ΠΛΑΤΩΝ, ΤΙΜΑΙΟΣ Α′



 

 goldenbar

ΤΙΜΑΙΟΣ, ΜΕΡΟΣ Α′

ἑλληνικὸ πρωτότυπο ἐκ τοῦ TLG (Τhesaurus Lingua Graeca)
νεοελληνικὴ ἀπόδοση καὶ σχόλια: Παῦλος Γρατσιάτος, ἐκδ. Φέξη, 1911
(ὁρισμένα σχόλια διὰ τὸ μέγεθος αὐτῶν ἔχουν μεταφερθεῖ εἰς τὸ τέλος τῆς σελίδος)

Βιογραφία Πλάτωνος

❧ 
 

ΠΕΡΙΕΧΟΜΕΝΑ

 

α. Προηγουμένης ἡμέρας συζητήσεως ἐπισκοπεῖν

     ΣΩ. Εἷς, δύο, τρεῖς· ὁ δὲ δὴ τέταρτος ἡμῖν, ὦ φίλε Τίμαιε, ποῦ τῶν χθὲς μὲν δαιτυμόνων, τὰ νῦν δὲ ἑστιατόρων;

     ΤΙ. Ἀσθένειά τις αὐτῷ συνέπεσεν, ὦ Σώκρατες· οὐ γὰρ ἂν ἑκὼν τῆσδε ἀπελείπετο τῆς συνουσίας.

     ΣΩ. Οὐκοῦν σὸν τῶνδέ τε ἔργον καὶ τὸ ὑπὲρ τοῦ ἀπόντος ἀναπληροῦν μέρος;

     ΤΙ. Πάνυ μὲν οὖν, καὶ κατὰ δύναμίν γε οὐδὲν ἐλλείθομεν· οὐδὲ γὰρ ἂν εἴη δίκαιον, χθὲς ὑπὸ σοῦ ξενισθέντας οἷς · ἦν πρέπον ξενίοις, μὴ οὐ προθύμως σὲ τοὺς λοιποὺς ἡμῶν ἀνταφεστιᾶν.

     ΣΩ. Ἆρ’ οὖν μέμνησθε ὅσα ὑμῖν καὶ περὶ ὧν ἐπέταξα εἰπεῖν;

     ΤΙ. Τὰ μὲν μεμνήμεθα, ὅσα δὲ μή, σὺ παρὼν ὑπομνήσεις· μᾶλλον δέ, εἰ μή τί σοι χαλεπόν, ἐξ ἀρχῆς διὰ βραχέων πάλιν ἐπάνελθε αὐτά, ἵνα βεβαιωθῇ μᾶλλον παρ’ ἡμῖν.

     ΣΩ. Ταῦτ’ ἔσται. χθές που τῶν ὑπ’ ἐμοῦ ῥηθέντων λόγων περὶ πολιτείας ἦν τὸ κεφάλαιον οἵα τε καὶ ἐξ οἵων ἀνδρῶν ἀρίστη κατεφαίνετ’ ἄν μοι γενέσθαι.

     ΤΙ. Καὶ μάλα γε ἡμῖν, ὦ Σώκρατες, ῥηθεῖσα πᾶσιν κατὰ νοῦν.

     ΣΩ. Ἆρ’ οὖν οὐ τὸ τῶν γεωργῶν ὅσαι τε ἄλλαι τέχναι πρῶτον ἐν αὐτῇ χωρὶς διειλόμεθα ἀπὸ τοῦ γένους τοῦ τῶν προπολεμησόντων;

     ΤΙ. Ναί.

     ΣΩ. Καὶ κατὰ φύσιν δὴ δόντες τὸ καθ’ αὑτὸν ἑκάστῳ πρόσφορον ἓν μόνον ἐπιτήδευμα, μίαν ἑκάστῳ τέχνην, τούτους οὓς πρὸ πάντων ἔδει πολεμεῖν, εἴπομεν ὡς ἄρ’ αὐτοὺς δέοι φύλακας εἶναι μόνον τῆς πόλεως, εἴτε τις ἔξωθεν ἢ καὶ τῶν ἔνδοθεν ἴοι κακουργήσων, δικάζοντας μὲν πρᾴως τοῖς ἀρχομένοις ὑπ’ αὐτῶν καὶ φύσει φίλοις οὖσιν, χαλεποὺς δὲ ἐν ταῖς μάχαις τοῖς ἐντυγχάνουσιν τῶν ἐχθρῶν γιγνομένους.

