| Ῥητόριος, Ἐπιτομή τέχνης ἀστρονομικῆς μέρος ε' |
|
Ἐπιτομή τέχνης ἀστρονομικῆς μέρος Α' | μέρος Β' | μέρος Γ' | μέρος Δ' | μέρος Ε'
νη'. Περὶ τῆς τῶν ἀπλανῶν ἀστέρων δυνάμεως Ἀναγκαῖον ᾠήθην καὶ τὴν τῶν ἀπλανῶν δύναμίν τε καὶ ἐνεργείαν καθυποτάξαι, ὡς πολλὰ δύνανται ἰσομοιροῦντες τοῖς κέντροις καὶ τοῖς πλάνησι• ξένας γὰρ καὶ παραδόξους γενέσεις παρασκευάζειν εἰώθασιν, ὥς φησιν ὁ πολυΐστωρ Ἰουλιανὸς ἐν τοῖς αὐτοῦ ἀποτελέσμασιν. οἱ δὲ εἶσιν οὔτοι. Ὁ Στάχυς Ζυγοῦ μοίρᾳ οὐδὲν κ' βόρειος μεγέθους πρώτου, κράσεως Ἀφροδίτης καὶ Ἑρμοῦ. Ὁ λαμπρὸς τῆς Λύρας Τοξότου μοίρας κα' μεγέθους πρώτου, κράσεως Ἀφροδίτης καὶ Ἑρμοῦ. Ὁ ἐπὶ τοῦ στόματος τοῦ μεγάλου Ἰχθύος Ὑδροχόου μοίρας ιβ’ νότιος, μεγέθους ἅ, κράσεως Ἀφροδίτης καὶ Ἑρμοῦ. Ὁ λαμπρὸς τοῦ Ὄρνιθος Ὑδροχόου ιβ' ν', βόρειος, μεγέθους πρώτου κράσεως Ἀφροδίτης καὶ Ἑρμοῦ. Ὁ λαμπρὸς τοῦ βορείου Στεφάνου Ζυγοῦ μοίρας ιε’ κ', βόρειος, μεγέθους πρώτου, κράσεως Ἀφροδίτης καὶ Ἑρμοῦ. Οὔτοι οἱ ἀστέρες ἰσομοίρως ὡροσκοποῦντες ἢ μεσουρανοῦντες ποιοῦσι τοὺς οὕτω γεννωμένους οὐ μόνον περιφανεῖς καὶ εὐπόρους καὶ ἐνδόξους ἀλλὰ καὶ πολυμαθεῖς καὶ ἐμφιλοσόφους καὶ λογίους καὶ ποιητικοὺς καὶ ἐπιστημονικοὺς καὶ εὐφυεῖς καὶ φιλομούσους καὶ φιλοτέχνους καὶ χρηστοήθεις καὶ ἀπολαυστικοὺς καὶ τρυφεροδιαίτους καὶ εὐφροσύνους. συνετούς τε καὶ διανοητικοὺς καὶ εὐεπιβόλους καὶ κατορθωτικοὺς καὶ σχεδὸν αὐτοδιδάκτους καὶ καθολικῶς διὰ λόγων ἀρετὴν ἤτοι φρονήσει δοξαζομενους, ζηλωτὰς τῶν ἀρετῶν, εὐστόμους, ἐπιχάρεις τῷ λόγῳ καὶ ἐρασμίους καὶ εὐαρμόστους τοῖς ἤθεσι, σπου-δαίους, κριτικοὺς μεγαλόφρονας, ἐνίοτε καὶ πολυκοίνους, εὐκινήτους περὶ τὰ ἀφροδίσια ἐάνπερ καὶ ὁ Ἄρης ἀνατολικὸς ὢν ὑπέργειος ἐπιθεωρήσῃ ἕνα αὐτῶν ὡρονομοῦντα• ἐὰν δὲ ἐπιθεωρήςῃ ἐπίκεντρος ὁ Ἄρης καὶ πράγμασι περιπλέκονται γραπτῶν χάριν ἢ ἐπιθυμιῶν τίνων, ἐὰν μάλιστα οὕτως ὢν Ἄρης πρὸς Ἥλιον ὡρονομήςῃ• ἐὰν δὲ ἐν τῷ ὑπογείῳ τόπῳ εὑρεθῶσι ἥ τε Ἀφροδίτη καὶ ὁ Ἄρης ἑνὸς τού¬των ὡρονομοῦντος ἢ καὶ ἐν τῷ δυτικῷ κέντρῳ, ἐκ τῶν ἐναντίων σώφρονας ποιοῦσι καὶ θεοσεβεῖς ἢ ἐνεργεῖν μὴ δυναμένους ἐν τοῖς ἀφροδισίοις ἢ σπανοτέκνους ἢ θηλυγόνους• μεγάλη γὰρ διαφορὰ γινεται ἐκ τῆς πρὸς τὰ κέντρα σχέσεως τῆς Ἀφροδίτης καὶ τοῦ Ἄρεως, ἐὰν Κρόνος ἐπίδῃ τινὰ αὐτῶν τῶν ε' λαμπρῶν ἀστέρων ὡρονομοῦντα, ἰατρικῆς ἔμπειροι γίνονται καὶ προγνῶσται, ἀπὸ κρυφῶν βίβλων καὶ τελετῶν πολυΐστορες. ἐὰν δὲ Ζεὺς ἐπιθεωρήσῃ ὡρονομοῦντα ἕνα ὧν προεῖπον λαμπρῶν ἀστέρων μείζονας τάς εὐτυχίας καὶ τάς δόξας καὶ τάς ἀρχὰς καὶ τάς ἡγεμονίας παρέχεται, καὶ ἐν αὐτοῖς δὲ τούτοις διαφορὰν ἄλλην εὑρήσομεν• ἐὰν γὰρ ὡρο¬σκοπῇ ἢ μεσουρανῇ ὅ τοῦ Στάχυος ἀστήρ, ποιεῖ ἱεροφάντας, ἱερεῖς μεγαλοτίμους ἢ φιλοσόφους ἢ τελετῶν τινων προφήτας καὶ μάλιστα τοὺς περὶ τὴν Ἑλλάδα γεννωμένους• ἐπὶ θηλυκῶν δὲ γενέσεων οὕτως εὑρεθεὶς ποιεῖ ἱερείας ἢ ἱεροφαντίδας ἢ καὶ μυστηρίων καὶ τελετῶν εἰδήμονας καὶ τελεσμάτων τινῶν ἀπεχομένους καὶ διὰ θεῶν μεγάλως βοηθουμένους. ἐὰν δὲ ὡροσκοπῇ ἢ μεσουρανῇ ὁ τοῦ βορείου Στεφάνου, ποιεῖ ἐνδόξους στεφανηφόρους, ἀρχιερεῖς, βασιλέων φίλους καὶ τῷ σώματι ἰσχυροὺς καὶ ὀνομαστοὺς γιγνομένους, παρὰ πολλῶν φιλουμένους. ἐὰν δὲ ὡροσκοπῇ ὁ του νοτίου Ἰχθύος, σπανοτέκνους ποιεῖ ἢ βραδυτέκνους ἢ θηλυγόνους ἢ ἀτέκνους, λογίους δὲ πάνυ καὶ μᾶλλον εὐειδεῖς. Πάλιν ἡ Καρδία Λέοντος, Λέοντος μοίρας ς' ι', βόρειος, μεγέθους πρώτου, κράσεως Διὸς καὶ Ἄρεως. Ὁ Ἀρκτοῦρος, Ζυγοῦ μοίρας ε' μ', βόρειος, μεγέθους πρώτου, κράσεως Διὸς καὶ Ἄρεως. Ὁ λαμπρὸς τοῦ Ἀετοῦ, Αἰγόκερω μοίρας ζ' μ', βόρειος, μεγέθους πρώτου, κράσεως Διὸς καὶ Ἄρεως. Ὁ Ἀντάρης, Σκορπιου ις' κ', νότιος, μεγέθους δευτέρου, κράσεως Διὸς καὶ Ἄρεως. Ὁ Κύων, Διδύμων κα κ', νότιος, μεγέθους πρώτου, κράσεως Διὸς καὶ Ἄρεως. Οὔτοι οἱ ἀστέρες ἰσομοίρως ὡροσκοποῦντες ἣ μεσουρανοῦντες ποιοῦσιν ἐνδόξους στρατηγικούς, χώρας καὶ πόλεις καὶ ἔθνη ὑποτάσ¬σοντας καὶ διοικοῦντας καὶ φοβεροὺς ἀνθρώπους καὶ ἡγεμόνας καὶ στρατηλάτας, διοικητικούς, κεκινημένους, ἀνυποτάκτους, παρρησιαστικους, φιλονείκους, ἀνυστικούς, εὐεπιβόλους, ἐπάνδρους, νικητικούς, πολυκτήμονας πάνυ καὶ ἄγαν πλουσίους, μεγαλοψύχους καὶ φιλοτίμους, φιλοκάλους, οὐ πάντως δὲ καλῶ τέλει τελευτῶντας. Πάλιν ὁ τοῦ ἀριστεροῦ ἀκρόποδος Ὠρίωνος, Ταύρου κγ' λ', νότιος, μεγέθους β', κράσεως Διὸς καὶ Κρόνου. Ὁ μέσος τῶν τριῶν τῆς ζώνης τοῦ Ὠρίωνος, Διδύμων μοῖραν μίαν, νότιος, μεγέθους β', κράσεως Διὸς καὶ Κρόνου. Ὁ ἐπὶ τοῦ δεξιοῦ ὤμου τοῦ Ἠνιοχου, Διδύμων μοίρας ς' λ', βόρειος, μεγέθους β', κράσεως Διὸς καὶ Κρόνου. Ὁ ἐπὶ τοῦ γόνατος τοῦ Τοξότου, Τοξότου κ’ μ', νότιος μεγέθους β , κράσεως Διὸς καὶ Κρόνου. Ὁ τῆς Γοργόνης, Ταύρου μοίρας γ’ κ', βόρειος μεγέθους β', κράσεως Διὸς καὶ Κρόνου. Ὁ τῆς Αἰγός, Ταύρου μοίρας κη' μ', βόρειος, μεγέθους πρώτου, κράσεως Διὸς καὶ Κρόνου. Οὔτοι ἰσομοίρως ὡροσκοποῦντες ἢ μεσουρανοῦντες ποιοῦσι τοὺς οὕτως ἔχοντας πολυκτήμονας καὶ πλουσίους ἄγαν καὶ εἰς διαφόρους χώρας καὶ πόλεις κτωμένους καὶ φιλογεώργους καὶ φιλοικοδόμους• εἰ καὶ ἡ Σελήνη ἐπιθεωρήσῃ ἕνα ὧν εἶπον ἀστέρων ὡροσκοποῦντα ἣ μεσουρανοῦντα, τοῦσδε τοῖς τρόποις ἀγαθοὺς καὶ τιμητικοὺς τῶν πρεσβυτέρων καθεστῶτας καλογνώμονας, μεταδοτικούς, ἀνεξικάκους, σώφρονας, φιλοικείους• ἰδίως δὲ πάλιν ἐκ τούτων ὁ μὲν ἐπὶ τοῦ γόνατος τοῦ Τοξότου καὶ ὁ ἐπὶ τοῦ δεξιοῦ ὤμου τοῦ Ἡνιόχου, ἐὰν ὡροσκοποῦντες ἢ μεσουρανοῦντες κατὰ κάθετον τύχωσι, τετραπόδων ἢ καὶ ἠνιόχων ἐργάτας ἢ καὶ αὐτοὺς περὶ ἰππολοχείαν ἢ ἠνιοχικὴν ἔχοντας. Πάλιν ὁ ἐπὶ τῆς κεφαλῆς τοῦ ἑπομένου Διδύμου, Καρκίνου λεπτὰ κ', βόρειος, μεγέθους β , κράσεως Ἄρεως μόνου. Ἐὰν οὗτος τύχῃ ὡροσκοπῶν ἢ μεσουρανῶν ἐπὶ γενέσεως καὶ μάλιστα νυκτός, ποιεῖ ἀρχικούς, δεινούς, δράστας, παραβόλους ἢ ἀνυποτάκτους, θυμικούς, αὐθάδεις, τυραννικούς, πολέμων προϊσταμένους, ἐνδόξους