ΕΡΑΤΟΣΘΕΝΗΣ, ΚΑΤΑΣΤΕΡΙΣΜΟΙ



 

 goldenbar

ΠΑΡΘΕΝΟΥ, ΔΙΔΥΜΩΝ, ΚΑΡΚΙΝΟΥ, ΛΕΟΝΤΟΣ, ΗΝΙΟΧΟΥ, ΤΑΥΡΟΥ, ΚΗΦΕΩΣ, ΚΑΣΣΙΕΠΕΙΑΣ

ἑλληνικὸ πρωτότυπο ἐκ τοῦ TLG (Thesaurus Lingua Graeca)

Βιογραφία Ἐρατοσθένους Κυρηναίου

❧ 
 

Παρθένου

     Ταύτην Ἡσίοδος ἐν Θεογονίᾳ εἴρηκε θυγατέρα Διὸς καὶ Θέμιδος, καλεῖσθαι δὲ αὐτὴν Δίκην· λέγει δὲ καὶ Ἄρατος παρὰ τούτου λαβὼν τὴν ἱστορίαν ὡς οὖσα πρότερον ἀθάνατος καὶ ἐπὶ τῆς γῆς σὺν τοῖς ἀνθρώποις ἦν καὶ ὅτι Δίκην αὐτὴν ἐκάλουν· μεταστάντων δὲ αὐτῶν καὶ μηκέτι τὸ δίκαιον συντηρούντων, οὐκέτι σὺν αὐτοῖς ἦν, ἀλλ’ εἰς τὰ ὄρη ὑπεχώρει· εἶτα στάσεων καὶ πολέμων αὐτοῖς ὄντων [διὰ] τὴν παντελῆ αὐτῶν ἀδικίαν ἀπομισήσασαν εἰς τὸν οὐρανὸν ἀνελθεῖν. Λέγονται δὲ καὶ ἕτεροι λόγοι περὶ αὐτῆς πλεῖστοι· οἱ μὲν γὰρ αὐτήν φασιν εἶναι Δήμητρα διὰ τὸ ἔχειν στάχυν, οἱ δὲ Ἴσιν, οἱ δὲ Ἀταργάτιν, οἱ δὲ Τύχην, διὸ καὶ ἀκέφαλον αὐτὴν σχηματίζουσιν.

     Ἔχει δὲ ἀστέρας ἐπὶ τῆς κεφαλῆς α′ ἀμαυρόν, ἐφ’ ἑκατέρῳ ὤμῳ α′, ἐν πτέρυγι ἑκατέρᾳ β′, ὁ δ’ ἐν τῇ δεξιᾷ πτέρυγι μεταξὺ τοῦ τε ὤμου καὶ τοῦ ἄκρου τῆς πτέρυγος Προτρυγητὴρ καλεῖται, ἐπ’ ἀγκῶνος ἑκατέρου α′, ἐπὶ χειρὸς ἄκρας ἑκατέρας α′, ὁ δ’ ἐπὶ τῆς εὐωνύμου λαμπρὸς καλεῖται Στάχυς, ἐπὶ τῆς πέζης τοῦ χιτῶνος ἀμαυροὺς ς′, *** ἀμαυρὸν α′, ἐφ’ ἑκατέρου ποδὸς α′· οἱ πάντες κ′.

 

ο αστερισμός της Παρθένου στον νυχτερινό ουρανό

 

Διδύμων

     Οὗτοι λέγονται Διόσκουροι εἶναι· ἐν δὲ τῇ Λακωνικῇ τραφέντες ἐπιφάνειαν ἔσχον, φιλαδελφίᾳ δὲ ὑπερήνεγκαν πάντας· οὔτε γὰρ περὶ ἀρχῆς οὔτε περὶ ἄλλου τινὸς ἤρισαν· μνήμην δὲ αὐτῶν Ζεὺς θέσθαι βουλόμενος τῆς κοινότητος, Διδύμους ὀνομάσας εἰς τὸ αὐτὸ ἀμφοτέρους ἔστησεν ἐν τοῖς ἄστροις.