     ΤΙ. Παντάπασι μὲν οὖν.

     ΣΩ. Φύσιν γὰρ οἶμαί τινα τῶν φυλάκων τῆς ψυχῆς ἐλέγομεν ἅμα μὲν θυμοειδῆ, ἅμα δὲ φιλόσοφον δεῖν εἶναι διαφερόντως, ἵνα πρὸς ἑκατέρους δύναιντο ὀρθῶς πρᾷοι καὶ χαλεποὶ γίγνεσθαι.

     ΤΙ. Ναί.


     ΣΩ. Εἷς, δυό, τρεῖς· καὶ ὁ τέταρτος τῶν ὁμοτραπέζων, τοὺς ὁποίους χθὲς ἐφιλοξένησα ἐγὼ (μὲ λόγους), σήμερον δὲ θὰ προσφέρωσιν εἰς ἐμὲ γεῦμα, ποῦ εἶναι, φίλε Τίμαιε;

     ΤΙ. Κάποια ἀσθένεια συνέβη, ὦ Σώκρατες, εἰς αὐτόν, διότι ἄλλως δὲν θὰ ἔλειπεν ἑκουσίως ἀπὸ τὴν συνομιλίαν ταύτην.

     ΣΩ. Λοιπὸν εἶναι χρέος ἰδικόν σου καὶ τούτων ἐδῶ ἀντὶ τοῦ ἀπόντος νὰ ἀναπληρώσητε καὶ τὸ μέρος αὐτοῦ.

     ΤΙ. Βεβαιότατα· καὶ ὅσον δυνάμεθα δὲν θὰ λείψωμεν εἰς τίπoτε, διότι δὲν θὰ ἦτο καὶ δίκαιον, ἀφοῦ χθὲς ἐφιλοξενήθημεν ὑπό σου μὲ τὴν πρέπουσαν φιλοξενίαν, νὰ μὴ σοὶ ἀνταποδώσωμεν τὸ γεῦμα προθύμως ἠμεῖς οἱ λοιποί.

     ΣΩ. Ἄρα γὲ ἐνθυμεῖσθε ὅσα καὶ περὶ ποίων σᾶς παρεκάλεσα νὰ ὁμιλήσωμεν;

     ΤΙ. Μερικὰ ἐνθυμούμεθα, ὅσα δὲ δὲν ἐνθυμούμεθα σὺ παρὼν ἐδῶ θὰ μᾶς τὰ ὑπενθυμίσης. Ἀλλὰ καλύτερα, ἐὰν δὲν σοῦ εἶναι ὀχληρόν, ἐπανάλαβε αὐτὰ πάλιν ἐξ ἀρχῆς μὲ ὀλίγους λόγους, διὰ νὰ μᾶς ἐντυπωθώσι βεβαιότερα.

     ΣΩ. Αὐτὸ θὰ γίνη. Τὸ ἀντικείμενον τῶν λόγων, τοὺς ὁποίους εἶπον χθὲς περὶ πολιτείας, ἦτο τοῦτο: ποία πολιτεία καὶ ἀπὸ ποίους ἄνδρας ἀποτελουμένη θὰ μοὶ ἐφαίνετο ὅτι εἶναι ἡ ἀρίστη 1.

     ΤΙ. Καὶ πολὺ σύμφωνα μὲ τὴν γνώμην ὅλων ἡμῶν, ὦ Σώκρατες, ἤσαν ὅσα εἶπες περὶ αὐτῆς.

     ΣΩ. Ἄρα γὲ εἰς τὴν πολιτείαν ταύτην δὲν διεκρίναμεν χωριστὰ πρῶτον τὴν τάξιν τῶν γεωργῶν καὶ πάσας τὰς ἄλλας τέχνας ἀπὸ τὴν τάξιν τῶν μελλόντων νὰ πολεμώσιν ὑπὲρ αὐτῆς; 2 

     ΤΙ. Ναί.

     ΣΩ. Καὶ ἀφοῦ σύμφωνα μὲ τὴν φυσικήν του διάθεσιν ἐδώκαμεν εἰς ἕνα ἕκαστον τὸ ἁρμόζον εἰς αὐτόν, ἓν μόνον ἐπιτήδευμα καὶ μίαν τέχνην εἰς ἕκαστον, περὶ τούτων, οἵτινες πρέπει νὰ πολεμώσιν ὑπὲρ πάντων, εἴπομεν ὅτι πρέπει νὰ εἶναι μόνον φύλακες τῆς πόλεως, νὰ προσέχωσιν ἂν τὶς ἔρχεται ἔξωθεν ἢ καὶ ἐκ τῶν ἐντὸς τῆς πόλεως, ἵνα πράξη κακόν, καὶ νὰ δικάζωσι μὲ ἡμερότητα τοὺς ὑπ’ αὐτῶν ἐξουσιαζομένους καὶ ὄντας φυσικοὺς φίλους αὐτῶν, καὶ νὰ γίνωνται σκληροὶ εἰς τὰς μάχας ἐναντίον τῶν ἐχθρῶν, ὁποιοιδήποτε τύχωσιν οὗτοι.

     ΤΙ. Ἀκριβέστατα.

     ΣΩ. Διότι, νομίζω, ἐλέγομεν περὶ τίνος φυσικῆς διαθέσεως τῆς ψυχῆς τῶν φυλάκων 3, ὅτι πρέπει αὔτη νὰ εἶναι θυμοειδὴς συνάμα καὶ φιλόσοφος εἰς μέγαν βαθμόν, διὰ νὰ δύνανται νὰ γίνωνται δικαίως ἥμεροι πρὸς τοὺς συμπολίτας των καὶ σκληροὶ πρὸς τοὺς ἐχθρούς.

     ΤΙ. Ναί.


     ΣΩ. Τί δὲ τροφήν; ἆρ’ οὐ γυμναστικῇ καὶ μουσικῇ μαθήμασίν τε ὅσα προσήκει τούτοις, ἐν ἅπασι τεθράφθαι;

     ΤΙ. Πάνυ μὲν οὖν.

     ΣΩ. Τοὺς δέ γε οὕτω τραφέντας ἐλέχθη που μήτε χρυσὸν μήτε ἄργυρον μήτε ἄλλο ποτὲ μηδὲν κτῆμα ἑαυτῶν ἴδιον νομίζειν δεῖν, ἀλλ’ ὡς ἐπικούρους μισθὸν λαμβάνοντας τῆς φυλακῆς παρὰ τῶν σῳζομένων ὑπ’ αὐτῶν, ὅσος σώφροσιν μέτριος, ἀναλίσκειν τε δὴ κοινῇ καὶ συνδιαιτωμένους μετὰ ἀλλήλων ζῆν, ἐπιμέλειαν ἔχοντας ἀρετῆς διὰ παντός, τῶν ἄλλων ἐπιτηδευμάτων ἄγοντας σχολήν.

     ΤΙ. Ἐλέχθη καὶ ταῦτα ταύτῃ.

     ΣΩ. Καὶ μὲν δὴ καὶ περὶ γυναικῶν ἐπεμνήσθημεν, ὡς τὰς φύσεις τοῖς ἀνδράσιν παραπλησίας εἴη συναρμοστέον, καὶ τὰ ἐπιτηδεύματα πάντα κοινὰ κατά τε πόλεμον καὶ κατὰ τὴν ἄλλην δίαιταν δοτέον πάσαις.

     ΤΙ. Ταύτῃ καὶ ταῦτα ἐλέγετο.