καὶ μεγάλους• ἡμερινῆς ἐπὶ γενέσεως ὡροσκοπῶν ποιήσει ὑβριστάς, ὠμούς, ἀνελεήμονας, προπετεῖς, ἅρπαγας, τεταραγμένους μεθύσους• ἐὰν δὲ μεσουρανῇ, λογίους μὲν πάνυ ποιεῖ καὶ φίλους βασι¬λέων ἢ τυράννων, οὐ καλῷ δὲ τέλει πάντως ἀπολλυμένους. Πάλιν ὁ ἐπὶ τῆς ἀριστερᾶς χηλῆς τοῦ Σκορπίου, Ζυγοῦ μοίρας κε’ γ', βόρειος, μεγέθους δευτέρου, κράσεως Διὸς καὶ Ἑρμοῦ. Ὁ ἐπὶ τῆς κεφαλῆς τοῦ ἡγουμένου Διδύμου, Διδύμων μοίρας κζ', βόρειος, μεγέθους δευτέρου, κράσεως Διὸς καὶ Ἑρμοῦ. Ἐὰν οὔτοι τύχωσι ὡροσκοποῦντες ἢ μεσουρανοῦντες, ποιοῦσι φιλο¬λόγους, πολυΐστορας, δημηγορικούς, φιλομούσους, ποιητικούς, φιλοκάλους, εὐεπιβόλους, εὐφυεῖς, πολυπράκτους, ἀξιωματικούς, εὐσεβεῖς, φιλοθέους, εὐχρηματίστους, πολυγνώστους ἢ καὶ ἀπὸ δοσοληψίας εὐτυχοῦντας μεγάλως χρυσοῦ τε καὶ ἀργύρου καὶ τῶν τοιούτων καὶ πρὸς τάς συμπεριφορὰς ἐλευθεριωτέρους καὶ μάλιστα ἐπὶ ἡμερινῆς γενέσεως• ἐπὶ γὰρ τῶν νυκτὸς γινομένων ὡροσκοποῦντες ποιοῦσι δοξοσόφους, ἀλαζονικούς, ἐπιτηδευματικούς, ὑποκρινομένους, πολυΐστορας δὲ καὶ μνημονικοὺς καὶ διδασκάλους καὶ καθαροὺς ἐν ταῖς ἐπιθυμίαις. Πάλιν ὁ ἐν τῷ ἡγουμένῳ ὤμῳ τοῦ Ὠρίωνος, Ταύρου μοίρας κζ' μ', νότιος, μεγέθους δευτέρου, κράσεως Ἄρεως καὶ Ἑρμοῦ. Ὁ Προκύων, μοίρας τρεῖς δ’ α' Καρκίνου, μεγέθους α’, κράσεως Ἄρεως καὶ Ἑρμοῦ. Ὁ ἐν τῷ δεξιῷ ὤμῳ τοῦ Ὠρίωνος, Διδύμων μοίρας ε’ μ', νότιος, μεγέθους α', κράσεως Ἄρεως καὶ Ἑρμοῦ. Ὁ κοινὸς Ἵππου καὶ Ἀνδρομεδας, Ἰχθύων μοίρας κα' λ' βόρειος, μεγέθους β', κράσεως Ἄρεως καὶ Ἑρμοῦ. Ἵππου ὦμος, Ἰχθύων μοίρας ε’ ν', βόρειος, μεγέθους β', κράσεως Ἄρεως καὶ Ἑρμοῦ. Οἱ τοιοῦτοι ἀστέρες πάλιν ἰσομοίρως ὡροσκοποῦντες ἢ μεσουρανοῦντες, μάλιστα ἐπὶ νυκτερινῆς γενέσεως ποιοῦσι στρατηγικούς, δεινούς, δράστας, πολυτρόπους, σοφιστικούς, πολυπράγμονας, λογίους, ἀπαρεγκλίτας ὀξυφώνους, ἐξαπατήτας, ἐπιτευκτικούς, ὀξεῖς δὲ ἅμα καὶ ἀπροσκορεῖς πρὸς τὰς ἐπιθυμίας, διαφθορεῖς ὄντας ἀθῴων καὶ παρθένων, ἐπιόρκους. ἐπὶ δὲ ἡμερινῆς γενέσεως ὡροσκοποῦντες ποιοῦσι τολμηρούς, ὠμούς, μεταμελητικούς, ψεύστας, κλεπτας, ἀθέους, ἀφίλους, ἐπιθέτας, θεατροκόπους, ἐφυβρίστας, μιαιφόνους, πλαστογράφους, γόητας, ἀνδροφόνους, οὐ καλῷ τέλει ἐνίοτε χρωμένους μάλιστα, ὡς προείπομεν, ἐπὶ ἡμερινῆς γενεσιως. Πάλιν ὁ ἐπὶ τοῦ δεξιοῦ ποδὸς τοῦ Κενταύρου, Σκορπιου μοίρας ιβ’, νότιος, μεγέθους α’, κράσεως Ἀφροδίτης καὶ Διός. Ὁ ἔσχατος τοῦ Ποταμοῦ, Κριοῦ μοίρας γ' ν', νότιος, μεγέθους α’, κράσεως Ἀφροδίτης καὶ Διός. Καὶ οὔτοι πάλιν ἰσομοίρως ὡροσκοποῦντες ἢ μεσουρανοῦντες ποιοῦσι καθαρίους, ἀπολαυστικούς, φιλοκάλους, φιλομούσους, φιλοθέους, φιλοδώρους φρονίμους, φιληκόους, καλοσυμβούλους, ἐν τῷ σεμνῷ μεγαλοψύχους, εὐγνώμονας, εὐσχήμονας πρὸς τὰ ἀφροδίσια ἢ καὶ ἀπὸ γυναικείων προσώπων ὠφελουμένους μεγάλους τε καὶ ἀγαθούς, ξανθοτρίχας δὲ μᾶλλον καὶ εὐειδεῖς, ἁπαλοσώμους, μάλιστα δὲ ἐὰν τὴν Σελήνην ἐπιθεωρήσωσιν. Πάλιν οὐρὰ Λέοντος, Λέοντος μοίρας κη' ι’, βόρειος, μεγέθους α’, κράσεως Κρόνου καὶ Ἀφροδίτης. Ὁ ἐπὶ τῆς ὀσφύος τοῦ Λέοντος, Λέοντος μοίρας ιζ’ η’, βόρειος, μεγε¬θους α’, κράσεως Κρόνου καὶ Ἀφροδίτης. Ὑδρου αὐχήν. Λέοντος μοίρας γ' μ', νότιος, μεγέθους β', κράσεως Κρόνου καὶ Ἀφροδίτης. Καὶ οὔτοι πάλιν ὡροσκοποῦντες ἢ μεσουρανοῦντες ποιοῦσιν εὐτυ¬χεῖς μὲν καὶ περικτήμονας καὶ περιφανεστάτους, ἐμπαθεῖς δὲ καὶ αἰσχροποιοὺς καὶ μαλακολάλους ἢ καὶ φιλορχηστὰς καὶ κακοφήμους δὲ περὶ τὰ ἀφροδίσια, προβαίνοντας δὲ τὶ ἡλικία ἱερωσυνῶν τινων μεταλαμβάνοντας, διὰ θρησκείαν τινὰ θεϊκὴν ἢ ἐγκράτειαν τιμωμένους καὶ ἐδεσμάτων τινῶν ἀπεχομένους. καὶ βιβλίων τέ τινων ἀπορρήτων εἰδήμονες γίνονται καὶ περὶ τὰ οὐράνια φιλόκαλοι, τοὺς δὲ ὀφθαλμοὺς μᾶλλον ὑπογλαύκους ἢ χαροποὺς ἔχοντες, εὐειδεῖς δὲ ταῖς ὄψεσιν. Ὁ λαμπρὸς τῶν Ὑάδων ἀνατέλλων ἐπὶ τῆς ἀποκυητικῆς ὥρας κείμενος ἐν τῷ ζῳδιακῷ κύκλῳ Ταύρου μοίρας ις’ κ', κράσεως Ἄρεως καὶ Ἀφροδίτης, ποιεῖ εὐτυχεῖς μὲν ἄγαν καὶ πλουσίους καὶ χώρας καὶ πόλεις καὶ ἔθνη ὑποτάσσοντας ἢ διοίκουντας• ὥσπερ γὰρ αὐτὸ τὸ ἄστρον καὶ ἡ θέσις τῶν Ὑάδων ὅλῳ τῷ κόσμῳ καὶ πᾶσιν ἀνθρώποις εὐεπίγνωστόν ἐστιν ἢ καὶ μᾶλλον φανερώτερον ὑπάρχει, οὕτως οἱ γεννώμενοι ἀνατέλλοντος ἢ μεσουρανοῦντος τοῦ λαμπροῦ τῶν Ὑάδων ἐνδοξότατοι καὶ περιφανέστεροι καὶ πλουσιώτεροι τῶν ἄλλων ἀνθρώπων γίνονται. τὰ αὐτὰ δὲ ποιεῖ καὶ ὅταν ἰσομοιρήσῃ ἢ παρανατείλῃ τῇ Σελήνῃ, μάλιστα ἐπειδὴ οὗτος μόνος ὁ ἀστὴρ σχεδὸν διπλῆν δύναμιν ἔχει τῶν ἄλλων ἀστέρων. ἀνατέλλοντος γὰρ αὐτοῦ δύνει ὁ λαμπρὸς τοῦ Ἀντάρεος κατ’ ἰσομοιρίαν αὐτοῦ κείμενος Σκορπίου μοίρας ις’ κ' καὶ ἀμφότεροι ἐν αὐτῷ τῷ ζῳδιακῷ κύκλῳ είσίν. οὕτως μὲν οὖν καὶ περὶ τὰ δυτικὰ μέρη τῆς οἰκουμένης καὶ περὶ τὰ ἀνατολικὰ καὶ περὶ τὰ ἄλλα κλίματα δοξάζονται καὶ μέγα δύνανται. αὐτὸς δὲ ὁ τοῦ Ἀντάρεως καὶ αὐτὸ τὸ κέντρον τὸ δῦνον γαμοστολικῷ τόπῳ εὑρισκόμενος ποιεῖ, καθὼς προείπομεν, διὰ γυναικείων προσώπων μεγάλας εὐτυχίας καὶ κληρονομίας• καὶ γὰρ αἱ γυναῖκες τῶν οὕτως γεννωμένων περίβλεπτοι μὲν καὶ πάνυ πλούσιαι γίνονται, οὐ πολυχρόνιοι δέ, ἐπειδὴ οὗτος ὁ Ἀντάρης εὐθέως δύνει, ὡς προείπομεν, ἐν τῷ γαμοστολικῷ τόπῳ εὑρισκόμενος. ὁ δὲ λαμπρὸς τῶν Ὑάδων ὡροσκοπῶν καὶ ἔχων τὸ ποιητικὸν τῆς του Ἄρεως καὶ Ἀφροδίτης ἐνεργείας ποιεῖ τοὺς οὕτω γεννωμένους περιθύμους καὶ θερμοὺς πάνυ περὶ τὰς ἐπιθυμίας καὶ ἀδιαφόρους περὶ τὰ ἀφροδίσια. φύσει γὰρ αὐτὸς ὁ τόπος τῶν Ὑάδων ἀνατέλλων ἤτοι οὗτος ὡροσκοπῶν ἀπὸ μοίρας ιβ’ κ' ἕως ις’ κ' ἐμπαθεῖς περὶ τὰς ἡδονὰς ποιεῖ καὶ ἐπισήμους μᾶλλον καὶ εὐειδεῖς καὶ καλοτραχήλους. Ἰδικῶς δὲ καί τινα ζῴδια καὶ ἀστέρες τῶν ἀπλανῶν ἐν τῷ περὶ θεῶν τόπῳ καὶ ἐν τῷ ὑπογείῳ μοιρικῶς εὑρισκόμενοι ἢ καὶ ὡροσκοποῦντες μεγάλας βοηθείας διὰ θεῶν ἢ δι' ἐπιφανείας ἢ δι ὀνείρων παρέχονται τοῖς γεννωμένοις• ὁ μὲν γὰρ Σκορπίος οὕτως εὑρισκόμενος καὶ μάλιστα περὶ μοίρας κη' ις’, ἔνθα