     Ἔχουσι δὲ ἀστέρας ὁ μὲν ἐποχούμενος τοῦ Καρκίνου ἐπὶ τῆς κεφαλῆς α′ λαμπρόν, ἐπ’ ὤμου ἑκατέρου α′ λαμπρόν, ἐπὶ δεξιοῦ ἀγκῶνος α′, ἐπὶ δεξιᾶς χειρὸς α′, ἐφ’ ἑκατέρῳ γόνατι α′, ἐφ’ ἑκατέρῳ ποδὶ α′, τοὺς πάντας θ′· ὁ δ’ ἐχόμενος ἔχει ἐπὶ τῆς κεφαλῆς α′ λαμπρόν, ἐπ’ ἀριστερῷ ὤμῳ λαμπρὸν α′, ἐπὶ μαστῷ ἑκατέρῳ α′, ἐπ’ ἀριστεροῦ ἀγκῶνος α′, ἐπ’ ἄκρας χειρὸς α′, ἐπ’ ἀριστερῷ γόνατι α′, ἐφ’ ἑκατέρῳ ποδὶ α′, ὑπὸ τὸν ἀριστερὸν πόδα α′, ὃς καλεῖται Πρόπους· τοὺς πάντας ι′.

 

ο αστερισμός των Διδύμων στον νυχτερινό ουρανό

 

Καρκίνου

     Οὗτος δοκεῖ ἐν τοῖς ἄστροις τεθῆναι δι’ Ἥραν, ὅτι μόνος Ἡρακλεῖ τῶν ἄλλων συμμαχούντων ὅτε τὴν ὕδραν ἀνῄρει, ἐκ τῆς λίμνης ἐκπηδήσας ἔδακεν αὐτοῦ τὸν πόδα, καθάπερ φησὶ Πανύασις ἐν Ἡρακλείᾳ· θυμωθεὶς δ’ ὁ Ἡρακλῆς δοκεῖ τῷ ποδὶ συνθλάσαι αὐτόν, ὅθεν μεγάλης τιμῆς τετύχηκε καταριθμούμενος ἐν τοῖς ιβ′ ζῳδίοις. Καλοῦνται δέ τινες αὐτῶν ἀστέρες Ὄνοι, οὓς Διόνυσος ἀνήγαγεν εἰς τὰ ἄστρα. Ἔστι δὲ αὐτοῖς καὶ Φάτνη παράσημον· ἡ δὲ τούτων ἱστορία αὕτη· Ὄνων καὶ Φάτνης. Ὅτε ἐπὶ Γίγαντας ἐστρατεύοντο οἱ Θεοί, λέγεται Διόνυσον καὶ Ἥφαιστον καὶ Σατύρους ἐπὶ ὄνων πορεύεσθαι· οὔπω δὲ ἑωραμένων αὐτοῖς τῶν Γιγάντων πλησίον ὄντες ὠγκήθησαν οἱ ὄνοι, οἱ δὲ Γίγαντες ἀκούσαντες τὴν φωνὴν ἔφυγον· διὸ ἐτιμήθησαν ἐν τῷ Καρκίνῳ εἶναι ἐπὶ δυσμάς.

     Ἔχει δὲ ὁ Καρκίνος ἐπὶ τοῦ ὀστράκου ἀστέρας λαμπροὺς β′, οὗτοί εἰσιν οἱ Ὄνοι· τὸ δὲ νεφέλιόν ἐστιν ἡ ἐν αὐτῷ ὁρωμένη Φάτνη, παρ’ ᾗ δοκοῦσιν ἑστάναι· ἐπὶ τοῖς δεξιοῖς ποσὶν ἐφ’ ἑκάστῳ α′ ἀμαυρόν, ἐπὶ δὲ τοῖς ἀριστεροῖς τοῦ πρώτου β′ ἀμαυροὺς καὶ ἐπὶ τοῦ δευτέρου β′, καὶ ἐπὶ τοῦ τρίτου α′, ὁμοίως ἐπ’ ἄκρας τοῦ τετάρτου α′, ἐπὶ τοῦ στόματος α′ καὶ ἐπὶ τῆς χηλῆς τῆς δεξιᾶς γ′, ὁμοίως οὐ μεγάλους ἐπὶ τῆς ἀριστερᾶς χηλῆς β′· οἱ πάντες ιη′.

 

οι αστερισμοί του Λέοντος και του Καρκίνου στον νυχτερινό ουρανό

 

Λέοντος

     Οὗτος ἐστι μὲν τῶν ἐπιφανῶν ἄστρων· δοκεῖ δ’ ὑπὸ Διὸς τιμηθῆναι τοῦτο τὸ ζῴδιον διὰ τὸ τῶν τετραπόδων ἡγεῖσθαι. Τινὲς δέ φασιν ὅτι Ἡρακλέους πρῶτος ἆθλος ἦν εἰς τὸ μνημονευθῆναι· φιλοδοξῶν γὰρ μόνον τοῦτον οὐχ ὅπλοις ἀνεῖλεν, ἀλλὰ συμπλακεὶς ἀπέπνιξεν· λέγει δὲ περὶ αὐτοῦ Πείσανδρος ὁ Ῥόδιος· ὅθεν καὶ τὴν δορὰν αὐτοῦ ἔχειν, ὡς ἔνδοξον ἔργον πεποιηκώς. Οὗτός ἐστιν ὁ ἐν τῇ Νεμέᾳ ὑπ’ αὐτοῦ φονευθείς.