     ΣΩ. Τί δὲ δὴ τὸ περὶ τῆς παιδοποιίας; ἢ τοῦτο μὲν διὰ τὴν ἀήθειαν τῶν λεχθέντων εὐμνημόνευτον, ὅτι κοινὰ τὰ τῶν γάμων καὶ τὰ τῶν παίδων πᾶσιν ἁπάντων ἐτίθεμεν, μηχανωμένους ὅπως μηδείς ποτε τὸ γεγενημένον αὐτῶν ἰδίᾳ γνώσοιτο, νομιοῦσιν δὲ πάντες πάντας αὐτοὺς ὁμογενεῖς, ἀδελφὰς μὲν καὶ ἀδελφοὺς ὅσοιπερ ἂν τῆς πρεπούσης ἐντὸς ἡλικίας γίγνωνται, τοὺς δ’ ἔμπροσθεν καὶ ἄνωθεν γονέας τε καὶ γονέων προγόνους, τοὺς δ’ εἰς τὸ κάτωθεν ἐκγόνους παῖδάς τε ἐκγόνων;

     ΤΙ. Ναί, καὶ ταῦτα εὐμνημόνευτα ᾗ λέγεις.

     ΣΩ. Ὅπως δὲ δὴ κατὰ δύναμιν εὐθὺς γίγνοιντο ὡς ἄριστοι τὰς φύσεις, ἆρ’ οὐ μεμνήμεθα ὡς τοὺς ἄρχοντας ἔφαμεν καὶ τὰς ἀρχούσας δεῖν εἰς τὴν τῶν γάμων σύνερξιν λάθρᾳ μηχανᾶσθαι κλήροις τισὶν ὅπως οἱ κακοὶ χωρὶς οἵ τ’ ἀγαθοὶ ταῖς ὁμοίαις ἑκάτεροι συλλήξονται, καὶ μή τις αὐτοῖς ἔχθρα διὰ ταῦτα γίγνηται, τύχην ἡγουμένοις αἰτίαν τῆς συλλήξεως;

     ΤΙ. Μεμνήμεθα.

     ΣΩ. Καὶ μὴν ὅτι γε τὰ μὲν τῶν ἀγαθῶν θρεπτέον ἔφαμεν εἶναι, τὰ δὲ τῶν κακῶν εἰς τὴν ἄλλην λάθρᾳ διαδοτέον πόλιν· ἐπαυξανομένων δὲ σκοποῦντας ἀεὶ τοὺς ἀξίους πάλιν ἀνάγειν δεῖν, τοὺς δὲ παρὰ σφίσιν ἀναξίους εἰς τὴν τῶν ἐπανιόντων χώραν μεταλλάττειν;

     ΤΙ. Οὕτως.

     ΣΩ. Ἆρ’ οὖν δὴ διεληλύθαμεν ἤδη καθάπερ χθές, ὡς ἐν κεφαλαίοις πάλιν ἐπανελθεῖν, ἢ ποθοῦμεν ἔτι τι τῶν ῥηθέντων, ὦ φίλε Γίμαιε, ὡς ἀπολειπόμενον;

     ΤΙ. Οὐδαμῶς, ἀλλὰ αὐτὰ ταῦτ’ ἦν τὰ λεχθέντα, ὦ Σώκρατες.


     ΣΩ. Περὶ δὲ τῆς ἀνατροφῆς αὐτῶν; Ἄρα γὲ δὲν εἴπομεν, ὅτι πρέπει νὰ εἶναι ἀνατεθραμμένοι μὲ γυμναστικὴν καὶ μουσικὴν καὶ μὲ ὅλα ἐκεῖνα τὰ ἄλλα μαθήματα, τὰ ὁποῖα ἀρμόζουσιν εἰς αὐτούς;

     ΤΙ. Βεβαίως.

     ΣΩ. Εἴπομεν προσέτι, ὅτι οἱ λαβόντες τοιαύτην ἀνατροφὴν δὲν πρέπει νὰ νομίζωσιν ὡς ἀποκλειστικὴν ἰδιοκτησίαν των οὔτε χρυσόν, οὔτε ἄργυρον, οὔτε ἄλλο οἱονδήποτε πράγμα· ἀλλὰ ὡς ἐπίκουροι, λαμβάνοντες ἀπὸ ἐκείνους, τοὺς ὁποίους ὑπερασπίζουσι, μισθὸν διὰ τὴν φύλαξιν, ὅσος ἀρκεῖ εἰς σώφρονας ἀνθρώπους, νὰ δαπανώσιν αὐτὸν κοινῶς, καὶ οὕτω συντρώγοντες νὰ ζῶσιν ὁμοῦ μεταξύ των, μόνην φροντίδα ἔχοντες τὴν ἀρετὴν εἰς πάντα καὶ ἀπὸ πάσας τὰς ἄλλας ἀσχολίας ἀπέχοντες.

