ΕΡΑΤΟΣΘΕΝΗΣ, ΚΑΤΑΣΤΕΡΙΣΜΟΙ



 

 goldenbar

ΚΕΝΤΑΥΡΟΥ, ΥΔΡΟΥ ΕΝ ῼ ΚΡΑΤΗΡ ΚΑΙ ΚΟΡΑΞ, ΠΡΟΚΥΝΟΣ, ΠΛΑΝΗΤΑΙ, ΓΑΛΑΞΙΑΣ

ἑλληνικὸ πρωτότυπο ἐκ τοῦ TLG (Thesaurus Lingua Graeca)

Βιογραφία Ἐρατοσθένους Κυρηναίου

❧ 
 

Κενταύρου

Οὗτος δοκεῖ Χείρων εἶναι ὁ ἐν τῷ Πηλίῳ οἰκήσαι, δικαιοσύνῃ δὲ ὑπερενέγκας πάντας ἀνθρώπους καὶ παιδεύσας Ἀσκληπιόν τε καὶ Ἀχιλλέα· ἐφ’ ὃν Ἡρακλῆς δοκεῖ ἐλθεῖν δι’ ἔρωτα, ᾧ καὶ συνεῖναι ἐν τῷ ἄντρῳ τιμῶν τὸν Πᾶνα. μόνον δὲ τῶν Κενταύρων οὐκ ἀνεῖλεν, ἀλλ’ ἤκουεν αὐτοῦ, καθάπερ Ἀντισθένης φησὶν ὁ Σωκρατικὸς ἐν τῷ Ἡρακλεῖ. Χρόνον δὲ ἱκανὸν ὁμιλούντων αὐτῶν ἐκ τῆς φαρέτρας αὐτοῦ βέλος ἐξέπεσεν εἰς τὸν πόδα τοῦ Χείρωνος καὶ οὕτως ἀποθανόντος αὐτοῦ ὁ Ζεὺς διὰ τὴν εὐσέβειαν καὶ τὸ σύμπτωμα ἐν τοῖς ἄστροις ἔθηκεν αὐτόν. Ἔστι δὲ τὸ Θηρίον ἐν ταῖς χερσὶ πλησίον τοῦ Θυτηρίου· ὃ δοκεῖ προσφέρειν θύσων, ὅ ἐστι μέγιστον σημεῖον τῆς εὐσεβείας αὐτοῦ.

Ἒχει δὲ ἀστέρας ὑπεράνω τῆς κεφαλῆς ἀμαυροὺς γ′, ἐφ’ ἑκατέρων τῶν ὤμων λαμπρὸν α′, ἐπ’ ἀριστεροῦ ἀγκῶνος α′, ἐπ’ ἄκρας χειρὸς α′, ἐπὶ μέσου τοῦ ἱππείου στήθους α′, ἐφ’ ἑκατέρων τῶν ἐμπροσθίων ὁπλῶν α′, ἐπὶ ῥάχεως δ′, ἐπὶ κοιλίας β′ λαμπρούς, ἐπὶ κέρκου γ′, ἐπὶ τοῦ ἱππείου ἰσχίου α′ λαμπρόν, ἐφ’ ἑκατέρων τῶν ὀπισθίων γονάτων α′, ἐφ’ ἑκατέρας ὁπλῆς α′· τοὺς πάντας κδ′. Ἔχει δὲ καὶ ἐν ταῖς χερσὶ τὸ λεγόμενον Θηρίον, οὗ ποιοῦσι τὸ σχῆμα τετράγωνον. Τινὲς δὲ ἀσκόν φασιν αὐτὸ εἶναι οἴνου, ἐξ οὗ σπένδει τοῖς Θεοῖς ἐπὶ τὸ Θυτήριον. Ἔχει δὲ αὐτὸ ἐν τῇ δεξιᾷ χειρί, ἐν δὲ τῇ ἀριστερᾷ θύρσον. Ἔχει δὲ ἀστέρας τὸ Θηρίον ἐπὶ τῆς κέρκου β′, ἐπ’ ἄκρου τοῦ ὀπισθίου ποδὸς λαμπρὸν α′, μεταξὺ ἀμφοτέρων τῶν ποδῶν α′, ἐπὶ τῆς ῥάχεως λαμπρὸν α′, ἐπὶ τοῦ ἐμπροσθίου ποδὸς α′ λαμπρόν, καὶ ὑπ’ αὐτὸν α′, ἐπὶ τῆς κεφαλῆς γ′· τοὺς πάντας ι′.