ἐστὶν ὁ λαμπρὸς τοῦ Ὀφιούχου, δι ἐπιφανείας ἢ δυνάμεως Ἀσκληπιακῆς ὴ Σαραπιακῆς ἢ ἰατρῶν ἀρίστων συναστρίας θεραπεύει τοὺς οὕτω γεννωμένους• ὁ δὲ τοῦ Στάχυος τῆς Παρθένου, ὅς ἐστιν τοῦ Ζυγοῦ περὶ λεπτῶν κ', αὐτὸς οὕτως εὑρισκόμενος διὰ Μητρὸς θεῶν ἢ Κόρης ἢ Ἀφροδίτης ἢ Ὑγείας ἐπιφάνειας ἀποτελεῖ• ὁ δὲ ἐπὶ τῆς κεφαλῆς τοῦ ἡγουμένου Διδύμου μοίρᾳ κζ' εὑρισκόμενος, ὡς προείπομεν, ἐν τῷ περὶ θεῶν τόπῳ ἢ ἐν τῷ ὑπογείῳ κέντρα ἢ ὡροσκοπῶν δι’ Ἑρμοῦ ἢ Τελεσφόρου ἢ Ἀπόλλωνος τὰς βοηθείας ποιεῖ• ὁ δὲ ἐπὶ τῆς κεφαλῆς τοῦ ἑπομένου Διδύμου, ὅς ἐστιν ἐπὶ τῶν κ΄ λεπτῶν τοῦ Καρκίνου οὕτως εὑρισκόμενος καὶ μάλιστα ἐπὶ νυκτερινῶν γενέσεων δι’ Ἡρακλέους ἢ Διοσκόρων βοηθείας ἢ ἐπιφανείας παρέχεται• καὶ ὁ λαμπρὸς δὲ τοῦ Κυνὸς Διδύμων κα' κ', ἐν οἷς προεῖπον τόποις εὑρισκόμενος, καὶ μάλιστα ἐπὶ νυκτερινῶν γενέσεων ἀπὸ Ἑκάτης ἢ Ἀνούβιδος ἢ καὶ αὐτοῦ τοῦ Ἄρεως ἢ καὶ τὰς διὰ στοιχείων ἢ πυρὸς ἢ αἵματος ἢ ἀποτροπιασμῶν βοηθείας ἢ ἐπιφανείας παρέχεται• ὁ δὲ ἐπὶ τῆς Λύρας διὰ Ἀπόλλωνος ἢ Ἑρμοῦ, οἱ δὲ ἐπὶ τῶν κεράτων τοῦ Αἰγόκερω καὶ οἱ Ἔριφοι καὶ ἡ Αἴξ, ἐφ’ ὧν προεῖπον τόπων εὑρισκόμενοι διὰ Πανος ἢ καὶ Ἑρμοῦ τὰς βοηθείας καὶ τὰς ἐπιφανείας ποιοῦσι, μάλιστα ἐὰν καὶ τῶν ἀγαθοποιῶν τις τοὺς προειρημένους τόπους ἐπιθεωρήσῃ. Καὶ ἕκαστος δὲ τῶν πλανητῶν κατὰ τὴν οἰκείαν αὐτοῦ φύσιν ἐπὶ τῶν προδεδηλωμένων τόπων εὑρισκόμενος καὶ μάλιστα οἱ ἀγαθοποιοὶ τὰς βοηθείας καὶ ἐπιφάνειας ποιοῦσι κατὰ τὰς τῆς φύσεως αὐτῶν δυνάμεις, καὶ ὁ Κρόνος δὲ ἐπὶ ἡμερινῶν γενέσεων τὰς ἰδίας ἢ καὶ τὰς διὰ Πλούτωνος καὶ Ποσειδῶνος ὄψεις καὶ βοηθείας παρέχεται καὶ ἐξ ἀντιπαθείας τῶν ἰδίων βοτανῶν καὶ τῶν ἄλλων θεραπείας παρέχεται• ἐπὶ δὲ τῶν νυκτερινῶν γενέσεων καλῶς κείμενος τὰς διὰ τετελευτηκότων προσώπων ἢ ἐπισημασιῶν καὶ δεισιδαιμονιῶν παρέχεται καὶ ὁ Ἄρης δὲ τὰ τῇ ἑαυτοῦ φύσει ἐοικότα παρέχεται καὶ τοῖς μὲν νυκτερινοῖς ὠφέλιμα, φοβερὰ δὲ τοῖς δι’ ἡμέρας γεννωμένοις καὶ ἐνάντια καὶ βλαβερά. θεώρει δὲ πότερον ἀγαθοποιῶν ἢ κακοποιῶν. ἐὰν εἰς τὸ ὡροσκόποῦν ζῴδιον ἐμπίπτῃ, ἐπὶ τέκνοις λυπηθήσονται καὶ νοσεροὶ γίγνονται. ἐὰν δὲ εἰς τὸ δυτικόν, κινδυνεύσουσι κρίσεσι καὶ πτώσεσι καὶ ὀφθαλμίαις• ἐὰν εἰς τὸ μεσουράνημα, ἐγκοπὰς ἔχουσιν ἐν ταῖς δόξαις• ἐὰν δὲ εἰς τὸ ὑπόγειον, ὑπὸ κρυφίμων τόπων ὀχλοῦνται. τὰ παραπλήσια ποιεῖ καὶ τὸ τοῦ Ἄρεως δωδεκατημόριον• ἐὰν τὸ τοῦ Κρόνου δωδεκατημόριον εἰς τὸν τόπον τοῦ Διὸς ἐμπίπτῃ, διαφορὰν ἔξει πρὸς ἡγούμενον• ἐὰν δὲ εἰς τὸν τοῦ Ἄρεως, ἐν κρίσεσι πολλαῖς ἔσται• ἐὰν δὲ εἰς τὸν τοῦ Ἑρμοῦ, ἐπὶ τέκνοις καὶ ἀδελφοῖς λυπηθήσεται• ἐὰν δὲ εἰς τὸν τῆς Ἀφροδίτης, ἐπὶ γυναικὶ λυπηθήσεται• ἐὰν δὲ εἰς τὸν τοῦ Ἡλίου, τὰ πατρικὰ χρήματα βλάπτει ἢ αὐτὸν τὸν πατέρα κακοποιεῖ• ἐὰν τὸ τοῦ Ἄρεως δωδεκατημόριον, εἰς τὸν τῆς Ἀφροδίτης τόπον ἐμπέσῃ, μοιχὸς ἔσται• ἐὰν εἰς τὸν τοῦ Ἑρμοῦ, ἰδίοις ἢ ἀδελφοῖς διάφορος ἔσται• ἐὰν εἰς τὸν τοῦ Ἡλίου, ἀπὸ πυρὸς κίνδυνον ἔξει καὶ ἀπὸ τραύματος ἢ ὁ πατὴρ αὐτοῦ• ἐὰν τὸ τοῦ Ἑρμοῦ δωδεκατημόριον ἐμπίπτῃ εἰς τὸν τοῦ Διός, χρήματα πιστευθήσεται καὶ διὰ λόγων ἢ γραμμάτων προκόψει καὶ ὑπερέχοντι συσταθήσεται• ἐὰν δὲ εἰς τὸν τῆς Σελήνης, οὐκ ἔσται ἐμπαίδευτος, ἀεὶ δὲ ἐν γράμμασιν καὶ λόγοις ἔσται• ἐὰν δὲ εἰς τὸν του Ἄρεως ἢ εἰς τὸν τοῦ Ἑρμοῦ ἢ εἰς τὸν τῆς Ἀφροδίτης, πολλοὺς ψόγους ἔξει διὰ γυναῖκα καὶ πρεσβυτέραις ἢ δούλαις ἐπιμιγήσεται. Μὴ σὲ λαθέτω, καθὼς προεῖπον, ὅτι οἱ Δίδυμοι ἀντιμετροῦσιν τὸν Αἰγοκέρωτα καὶ ὁ Καρκίνος τὸν Τοξότην κατὰ τὰ ἰσανάφορα, ἀλλὰ δὲ καὶ Κριὸς τὴν Παρθένον διαμετρεῖ καὶ ὁ Ζυγὸς τοὺς Ἰχθύας κατὰ τὰς ἰσοδυναμίας. πολλὰ γὰρ ἀπὸ τούτων πτώματα γινεται, καθὼς προεῖπον, ἀπὸ τοῦ νομίζειν αὐτοὺς ἀποστρόφους ἀλλήλων εἶναι. οὔτε γὰρ τὰ ὁμόζωνα ἀπαγορεύει τὶ τῶν συσχηματισμῶν. ἔθετο δὲ καὶ κλῆρον σίνους Δωρόθεος λαμβανόμενον ἡμέρας μὲν ἀπὸ Κρόνου ἐπὶ Ἄρεα καὶ τὰ ἴσα ἀπὸ ὡροσκόπου, νυκτὸς δὲ ἐναλλαξ. καὶ χρῇ σκοπεῖσθαι τοὺς ἐπικειμένους τῷ κλήρῳ ἢ τοὺς ἐπιθεωροῦντας τὸν κλῆρον ἢ τὸν τόπον. ἀλλὰ δὲ καὶ ὁ τριγωνικὸς δεσπότης τοῦ ὑπογείου ὑπὸ κακοποιῶν θεωρούμενος ἢ κακῶς κείμενος δίχα Διὸς καὶ Ἀφροδι¬της σίνος ἢ πάθος ποιεῖ. τοὺς φωστῆρας ἐπαναφερόμενοι οἱ κακοποιοὶ μόνοι ὀφθαλμοὺς ἀδικοῦσιν ἢ ἀμβλυωπίαν ποιοῦσι. ἡ Σελήνη σύνδεσμον λύουσα ἀπὸ Ἡλίου ἢ πανσελήνη καὶ ὑπὸ Ἄρεως ἢ Κρόνου βλαπτομένη ὀφθαλμοὺς ἀδικεῖ• ἡ Σελήνη ἐν ταῖς σινωτικαῖς μοίραις τῶν ζῳδίων τυχοῦσα καὶ ὑπὸ κακοποιῶν θεωρουμένη σίνη ἢ πάθη ποιεῖ μάλιστα περὶ τοὺς ὀφθαλμούς• σινωτικαὶ δὲ μοῖραι τῶν ζῳδίων εἰσὶν αὗται• Λέοντος μοῖραι ιη’ κζ' κη', Σκορπίου ιθ’ κε' ,Τοξότου α’ ζ' η’ ιη’ ιθ’, Ταύρου ς' ζ' η’ ι’, Καρκίνου ἀπὸ μοίρας θ' ἕως ιε’,Ὑδροχόου ιη’ ιθ’, Αἰγοκέρωτος ἀπὸ μοίρας κς' ἕως κθ'. ἐν ταύταις ταῖς μοίραις ἡ Σελήνη λήγουσα καὶ βλαπτομένη ὀφθαλμοὺς σινοῖ, μεστὴ δὲ ἀμβλυωπίαν παρέχει. καὶ ὁ μὲν Ἄρης τὰ σίνη καὶ τὰ πάθη ποιεῖ ἀπὸ πληγῇς ἡ σιδήρου ἢ πυρὸς ἢ κρούσματος ἢ πτώματος, ὁ δὲ Κρόνος δι’ ὑποχύσεως ἢ ψύξεως ἢ γλαυκώσεως ἢ ῥεύματος ἢ ἀμβλυωπίας τὸ αἴτιον ποιεῖ• καὶ ἰδίως μὲν ὁ Καρκίνος καὶ Αἰγοκέρως καὶ Σκορπίος καὶ Ἰχθύες βλαπτόμενοι διὰ τῶν νομῶν ἐμπαθῆ ποιοῦσι καὶ λειχήνων ἢ λεπρῶν ἢ χοιράδων ἢ ἐλεφαντιάσεων ἢ συρριγγῶν ἢ καρκίνων ἢ ἄλλου τίνος τῶν τοιούτων. ὁ δὲ Τοξότης καὶ οἱ Δίδυμοι τὰ διὰ πτώματος σημαίνει καὶ ἐπιλήψεων ἢ παρέσεων. Καὶ ὁ μὲν τοῦ Διὸς ἀνατολικὸς ὢν καὶ ἐπιθεωρῶν τοὺς τὰ σίνη ἢ τὰ πάθη παρέχοντας τὰ μὲν σίνη κρυπτὰ ποιεῖ, τὰ δὲ πάθη παρηγορεῖν εἴωθεν• σὺν δὲ τῷ τοῦ Ἑρμοῦ ἀπὸ ἰατρῶν τὰς παρηγορίας παρέχει• ὁ δὲ τῆς Ἀφροδίτης ἐπιβλέπων τοὺς τὸ αἴτιον ποιοῦντας διὰ προφάσεων θεῶν καὶ χρησμῶν τὰ μὲν σίνη τρόπον τινὰ εὔμορφα καὶ χαρίεντα ποιεῖ, τὰ δὲ πάθη ἀπὸ ἰατρίας θεῶν παρασκευάζει ἢ ἰατὰ γένεσθαι. Φησὶ δὲ Οὐάλης ὅτι δεῖ ἐπιβλέπειν τοὺς ἐπιθεωροῦντας τὸν κλῆρον τῆς τύχης καὶ τὸν κύριον αὐτοῦ καὶ ἐὰν κακοποιοὶ μόνοι ἐπιθεωρήσωσιν