     ΤΙ. Ἐλέχθησαν οὕτω καὶ αὐτά.

     ΣΩ. Ἀκόμη καὶ περὶ τῆς ἀγωγῆς τῶν γυναικῶν εἴπομεν, ὅτι πρέπει νὰ συναρμόζωμεν τὰς φυσικὰς διαθέσεις αὐτῶν ὁμοίως πρὸς τὰς τῶν ἀνδρῶν, καὶ νὰ δίδωμεν εἰς πάσας τὰς αὐτὰς ἐπασχολήσεις (τὰς ὁποίας καὶ εἰς τοὺς ἄνδρας δίδομεν) καὶ ὡς πρὸς τὸν πόλεμον καὶ ὡς πρὸς τοὺς ἄλλους τρόπους τῆς ζωῆς.

     ΤΙ. Οὕτως ἐλέγοντο καὶ ταῦτα.

     ΣΩ. Καὶ τί ἐλέγομεν περὶ παιδοποιίας; Ἴσως τὰ λεχθέντα περὶ τούτου εἶναι εὐκολοθύμητα, ἐπειδὴ δὲν εἶναι συνήθη, δηλ. ἐδέχθημεν νὰ εἶναι κοινὰ εἰς πάντας πάντα, καὶ γάμοι καὶ παῖδες καὶ νὰ μηχανευώμεθα πὼς νὰ μὴ γνωρίση κανεὶς ποτὲ τὸ ἴδιον αὐτοῦ τέκνον, πάντες δὲ νὰ νομίζωσιν ὅλους τους ἄλλους ὡς συγγενεῖς, ἤτοι ὡς ἀδελφὰς καὶ ἀδελφοὺς ἐκείνους, ὅσοι ἤθελον εἶναι ἐντὸς τῆς ἀρμοζούσης ἡλικίας, ὡς γονεῖς δὲ καὶ προγόνους τοὺς γεννημένους πρὸ τῆς ἡλικίας ταύτης καὶ ἀκόμη πρότερον, παίδας δὲ καὶ ἐκγόνους τοὺς γεννωμένους ὑστερώτερον.

     ΤΙ. Ναί. Καὶ ταῦτα εἶναι, ὡς λέγεις, εὐκολομνημόνευτα.

     ΣΩ. Καὶ διὰ νὰ γεννῶνται οἱ παῖδες εὐθὺς ὅσον τὸ δυνατὸν μὲ τὰς ἀρίστας φυσικὰς διαθέσεις 4, ἄρα γὲ δὲν ἐνθυμούμεθα, ὅτι εἴπομεν, ὅτι οἱ ἄρχοντες καὶ αἱ ἄρχουσαι ὀφείλουσι κρυφὰ νὰ μηχανεύωνται διὰ τίνων κληρώσεων πῶς εἰς τὴν σύναψιν τῶν γάμων οἱ κακοὶ ὀφ’ ἑνὸς καὶ οἱ ἀγαθοὶ ἐξ ἄλλου, κεχωρισμένοι ὄντες, νὰ ἐνῶνται μὲ γυναίκας ὁμοίας των, καὶ οὕτω νὰ μὴ συλλαμβάνωσιν ἔπειτα διὰ ταῦτα ἔχθραν μεταξὺ των, διότι θὰ νομίζωσιν ὅτι ἡ τύχη ὑπῆρξεν αἰτία τοῦ γάμου των;

     ΤΙ. Ἐνθυμούμεθα.

     ΣΩ. Καὶ προσέτι εἴπομεν, ὅτι τὰ τέκνα τῶν ἀγαθῶν 5 πρέπει νὰ ἀνατρέφωνται 6, τὰ δὲ τῶν κακῶν νὰ διασκορπίζωνται κρυφὰ εἰς τὰς ἄλλας τάξεις τῶν πολιτῶν; Καὶ καθ’ ὅσον ταῦτα αὐξάνονται, πρέπει νὰ προσέχωσιν οἱ ἄρχοντες πάντοτε τοὺς ἀποδεικνυομένους ἄξιους νὰ ἐπαναφέρωσι πάλιν εἰς τὴν προτέραν τάξιν των, ἐκείνους δέ, ὅσοι εἰς τὴν τάξιν των ταύτην ἐδείχθησαν ἀνάξιοι, νὰ μεταφέρωσιν εἰς τὸν τόπον τῶν ἐπανερχομένων;

     ΤΙ. Οὕτως εἴπομεν.