 

Ο αστερισμός του Κενταύρου στον νυχτερινό ουρανό

 

Ὕδρου ἐν’ ᾧ Κρατὴρ καὶ Κόραξ

Tοῦτο τὸ ἄστρον κοινόν ἐστιν ἀπὸ πράξεως γεγονὸς ἐναργοῦς. Τιμὴν γὰρ ἔχει ὁ κόραξ παρὰ τῷ Ἀπόλλωνι· ἑκάστῳ γὰρ τῶν Θεῶν ὄρνεόν ἐστιν ἀνακείμενον· θυσίας δὲ γενομένης τοῖς Θεοῖς σπονδὴν πεμφθεὶς κομίσαι [ἐνέγκαι] ἀπὸ κρήνης τινός, ἰδὼν παρὰ τὴν κρήνην συκῆν ὀλίνθους [ἐρινεοὺς] ἔχουσαν ἔμεινεν ἕως πεπανθῶσιν· μεθ’ ἱκανὰς δὲ ἡμέρας πεπανθέντων τούτων καὶ φαγὼν τῶν συκῶν αἰσθόμενος τὸ ἁμάρτημα ἐξαρπάσας καὶ τὸν ἐν τῇ κρήνῃ ὕδρον ἔφερε σὺν τῷ κρατῆρι, φάσκων αὐτὸν ἐκπίνειν καθ’ ἡμέραν τὸ γιγνόμενον ἐν τῇ κρήνῃ ὕδωρ· ὁ δὲ Ἀπόλλων ἐπιγνοὺς τὰ ὄντα τῷ μὲν κόρακι ἐν τοῖς ἀνθρώποις ἐπιτίμιον ἔθηκεν ἱκανὸν τὸν χρόνον τοῦτον διψῆν, καθάπερ Ἀριστοτέλης εἴρηκεν ἐν τοῖς περὶ θηρίων, καὶ Ἀρχέλαος δέ φησιν ὁμοίως ἐν τοῖς Ἰδιοφυέσιν. Μνημόνευμα δὲ δώσων τῆς εἰς Θεοὺς ἁμαρτίας σαφές, εἰκονίσας ἐν τοῖς ἄστροις ἔθηκεν εἶναι τόν τε Ὕδρον καὶ τὸν Κρατῆρα καὶ τὸν Κόρακα μὴ δυνάμενον πιεῖν καὶ μὴ προσελθεῖν.

Ἒχουσι δ’ ἀστέρας ὁ μὲν Ὕδρος ἐπ’ ἄκρας τῆς κεφαλῆς γ′ λαμπρούς, ἐπὶ τῆς πρώτης καμπῆς ς′, λαμπρὸν δὲ α′ τὸν ἔσχατον, ἐπὶ τῆς δευτέρας καμπῆς γ′, ἐπὶ τῆς τρίτης δ′, ἐπὶ τῆς τετάρτης β′, ἀπὸ τῆς ε′ καμπῆς μέχρι τῆς κέρκου θ′ ἀμαυρούς· τοὺς πάντας κζ′. Ἒστι δὲ καὶ ἐπὶ τῆς κέρκου ὁ Κόραξ βλέπων εἰς δυσμάς· ἔχει δ’ ἀστέρας ἐπὶ τοῦ ῥύγχους ἀμαυρὸν α′, ἐπὶ τῆς πτέρυγος β′, ἐπὶ τοῦ ὀρθοπυγίου β′, ἐφ’ ἑκατέρων ποδῶν ἄκρων α′· τοὺς πάντας ζ′. Τούτου δὲ ἱκανὸν ἀπέχων ἀπὸ τῆς καμπῆς ὁ Κρατὴρ κεῖται ἐγκεκλιμένος πρὸς τὰ γόνατα τῆς Παρθένου· ἔχει δὲ ἀστέρας ὁ Κρατὴρ ἐπὶ τοῦ χείλους β′, ὑφ’ ἑκάτερα τὰ ὦτα β′ ἀμαυρούς, ἐπὶ τὸ μέσον β′, καὶ παρὰ τῷ πυθμένι β′· τοὺς πάντας ι′.

