ΕΡΑΤΟΣΘΕΝΗΣ, ΚΑΤΑΣΤΕΡΙΣΜΟΙ



 

 goldenbar

ΑΡΚΤΟΥ ΜΕΓΑΛΗΣ, ΑΡΚΤΟΥ ΜΙΚΡΑΣ, ΔΡΑΚΟΝΤΟΣ, ΕΝ ΓΟΝΑΣΙΝ, ΣΤΕΦΑΝΟΥ, ΟΦΙΟΥΧΟΥ, ΣΚΟΡΠΙΟΥ, ΒΟΩΤΟΥ

ἑλληνικὸ πρωτότυπο ἐκ τοῦ TLG (Thesaurus Lingua Graeca)

Βιογραφία Ἐρατοσθένους Κυρηναίου

❧ 
 

Ἄρκτου μεγάλης

    Ταύτην Ἡσίοδός φησι Λυκάονος θυγατέρα ἐν Ἀρκαδίᾳ οἰκεῖν, ἑλέσθαι δὲ μετὰ Ἀρτέμιδος τὴν περὶ τὰς θήρας ἀγωγὴν ἐν τοῖς ὄρεσι ποιεῖσθαι· φθαρεῖσαν δὲ ὑπὸ Διὸς ἐμμεῖναι λανθάνουσαν τὴν Θεόν· φωραθῆναι δὲ ὕστερον ἐπίτοκον ἤδη οὖσαν ὀφθεῖσαν ὑπ’ αὐτῆς λουομένην· ἐφ’ ᾧ ὀργισθεῖσαν τὴν Θεὸν ἀποθηριῶσαι αὐτήν· καὶ οὕτως τεκεῖν ἄρκτον γενομένην τὸν κληθέντα Ἀρκάδα· οὖσαν δ’ ἐν τῷ ὄρει θηρευθῆναι ὑπὸ αἰπόλων τινῶν καὶ παραδοθῆναι μετὰ τοῦ βρέφους τῷ Λυκάονι· μετὰ χρόνον δέ τινα δόξαι εἰσελθεῖν εἰς τὸ τοῦ Διὸς ἄβατον [ἱερὸν] ἀγνοήσασαν τὸν νόμον· ὑπὸ δὲ τοῦ ἰδίου υἱοῦ διωκομένcν καὶ τῶν Ἀρκάδων, καὶ ἀναιρεῖσθαι μέλλουσαν διὰ τὸν εἰρημένον νόμον, ὁ Ζεὺς διὰ τὴν συγγένειαν αὐτὴν ἐξείλετο καὶ ἐν τοῖς ἄστροις αὐτὴν ἔθηκεν· Ἄρκτον δὲ αὐτὴν ὠνόμασε διὰ τὸ συμβεβηκὸς αὐτῇ σύμπτωμα.

    Ἔχει δὲ ἀστέρας ἐπὶ τῆς κεφαλῆς ζ′ ἀμαυρούς, ἐφ’ ἑκατέρων ὠτίων β′, ἐπ’ ὠμοπλατῶν λαμπρὸν α′, ἐπὶ τοῦ στήθους α′, ἐπὶ τοῦ ἔμπροσθεν ποδὸς β′, ἐπὶ τῆς ῥάχεως λαμπρὸν α′, ἐπὶ τῆς κοιλίας λαμπρὸν α′, ἐπὶ σκέλεσιν ὀπισθίοις β′, ἐπ’ ἄκρῳ τῷ ποδὶ β′, ἐπὶ τῆς κέρκου γ′· τοὺς πάντας κδ′.