     ΣΩ. Ἄρα λοιπὸν ἔχομεν οὕτω διέλθει ἤδη ὅσα εἴπομεν χθές, ἐφ’ ὅσον εἶναι δυνατὸν νὰ ἐπαναλάβωμεν πάλιν τὰ κεφαλαιώδη, ἢ ἐπιθυμοῦμεν ἀκόμη, ἀγαπητὲ Τίμαιε, κάτι ἐκ τῶν ρηθέντων, τὸ ὁποῖον ἔχομεν παραλείψει;

     ΤΙ. Οὐδόλως, ἀλλ’ αὐτὰ εἶναι ἀκριβῶς, ὦ Σώκρατες, ἐκεῖνα τὰ ὁποία ἐλέχθησαν.

β. Σωκράτους ἐρώτησις

     ΣΩ. Ἀκούοιτ’ ἂν ἤδη τὰ μετὰ ταῦτα περὶ τῆς πολιτείας ἣν διήλθομεν, οἷόν τι πρὸς αὐτὴν πεπονθὼς τυγχάνω. Προσέοικεν δὲ δή τινί μοι τοιῷδε τὸ πάθος, οἷον εἴ τις ζῷα καλά που θεασάμενος, εἴτε ὑπὸ γραφῆς εἰργασμένα εἴτε καὶ ζῶντα ἀληθινῶς ἡσυχίαν δὲ ἄγοντα, εἰς ἐπιθυμίαν ἀφίκοιτο θεάσασθαι κινούμενά τε αὐτὰ καί τι τῶν τοῖς σώμασιν δοκούντων προσήκειν κατὰ τὴν ἀγωνίαν ἀθλοῦντα· ταὐτὸν καὶ ἐγὼ πέπονθα πρὸς τὴν πόλιν ἣν διήλθομεν. Ἡδέως γὰρ ἄν του λόγῳ διεξιόντος ἀκούσαιμ’ ἂν ἄθλους οὓς πόλις ἀθλεῖ, τούτους αὐτὴν ἀγωνιζομένην πρὸς πόλεις ἄλλας, πρεπόντως εἴς τε πόλεμον ἀφικομένην καὶ ἐν τῷ πολεμεῖν τὰ προσήκοντα ἀποδιδοῦσαν τῇ παιδείᾳ καὶ τροφῇ κατά τε τὰς ἐν τοῖς ἔργοις πράξεις καὶ κατὰ τὰς ἐν τοῖς λόγοις διερμηνεύσεις πρὸς ἑκάστας τῶν πόλεων.

     Ταῦτ’ οὖν, ὦ Κριτία καὶ Ἑρμόκρατες, ἐμαυτοῦ μὲν αὐτὸς κατέγνωκα μή ποτ’ ἂν δυνατὸς γενέσθαι τοὺς ἄνδρας καὶ τὴν πόλιν ἱκανῶς ἐγκωμιάσαι. Καὶ τὸ μὲν ἐμὸν οὐδὲν θαυμαστόν· ἀλλὰ τὴν αὐτὴν δόξαν εἴληφα καὶ περὶ τῶν πάλαι γεγονότων καὶ περὶ τῶν νῦν ὄντων ποιητῶν, οὔτι τὸ ποιητικὸν ἀτιμάζων γένος, ἀλλὰ παντὶ δῆλον ὡς τὸ μιμητικὸν ἔθνος, οἷς ἂν ἐντραφῇ, ταῦτα μιμήσεται ῥᾷστα καὶ ἄριστα, τὸ δ’ ἐκτὸς τῆς τροφῆς ἑκάστοις γιγνόμενον χαλεπὸν μὲν ἔργοις, ἔτι δὲ χαλεπώτερον λόγοις εὖ μιμεῖσθαι. Τὸ δὲ τῶν σοφιστῶν γένος αὖ πολλῶν μὲν λόγων καὶ καλῶν ἄλλων μάλ’ ἔμπειρον ἥγημαι, φοβοῦμαι δὲ μή πως, ἅτε πλανητὸν ὂν κατὰ πόλεις οἰκήσεις τε ἰδίας οὐδαμῇ διῳκηκός, ἄστοχον ἅμα φιλοσόφων ἀνδρῶν ᾖ καὶ πολιτικῶν, ὅσ’ ἂν οἷά τε ἐν πολέμῳ καὶ μάχαις πράττοντες ἔργῳ καὶ λόγῳ προσομιλοῦντες ἑκάστοις πράττοιεν καὶ λέγοιεν.


