ΕΡΑΤΟΣΘΕΝΗΣ, ΚΑΤΑΣΤΕΡΙΣΜΟΙ



 

 goldenbar

ΟΡΝΙΘΟΣ / ΚΥΚΝΟΥ, ΥΔΡΟΧΟΟΥ, ΑΙΓΟΚΕΡΩΤΟΣ, ΤΟΞΟΤΟΥ, ΟΪΣΤΟΥ, ΑΕΤΟΥ, ΔΕΛΦΙΝΟΥ

ἑλληνικὸ πρωτότυπο ἐκ τοῦ TLG (Thesaurus Lingua Graeca)

Βιογραφία Ἐρατοσθένους Κυρηναίου

❧ 
 

Περὶ τοῦ Ὄρνιθος

    Οὗτος ὁ μέγας καλεῖται, ὃν Κύκνῳ εἰκάζουσιν· τούτῳ Ζεὺς ὁμοιωθεὶς κατέπτη εἰς Ῥαμνοῦντα τῆς Ἀττικῆς, κἀκεῖ Νέμεσιν ἔφθειρεν· ἐκείνη δὲ ᾠὸν ἔτεκεν, ἐξ οὗ γεννηθῆναι, ὡς Κρατῖνος ἱστόρησε, τὴν Ἑλένην· διὰ δὲ τὸ μὴ μεταμορφωθῆναι ἀλλ’ οὕτως εἰς οὐρανὸν ἀναπτῆναι τὸν τύπον τοῦ κύκνου ἔχοντα τοῦτον καὶ ἔθηκεν ἐπὶ τῶν ἄστρων διιπτάμενον.

Κύκνου

    Οὗτός ἐστιν ὁ καλούμενος μέγας, ὃν κύκνῳ εἰκάζουσιν· λέγεται δὲ τὸν Δία ὁμοιωθέντα τῷ ζῴῳ τούτῳ Νεμέσεως ἐρασθῆναι, ἐπεὶ αὐτὴ πᾶσαν ἤμειβε μορφήν, ἵνα τὴν παρθενίαν φυλάξῃ, καὶ τότε κύκνος γέγονεν· οὕτω καὶ αὐτὸν ὁμοιωθέντα τῳ ὀρνέῳ τούτῳ καταπτῆναι εἰς Ῥαμνοῦντα τῆς Ἀττικῆς, κἀκεῖ τὴν Νέμεσιν φθεῖραι· τὴν δὲ τεκεῖν ᾠόν, ἐξ οὗ ἐκκολαφθῆναι καὶ γενέσθαι τὴν Ἑλένην, ὥς φησι Κρατῖνος ὁ ποιητής. Καὶ διὰ τὸ μὴ μεταμορφωθῆναι αὐτόν, ἀλλ’ οὕτως ἀναπτῆναι εἰς τὸν οὐρανόν, καὶ τὸν τύπον τοῦ κύκνου ἔθηκεν ἐν τοῖς ἄστροις· ἔστι δὲ ἱπτάμενος οἷος τότε ἦν.

    Ἔχει δὲ ἀστέρας ἐπὶ μὲν τῆς κεφαλῆς λαμπρὸν α′, ἐπὶ τοῦ τραχήλου λαμπρὸν α′, ἐπὶ τῆς δεξιᾶς πτέρυγος ε′, ἐπὶ τῆς ἀριστερᾶς ε′, ἐπὶ τοῦ σώματος α′, ἐπὶ τοῦ ὀρθοπυγίου α′, ὅς ἐστι μέγιστος· τοὺς πάνται ιδ′.

 

οι αστερισμοί της Λύρας, του Κύκνου, και του Αετού στον νυχτερινό ουρανό

 

Ὑδροχόου

     Οὗτος δοκεῖ κεκλῆσθαι ἀπὸ τῆς πράξεως Ὑδροχόος. ἔχων γὰρ ἕστηκεν οἰνοχόην καὶ ἔκχυσιν πολλὴν ποιεῖται ὑγροῦ. λέγουσι δέ τινες αὐτὸν εἶναι τὸν Γανυμήδην, ἱκανὸν ὑπολαμβάνοντες σημεῖον εἶναι τὸ ἐσχηματίσθαι τὸ εἴδωλον οὕτως ὥσπερ ἂν οἰνοχόον χέειν. Ἐπάγονται δὲ καὶ τὸν ποιητὴν μάρτυρα, διὰ τὸ λέγειν αὐτὸν ὡς ἀνεκομίσθη οὗτος πρὸς τὸν Δία κάλλει ὑπερενέγκας ἵνα οἰνοχοῇ, ἄξιον κρινάντων αὐτὸν τῶν Θεῶν, καὶ ὅτι τέτευχεν ἀθανασίαν τοῖς ἀνθρώποις ἄγνωστον οὖσαν· ἡ δὲ γινομένη ἔκχυσις εἰκάζεται τῷ νέκταρι ὃ καὶ ὑπὸ τῶν Θεῶν πίνεται, εἰς μαρτύριον τῆς εἰρημένης πόσεως τῶν Θεῶν ὑπολαμβάνοντες τοῦτο εἶναι.