 

Οι αστερισμοί της Ύδρας, του Κρατήρος, και του Κόρακος στον νυχτερινό ουρανό

 

Προκυνός

Οὗτός ἐστιν ὁ πρὸ τοῦ μεγάλου Κυνός· Προκύων δὲ λέγεται ὡς πρὸ τοῦ κυνός· Ὠρίωνος δὲ κύων ἐστίν· λέγεται γὰρ διὰ τὸ φιλοκύνηγον αὐτὸν εἶναι παρατεθῆναι τοῦτον αὐτῷ· καὶ γὰρ Λαγωὸς ἐχόμενος καὶ ἄλλα θηρία παρ’ αὐτὸν συνορᾶται.

Ἒχει δὲ ἀστέρας γ′, ὧν εἷς ὁ πρῶτος [ἀνατέλλει] λαμπρός· καὶ ποιεῖ ὁμοιότητα τοῦ κυνός· διὸ καὶ Προκύων καλεῖται, καὶ πρότερος ἀνατέλλει καὶ δύνει ἐκείνου. Τὰ δὲ μετὰ ταῦτα ἄστρα γίνεται ἐν τῷ ζῳδιακῷ κύκλῳ, ὃν ὁ Ἣλιος διαπορεύεται ἐν ιβ′ μησίν, διόπερ καὶ τὰ ζῴδια τούτου ἰσάριθμά ἐστιν.

 

Οι αστερισμοί του Ωρίωνος και του Μικρού Κυνός στον νυχτερινό ουρανό

 

Πλανῆται

Περὶ τῶν πέντε ἀστέρων τῶν καλουμένων πλανητῶν διὰ τὸ κίνησιν ἔχειν ἰδίαν αὐτούς.

Λέγονται [δὲ] Θεῶν εἶναι πέντε. Πρῶτον μὲν Διός, Φαίνοντα, μέγαν. Ὁ δεύτερος ἐκλήθη μὲν Φαέθων οὐ μέγας· οὗτος ὠνομάσθη ἀπὸ τοῦ Ἡλίου. Ὁ δὲ τρίτος Ἂρεως, Πυροειδὴς δὲ καλεῖται, οὐ μέγας, τὸ χρῶμα ὅμοιος τῷ ἐν τῷ Ἀετῷ. Ὁ δὲ τέταρτος Φωσφόρος, Ἀφροδίτης, λευκὸς τῷ χρώματι. Πάντων δὲ μέγιστός ἐστι τούτων τῶν ἄστρων. ὃν καὶ Ἕσπερον καὶ Φωσφόρον καλοῦσιν. Πέμπτος δὲ Ἑρμοῦ, Στίλβων, λαμπρὸς καὶ μικρός· τῷ δὲ Ἑρμῇ ἐδόθη διὰ τὸ πρῶτον αὐτὸν τὸν διάκοσμον ὁρίσαι τοῦ οὐρανοῦ καὶ τῶν ἄστρων τὰς τάξεις καὶ τὰς ὥρας μετρῆσαι καὶ ἐπισημασιῶν καιροὺς δεῖξαι. Στίλβων δὲ καλεῖται διὰ τὸ φαντασίαν τοιαύτην αὐτὸν ποιεῖν.

Γαλαξίας

Οὗτος γίνεται ἐν τοῖς φαινομένοις κύκλοις, ὃν προσαγορεύεσθαί φασι Γαλαξίαν· οὐ γὰρ ἐξῆν τοῖς Διὸς υἱοῖς τῆς οὐρανίου τιμῆς μετασχεῖν εἰ μή τις αὐτῶν θηλάσειε τὸν τῆς Ἥρας μαστόν. Διόπερ φασὶ τὸν Ἑρμῆν ὑπὸ τὴν γένεσιν ἀνακομίσαι τὸν Ἡρακλέα καὶ προσσχεῖν αὐτὸν τῷ τῆς Ἥρας μαστῷ, τὸν δὲ θηλάζειν· ἐπινοήσασαν δὲ τὴν Ἥραν ἀποσείσασθαι αὐτόν, καὶ οὕτως ἐκχυθέντος τοῦ περισσεύματος ἀποτελεσθῆναι τὸν Γαλαξίαν κύκλον.

 

H θεά Ήρα θηλάζει τον Ηρακλή, και η δημιουργία του Γαλαξία, του ζωγράφου Peter Paul Rubens - Hera and Heracles The Birth of the Galaxy Rubens Peter PaulἩ δημιουργία τοῦ Γαλαξία καθὼς ἡ θεὰ Ἥρα θηλάζει τὸν Ἡρακλῆ, τοῦ ζωγράφου Πέτερ–Πώλ Ρούμπενς (Peter Paul Rubens).