 

οι αστερισμοί της Μεγάλης και της Μικρής Άρκτου στον νυχτερινό ουρανό

 

Ἄρκτου μικρᾶς

     Αὕτη ἐστὶν ἡ μικρὰ καλουμένη· προσηγορεύθη δὲ ὑπὸ τῶν πλείστων Φοινίκη· ἐτιμήθη δὲ ὑπὸ τῆς Ἀρτέμιδος· γνοῦσα δὲ ὅτι ὁ Ζεὺς αὐτὴν ἔφθειρεν, ἠγρίωσεν αὐτήν· ὕστερον δὲ σεσωσμένῃ λέγεται δόξαν αὐτῇ περιθεῖναι ἀντιθεῖσαν ἕτερον εἴδωλον ἐν τοῖς ἄστροις, ὥστε δισσὰς ἔχειν τιμάς. Ἀγλαοσθένης δὲ ἐν τοῖς Ναξικοῖς φησι τροφὸν γενέσθαι τοῦ Διὸς Κυνόσουραν, εἶναι δὲ μίαν τῶν Ἰδαίων νυμφῶν· ἀφ’ ἧς ἐν μὲν τῇ πόλει τῇ καλουμένῃ Ἱστοῖς, τοὔνομα τοῦτο ἦν, ἣν οἱ περὶ Νικόστρατον ἔκτισαν, καὶ τὸν ἐν αὐτῇ [δὲ] λιμένα καὶ τὸν ἐπ’ αὐτῷ τόπον Κυνόσουραν κληθῆναι. Ἄρατος δὲ αὐτὴν καλεῖ Ἑλίκην ἐκ Κρήτης οὖσαν· γενέσθαι δὲ Διὸς τροφὸν καὶ διὰ τοῦτο ἐν οὐρανοῖς τιμῆς ἀξιωθῆναι.

     Ἔχει δὲ ἀστέρας ἐπὶ μὲν ἑκάστης γωνίας τοῦ πλινθίου λαμπρὸν α′, ἐπὶ δὲ τῆς κέρκου λαμπροὺς γ′, τοὺς πάντας ζ′· ὑπὸ δὲ τὸν ἕτερον τῶν ἡγουμένων κατώτερός ἐστιν ἄλλος ἀστήρ, ὃς καλεῖται Πόλος, περὶ ὃν δοκεῖ ὅλος ὁ κόσμος στρέφεσθαι.

Δράκοντος

     Οὗτός ἐστιν ὁ μέγας τε καὶ δι’ ἀμφοτέρων τῶν Ἄρκτων κείμενος· λέγεται δὲ εἶναι ὁ τὰ χρύσεα μῆλα φυλάσσων, ὑπὸ δὲ Ἡρακλέους ἀναιρεθείς· ᾧ καὶ ἐν τοῖς ἄστροις τάξις ἐδόθη δι’ Ἥραν, ἣ κατέστησεν αὐτὸν ἐπὶ τὰς Ἑσπερίδας φύλακα τῶν μήλων· Φερεκύδης γάρ φησιν, ὅτε ἐγαμεῖτο ἡ Ἥρα ὑπὸ Διός, φερόντων αὐτῇ τῶν Θεῶν δῶρα τὴν Γῆν ἐλθεῖν φέρουσαν τὰ χρύσεα μῆλα· ἰδοῦσαν δὲ τὴν Ἣραν θαυμάσαι καὶ εἰπεῖν καταφυτεῦσαι εἰς τὸν τῶν Θεῶν κῆπον, ὃς ἦν παρὰ τῷ Ἄτλαντι· ὑπὸ δὲ τῶν ἐκείνου παρθένων ἀεὶ ὑφαιρουμένων τῶν μήλων κατέστησε φύλακα τὸν ὄφιν ὑπερμεγέθη ὄντα· μέγιστον δὲ ἔχει σημεῖον· ἐπίκειται δὲ αὐτῷ Ἡρακλέους εἴδωλον, ὑπόμνημα τοῦ ἀγῶνος Διὸς θέντος ἐναργέστατον τῇ σχηματοποιίᾳ.