     Ἔχει δ’ ἀστέρας ἐπὶ τῆς κεφαλῆς ἀμαυροὺς β′, ἐφ’ ἑκατέρων ὤμων α′, ἀμφοτέρους μεγάλους, ἐφ’ ἑκατέρῳ ἀγκῶνι α′, ἐπ’ ἄκρας χειρὸς δεξιᾶς λαμπρὸν α′, ἐφ’ ἑκατέρου μαστοῦ α′, ὑπὸ τοὺς μαστοὺς ἑκατέρωθεν α′, ἐπ’ ἀριστεροῦ ἰσχίου α′, ἐφ’ ἑκατέρου γόνατος α′, ἐπὶ δεξιᾶς κνήμης α′, ἐφ’ ἑκατέρῳ ποδὶ α′· τοὺς πάντας ιζ′· ἡ δὲ ἔκχυσις τοῦ ὕδατός ἐστιν ἐξ ἀστέρων λα ἔχουσα ἀστέρας β′, οἵ εἰσι λαμπροί.

 

Οι αστερισμοί του Αιγόκερω, του Υδροχόου και του Μεγάλου Ιχθύος (ή Νοτίου Ιχθύος) στον νυχτερινό ουρανό

 

Αἰγoκέρωτος

     Οὗτός ἐστι τῷ εἴδει ὅμοιος τῷ Αἰγίπανι· ἐξ ἐκείνου δὲ γέγονεν· ἔχει δὲ θηρίου τὰ κάτω μέρη καὶ κέρατα ἐπὶ τῇ κεφαλῇ· ἐτιμήθη δὲ διὰ τὸ σύντροφον εἶναι τῷ Διί, καθάπερ Ἐπιμενίδης ὁ τὰ Κρητικὰ ἱστορῶν φησίν, ὅτι ἐν τῇ Ἴδῃ συνῆν αὐτῷ, ὅτε ἐπὶ τοὺς Τιτᾶνας ἐστράτευσεν. Οὗτος δὲ δοκεῖ εὑρεῖν τὸν κόχλον, ἐν ᾧ τοὺς συμμάχους καθώπλισε διὰ τὸ τοῦ ἤχου Πανικὸν καλούμενον, ὃ οἱ Τιτᾶνες ἔφυγον· παραλαβὼν δὲ τὴν ἀρχὴν ὁ Ζεὺς ἐν τοῖς ἄστροις αὐτὸν ἔθηκε καὶ τὴν αἶγα τὴν μητέρα. Διὰ δὲ τὸν κόχλον ἐν τῇ θαλάσσῃ εὑρεῖν παράσημον ἔχει ἰχθύος οὐράν.

     Ἔχει δ’ ἀστέρας ἐφ’ ἑκατέρου κέρατος α′, ἐπὶ τοῦ μυκτῆρος α′ λαμπρόν, ἐπὶ τῆς κεφαλῆς β′, ὑπὸ τράχηλον α′, ἐπὶ στήθους β′, ἐπ’ ἐμπροσθίου ποδὸς α′, ἐπ’ ἄκρου ποδὸς α′, ἐπὶ ῥάχεως ζ′, ἐπὶ γαστρὸς ε′, ἐπ’ οὐρᾶς β′ λαμπρούς· τοὺς πάντας κδ′.