     Ἔχει δὲ ἀστέρας ἐπὶ τῆς κεφαλῆς γ′, ἐπὶ τοῦ στήθους α′, ὑπὸ τὸ στῆθος β′, ἐπὶ τοῦ δεξιοῦ ποδὸς λαμπρὸν α′, ἐπὶ μέσης τῆς κοιλίας α′, ὑπὸ τὴν κοιλίαν α′, ἐπὶ τοῦ ἰσχίου α′, ἐπὶ τοῦ ὀπισθίου γόνατος α′, ἐπὶ ποδὸς ἄκρου λαμπρὸν α′, ἐπὶ τοῦ τραχήλου β′, ἐπὶ τῆς ῥάχεως γ′, ἐπὶ μέσης τῆς κέρκου α′, ἐπ’ ἄκρας λαμπρὸν α′, [ἐπὶ τῆς κοιλίας α′]· τοὺς πάντας ιθ′. Ὁρῶνται δὲ καὶ ὑπὲρ αὐτὸν ἐν τριγώνῳ κατὰ τὴν κέρκον ἀμαυροὶ ἑπτά, οἳ καλοῦνται Πλόκαμος Βερενίκης Εὐεργέτιδος.

Ἡνιόχου

     Τοῦτον λέγουσιν ὅτι ὁ Ζεὺς ἰδὼν πρῶτον ἐν ἀνθρώποις ἅρμα ζεύξαντα [ἵππων], ὅς ἐστιν Ἐριχθόνιος ἐξ Ἡφαίστου καὶ Γῆς γενόμενος, καὶ θαυμάσας ὅτι τῇ τοῦ Ἡλίου ἀντίμιμον ἐποιήσατο διφρείαν ὑποζεύξας ἵππους λευκοὺς ἀνήγαγεν εἰς τὰ ἄστρα· πρῶτόν τε Ἀθηνᾷ πομπὴν ἤγαγεν ἐν ἀκροπόλει καὶ ἐποιήσατο πρὸς τούτοις ἐπιφανῆ τὴν θυσίαν αὐτῆς τὸ ξόανον σεμνύνων. Λέγει δὲ καὶ Εὐριπίδης περὶ τῆς γενέσεως αὐτοῦ τὸν τρόπον τοῦτον· Ἡφαιστον ἐρασθέντα Ἀθηνᾶς βούλεσθαι αὐτῇ μιγῆναι, τῆς δὲ ἀποστρεφομένης καὶ τὴν παρθενίαν μᾶλλον αἱρουμένης ἔν τινι τόπῳ τῆς Ἀττικῆς κρύπτεσθαι, ὃν λέγουσι καὶ ἀπ’ ἐκείνου προσαγορευθῆναι Ἡφαιστεῖον· ὃς δόξας αὐτὴν κρατήσειν καὶ ἐπιθέμενος πληγεὶς ὑπ’ αὐτῆς τῷ δόρατι ἀφῆκε τὴν ἐπιθυμίαν, φερομένης εἰς τὴν γῆν τῆς σπορᾶς· ἐξ ἧς γεγενῆσθαι λέγουσι παῖδα, ὃς ἐκ τούτου Ἐριχθόνιος ἐκλήθη, καὶ αὐξηθεὶς τοῦθ’ εὗρε καὶ ἐθαυμάσθη ἀγωνιστὴς γενόμενος· ἤγαγε δ’ ἐπιμελῶς τὰ Παναθήναια καὶ ἅρμα ἡνιόχει ἔχων παραβάτην ἀσπίδιον ἔχοντα καὶ τριλοφίαν ἐπὶ τῆς κεφαλῆς· ἀπ’ ἐκείνου δὲ κατὰ μίμησιν ὁ καλούμενος ἀποβάτης.