     Ἔχει δὲ ἀστέρας ἐπὶ μὲν τῆς κεφαλῆς λαμπροὺς γ′, ἐπὶ δὲ τοῦ σώματος ἕως τῆς κέρκου ιβ′ παραπλησίους ἀλλήλοις· [διεστὼς δὲ διὰ τῶν Ἂρκτων]. τοὺς πάντας ιε′·

 

οι αστερισμοί της Μεγάλης και της Μικρής Άρκτου στον νυχτερινό ουρανό

 

Τοῦ Ἐν γόνασιν

     Οὗτος, φασίν, Ἡρακλῆς ἐστιν ὁ ἐπὶ τοῦ Ὄφεως βεβηκὼς· ἐναργῶς δὲ ἕστηκε τό τε ῥόπαλον ἀνατετακὼς καὶ τὴν λεοντῆν περιειλημένος· λέγεται δέ, ὅτε ἐπὶ τὰ χρύσεα μῆλα ἐπορεύθη, τὸν ὄφιν τὸν τεταγμένον φύλακα ἀνελεῖν· ἦν δὲ ὑπὸ Ἥρας δι’ αὐτὸ τοῦτο τεταγμένος ὅπως ἀνταγωνίσηται τῷ Ἡρακλεῖ· ὅθεν ἐπιτελεσθέντος τοῦ ἔργου μετὰ μεγίστου κινδύνου ἄξιον ὁ Ζεὺς κρίνας τὸν ἆθλον μνήμης ἐν τοῖς ἄστροις ἔθηκε τὸ εἴδωλον· ἔστι δὲ ὁ μὲν ὄφις μετέωρον ἔχων τὴν κεφαλήν, ὁ δ’ ἐπιβεβηκὼς αὐτῷ καθεικὼς τὸ ἓν γόνυ, τῷ δ’ ἑτέρῳ ποδὶ ἐπὶ τὴν κεφαλὴν ἐπιβαίνων, τὴν δὲ δεξιὰν χεῖρα ἐκτείνων, ἐν ᾗ τὸ ῥόπαλον, ὡς παίσων, τῇ δ’ εὐωνύμῳ χειρὶ τὴν λεοντῆν περιβεβλημένος.

     Ἔχει δ’ ἀστέρας ἐπὶ τῆς κεφαλῆς λαμπρὸν α′, ἐπὶ βραχίονος δεξιοῦ λαμπρὸν α′, ἐφ’ ἑκατέρων ὤμων λαμπρὸν α′, ἐπ’ ἀριστεροῦ ἀγκῶνος α′, ἐπ’ ἄκρας χειρὸς α′, ἐφ’ ἑκατέρας λαγόνος α′, λαμπρότερον δὲ τὸν ἐπὶ τῆς ἀριστερᾶς, ἐπὶ δεξιοῦ μηροῦ β′, ἐπὶ γόνατος καμπῆς α′, ἐπὶ κνήμης β′, ἐπὶ ποδὸς α′, ὑπὲρ τὴν δεξιὰν χεῖρα α′, ὃς καλεῖται Ῥόπαλον, ἐπὶ τῆς λεοντῆς δ′· τοὺς πάντας ιθ′.

 

ο αστερισμός του Ηρακλέους (εν Γόνασιν) στον νυχτερινό ουρανό

 

Στεφάνου

     Οὗτος λέγεται ὁ τῆς Ἀριάδνης· Διόνυσος δὲ αὐτὸν εἰς τὰ ἄστρα ἔθηκεν, ὅτε τοὺς γάμους οἱ Θεοὶ ἐν τῇ καλουμένῃ Δίᾳ ἐποίησαν, αὐτοῖς βουλόμενος ἐπιφανὴς γενέσθαι· ᾧ πρῶτον ἡ νύμφη ἐστεφανώσατο παρ’ Ὡρῶν λαβοῦσα καὶ Ἀφροδίτης. Ὅ τε τὰ Κρητικὰ γεγραφὼς λέγει ὅτι ὅτε ἦλθε Διόνυσος πρὸς Μίνω φθεῖραι βουλόμενος αὐτήν, δῶρον αὐτῇ τοῦτο δέδωκεν· ᾧ ἠπατήθη ἡ Ἀριάδνη. Ἡφαίστου δὲ ἔργον εἶναί φασιν ἐκ χρυσοῦ πυρώδους καὶ λίθων ἰνδικῶν· ἱστορεῖται δὲ διὰ τούτου καὶ τὸν Θησέα σωθῆναι ἐκ τοῦ λαβυρίνθου ποιοῦντος τοῦ στεφάνου φέγγος· ἐν δὲ τοῖς ἄστροις ὕστερον αὐτὸν τεθεικέναι, ὅτε εἰς Νάξον ἦλθον ἀμφότεροι, σημεῖον τῆς αἱρέσεως· συνεδόκει δὲ καὶ τοῖς Θεοῖς.