αὐτούς, σίνος ἢ πάθος διδόασι κατ' ἐκεῖνο τὸ μέλος ἐν ᾦ ζῳδίῳ τετύχηκεν ὁ κλῆρος τῆς τύχης ἢ ὁ κύριος αὐτοῦ, κατὰ τὴν ἰδίαν αὐτοῦ φύσιν καὶ καθ’ ὃ μέλος κυριεύει, καθὼς ἐξέθετο Οὐάλης ἐν τῷ β’ κεφαλαίῳ τοῦ πρώτου βιβλίου. καὶ ἀμφότεροι ἐὰν μὲν ἐν Κρονικοῖς ζῳδίοις τύχωσιν ἢ ὑπὸ Κρόνου θεωρηθῶσι, σίνος διὰ ῥευμάτων ἢ περιψυγμῶν ποιοῦσι, ὑπὸ δὲ Ἄρεως, ὅσα διὰ τομῶν ἢ καύσεων ἢ τῶν ὁμοίων κατὰ τὸ μέλος ἐκεῖνο ὃ σημαίνει τὸ ζῴδιον ἔνθα ἔτυχεν ὁ κλῆρος ἡ ὁ κύριος αὐτοῦ. Ἐὰν δὲ ὁ Ἀναβιβάζων ἐν τῷ περὶ σίνους τόπῳ τύχῃ ἢ καὶ ὁ Κρόνος καὶ ὁ Ἄρης ἐκεῖ τύχωσιν, ἀπὸ ὕψους πεσεῖται ἢ εἰς φρέαρ βαθὺ ἢ σίνος ἔξει ἐν τοῖς ὀστέοις αὐτοῦ• πολλὰ δὲ καὶ δεσμωθεὶς σινοῦται. εἰ δὲ Ζεὺς καὶ Ἀφροδίτη ἐκεῖ τύχωσιν καὶ μηκέτι Κρόνος καὶ Ἄρης ἐπιθεωρήσωσι, ἀσινεῖς γίνονται. ἐὰν δὲ ὁ Καταβιβάζων ἐκεῖ τύχη, κακοπάθειαν ἐν νεότητι ποιεῖ• εἰ δὲ Ζεὺς καὶ Ἀφροδίτη ἐκεῖ τύχωσιν, πάθος κρυπτὸν ἔξουσι. εἰ δὲ Κρόνος καὶ Ἄρης ἐκεῖ τύχωσιν, ἀσινὴς μὲν ἔσται περὶ τὸ σῶμα, τοὺς δὲ πόδας αἰτιαθήσεται. Εἰσὶ δὲ καὶ ἀλλὰ κεφάλαια σινῶν ἀλλὰ μετὰ συσχηματισμῶν τῶν ἀστέρων γινόμενα, οἷον Σελήνη μεστὴ ἐν τῷ ς' τόπῳ πρὸς Ἄρεα φερομένη κατὰ σῶμα ἢ κατὰ διάμετρον κυλλοὺς ποιεῖ ἢ χωλοὺς ἢ ξυλόποδας• Κρόνος δύνων ἐν τῷ ὡροσκόπῳ ἢ ἐν τῷ ιβ’ ποιεῖ πάθος περὶ τὸν δακτύλιον Ἄρης στηρίζων βλάπτει πόδας, ὄμματα δὲ δύνων. ὁ Ἄρης ἀκρόνυχος ἐκστατικοὺς ποιεῖ καὶ συριγγώδεις. ἡ Σελήνη ἐξ ἀποκρούσεως πρὸς Κρόνον φερομένη μετὰ τὴν λύσιν τοῦ συνδέσμου δίχα Διὸς καὶ Ἀφροδίτης ποιεῖ κελεφούς, ἐλεφαντιῶντας, λελωβημένους, ῥευματιζομένους. ὁ Ἄρης ἐν Λέοντι δίχα Διὸς ἢ Ἀφροδίτης σίνη ἢ πάθη περὶ τοὺς ὀφθαλμοὺς ἢ ἀπὸ στομάχου ἢ σπληνὸς ἢ πλευρῶν. ὁ Ἄρης ἐν Παρθένῳ δίχα Διὸς καὶ Ἀφροδίτης ποιεῖ κοιλιακούς, αἱμοπτυϊκούς. ὁ Ἄρης ἐν Ζυγῷ δίχα Ἀφροδίτης καὶ Διὸς ποιεῖ περὶ τοὺς βουβῶνας σίνος ἢ πάθος. ὁ Ἄρης ἐν Σκορπίῳ δίχα Διὸς καὶ Ἀφροδίτης μάλιστα ὡρονομῶν περὶ τὰ μόρια ἢ τὰ σπλάγχνα ἢ τὰ ἄκρα τὸ σίνος ἢ τὸ πάθος δίδωσι. ὁ Ἄρης ἀπέχων τοῦ Ἡλίου μοίρας πβ' ἑῷος ἢ ἑσπέριος σίνος ποιεῖ περὶ τὸ σῶμα ἢ βλάβος περὶ τοὺς ὀφθαλμούς. τὸ αὐτὸ δὲ καὶ ὁ Κρόνος ἐν τοῖς προειρημένοις ζῳδίοις παρὼν ἀποτελεῖ. Ἀλλ' ἐπειδὴ τὰ λοιπὰ κεφάλαια μετὰ συσχηματισμῶν εἶπον οἱ παλαιοὶ καὶ οὐ μονοειδῆ, ταῦτα οὐχ ὑπέταξαν• ὁ Ἄρης καὶ ὁ Κρόνος ἐν τῷ ς' ἢ ιβ’ κρυπτὰ πάθη ποιοῦσιν καὶ καρκίνου ἕλκος παρέχουσιν. Κρόνος καὶ Ἄρης καὶ Ἀφροδίτη καὶ Σελήνη ἐν Ἰχθύσιν ἢ Σκορπίῳ ἢ Καρκίνῳ λέπρας ἢ ἀλφοὺς ἢ λειχῆνας ποιοῦσιν. Ἀφροδίτη * ὡροσκοποῦσα δυσουρίαν ἢ στραγγουρίαν ποιεῖ. ὁ ὡροσκόπος καὶ ἡ Σελήνη ὑπὸ κακοποιῶν θεωρούμενοι ἐπινόσους καὶ ἀσθενεῖς ποιοῦσι τὰς γενέσεις. ἡ Σελήνη καὶ ὁ Ἄρης δύνοντες ὀφθαλμοὺς βλάπτουσι ἢ αἰχμαλώτους ποιοῦσι. ὁ Κρόνος ἐν τῷ ιβ’ ἢ ἐν τῷ ς' ἐν καθύγρῳ ζῳδίῳ ἢ τοὺς σπερματικοὺς τόπους σινοῖ ἢ τοὺς πόδας ἢ χρόνιον ἕλκος ποιεῖ. Πολλοὶ μὲν οὖν ἐπεσημήναντο ὅτι οἱ φθοροποιοὶ ἐπιθεωροῦντες τοὺς φωστῆρας κατὰ παρουσίαν ἢ διάμετρον ἢ τετράγωνον ἢ ἐν ταῖς ἐπαναφερομέναις μοίραις ἢ ζῳδίοις βλάπτουσι τὰς ὄψεις ἢ τοὺς ὀφθαλμοὺς δίχα τῆς τῶν ἀγαθῶν ἐπιθεωρίας καὶ μάλιστα μὲν ἐὰν ἡ Σελήνη λείπῃ καὶ ὁ Κρόνος νυκτὸς ἐπιθεωρήσῃ, μεστὴν δὲ ὁ Ἄρης ἐπὶ ἡμέρας, καὶ πάλιν ὅταν ἐπικέντρων ὄντων τῶν κακοποιῶν οἱ φωστῆρες ἐπαναφέρονται• καὶ ὁ μὲν τοῦ Κρόνου τὸ σίνος παρέχων, καθὼς προκεῖται, δι' ἐπιρευματισμῶν καὶ ψύξεως καὶ ἐπιχύσεως ποιεῖ τὰ σίνη• ὁ δὲ τοῦ Ἄρεως ἀπὸ πληγῇς ἢ κρούσματος ἢ πυρὸς ἢ σιδήρου ἢ θερμοῦ ῥεύματος. μετὰ δὲ Ἑρμοῦ συσχημα¬τισθεὶς καὶ θεωρῶν τὸν Ἥλιον ἢ τὴν Σελήνην ἐν παλαίστραις ἢ γυμνασίοις ἢ κακούργων ἑφόδοις. ἀποκρουστικὴ δὲ τὸν Ἄρην κατὰ σῶμα ἀπορρέουσα τὸ αὐτὸ ποιεῖ. ἐὰν ὁ Ἄρης ὡροσκοπῇ, ὁ δὲ Ζεὺς ἰσομοίρως δύνῃ τῶν ἄλλων ἀποστροφῶν ὄντων θεοφορουμένους ποιεῖ. ἐὰν ὁ Κρόνος διέπῃ τὴν Σελήνην διαμετρῶν αὐτήν, ἔσται τὸ γεννηθὲν θεοφορούμενον, ἐπιληπτικόν• ἐὰν οἱ τριγωνικοὶ δεσπόται τοῦ αἱρετικοῦ φωτὸς διάμετροι τύχωσι καὶ ὑπὸ κακοποιῶν θεωρηθῶσιν, ἐπιληπτικοὺς ποιοῦσι μάλιστα τοῦ ὡροσκόπου ἢ τοῦ κυρίου αὐτοῦ ὑπὸ Κρόνου ἢ Ἄρεως θεωρουμένου. ὁ Ἑρμῆς πάντοτε ἀπόστροφος ὢν τοῦ ὡροσκόπου καὶ τῆς Σελήνης ἐπιληψίας ποιεῖ• εἰ δὲ καὶ κακοποιὸς ἐπιθεωρήσῃ, δαιμονιοπλήκτους ποιεῖ. ἡ Σελήνη συνδεσμον πανσεληνιακὸν ἔχουσα ποιεῖ θεολήπτους, ἐνθέους, φοιβαζομένους• ἐὰν δὲ καὶ Ἄρης ἐπιθεωρήσῃ, ποιεῖ δαιμονιοπλήκτους ἢ μαινομένους. ἐὰν ὁ κύριος τοῦ κλήρου τῆς τύχης ἢ τοῦ δαίμονος ἐν τῷ θ' ἢ τῷ γ' τύχωσιν ὑπὸ κακοποιῶν ἐναντιούμενοι, ἀποφθεγγομένους ἢ μανιώδεις ἢ προγνωστικοὺς ποιοῦσι. ἡ Σελήνη συνοδικὴν ἔχουσα φάσιν ἢ πανσεληνιακὴν καὶ ὑπὸ Κρόνου θεωρουμένη δίχα Διὸς ἢ Ἀφροδίτης δαιμονιοπλήκτους ποιεῖ• ἐπὶ δὲ πανσελήνου ὑπὸ Ἄρεως μόνου θεωρουμένη μάλιστα ἐν τῷ Τοξότῃ καὶ ἐν Ἰχθύσι, ** ὁ μὲν Ζεὺς ἐπιθεωρῶν θεραπείας δίδωσι ἀπὸ ἰατρῶν ἢ διαίτης ἢ φαρμακείας, ἡ δὲ Σελήνη ἀπὸ χρησμῶν καὶ τῆς τῶν θεῶν ἐπικουρίας. ὁ Ἄρης ἢ ὁ Κρόνος ἐν τῷ ὑπὸ γῆς δαιμονιοπλήκτους ἢ ὑπὸ εἰδώλων φοβεριζομένους• εἰ δὲ καὶ Ἀφροδίτη συνῇ, ποιεῖ θεοφορουμένους ἢ ἀποφθεγγομένους. Κρόνος ἢ Ἄρης ἐπικείμενοι τῷ δαίμονι ἢ διαμετροῦντες μανιώδεις ἢ ἐκστατικοὺς ποιοῦσιν δίχα Διὸς καὶ Ἀφροδίτης• τὸ δὲ αὐτὸ νόει καὶ ἐπὶ τῶν συνόδων ἢ πανσελήνων. ὁ κύριος τοῦ κλήρου τοῦ δαίμονος ἐναντιούμενος αὐτῷ ποιεῖ ἀκριτοβούλους, ἐναντιόφρονας, ἀλαζόνας, ὑβριστάς. ξς'. Περὶ ἀσελγῶν καὶ μεθυστῶν καὶ ἐμπαθῶν Ἣ Ἀφροδίτη οἴκοις Ἑρμοῦ τοῦ Ἑρμοῦ κακῶς κειμένου παιδεραστὰς ποιεῖ. ὁ κλῆρος τοῦ γάμου οἴκοις Ἑρμοῦ, τοῦ Ἑρμοῦ ἐν ἀρσενικῷ ἐπικέντρου ὄντος, τὸ αὐτὸ ποιεῖ. Ἄρης καὶ Ἑρμῆς ἐναλλάξαντες τοὺς ἀλλήλων οἴκους ἢ τετραγωνιζοντες ἀλλήλους ἢ διαμετροῦντες παιδεραστὰς ποιοῦσιν. ἡ Ἀφροδίτη Αἰγοκέρωτι ἢ Ἰχθύσιν ἢ Σκορπίῳ ἢ Ταύρῳ ὑπὸ Κρόνου ἢ Ἄρεως θεωρουμένη ἀσελγεῖς ποιεῖ, μάλιστα ὕπαυγος. ἡ Ἀφροδίτη οἴκοις Κρόνου ἢ Ἄρεως ὑπ' αὐτῶν θεωρουμένη ἀσελγεῖς ποιεῖ. ἡ Ἀφροδίτη καὶ Ἑρμῆς καὶ Ἄρης θεωρήσαντες ἀλλήλους ἀσελγεῖς ποιοῦσι. ἡ Ἀφροδίτη καὶ ἡ Σελήνη ἐν τῷ δύνοντι τὰς μὲν γυναίκας ἀσελγεῖς ποιοῦσι, τοὺς δὲ ἄνδρας μαλακούς, πλέον δὲ εἰ καὶ ὑπὸ Κρόνου ἢ Ἄρεως θεωρηθῶσιν. ὁ Ἥλιος καὶ ἡ Σελήνη πρὸς ἀλλήλους τρίγωνοι μοιχικοὺς, πολυτόλμους ποιοῦσι τοὺς ἄνδρας, μάλιστα δὲ τὰς γυναῖκας. ἡ Ἀφροδίτη ὑπὸ γῆν ἐν ἀρσενικοῖς ζῳδίοις πολυψόγους γυναῖκας ποιεῖ• ἐὰν δὲ στηρίζῃ, μαλακούς. ὁ Ἄρης τὴν Ἀφροδίτην ἰσομοίρως θεωρῶν κατὰ τρίγωνον ἢ τετράγωνον ἢ διαμετρον ἐν τροπικοῖς ζῳδίοις καὶ ἀλλήλων τὰ δωδεκατημόρια ὑποδεξάμενοι ἢ ἐπιθεωρήσαντες, ποιοῦσι μεθυστάς, μοιχούς, ἀναστάτους• εἰ δὲ Κρόνος ἐπιθεωρήσῃ, ποιεῖ κιναίδους, ἀσελγεῖς, μάλιστα ἐν θηλυκοῖς ζῳδίοις. ἡ Ἀφροδίτη ἐν τῷ ἕκτῳ παιδεραστὰς ποιεῖ• ἡ Ἀφροδίτη ἐν τῷ ἐννάτῳ κακίστη πρὸς γάμον τοῖς ἀνδράσιν, ταῖς δὲ γυναιξὶν ἀγαθή. ὁ Ἄρης ἐν τῷ ἐννάτῳ κακὸς ὑπάρχει. ἡ Σελήνη δὲ ὡροσκοποῦσα καὶ ἡ Ἀφροδίτη ἐν τετραπόδοις ζῳδίοις τὰς μὲν γυναίκας ἀσελγοπύγους ποιοῦσιν, τοὺς δὲ ἄνδρας λείκτας καὶ αἰσχροποιούς. Ὁ Ἥλιος Κριοῦ δεκανῷ τρίτῳ καὶ Ζυγοῦ δεκανῷ πρώτῳ καὶ δευτέρῳ καὶ τρίτῳ καὶ Σκορπίου δεκανῷ πρώτῳ καὶ Ἰχθύων δεκανῷ πρώτῳ καὶ τρίτῳ ποιεῖ ἀσελγεῖς καὶ μαλακούς. Ἡ Σελήνη Κριοῦ δεκανῷ τρίτῳ μαλακοὺς καὶ ἀσελγεῖς καὶ ἐμπαθεῖς ποιεῖ καὶ Λέοντος δεκανῷ τρίτῳ καὶ Αἰγοκέρωτος δεκανῷ τρίτῳ καὶ Ζυγοῦ δεκανῷ τρίτῳ καὶ Ὑδροχόου δεκανῷ τρίτῳ καὶ Ἰχθυσιν δεκανῷ πρώτῳ. Κρόνος Κριοῦ δεκανῷ τρίτῳ καὶ Ζυγοῦ δεκανῷ πρώτῳ καὶ τρίτῳ καὶ Αἰγοκέρωτος δεκανῷ πρώτῳ καὶ τρίτῳ ἀσελγεῖς ποιεῖ. Ζεὺς Κριοῦ δεκανῷ τρίτῳ καὶ Ζυγοῦ δεκανῷ πρώτῳ καὶ τρίτῳ καὶ Αἰγοκέρωτος δεκανῷ πρώτῳ καὶ τρίτῳ ἀσελγεῖς ποιεῖ. Ἄρης Κριοῦ δεκανῷ τρίτῳ καὶ Ζυγοῦ δεκανῷ πρώτῳ καὶ τρίτῳ τὰ αὐτὰ σημαίνει. Ἑρμῆς Ζυγοῦ δεκανῷ πρώτῳ καὶ Αἰγοκέρωτος δεκανῷ πρώτῳ τὰ αὐτὰ σημαίνει. Ὡροσκόπος Κριοῦ δεκανῷ τρίτῳ καὶ Ζυγοῦ δεκανῷ πρώτῳ καὶ τρίτῳ καὶ Αἰγοκέρωτος δεκανῷ πρώτῳ ἀσελγεῖς καὶ ἠδυπαθοῦντας ποιεῖ. Ἀσελγῆ δὲ ζῴδιά εἰσιν Κριός, Ταῦ¬ρος, Λέων, Αἰγόκερως ἀπὸ μέρους δὲ Ἰχθύες καὶ Ζυγὸς διὰ τὸν Τράγον τὸν παρανατέλλοντα. Ἄλλως κατὰ Κριτόδημον. ὁ ὁριοκράτωρ τοῦ δύνοντος κέντρου κακοποιὸς ὢν καὶ ὕπαυγος ἐν ταῖς του Ἡλίου μοίραις τυχὼν ἐκ δόλου καὶ ἐξ ἐνέδρας τὸν θάνατον σημαίνει, ἔξαυγος δὲ ὢν βιαιοθανάτους ποιεῖ καὶ φανερῶς ἀποθνῄσκοντας. ὁ ὁριοκράτωρ τοῦ δύνοντος κακο¬ποιὸς ὧν καὶ στηρίζων ἢ ἀναποδίζων ἀπὸ σίνους καὶ φαρμάκων ἢ τραυ¬μάτων ἀναιρεῖ. ὁ ὁριοκράτωρ τοῦ δύνοντος κακοποιὸς ὢν καὶ ἐν ἀνθρωποειδέσιν ζῳδίοις ὢν καὶ ὑπὸ κακοποιῶν θεωρούμενος ἐξ ἀνθρώπων τὸν θάνατον ποιεῖ, ἐν δὲ παρύγροις ζῳδίοις ἀπὸ ὑγρῶν, ἐν δὲ θηριωδέσιν ἀπὸ θηρίων ἢ ὕψους. ἡ Σελήνη συνεχομένη ὑπὸ Κρόνου καὶ Ἄρεος ἐν ἑνὶ ζῳδίῳ ἐπίκεντρος ἢ ἐπαναφερομένη βιαιοθανάτους ποιεῖ. Κρόνος οἰκοδεσποτῶν τὸν ὄγδοον τόπον καὶ μαρτυρῶν αὐτὸν δίχα τῶν ἀγαθοποιῶν ἐξ ὑγρῶν ἀναιρεῖ• ἐὰν δὲ καὶ ὁ Κρόνος ἐν παρύγροις ζῳδίοις τύχῃ, ἐν ποταμοῖς ἢ ἐν θαλάσσαις• ἐν δὲ χερσαίοις ἢ ἐν ὄρεσιν ἢ ἐν ἐρημίᾳ. ὁ δὲ Ἑρμῆς ἀπέχων τοῦ Ἡλίου μοίρας κδ' βιαιοθανάτους ποιεῖ, ἡ δὲ Ἀφροδίτη μοίρας κη' τὸ αὐτὸ ποιεῖ. ὁ δὲ Ἥλιος οἰκοδεσποτῶν τὸν ὄγδοον τόπον καὶ ἐν ἀλλοτρίοις τόποις ἑστώς, τοῦ Ἡλίου καὶ τοῦ ὄγδοου τύπου κεκακωμένων, ἀπὸ ὕψους τὸν θάνατον ποιεῖ• ἐὰν δὲ ὁ Ἄρης οἰκοδεσποτήσῃ τὸν ὄγδοον τόπον καὶ κακωθῇ ὁ τόπος δίχα Διὸς καὶ Ἀφροδίτης, ὑπὸ λῃστῶν ἢ θηρίων ἢ ἐχθρῶν τὸν θάνατον ποιεῖ• μαρτυρηθεὶς δὲ ὁ Ἄρης ὑπὸ Ἡλίου, ἀπὸ δήμου ἢ πλήθους ἢ βασιλέων ἀναιρεῖ σταυρουμένους ἢ ἀποκεφαλιζομένους ἢ θηριομαχοῦντας. ἐὰν ἡ Ἀφροδίτη οἰκοδεσποτήσῃ τὸν ὄγδοον τόπον καὶ κακωθῇ καὶ αὐτὴ καὶ ὁ ὄγδοος τόπος δίχα Διός, ἀπὸ γυναικὸς ἢ οἴνου πολλοῦ ἀναιρεῖ ἢ φαρμάκῳ. Ἑρμῆς οἰκοδεσποτῶν τὸν ὄγδοον τόπον καὶ κακούμενος καὶ αὐτὸς καὶ ὁ ὄγδοος τόπος ἀπὸ δούλων ἢ γραμμάτων ἀναιρεῖ. Ζεὺς οἰκοδεσποτῶν τὸν ὄγδοον τόπον καὶ κακούμενος σὺν τῷ τόπῳ ἀπὸ βασιλέων ἢ ἡγεμόνων ἀναιρεῖ. ὁ κύριος τοῦ ὀγδόου τόπου μὴ ἐπιβλέπων αὐτὸν ἀλλὰ κακούμενος καὶ ἐν ἀλλοτρίῳ ζῳδίῳ ἑστὼς ἐπὶ ξένης τὰ προειρημένα ποιεῖ• ἐὰν δὲ ἐπιβλέπῃ τὸν ὄγδοον τόπον ἐν ἰδίῳ οἴκῳ ἢ τριγώνῳ ἢ ὑψώματι τυχών, ἐν τῇ πατρίδι ταῦτα πείσεται. τοῦ ὀγδόου τόπου καὶ τοῦ οἰκοδεσπότου αὐτοῦ κακῶς κειμένων, ἐὰν οἱ ἀγαθοποιοὶ τὸν ὄγδοον τόπον ἢ τὸν κύριον ἀποβλέπωσιν, τοὺς αὐτοὺς θανάτους καὶ οὐ φανεροὺς ποιοῦσι. σκέπτου δὲ καὶ τὴν τριταίαν καὶ ἐβδομαίαν καὶ τεσσαρακοσταίαν τῆς Σελήνης• ἡ γὰρ τεσσαρακοσταία πρὸς κακοποιὸν φερομένη, βιαιοθανάτους ποιεῖ. ἔτι οὖν χρή, καθὼς προείπομεν, ζητεῖν καὶ τοὺς ἐκλειπτικοὺς συνδέσμους. ἐὰν ὁ Ἀναβιβάζων τύχῃ ἐν τῷ ὀγδόῳ τόπῳ καί ἐπιθεωρήσωσι Ἄρης καὶ Κρόνος καὶ Ἑρμῆς, βιαιοθανασίαν ποιοῦσι• ἢ γὰρ ἀποκεφαλίζονται ἢ ἀνασκολοπίζονται. εἰ δὲ καὶ ὁ Ἥλιος τούτοις ἐπιμαρτυρήσῃ, σινοῦνται τὴν ὅρασιν ἢ τοὺς πόδας. εἰ δὲ ἀγαθοποιοῖ μόνοι θεωροῦντες τύχωσιν τὸν ὄγδοον τόπον δίχα Κρόνου Ἄρεως, εὐθανασίαν ποιοῦσι. ἐὰν ὁ Καταβιβάζων τύχῃ ἐν τῷ η΄ τόπῳ καὶ Ζεὺς καὶ Ἀφροδίτη καὶ Ἄρης ἐκεῖ τύχωσι, βιαιοθανάτους ποιεῖ ἢ ἀποκεφαλιζομένους. ζήτει λοιπὸν τοὺς τριγωνικοὺς δεσπότας τοῦ αἱρετικοῦ φωτὸς κακῶς γὰρ κείμενοι καὶ ὑπὸ κακοποιῶν θεωρούμενοι ἢ ὕπαυγοι ἔκπτωσιν ποιοῦσι. ὁμοίως δὲ καὶ ὁ οἰκοδεσπότης τῆς γενέσεως κακῶς κείμενος καὶ ὑπὸ κακοποιῶν θεωρούμενος ἐκπτώτους ποιεῖ τὰς γενέσεις. ἔτι δὲ καὶ ὁ κλῆρος τῆς τύχης καὶ τοῦ δαίμονος καὶ οἱ κύριοι αὐτῶν κακῶς κείμενοι καὶ ὕπαυγοι καὶ ὑπὸ κακοποιῶν θεωρούμενοι μετὰ καὶ τοῦ ια’ τοῦ κλήρου τῆς τύχης ἐκπτώσεώς εἰσιν δηλωτικοί. Κρόνος καὶ Ἄρης ἑξάγωνοι Ἡλίῳ καὶ Σελήνῃ αἰτιατικὰς τὰς γενέσεις ποιοῦσιν. ὁ Ἥλιος καὶ ἡ συνοδοπανσέληνος ὑπὸ κακοποιῶν θεωρούμενοι, αἰτιατικὰς τὰς γενέσεις ποιοῦσιν. ἔτι δὲ ὡροσκόπος ἢ Σελήνη ὑπὸ κακοποιῶν θεωρούμενοι ἐπινόσους τὰς γενέσεις ποιοῦσι. οἱ δὲ κύριοι τῶν συνοδοπανσελήνων ἀπόστροφοι τῶν τόπων ἢ ἐναντιούμενοι τοῖς τόποις ἐναντιώσεων