     Ἐσχημάτισται δ’ ἐν τούτῳ ἡ Αἴξ καὶ οἱ Ἔριφοι. Μουσαῖος γάρ φησι Δία γεννώμενον ἐγχειρισθῆναι ὑπὸ Ῥέας Θέμιδι, Θέμιν δὲ Ἀμαλθείᾳ δοῦναι τὸ βρέφος, τὴν δὲ ἔχουσαν αἶγα ὑποθεῖναι, τὴν δ’ ἐκθρέψαι Δία· τὴν δὲ Αἶγα εἶναι Ἡλίου θυγατέρα φοβερὰν οὕτως ὥστε τοὺς κατὰ Κρόνον Θεούς, βδελυττομένους τὴν μορφὴν τῆς παιδός, ἀξιῶσαι τὴν Γῆν κρύψαι αὐτὴν ἔν τινι τῶν κατὰ Κρήτην ἄντρων· καὶ ἀποκρυψαμένην ἐπιμέλειαν αὐτῆς τῇ Ἀμαλθείᾳ ἐγχειρίσαι, τὴν δὲ τῷ ἐκείνης γάλακτι τὸν Δία ἐκθρέψαι· ἐλθόντος δὲ τοῦ παιδὸς εἰς ἡλικίαν καὶ μέλλοντος Τιτᾶσι πολεμεῖν, οὐκ ἔχοντος δὲ ὅπλα, θεσπισθῆναι αὐτῷ τῆς αἰγὸς τῇ δορᾷ ὅπλῳ χρήσασθαι διά τε τὸ ἄτρωτον αὐτῆς καὶ φοβερὸν καὶ διὰ τὸ εἰς μέσην τὴν ῥάχιν Γοργόνος πρόσωπον ἔχειν· ποιήσαντος δὲ ταῦτα τοῦ Διὸς καὶ τῇ τέχνῃ φανέντος διπλασίονος, τὰ ὀστᾶ δὲ τῆς αἰγὸς καλύψαντος ἄλλῃ δορᾷ καὶ ἔμψυχον αὐτὴν καὶ ἀθάνατον κατασκευάσαντος, αὐτὴν μέν φασιν ἄστρον οὐράνιον [κατασκευάσαι] ***. Τινὲς δέ φασι Μυρτίλον ὀνόματι τὸν Οἰνομάου ἡνίοχον εἶναι τὸν ἐξ Ἑρμοῦ γεγονότα.

     Ἔχει δ’ ἀστέρας ἐπὶ τῆς κεφαλῆς α′, καὶ ἐφ’ ἑκατέρων τῶν ὤμων α′, ὧν τὸν μὲν ἐπὶ τοῦ ἀριστεροῦ λαμπρόν, ὃς καλεῖται Αἴξ, ἐφ’ ἑκατέρου ἀγκῶνος α′, ἐπὶ δεξιᾶς χειρὸς α′, ἐπ’ ἀριστερᾶς χειρὸς β′, οἳ δὴ καλοῦνται Ἔριφοι· τοὺς πάντας η′.

 

ο αστερισμός του Ηνιόχου στον νυχτερινό ουρανό

 

Ταύρου

     Οὗτος λέγεται ἐν τοῖς ἄστροις τεθῆναι διὰ τὸ Εὐρώπην ἀγαγεῖν ἐκ Φοινίκης εἰς Κρήτην διὰ τοῦ πελάγους, ὡς Εὐριπίδης φησὶν ἐν τῷ Φρίξῳ· χάριν δὲ τούτου ἐν τοῖς ἐπιφανεστάτοις ἐστὶν ὑπὸ Διὸς τιμηθεὶς. Ἕτεροι δέ φασι βοῦν εἶναι τῆς Ἰοῦς μίμημα· χάριν δὲ ἐκείνης ὑπὸ Διὸς ἐτιμήθη [τὸ ἄστρον]. Τοῦ δὲ Ταύρου τὸ μέτωπον σὺν τῷ προσώπῳ αἱ Ὕάδες καλούμεναι περιέχουσιν· πρὸς δὲ τῇ ἀποτομῇ τῆς ῥάχεως ἡ Πλειάς ἐστιν ἀστέρας ἔχουσα ἑπτά, διὸ καὶ ἑπτάστερος καλεῖται· οὐχ ὁρῶνται δὲ εἰ μὴ ἕξ, ὁ δὲ ἕβδομος ἀμαυρός ἐστι σφόδρα.

     Ἔχει δ’ ὁ Ταῦρος ἀστέρας ζ′· ὃς δὴ ὑπεναντία ἕρπει καθ’ ἑαυτὸν ἔχων τὴν κεφαλήν, ἐφ’ ἑκατέρων δὲ τῶν κεράτων ἐπὶ τῆς ἐκφύσεως α′, ὧν λαμπρότερος ὁ ἐπὶ τῆς ἀριστερᾶς, ἐφ’ ἑκατέρων τῶν ὀφθαλμῶν α′, ἐπὶ τοῦ μυκτῆρος α′, ἐφ’ ἑκατέρων τῶν ὤμων α′· οὗτοι Ὕάδες λέγονται· ἐπὶ δὲ τοῦ ἀριστεροῦ γόνατος τοῦ ἐμπροσθίου α′, ἐπὶ τῶν χηλῶν ἑκατέρων α′, ἐπὶ τοῦ δεξιοῦ γόνατος α′, ἐπὶ τοῦ τραχήλου β′, ἐπὶ τῆς ῥάχεως γ′, τὸν ἔσχατον λαμπρόν, ὑπὸ τὴν κοιλίαν α′, ἐπὶ τοῦ στήθους λαμπρὸν α′· τοὺς πάντας ιη′.

 

ο αστερισμός του Ταύρου στον νυχτερινό ουρανό

 

Κηφέως

     Οὗτος ἐν τάξει τέτακται τέταρτος· ὁ δ’ ἀρκτικὸς κύκλος αὐτὸν ἀπολαμβάνει ἀπὸ ποδῶν ἕως στήθους· τὸ δὲ λοιπὸν εἰς τὸ ἀνὰ μέσον πίπτει αὐτοῦ τοῦ τε ἀρκτικοῦ καὶ θερινοῦ τροπικοῦ· ἦν δέ, ὡς Εὐριπίδης φησίν, Αἰθιόπων βασιλεύς, Ἀνδρομέδας δὲ πατήρ· τὴν δ’ αὑτοῦ θυγατέρα δοκεῖ προθεῖναι τῷ κήτει βοράν, ἣν Περσεὺς ὁ Διὸς διέσωσε· δι’ ἣν καὶ αὐτὸς ἐν τοῖς ἄστροις ἐτέθη Ἀθηνᾶς γνώμῃ.

     Ἔχει δ’ ἀστέρας ἐπὶ τῆς κεφαλῆς λαμπροὺς β′, ἐφ’ ἑκατέρων ὤμων α′, καὶ ἐπὶ χειρῶν ἑκατέρων α′, ἐπ’ ἀγκώνων ἑκατέρων α ἀμαυρόν, ἐπὶ ζώνης γ′ λοξοὺς ἐπὶ κοιλίας μέσης λαμπρούς, ἐπὶ δεξιᾶς λαγόνος α′, ἐπ’ ἀριστεροῦ γόνατος β′, ὑπὲρ πόδας δ′, ἐπὶ ποδὸς ἄκρου α′· τοὺς πάντας ιθ′.

Κασσιεπείας

     Ταύτην ἱστορεῖ Σοφοκλῆς ὁ τῆς τραγῳδίας ποιητὴς ἐν Ἀνδρομέδᾳ ἐρίσασαν περὶ κάλλους ταῖς Νηρηίσιν εἰσελθεῖν εἰς τὸ σύμπτωμα, καὶ Ποσειδῶνα διαφθεῖραι τὴν χώραν κῆτος ἐπιπέμψαντα· δι’ ἣν πρόκειται τῷ κήτει ἡ θυγάτηρ. Οἰκείως δὲ ἐσχημάτισται ἐγγὺς ἐπὶ δίφρου καθημένη.

     Ἔχει δ’ ἀστέρας ἐπὶ τῆς κεφαλῆς λαμπρὸν α′, ἐπὶ τοῦ δεξιοῦ ἀγκῶνος α′, ἐπὶ τῆς δεξιᾶς χειρὸς λαμπρὸν α′, ἐπὶ τῆς ἀριστερᾶς χειρὸς λαμπρὸν α′, ἐπ’ ὀμφαλοῦ α′, [ἐπὶ τοῦ γόνατου α′, ἐπὶ ποδὸς ἄκρου α′, ἐπὶ τοῦ στήθους α′ ἀμαυρόν], ἐπ’ ἀριστεροῦ μηροῦ λαμπροὺς β′, ἐπὶ τοῦ πλινθίου α′, ἐπὶ τῆς τοῦ δίφρου οὗ κάθηται ἑκατέρας γωνίας α′· τοὺς πάντας ιε′.

 

οι αστερισμοί του Κηφέως και της Κασσιόπης στον νυχτερινό ουρανό