Τοξότου

     Οὗτός ἐστιν ὁ Τοξότης, ὃν οἱ πλεῖστοι λέγουσι Κένταυρον εἶναι, ἕτεροι δ’ οὔ φασι διὰ τὸ μὴ τετρασκελῆ αὐτὸν ὁρᾶσθαι, ἀλλ’ ἑστηκότα καὶ τοξεύοντα· Κενταύρων δὲ οὐδεὶς τόξῳ κέχρηται· οὗτος δ’ ἀνὴρ ὢν σκέλη ἔχει ἵππου καὶ κέρκον καθάπερ οἱ Σάτυροι· διόπερ αὐτοῖς ἀπίθανον ἐδόκει εἶναι, ἀλλὰ μᾶλλον Κρότον τὸν Εὐφήμης τῆς τῶν Μουσῶν τροφοῦ υἱόν· οἰκεῖν δ’ αὐτὸν καὶ διαιτᾶσθαι ἐν τῷ ῾Ελικῶνι· ὃν καὶ αἱ Μοῦσαι τὴν τοξείαν εὑράμενον τὴν τροφὴν ἀπὸ τῶν ἀγρίων ἔχειν ἐποίησαν, καθάπερ φησὶ Σωσίθεος· συμμίσγοντα δὲ ταῖς Μούσαις καὶ ἀκούοντα αὐτῶν ἐπισημασίαις ἐπαινέσαι κρότον ποιοῦντα· τὸ γὰρ τῆς φωνῆς ἀσαφὲς ἦν ὑπὸ ἑνὸς κρότου σημαινόμενον, ὅθεν ὁρῶντες τοῦτον καὶ οἱ ἄλλοι ἔπραττον τὸ αὐτό· διόπερ αἱ Μοῦσαι δόξης χάριν τυχοῦσαι τῇ τούτου βουλήσει ἠξίωσαν τὸν Δία ἐπιφανῆ αὐτὸν ποιῆσαι ὅσιον ὄντα, καὶ οὕτως ἐν τοῖς ἄστροις ἐτέθη τῇ τῶν χειρῶν χρήσει, τὴν τοξείαν προσλαβὼν σύσσημον· ἐν δὲ τοῖς ἀνθρώποις ἔμεινεν ἡ ἐκείνου πρᾶξις· ὅ ἐστι καὶ τὸ πλοῖον αὐτοῦ μαρτύριον ὅτι ἔσται σαφὴς οὐ μόνον τοῖς ἐν χέρσῳ ἀλλὰ καὶ τοῖς ἐν πελάγει. Διόπερ οἱ γράφοντες αὐτὸν Κένταυρον διαμαρτάνουσιν.

     Ἔχει δ’ ἀστέρας ἐπὶ τῆς κεφαλῆς β′, ἐπὶ τοῦ τόξου β′, ἐπὶ τῆς ἀκίδος β′, ἐπὶ τοῦ δεξιοῦ ἀγκῶνος α′, ἐπ’ ἄκρας χειρὸς α′, ἐπὶ τῆς κοιλίας λαμπρὸν α′, ἐπὶ ῥάχεως β′, ἐπὶ κέρκου α′, ἐπ’ ἐμπροσθίου γόνατος α′, ἐφ’ ὁπλῆς α′, ἐπ’ ὀπισθίου γόνατος α′· τοὺς πάνταις ιε′· τοὺς δὲ λοιποὺς ζ′ ἀστέρας ὑπὸ τὸ σκέλος· ὅμοιοι δέ εἰσι τῶν ὀπισθίων μὴ δεικνυμένων ὅλων φανερῶν.

 

ο αστερισμός του Τοξότη στον νυχτερινό ουρανό

 

Ὀϊστοῦ

     Τοῦτο τὸ βέλος ἐστὶ τοξικόν, ὅ φασιν εἶναι Ἀπόλλωνος, ᾧ τε δὴ τοὺς Κύκλωπας τῷ Διὶ κεραυνὸν ἐργασαμένους ἀπέκτεινε δι’ Ἀσκληπιόν· ἔκρυψε δὲ αὐτὸ ἐν Ὑπερβορείοις οὗ καὶ ὁ ναὸς ὁ πτέρινος. Λέγεται δὲ πρότερον ἀπενηνέχθαι ὅτε τοῦ φόνου αὐτὸν ὁ Ζεὺς ἀπέλυσε καὶ ἐπαύσατο τῆς παρὰ Ἀδμήτῳ λατρείας, περὶ ἧς λέγει Εὐριπίδης ἐν τῇ Ἀλκήστιδι. Δοκεῖ δὲ τότε ἀνακομισθῆναι ὁ ὀιστὸς μετὰ τῆς καρποφόρου Δήμητρος διὰ τοῦ ἀέρος· ἦν δὲ ὑπερμεγέθης. Ὡς Ἡρακλείδης ὁ Ποντικός φησιν ἐν τῷ περὶ δικαιοσύνης· ὅθεν εἰς τὰ ἄστρα τέθεικε τὸ βέλος ὁ Ἀπόλλων εἰς ὑπόμνημα τῆς ἑαυτοῦ μάχης καταστερίσας.

     Ἔχει δὲ ἀστέρας ἐπὶ τοῦ ἄκρου α′, κατὰ τὸ μέσον α′ ἀμαυρόν, ἐπὶ τοῦ χηλώματος β′· εὐσημότατος δ’ ἐστὶν ὁ εἷς· οἱ πάντες δ′.

