-360 μ.X.

 

Δήμητρος Ἐλευσινίας

θυμίαμα στύρακα

Δηώ, παμμήτειρα θεά, πολυώνυμε δαῖμον,
σεμνὴ Δήμητερ, κουροτρόφε, ὀλβιοδῶτι,
πλουτοδότειρα θεά, σταχυοτρόφε, παντοδότειρα,
εἰρήνῃ χαίρουσα καὶ ἐργασίαις πολυμόχθοις,
σπερμεία, σωρῖτις, ἀλωαίη, χλοόκαρπε,
ἣ ναίεις ἁγνοῖσιν Ἐλευσῖνος γυάλοισιν.
ἱμερόεσσ’, ἐρατή, θνητῶν θρέπτειρα προπάντων,
ἡ πρώτη ζεύξασα βοῶν ἀροτῆρα τένοντα,
καὶ βίον ἱμερόεντα βροτοῖς πολύολβον ἀνεῖσα·
αὐξιθαλής, Βρομίοιο συνέστιος, ἀγλαότιμος,
λαμπαδόεσσ’, ἁγνή, δρεπάνοις χαίρουσα θερείοις
σὺ χθονίη, σὺ δὲ φαινομένη, σὺ δε πᾶσι προσηνής·
εὔτεκνε, παιδοφίλη, σεμνή, κουροτρόφε κούρη,
ἅρμα δρακοντείοισιν ὑποζεύξασα χαλινοῖς,
ἐγκυκλίοις δίναις περὶ σὸν θρόνον εὐάζουσα.
μουνογενής, πολύτεκνε θεά, πολυπότνια θνητοῖς,
ἧς πολλαὶ μορφαί, πολυάνθεμοι, ἱεροθαλεῖς·
ἐλθέ, μάκαιρ’, ἁγνή, καρποῖς βρίθουσα θερείοις,
εἰρήνην κατάγουσα καὶ εὐνομίην ἐρατεινήν,
καὶ πλοῦτον πολύολβον, ὁμοῦ δ’ ὑγίειαν ἄνασσαν.

Δήμητρα Ελευσινία, ανάγλυφο από την Ελευσίνα, 4ος αι. π.Χ.