καὶ δυστευξιῶν εἰσι δηλωτικοί. αἱ συνοδοπανσέληνοι καὶ οἱ κύριοι αὐτῶν ἐν τῷ ιβ’ ἢ τῷ η’ κείμενοι ἔκπτωσιν ποιοῦσιν, ἐξαιρέτως δὲ εἰ καὶ ὑπὸ κακοποιῶν θεωρηθῶσιν. ὁ Ἥλιος μὴ ἐπιθεωρῶν τὸν κλῆρον τῆς τύχης ἢ τὸν κύριον αὐτοῦ μήτε κατὰ τὰ ἰσανάφορα μήτε κατὰ τὰς ἰσοδυναμίας μήτε κατὰ τὰς ὁμοζωνίας ἔκπτωσιν ἀποτελεῖ. οἱ κακοποιοὶ μόνοι ἐπιφερόμενοι τῷ ὡροσκόπῳ ἢ τῷ μεσουρανήματι ἔκπτωσιν ποιοῦσι πλεῖον δὲ οἱ παραιρέται ἢ ὀριοκράτορες Ἡλίου καὶ Σελήνης κακῶς κείμενοι καὶ ὕπαυγοι πεπτωκότες τοὺς γονεῖς ἢ τοὺς τεχθέντας ταπεινοὺς ποιοῦσι. Τούτων τῶν φάσεων τοὺς κυρίους καὶ τοὺς τόπους ἀπὸ τοῦ ὡροσκόπου [τοὺς οἰκοδεσπότας] χρὴ ζητεῖν• ὁ μὲν γὰρ τόπος τῆς φάσεως τὸν τόκον καὶ τὴν πρώτην ἡλικίαν σημαίνει• ὁ δὲ κύριος τῆς φάσεως τὴν δευτέραν ἡλικίαν. ἐὰν οὖν τὸ ζῴδιον τῆς φάσεως ἢ ὁ κύριος τοῦ ζῳδίου ἐν κακῷ τόπῳ τύχῃ καὶ ὑπὸ κακοποιῶν κατοπτευθῇ, ἀγενεῖς καὶ καθαιρετικοὺς ποιεῖ τὰς γενέσεις• ἐὰν δὲ ἐπίκεντρος ἡ φάσις τύχῃ καὶ ὁ κύριος αὐτῆς ὑπὸ ἀγαθοποιῶν θεωρηθῇ, εὐγενεῖς καὶ ἔνδοξοι γενήσονται. ἐὰν δὲ ὁ μὲν τόπος ἐν χρηματιστικοῖς ζῳδίοις τύχῃ, ὁ δὲ κύριος παραπέσῃ καὶ ὑπὸ κακοποιῶν θεωρηθῇ, ἐλεύθεροι γεννηθέντες ἢ καλῶς ἀναχθέντες, ἐνδείαις καὶ ὑποταγαῖς περιτραπήσονται. ἐὰν δὲ ὁ μὲν κύριος ἐν χρηματιστικοῖς ζῳδίοις εὑρεθῇ, ὁ δὲ τόπος παραπέσῃ, ἐν τοῖς πρώτοις χρόνοις κακοπαθήσαντες περὶ τὰς ὑποταγὰς καὶ ** ἐξ ὑστέρου ἐλευθερίας καὶ προκοπῆς ἀξιωθήσονται, μάλιστα εἰ καὶ ὑπὸ ἀγαθοποιῶν θεωρηθῶσιν. ἐὰν δὲ τοῦ τόπου καὶ τοῦ κυρίου παραπεπτωκότων ἀγαθοποιοὶ ἐπιθεωρήσωσι, μετὰ τοὺς τῶν κακοποιῶν χρόνους τῆς ὑποταγῆς ἢ τῆς αἰχμαλωσίας ἀπαλλαγέντες ἐν περιούσιᾳ γενήσονται. ἐὰν δὲ ὁ μὲν τόπος ὑπὸ κακοποιῶν θεωρηθη, ὁ δὲ κύριος ὑπὸ ἀγαθοποιῶν, ὑποτακτικοὶ γεννηθέντες, ἐλευθέρως ἀνατραφήσονται ἢ εἰς ὑποβολὴν καὶ τεκνοποιΐαν χωρήσουσιν. ἐὰν δὲ ὁ μὲν τόπος ὑπὸ ἀγαθοποιῶν θεωρῆται, ὁ δὲ οἰκοδεσπότης ὑπὸ κακοποιῶν, ἐλεύθεροι γεννηθέντες εἰς δουλείαν ἀνατραφήσονται, ἢ ἑαυτοὺς ἐν ὑποταγῇ παραδώσουσι διὰ τροφῆς ἔνδειαν ἢ πίστεως ἢ πράξεως ἀφορμήν.—Αἱ σύνοδοι καὶ διχότομοι τῆς Σελήνης ὑπὸ Κρόνου θεωρούμεναι, ἐκπτώσεως εἰσι δηλωτικαί. αἱ πανσέληνοι καὶ ἀναδιχότομοι ὑπὸ Ἄρεως θεωρούμεναι ἀοιδίμους τὰς ἐκπτώσεις ποιοῦσιν, ἐπὶ μὲν τῶν στερεῶν ζῳδίων ἅπαξ, ἐπὶ δὲ τῶν δισώμων πλεονάκις, ἐπὶ δὲ τῶν τροπικῶν δημοσίως καὶ περιθρυλλήτως. καὶ ἐπίκεντροι μὲν οὖν ἐκ μεγίστης τύχης πίπτουσιν, ἐπαναφερόμενοι δὲ ἐξ ἑτέρων ἑτέρα ὑπομένουσιν, ἀποκεκλικότες δὲ εἰς φυγὴν καὶ ὕβρεις καὶ βασάνους καὶ πλεονεξίας καὶ βιαιοθανασίας ἐκπεσοῦνται. Ἐὰν ὁ Ἀναβιβάζων ᾖ μετὰ Διὸς ἢ Σελήνης ἢ Ἀφροδίτης ἢ Ἡλίου, ἐκπτώσεις ποιεῖ• καὶ μετὰ μὲν Ἡλίου τὸν πατέρα σινοῖ, μετὰ δὲ Σελήνης τὴν μητέρα ἢ εὐτελίζει ἢ ὑβρισμένην λέγει, μάλιστα εἰ ἐπίκεντρος εἴη. ὁ Ἀναβιβάζων μετὰ Κρόνου καὶ Ἄρεως τὸ αὐτὸ ποιεῖ, ἐξαιρέτως δὲ εἰ ἐπίκεντροι εἶεν. ἐπὶ μὲν τῶν ἀγαθοποιῶν ὁ Ἀναβιβάζων καλός, ἐπὶ δὲ τῶν κακοποιῶν ὁ Καταβιβάζων καλός. οἱ τριγωνικοὶ δεσπόται τῶν φώτων, ὁ πρῶτος καὶ ὁ δεύτερος, ἀσύμφωνοι πρὸς ἀλλήλους τυχόντες ἢ ἐναντιούμενοι ἑαυτοῖς καὶ μὴ θεωρούμενοι ἡμέρας μὲν ὑπὸ Ἡλίου, νυκτὸς δὲ ὑπὸ Σελήνης αἰχμαλώτους ποιοῦσιν ἢ δουλεύοντας ἢ φυγάδας διὰ τὰ συμβαίνοντα αὐτοῖς ἐν τῇ πατρίδι κακά. ἡ Σελήνη καὶ ὁ Κρόνος ἐν ἑνὶ ζῳδίω τυχόντες ἐκπτώτους ἀεὶ ποιοῦσιν, ἀλλὰ μετὰ λς' ἐνιαυτοὺς ἀνανεύοντας, εἴπερ ἐν καλῷ τόπῳ τύχωσιν. ἐὰν ὁ κύριος τοῦ κλήρου τῆς τύχης εὑρεθῇ ἐν τῷ ζ' ἥ τῷ ὑπογείῳ, ἔκπτωσιν δηλοῦσιν, εἰ δὲ ἐν τῷ η’ ᾖ, δι' ὀνείρων τὰς κτήσεις δίδωσι καὶ οὐ παραμόνους• οἱ κακοποιοὶ μόνοι καθυπερτεροῦντες τὰ φῶτα κατὰ τετράγωνον ἢ ἑξάγωνον μεγάλους κινδύνους ποιοῦσιν, ἐσθ' ὅτε δὲ καὶ βιαιοθανασίαν. ζήτει δὲ καὶ τοὺς οἰκοδεσπότας τῶν γενέσεων καὶ τοὺς οἰκοδεσπότας † αὐτῶν πως κεῖνται φάσει καὶ τόπῳ καὶ ἀπὸ τίνων θεωροῦνται. ταῦτα γὰρ πάντα τὰ σχήματα καλῶς πεπτωκότα μεγάλας καὶ παραδόξους ποιοῦσι τὰς εὐτυχίας• εἰ δὲ τῷ μὲν ὡροσκόπῳ ἀσύμφωνοι τύχωσι, τῷ δὲ κλήρῳ τῆς τύχης συμφωνήσωσι, καὶ οὕτως εὐτυ¬χεῖς γίνονται. ζήτει δὲ καὶ τὸν Ἀναβιβάζοντα πρὸς τοὺς ἀγαθοποιοὺς καὶ τὴν Σελήνην καὶ τὸν Ἥλιον. φυλάττου δὲ μή τι τῶν ἐγκειμένων σχημάτων ἐν τῷ περὶ ἐκπτώσεως κεφαλαίῳ τύχῃ ἐπὶ τῆς γενέσεως κείμενον• καὶ ἐπισφαλῆ καὶ οὐ παράμονον ποιήσει τὴν εὐτυχίαν• τὸ γὰρ εὐτυχεῖν μέχρι θανάτου τοῖς πολλοῖς σπάνιόν τε καὶ ἀβέβαιον. πρὸς δὲ τούτοις πᾶσι τοῖς προειρημένοις ἀναγκαῖόν ἐστιν ζητῆσαι καὶ τὰ πλάτη καὶ τὰς φάσεις τῶν ἀστέρων καὶ τὰς συναφὰς καὶ τὰς ἀπορροίας τῆς Σελήνης κατὰ μῆκος καὶ κατὰ πλάτος, καὶ ἐὰν ἀπὸ ἐλαχίστου δρομήματος ἡ Σελήνη ἐπὶ μεῖζον ἥξει δρόμημα• καὶ τοῦτο γὰρ τὸ σχῆμα εὐτυχίας ἐστὶν σημαντικὸν μετὰ καὶ τῶν λοιπῶν σχημάτων. φυλάττου δὲ καὶ τὰ σχήματα τοῦ κεφαλαίου τοῦ περὶ βιαιοθανάτων• πολλοὶ γὰρ εἰς ἄκρον εὐτυχήσαντες, βίαιον θάνατον ἐσχήκασι. φησὶ δὲ Οὐάλης ἐν τῷ θ' βιβλίῳ ὅτι τῆς ὑποστάσεως ἐπὶ τοῦ τῆς γενέσεως καλῶς κειμένης, ἐὰν τύχῃ ὁ κλῆρος τῆς τύχης Καρκίνῳ ἢ Λέοντι ἢ Ζυγῷ ὴ Ὑδροχόῳ ὑπὸ ἀγαθοποιῶν θεωρούμενος ἐν χρηματιστικοῖς ζῳδίοις, ἡγεμονικὰς καὶ βασιλικὰς καὶ στραταρχικας γενέσεις ποιεῖ. καὶ εἰ μὲν ὁ τὴν πρᾶξιν παρέχων τύχῃ ἐν ἰδίῳ οἴκῳ, αὐτὸς τὴν ἰδίαν πρᾶξιν παρέχει, ἥνπερ ἔλαχε φύσει• εἰ δὲ ἐν ἀλλοτρίῳ ζῳδίῳ τύχῃ, συμπαραλαμβάνει καὶ τὸν ὑποδεξάμενον τὸν τὴν πρᾶξιν παρέχοντα, οἷον ἐὰν ὁ τὴν πρᾶξιν παρέχων τύχῃ ἐν οἴκοις Διὸς εὐκλεεῖς καὶ εὐθύμους καὶ εὐφαντασιώτους τὰς πράξεις ποιεῖ• εἰ δὲ οἴκοις Κρόνου, ῥυπαρὰς καὶ ἐπιμόχθους καὶ ἐπονειδίστους• εἰ δὲ Ἄρεως, δι' ὅπλων ἢ πυρὸς ἢ σιδήρου ἢ σιδηρουργίας ἢ δημοσίων πραγμάτων, εἰ δὲ οἴκοις Ἀφροδίτης, ὅσα πρὸς γυναικεῖα ἔργα ἢ μουσικὰ ἢ ὑφαντὰς ἢ ζωγράφους ἢ πλάστας ἢ μυροπώλας ἢ ἀνθοπλόκους ἢ βαφεῖς ἢ πορφυροπώλας καὶ τὰ ὅμοια• εἰ δὲ καὶ Ζεὺς ἐπίδοι τὸν κλῆρον τῆς πράξεως ἐν οἴκοις Ἀφροδίτης, ἱερέων ἢ τελεστῶν ἢ τελετῶν χάριν τιμηθήσονται οἱ τοιοῦτοι• εἰ δὲ ἐν οἴκοις Ἑρμοῦ, ποιεῖ τὰς πράξεις ἀπὸ παιδείας ἢ σοφίας ἢ λογογραφίας ἢ ψήφων ἢ λόγων ἢ καλάμου ἢ ἐμπορίας ἢ ἀπὸ σταθμοῦ καὶ ζυγοῦ τὸν βίον ἔχοντας• εἰ δ' ἐν οἴκῳ Ἡλίου, τὰς ἐν ἀγορᾷ ἢ φανερὰς δίδωσι τέχνας ἢ ἀπὸ πυρὸς ἢ σιδήρου τὴν τέχνην δίδωσι• εἰ δ' ἐν οἴκῳ Σελη¬νης, αὐτομαθεῖς καὶ αὐτοδιδάκτους τὰς τέχνας παρέχει. Καὶ ταῦτα μὲν οὖν ἐκ τῆς τοπικῆς διακρίσεως• καὶ τῶν ζῳδίων δέ, ἐν οἷς ἂν ὧσιν οἱ τὸ πράττειν παρέχοντες, αἱ κατ' εἶδος ἰδιοτροπίαι συλ¬λαμβάνονται πρὸς τὸ ποικίλον τῆς πράξεως, καθὼς ὁ Πτολεμαῖος διδάσκει• τὰ μὲν γὰρ ἀνθρωπόμορφα ζῴδια ὑποδεξάμενα τὸν τὴν πρᾶξιν παρέχοντα ἐνεργεῖ πρὸς πάσας τὰς ἐπιστημονικὰς τέχνας καὶ τὰ πρὸς τὴν ἀνθρωπίνην χρείαν γινόμενα• τὰ δὲ τετράποδα πρὸς τὰ μεταλλικὰ καὶ ἐμπορικὰ καὶ οἰκοδομικὰ καὶ τεκτονικὰ τὰ δὲ ἰσημερινὰ πρὸς τὰς ἐρμηνευτικὰς καὶ μεταβολικὰς καὶ γεωμετρικὰς καὶ ἱερατικάς, τὰ δὲ χερσαῖα καὶ κάθυγρα πρὸς τὰ ἔνυγρα ἢ δίυγρα καὶ τὰς βοτανικὰς καὶ τὰς ναυπηγικάς, ἔτι δὲ περὶ ταφὰς καὶ ἁλιείας. Ἰδίως δὲ ἐπὰν ἡ Σελήνη τὸν πρακτικὸν τόπον ἐπισχῇ τὸν ἀπὸ συνόδου δρόμον ποιουμένη σὺν τῷ τοῦ Ἑρμοῦ ἐν μὲν Ταύρῳ καὶ Αἰγοκέρωτι καὶ Καρκίνῳ ποιεῖ μάντεις ἢ θύτας ἢ λεκανομαντεις• ἐν δὲ Τοξότῃ καὶ Ἰχθύσιν νεκυομάντεις καὶ δαιμόνων συνετικοὺς• ἐν δὲ Παρθένῳ καὶ Σκορπίῳ μάγους, ἀστρονόμους, ἀποφθεγγομένους, προγνω¬στικούς• ἐν δὲ Κριῷ καὶ Λέοντι καὶ Ζυγῷ θεολήπτους, ὀνειροκρίτας, ἐξορκιστάς. τὸ δὲ μέγεθος τῶν πράξεων ἀπὸ τῆς τῶν οἰκοδεσποτησάντων ἀστέρων δυνάμεως κριθήσεται• ἀνατολικοὶ μὲν γὰρ ὄντες ἢ ἐπίκεντροι τὰς πράξεις καθολικὰς ποιοῦσι, δυτικοὶ δὲ ἢ ἀποκεκλικότες ὑπὸ προγόνων. καὶ ὑπὸ μὲν ἀγαθοποιῶν μαρτυρούμενοι, μεγάλους καὶ ἐπιδόξους καὶ ἐπικερδεῖς καὶ ἀπταίστους καὶ ἐπαφροδίτους τὰς πράξεις ποιοῦσι• ὑπὸ δὲ κακοποιῶν ταπεινοὺς καὶ ἀδόξους καὶ ἀπερικτήτους καὶ ἐπισφαλεῖς. Κρόνου μὲν ἐναντιουμένου καταψύξεις καὶ χρώματος καὶ † τοσίας αὔξησιν καὶ πράξεις, Ἄρεως δὲ ῥιψοκινδυνίας καὶ περιβοησίας. Ὁ μὲν γὰρ τοῦ Ἑρμοῦ τὸ πράσσειν παρέχων ποιεῖ γραμματέας, πραγματευτάς, τραπεζίτας, μάντεις, ἰατροὺς καὶ ἀστρολόγους, θύτας, νομικούς, ῥήτορας καὶ ὅλως τοὺς ἀπὸ γραμμάτων καὶ δόσεων καὶ λήψεων γινομένους ἢ ἐργαζομένους• κἂν μὲν ὁ τοῦ Κρόνου αὐτῷ μαρτυρήσῃ, ἀλλοτρίων οἰκονόμους ἢ ὀνειρικρίτας ἢ ἐν ἱεροῖς ἀναστροφὰς ποιουμένους προφάσει μαντειῶν, ἐνθουσιασμῶν ἢ μαθημάτων• ὁ δὲ τοῦ Διός, νομογράφους, ῥήτορας, σοφιστάς, μετὰ μεγάλων προσώπων ἔχοντας τὰς ἀναστροφάς• ὁ δὲ τοῦ Ἄρεως αὐτῷ συμπαρὼν ποιεῖ θύτας, χειρουργοὺς ἢ ὁπλοφόρους ἢ ἀπὸ πυρὸς ἢ σιδήρου τὰς τέχνας ἔχοντας. καὶ ἐὰν μὲν τύχῃ ὁ τοῦ Ἑρμοῦ ἐν τῷ κακοδαιμονοῦντι, ποιεῖ κακοπράγμονας, κακοτρόπους, φιλοδίκους• εἰ δὲ Κρόνος καὶ Ἄρης αὐτῷ μαρτυρήσωσι καλῶς κείμενοι, ποιοῦσι θύτας καὶ ἀστρολόγους ἢ μυθωδούς. εἰ δὲ καὶ Ζεὺς τούτοις ἐπιμαρτυρήσῃ, χάριν τῶν προειρημένων γνωστὸς ἔσται καὶ προσφιλὴς παρὰ μεγιστάνων ἢ βασιλέων. Ἄρης τὸ πράσσειν παρέχων καὶ μαρτυρῶν ἢ ὡροσκοπῶν ποιεῖ λαξευτὰς ἢ τέκτονας ἢ λιθοεργούς. εἰ δὲ Ἥλιος αὐτῷ συμμαρτυρήσῃ, ποιεῖ χαλκοτύπους ἢ ἱερουργοὺς ἢ βαφέας ἢ ὅσα διὰ πυρὸς καὶ σιδήρου. εἰ δὲ Ἀφροδίτη ἐπιμαρτυρήσῃ τῷ Ἄρει, ἀπὸ πυρὸς ἢ σιδήρου ἢ ἀκμόνων τὰς τέχνας δίδωσι μάλιστα ἐπὶ ἡμερινῆς γενέσεως. ὁ Ἄρης καὶ ἡ Σελήνη καὶ ἡ Ἀφροδίτη ἐπικείμενοι ποιοῦσι λῃστὰς καὶ θυρεπανοίκτας. Ὁ δὲ τῆς Ἀφροδίτης τὸ πράσσειν παρέχων ποιεῖ μυροπώλας ἢ οἰνοπώλας ἢ ἀνθοπώλας ἢ χρωμάτων ἢ βαφῶν ἢ ἀρωμάτων πραγματευτὰς ἢ φαρμακοπώλας, ὑφαντάς, ζωγράφους, βαφέας, ἰματιοπώλας, καὶ ὅσα πρὸς γυναικεῖον κόσμον ἀνῆκε. ἐὰν ὁ μὲν τοῦ Κρόνου αὐτῇ μαρτυρήσῃ, ἐμπόρους τῶν πρὸς ἀπόλαυσιν καὶ κόσμον, γόητας δὲ καὶ φαρμακοποιούς, ἢ καὶ δημοσίων τόπων ἄρχουσιν ἢ ἱερῶν τοῦ Κρόνου καλῶς κειμένου. ἐὰν δὲ ὁ τοῦ Διὸς μαρτυρήσῃ, ποιεῖ μουσικὸν ἢ ὑποκριτὴν λογίων, ἱερῶν προϊστάμενον ἢ γυναικῶν φροντίζοντα. ὁ δὲ τοῦ Ἄρεως αὐτῷ συμπαρὼν μετὰ μὲν Ἡλίου συσχηματισθεὶς τοὺς διὰ πυρὸς ἐργαζομένους ποιεῖ, μαγείρους, χωνευτάς καύστας, μεταλλευτάς• χωρὶς δὲ Ἡλίου ἑστὼς τοὺς διὰ σιδήρου τὰς ἐνεργείας ἔχοντας, ναυπηγούς, τέκτονας, γεωργούς, λατόμους, λιθοξόους, λιθουργούς, ξυλοσχίστας. κἂν μὲν ὁ τοῦ Κρόνου αὐτῷ μαρτυρήσῃ, ποιεῖ ναυτικούς, ἀντλητάς, ὑπονομευτάς, θηριοτρόφους, μαγείρους, περιχύτας, βαλανέας. ἐὰν δὲ Ζεὺς μαρτυρήσῃ Ἀφροδίτην καὶ Ἄρεα, ποιήσει ὑπερέχοντας, στρατιώτας, τελώνας, πανδοχέας, θυσιουργούς. Ἄρης καὶ Ἑρμῆς τὸ πράσσειν παρέχοντες ποιοῦσιν ἀνδριαντοποιοὺς ἢ τέχνην τινὰ ἀπὸ πυρὸς ἢ σιδήρου, ἢ πάλιν ὁπλουργούς, κατηγόρους, μοιχικούς, ἱερογλύφους, ζωοπλάστας, ἰατρούς, χειρουργούς, κακοπράγμονας, πλαστογράφους. κἂν ὁ τοῦ Κρόνου αὐτοῖς μαρτυρήσῃ, φονέας, ἅρπαγας, ἀπελάτας, λῃστάς. ἐὰν δὲ ὁ τοῦ Διὸς αὐτοῖς μαρτυρήσῃ, φιλομάχους, δράστας, δεινούς, φιλοπράγμονας καὶ ἀλλοτρίων φροντίζοντας. Ὁ δὲ Ἄρης καὶ ὁ Κρόνος καὶ ὁ Ἥλιος ἐν τοῖς πρακτικοῖς τόποις τυχόντες, ἐξαιρέτως δὲ ὡροσκοποῦντες ἢ μεσουρανοῦντες, ποιοῦσιν ναυτικούς, πλεύστας. καὶ Ἑρμῆς ἐν τῷ γ' καὶ Ἄρης ἐν τῷ θ' κυνηγοὺς ποιοῦσιν. ὁ Ἄρης καὶ ὁ Ἑρμῆς οἴκοις ἢ ὁρίοις Ἀφροδίτης ποιοῦσιν ἰατρούς. ὁ Ἄρης καὶ ὁ Ἑρμῆς ὡροσκοποῦντες ἢ μεσουρανοῦντες ποιοῦσιν φιλόπλους, θρασυτόλμους ἢ ὁπλίτας. Κρόνος ἐπὶ τοῦ τῆς πράξεως τόπου παρών, ἐπὰν ὁ Κρόνος παραιρέτης καὶ ἐν ἀλλοτρίῳ ζῳδίῳ τύχῃ ἐν τῷ μεσουρανήματι, τὰς δι' ὑγρῶν ποιεῖ τέχνας, τουτ' ἐστὶ ἀντλητάς, κηπουροὺς ἢ ἀλιεύοντας καὶ τὰς παρύγρους πράξεις παρέχει μετὰ κόπου καὶ μόχθου κάμνοντας. ὁ δὲ Κρόνος καὶ Ἄρης καὶ Σελήνη ὡροσκοποῦντες ἢ μεσουρανοῦντες ποιεῖ φιλοσόφους, ῥήτορας ἢ ἀστρολόγους. τοῦ ὡροσκόπου Καρκίνῳ ἢ Σκορπίῳ ἢ Ἰχθύσι ὄντος Ζεὺς καὶ Κρόνος ὑπογείῳ ποιοῦσι βοτανικοὺς ἢ θηριοδείκτας. ὁ Κρόνος ὡροσκοπῶν Ἄρεως δύνοντος ποιοῦσι κυνηγοὺς ἢ θηριομάχους ἢ κυνοβρώτους. ὁ Κρόνος καὶ ἡ Σελήνη δύνοντες