     Φασὶ καὶ τὸν πλόκαμον ταύτης εἶναι τὸν φαινόμενον ὑπὸ τὴν κέρκον τοῦ Λέοντος. Ἔχει δὲ ἀστέρας ὁ Στέφανος ἐννέα κύκλῳ κειμένους, ὧν εἰσι λαμπροὶ γ′ οἱ κατὰ τὴν κεφαλὴν τοῦ Ὄφεως τοῦ διὰ τῶν Ἄρκτων.

 

ο αστερισμός του Βορείου Στεφάνου στον νυχτερινό ουρανό

 

Ὀφιούχου

     Οὗτός ἐστιν ὁ ἐπὶ Σκορπίου ἑστηκώς, ἔχων ἐν ἀμφοτέραις χερσὶν [τὸν] ὄφιν· λέγεται δὲ εἶναι Ἀσκληπιός, ὃν Ζεὺς χαριζόμενος Ἀπόλλωνι εἰς τὰ ἄστρα ἀνήγαγεν· τούτου τέχνῃ ἰατρικῇ χρωμένου, ὡς καὶ τοὺς ἤδη τεθνηκότας ἐγείρειν, ἐν οἷς καὶ ἔσχατον Ἱππόλυτον τὸν Θησέως, καὶ τῶν Θεῶν δυσχερῶς τοῦτο φερόντων, εἰ αἱ τιμαὶ καταλυθήσονται αὐτῶν τηλικαῦτα ἔργα Ἀσκληπιοῦ ἐπιτελοῦντος, λέγεται τὸν Δία ὀργισθέντα κεραυνοβολῆσαι τὴν οἰκίαν αὐτοῦ, εἶτα διὰ τὸν Ἀπόλλωνα τοῦτον εἰς τὰ ἄστρα ἀναγαγεῖν· ἔχει δὲ ἐπιφάνειαν ἱκανὴν ἐπὶ τοῦ μεγίστου ἄστρου ὤν, λέγω δὴ τοῦ Σκορπίου, εὐσήμῳ τῷ τύπῳ φαινόμενος.

     Ἔχει δ’ ἀστέρας ἐπὶ τῆς κεφαλῆς λαμπρὸν α′, ἐφ’ ἑκατέρων τῶν ὤμων λαμπρὸν α′, ἐπὶ τῆς ἀριστερᾶς χειρὸς γ′, ἐπὶ τῆς δεξιᾶς δ′, ἐφ’ ἑκατέρων ἰσχίων α′, ἐφ’ ἑκατέρων γονάτων α′, ἐπὶ τῆς δεξιᾶς κνήμης α′, ἐφ’ ἑκατέρων ποδῶν α′, τὸν ἐπὶ τοῦ δεξιοῦ [ποδός] λαμπρότερον α′· τοὺς πάντας ιζ′· τοῦ δὲ Ὄφεως ἐπ’ ἄκρας κεφαλῆς β′.

 

ο αστερισμός του Ὀφιούχου στον νυχτερινό ουρανό

 

Σκορπίου

     Οὗτος διὰ τὸ μέγεθος εἰς δύο δωδεκατημόρια διαιρεῖται· καὶ τὸ μὲν ἐπέχουσιν αἱ χηλαί, θάτερον δὲ τὸ σῶμα καὶ τὸ κέντρον. τοῦτον, φασίν, ἐποίησεν Ἄρτεμις ἀναδοθῆναι ἐκ τῆς κολώνης τῆς Χίου νήσου, καὶ τὸν Ὡρίωνα πλῆξαι, καὶ οὕτως ἀποθανεῖν, ἐπειδὴ ἐν κυνηγεσίῳ ἀκόσμως αὐτὴν ἐβιάσατο· ὃν Ζεὺς ἐν τοῖς λαμπροῖς ἔθηκε τῶν ἄστρων, ἵν’ εἰδῶσιν οἱ ἐπιγινόμενοι ἄνθρωποι τὴν ἰσχύν τε αὐτοῦ καὶ τὴν δύναμιν.