Ἀετοῦ

     Οὗτός ἐστιν ὁ Γανυμήδην ἀνακομίσας εἰς οὐρανὸν τῷ Διί, ὅπως ἔχῃ οἰνοχόον. Ἔστι δὲ ἐν τοῖς ἄστροις, δι’ ὅσον καὶ πρότερον, ὅτε οἱ Θεοὶ τὰ πτηνὰ διεμερίζοντο, τοῦτον ἔλαχεν ὁ Ζεύς. μόνον δὲ τῶν ζῴων ἀνθήλιον ἵπταται ταῖς ἀκτῖσιν οὐ ταπεινούμενον· ἔχει δὲ τὴν ἡγεμονίαν ἁπάντων· ἐσχημάτισται δὲ διαπεπταμένος τὰς πτέρυγας ὡς ἂν καθιπτάμενος. Ἀγλαοσθένης δέ φησιν ἐν τοῖς Ναξικοῖς γενόμενον τὸν Δία ἐν Κρήτῃ καὶ κατὰ κράτος ζητούμενον, δὶς ἐκκλαπέντα, ἐκεῖθεν ἐκκλαπῆναι καὶ ἀχθῆναι εἰς Νάξον, ἐκτραφέντα δὲ καὶ γενόμενον ἐν ἡλικίᾳ τὴν τῶν Θεῶν βασιλείαν κατασχεῖν· ἐξορμῶντος δὲ ἐκ τῆς Νάξου ἐπὶ τοὺς Τιτᾶνας καὶ ἀετὸν αὐτῷ φανῆναι συνιόντα, τὸν δὲ οἰωνισάμενον ἱερὸν αὑτοῦ ποιήσασθαι [κατηστερισμένον] καὶ διὰ τοῦτο τῆς ἐν οὐρανῷ τιμῆς ἀξιωθῆναι.

     Ἔχει δὲ ἀστέρας δ′, ὧν ὁ μέσος ἐστὶ λαμπρός.

 

Οι αστερισμοί του Οϊστου (Βέλους), του Αετού, και του Δελφίνου στον νυχτερινό ουρανό

 

Δελφῖνος

     Οὗτος ἐν τοῖς ἄστροις λέγεται τεθῆναι δι’ αἰτίαν τοιαύτην. Τοῦ Ποσειδῶνος βουλομένου τὴν Ἀμφιτρίτην λαβεῖν [εἰς] γυναῖκα, εὐλαβηθεῖσα ἐκείνη ἔφυγε πρὸς τὸν Ἄτλαντα, διατηρῆσαι τὴν παρθενίαν σπεύδουσα. Ὡς δὲ καὶ αἱ πλεῖσται Νηρηίδες ἐκρύπτοντο κεκρυμμένης ἐκείνης, πολλοὺς ὁ Ποσειδῶν ἐξέπεμψε μαστῆρας, ἐν οἷς καὶ τὸν δελφῖνα· πλανώμενος δὲ κατὰ τὰς νήσους τοῦ Ἂτλαντος, περιπεσὼν αὐτῇ προσαγγέλλει καὶ ἄγει πρὸς Ποσειδῶνα· ὁ δὲ γήμας αὐτὴν μεγίστας τιμὰς ἐν τῇ θαλάσσῃ αὐτῷ ὥρισεν, ἱερὸν αὐτὸν ὀνομάσας εἶναι καὶ εἰς τὰ ἄστρα αὐτοῦ σύστημα ἔθηκεν. Ὅσοι δ’ ἂν αὐτῷ τῷ Ποσειδῶνι χαρίσασθαι θέλωσιν, ἐν τῇ χειρὶ ποιοῦσιν ἔχοντα τὸν δελφῖνα τῆς εὐεργεσίας μεγίστην δόξαν αὐτῷ ἀπονέμοντες. Λέγει δὲ περὶ αὐτοῦ καὶ Ἀρτεμίδωρος ἐν ταῖς ἐλεγείαις ταῖς περὶ Ἒρωτος αὐτῷ πεποιημέναις [βίβλοις].

     Ἔχει δ’ ἀστέρας ἐπὶ τοῦ στόματος α′, ἐπὶ τῆς λοφίας β′, ἐπὶ τῶν πρὸς τῇ κοιλίᾳ πτερύγων γ′, ἐπὶ νώτου α′, ἐπ’ οὐρᾶς β′· τοὺς πάντας θ′. Λέγεται δὲ καὶ φιλόμουσον εἶναι τὸ ζῷον διὰ τὸ ἀπὸ τῶν Μουσῶν τὸν ἀριθμὸν ἔχειν τῶν ἀστέρων.