ἐν καθύγροις ζῳδίοις ποιοῦσι ναυτικοὺς ἢ πλευστικούς. ὁ Κρόνος μεσουρανῶν Ἄρης δύνων μισέλληνας, ἀλλοφύλους ποιοῦσιν. Ἀφροδίτη καὶ Ἄρης τὸν οἶκον δεσποτεύοντες, τὴν οἰκοδεσποτείαν τῆς πράξεως εἰληφότες, ποιοῦσιν βαφέας, μυρεψούς, χωνευτάς, χρυσοχόους, λιθογλύφους, ἀργυροκόπους, ὀπλορχηστάς, φαρμακοποιούς, ἰατρούς. κἂν μὲν ὁ τοῦ Κρόνου αὐτοῖς μαρτυρήσῃ, ἱερῶν ζῴων θεραπευτὰς ἤγουν θηρευτάς, ἀνθρώπων ἐνταφιαστάς, θρηνῳδούς, ἐνθουσιαστάς, ὅπου μυστήρια καὶ θρῆνοι καὶ αἱμαγμοὶ τὰς ἀναστροφὰς ποιούμενοι• ἐὰν δὲ ὁ τοῦ Διὸς αὐτοῖς μαρτυρήσῃ, ποιοῦσιν ἱεροπλόκους, οἰωνιστάς, γυναικῶν προϊσταμένους, ἐκγαμιστὰς ἢ μαυλιστάς. ἐὰν δὲ ὁ Ἥλιος αὐτοῖς μαρτυρήσῃ, νευροβάτας ποιεῖ, μαγγαναρίους• εἰ δὲ καὶ Κρόνος καὶ Ἥλιος αὐτοῖς μαρτυρήσωσιν, οἰκοδόμους ποιοῦσιν ἢ κεραμουργούς. Ἄρης καὶ Ἀφροδίτη ἰσομοίρως τυχόντες, εἰ καὶ τὰ δωδεκατημόρια τύχωσι τετράγωνα ἐν αὐτοῖς ἢ τρίγωνα ἢ διάμετρα, ποιοῦσι μοιχοὺς μεθυστάς, ἀπατεῶνας. Ἄρης καὶ Ἀφροδίτη ἐν τοῖς ὑπογείοις ποιοῦσι σχοινοβάτας ἢ θεοφορουμένους. Ἄρης καὶ Ἀφροδίτη ἐν τῷ γ' ἢ ἐν τῷ θ' ποιοῦσιν ἰατρούς. Ἑρμῆς καὶ Ἀφροδίτη τὴν πρᾶξιν παρέχοντες ποιοῦσι τὰς πράξεις ἀπὸ μουσικῆς καὶ ὀργάνων καὶ μελῳδιῶν ἢ ποιημάτων ἢ ὀρχήσεων καὶ ῥυθμῶν, καὶ μάλιστα ὅταν τοὺς τύπους ὧσιν ἐναλλάξαντες. ἀποτελοῦσιν οὖν θυμελικούς, ὑποκριτάς, σωματεμπόρους, ὀργανοποιούς, κιθᾳρωδούς, τραγῳδούς, ὑφαντάς, πλάστας, ζωγράφους. κἂν ὁ μὲν τοῦ Κρονου αὐτοῖς μαρτυρήσῃ, ποιεῖ ἐμπορευομένους κόσμους γυναικείους. ἐὰν δὲ ὁ τοῦ Διὸς αὐτοῖς μαρτυρήσῃ, ποιοῦσιν δικολόγους, λογιστηρίων προϊσταμένους, παίδων διδασκάλους, ὄχλων προεστῶτας, κεκοσμημένους. Ἐὰν μὲν Ἑρμῆς καὶ Ἀφροδίτη ὡροσκοπῶσι καὶ Ζεὺς δύνῃ, ποιοῦσι μουσικοὺς ἢ φωνικοὺς ἢ ἀθλητάς. εἰ δὲ εἰς τὸν τῆς πράξεως τόπον τύχωσι Ἑρμῆς καὶ Κρόνος καὶ Ἀφροδίτη, ποιοῦσιν ἰατροὺς ἢ ἐπαοιδοὺς ἢ βοτανικούς• εἰ δὲ καὶ Ζεὺς ἐπιμαρτυρήσῃ αὐτοῖς, ἐκ τούτων τὰς εὐτυχίας ἕξουσιν. ὁ Ἑρμῆς καὶ ἡ Ἀφροδίτη ἐν τοῖς πρακτικοῖς τόποις τυχόντες καὶ ὑπὸ Διὸς θεωρούμενοι ποιοῦσιν ἐλεφαντουργούς, ζωγράφους ἢ χρυσοχόους ἢ κοσμητάς. ὁ Ἑρμῆς οἴκοις Ἀφροδίτης μετὰ Ἀφροδίτης ποιεῖ αὐλητὰς ἢ κιθᾳρωδούς. Ἀφροδίτη οἴκοις Ἑρμοῦ μετὰ Ἑρμοῦ ποιεῖ ζωγράφους ἢ πλουμαρίους ἢ γλυπτὰς ἢ ἀνδριαντοπλάστας. Πλέον δὲ πάντων ζήτει τὰ ἀποτελέσματα τῶν συναφῶν καὶ τῶν ἀπορροιῶν τῆς Σελήνης καὶ τῶν ζῳδίων καὶ τῶν παρανατελλόντων καὶ τὰ δεκανικὰ ἀποτελέσματα τῶν συναφῶν καὶ ἀπορροιῶν τῆς Σελήνης. ὁ δὲ κλῆρος τῆς πράξεως λαμβάνεται ἡμέρας μὲν ἀπὸ Ἑρμοῦ ἐπὶ Ἄρεα, νυκτὸς δὲ ἀνάπαλιν, καὶ τὰ ἴσα ἀπὸ ὡροσκόπου. ζήτει καὶ τὸ ζῴδιον ἐν ᾦ ἔτυχεν ὁ κλῆρος καὶ τὸν κύριον τοῦ ζῳδίου ἐν ᾦ οἴκῳ ἔτυχε, καὶ οὕτω λέγε τὴν πρᾶξιν. πς'. Περὶ μαθηματικῶν ἢ μάντεων qα' Περὶ τεκτόνων καὶ βυρσέων καὶ λιθοξόων καὶ καβιδαρίων Ἑρμῆς καὶ Ἄρης καὶ Ἀφροδίτη καὶ Σελήνη ἐπίκεντροι ἢ ἐπιθεωροῦντες ἀλλήλους κατὰ κέντρον, μηχανικοὺς ποιοῦσι, ἐν δὲ τοῖς ἀποκλίμασιν ὄντες ψηφάδας. Ἀφροδίτη οἴκῳ Ἡλίου ἢ ἰδίῳ μετὰ Ἑρμοῦ, μάλιστα ἐπίκεντροι καλαμαύλους ἢ κιθαριστὰς ἢ μουσικοὺς ποιοῦσι. Ἡ Σελήνη ἐν Ταύρῳ μετὰ Ἑρμοῦ καὶ Ἡλίου αὐξιφαὴς ἰξευτὰς ποιεῖ καὶ ἱερακαρίους. Τὰ δὲ αὐτὰ σχήματα τῆς Σελήνης πρὸς τὴν μητέρα νόει. ἐὰν ἡ Σελήνη τύχῃ ὁρίοις ἀγαθοποιοῦ ἐν τοῖς ἀποκλίμασιν ἢ ἐν τοῖς ἐκλειπτικοῖς συνδέσμοις, μάλιστα ἐν τῷ Καταβιβάζοντι καὶ ὑπὸ κακοποιῶν θεωρουμένη, εὐγενίδα μέν, παίδων δὲ χάριν δουλικοῖς ὑπόκεισθαι ποιοῦσι καὶ τὸν βίον αἰσχρὸν ἔχουσαν• ἡ Σελήνη ἐν τῷ Ἀναβιβάζοντι σινοῖ τὴν μητέρα ἢ ἀγενῆ ποιεῖ• ἐὰν δὲ τύχῃ ἡ Σελήνη διάμετρος κακοποιοῦ καὶ ὁ κλῆρος αὐτῆς ἀποκλίνῃ, δούλην λέγε τὴν μητέρα• ἐὰν ἡ Σελήνη συνάπτῃ τινὶ τῶν κακοποιῶν, βιοθάνατον ποιεῖ τὴν μητέρα. Ὁ δὲ Ἥλιος καὶ ὁ τριγωνικὸς αὐτοῦ δεσπότης κακῶς κείμενοι καὶ ἐν ἀλλοτρίοις ζῳδίοις, βιοθάνατον ποιοῦσι τὸν πατέρα. εἰ δὲ καὶ ὑπὸ κακοποιῶν θεωρηθῶσιν, καὶ τὰ πατρικὰ ἀπολοῦσι. ἐὰν δὲ ὁ Ἥλιος καὶ ὁ τριγωνικὸς αὐτοῦ δεσπότης ἐν κακῷ τόπῳ τύχωσι καὶ ὑπὸ κακο¬ποιῶν θεωρηθῶσι ἐπὶ ἡμερινῆς γεννήσεως, μισητοὺς καὶ ἀποβλήτους ποιεῖ τοὺς γεννηθέντας τοῖς πατράσιν. σκέπτου δὲ καὶ τὸν κύριον τοῦ κλήρου τοῦ πατρὸς ἐν ποίῳ τόπῳ τύχῃ καὶ ποίαν φάσιν ἔχῃ καὶ ὑπὸ τίνων θεωρῆται, καὶ οὕτως λέγε τὸν βίον τοῦ πατρός• ἐὰν δὲ τύχῃ ὁ κύριος τοῦ κλήρου ἐν τῷ δευτέρῳ ἢ ἕκτῳ ἢ ὀγδόῳ ἢ δωδεκάτῳ, εὐτελῆ λέγε τὸν πατέρα. ζήτει δὲ καὶ τὸ διάμετρον ζῴδιον τοῦ κλήρου τοῦ πατρός, καὶ ἐὰν τὸν κύριον τοῦ κλήρου τοῦ πατρὸς εὕρῃς ἐν τῷ κλήρῳ τοῦ πατρὸς ἢ μετὰ τοῦ κλήρου, λέγε τὸν τοιοῦτον εἰσποιητὸν γενήσεσθαι. Ζήτει δὲ καὶ τὰ δωδεκατημόρια Ἡλίου καὶ Σελήνης ποῦ πίπτουσιν καὶ ὑπὸ τίνων θεωροῦνται, καὶ οὗτοι γὰρ ἱκανῶς σημαίνουσι τὰ περὶ γονέων. διέκβαλον οὖν καὶ Σκορπίον τοὺς ἐπιθεωροῦντας τὲ καὶ παραδόσεις καὶ παραλήψεις τῶν ἀστέρων, καθὼς Οὐάλης ἐν τῷ δ' βιβλίῳ, καὶ τὰ ἐπιμεμερισμένα τοῦ κλήρου τῆς τύχης καὶ τοῦ δαίμονος, καθὼς Οὐάλης. Τὴν Μήνην καθόρα τίνος ἀστέρος ἐστὶν ἐν οἴκῳ• Καὶ ταῦτα μὲν περὶ τῆς πρώτης ἡλικίας μέχρι ἐτῶν κε' ἡ λ', τουτέστι μέχρι τῆς ἀναφορᾶς τοῦ Ταύρου ἢ τῆς Σελήνης ἢ Κρόνου χρονικῆς περιόδου, μετὰ δὲ ταῦτα ἀνέτειλε ὁ δεύτερος τριγωνικὸς δεσπότης, τουτέστιν Ἑρμῆς, μετὰ Διός, ἀπὸ ἐτῶν λβ'• Ἑρμοῦ γὰρ περίοδος ἔτη κ' καὶ Διὸς ιβ', ἃ γινεται ἔτη λβ', ἀφ οὗ ἤρξατο ἀνανεύειν τῇ τύχῃ, ἐπειδὴ ὁ Ἑρμῆς καὶ ὁ κύριος τοῦ κλήρου τῆς τύχης ἐτύγχανεν. ὁ μὲν κατὰ μέρος προβαίνοντος χρόνου καὶ τῇ τύχῃ προέκοπτεν διὰ τὸ τὸν Ἑρμῆν εἶναι κύριον τοῦ κλήρου καὶ τῆς δευτέρας ἡλικίας καὶ ἐγκαρδίου Διὸς καὶ ἑσπερίαν ἀνατολὴν ποιούμενος• ὅθεν κατὰ πρόβασιν τῶν ἐτῶν προέκοπτε καὶ τὴν τύχην. Εἰ δὲ τόπον τετράκληρος ἐὼν τὸν ἀνώτερον ἴσχει Ἀπόδειξις• οἱ τριγωνικοὶ δεσπόται τοῦ ὡροσκόπου καὶ τοῦ αἱρετικοῦ φωτὸς ἀπέκλιναν ἐναντιούμενοι ἑαυτοῖς καὶ ὑπὸ Ἄρεως θεωρούμενοι. ΛΟΙΠΑ ΑΠΟΣΠΑΣΜΑΤΑ Περὶ σπορᾶς ἐκ τῶν Ῥητορίου (F. 112)
|