     Ἔχει δὲ ἀστέρας ἐφ’ ἑκατέρας χηλῆς β′, ὧν εἰσιν οἱ μὲν πρῶτοι μεγάλοι, οἱ δὲ δεύτεροι ἀμαυροί, ἐπὶ δὲ τοῦ μετώπου λαμπροὺς γ′, ὧν ὁ μέσος λαμπρότατος, ἐπὶ τῆς ῥάχεως λαμπροὺς γ′, ἐπὶ τῆς κοιλίας β′, ἐπὶ τῆς κέρκου ε′, ἐπὶ τοῦ κέντρου β′· προηγεῖται μὲν ἐν αὐτοῖς πάντων φαιδρότερος ὢν ὁ ἐπὶ τῆς βορείας χηλῆς λαμπρὸς ἀστήρ· τοὺς πάντας ιθ′.

 

ο αστερισμός του Σκορπιού στον νυχτερινό ουρανό

 

Περὶ τοῦ Βοώτου τοῦ καὶ Ἀρκτοφύλακος

     Περὶ τούτου λέγεται ὅτι Ἀρκάς ἐστιν ὁ Καλλιστοῦς καὶ Διὸς γεγονώς, ᾤκησε δὲ περὶ τὸ Λύκαιον φθείραντος αὐτὴν Διός· οὗ προσποιησάμενος ὁ Λυκάων τὸν Δία ἐξένιζεν, ὥς φησιν Ἡσίοδος, καὶ τὸ βρέφος κατακόψας, παρέθηκεν ἐπὶ τὴν τράπεζαν· ὅθεν ἐκείνην μὲν ἀνατρέπει, ἀφ’ οὗ ἡ Τραπεζοῦς καλεῖται πόλις, τὴν δὲ οἰκίαν ἐκεραύνωσε, τὸν δὲ Λυκάονα ἀπεθηρίωσε καὶ αὐτὸν λύκον ἐποίησε· τὸν δὲ Ἀρκάδα πάλιν ἀναπλάσας ἔθηκεν ἄρτιον· καὶ ἐτράφη παρ’ αἰπόλῳ· νεανίσκος δ’ ὢν ἤδη δοκεῖ καταδραμεῖν εἰς τὸ Λύκαιον καὶ ἀγνοήσας τὴν μητέρα γῆμαι· οἱ δὲ κατοικοῦντες τὸν τόπον ἀμφοτέρους κατὰ νόμον θύειν ἔμελλον· ὁ δὲ Ζεὺς ἐξελόμενος αὐτοὺς διὰ τὴν συγγένειαν εἰς τὰ ἄστρα ἀνήγαγεν.

     Ἔχει δ’ ἀστέρας ἐπὶ μὲν τῆς δεξιᾶς χειρὸς δ′, οἳ οὐ δύνουσιν, ἐπὶ δὲ τῆς κεφαλῆς λαμπρὸν α′, ἐφ’ ἑκατέρων τῶν ὤμων λαμπρὸν α′, ἐπὶ τῶν μαστῶν ἑκατέρων α′, λαμπρὸν τὸν ἐπὶ τοῦ δεξιοῦ καὶ ὑπ’ αὐτὸν α′ ἀμαυρόν, καὶ ἐπὶ τοῦ ἀγκῶνος δεξιοῦ α′ λαμπρόν, ἀνὰ μέσον τῶν γονάτων α λαμπρότατον, ὃς δὴ Ἀρκτοῦρος καλεῖται, ἐφ’ ἑκατέρῳ ποδὶ λαμπρὸν α′· τοὺς πάντας ιδ′.

 

ο αστερισμός του Βοώτου, που λέγεται και Αρκτοφύλαξ, στον νυχτερινό ουρανό