     ΣΩ. Δύνασθε τώρα νὰ ἀκούσητε τὰ ἐπακόλουθα τῆς πολιτείας, τὴν ὁποίαν ἔχομεν ἐκθέσει, τί δηλ. ἔχω πάθει ὡς πρὸς αὐτήν. Τὸ πάθημά μου τοῦτο ὁμοιάζει σχεδὸν μὲ τὸ πάθημα ἐκείνου, ὅστις ἰδὼν ποὺ ὡραία ζῷα, εἴτε ἀπεικονισμένα εἰς ζωγραφίαν εἴτε καὶ ἀληθινῶς ζωντανά, ἀλλὰ ἥσυχα μένοντα, ἤθελεν αἰσθανθῇ τὴν ἐπιθυμίαν νὰ τὰ ἴδῃ νὰ κινῶνται καὶ νὰ ἐκτελώσι καμμίαν ἄσκησιν ἐξ ἐκείνων, αἱ ὁποῖαι πιστεύεται ὅτι ἁρμόζουσιν εἰς τὰ σώματα αὐτῶν κατὰ τὴν πάλην 7. Τὸ αὐτὸ λοιπὸν καὶ ἐγὼ ἔπαθον ὡς πρὸς τὴν πολιτείαν, τὴν ὁποίαν περιεγράψαμεν. Εὐχαρίστως δηλαδὴ θὰ ἤκουον τινὰ νὰ ἐκθέση διὰ λόγου, ὅτι τοὺς ἀγώνας τοὺς ὁποίους πόλις τὶς ἀναγκάζεται νὰ ἀγωνίζηται, τούτους ἡ πολιτεία ἡμῶν δύναται ν’ ἀγωνίζηται ἐντίμως ἐναντίον ἄλλων πολιτειῶν καὶ νὰ ἐπιχειρῇ τὸν πόλεμον καθὼς πρέπει, καὶ ἐν ᾦ πολεμεῖ, νὰ ἀποδίδη τὴν προσήκουσαν τιμὴν εἰς τὴν παιδείαν καὶ τὴν ἀνατροφὴν εἴτε κατὰ τὰς πράξεις τὰς ἀναγκαίας εἰς τὰ πολεμικὰ ἔργα, εἴτε κατὰ τοὺς λόγους, ὅταν γίνωνται διαπραγματεύσεις πρὸς ἑκάστην τῶν ἄλλων πόλεων.

     Ὡς πρὸς ταῦτα ὅμως, ὦ Κριτία 8 καὶ Ἑρμόκρατες 9, ἐγὼ αὐτὸς ἔκρινα περὶ τοῦ ἑαυτοῦ μου ὅτι δὲν θὰ ἤμην ποτὲ ἱκανὸς νὰ ἐγκωμιάσω προσηκόντως τοὺς ἄνδρας καὶ τὴν πόλιν. Καὶ ὅ,τι ἀφορᾷ ἐμὲ αὐτόν, δὲν εἶναι θαυμαστὸν τοῦτο· ἀλλὰ τὴν αὐτὴν γνώμην ἔχω καὶ περὶ τῶν προγενεστέρων καὶ περὶ τῶν συγχρόνων ποιητῶν 10, ὄχι διότι περιφρονῶ τὸ γένος αὐτῶν, ἀλλὰ διότι εἶναι φανερὸν εἰς πάντας, ὅτι ἡ τάξις τῶν ἐπιτηδευομένων τὴν μίμησιν μιμεῖται εὐκολώτατα καὶ κάλλιστα τὰ πράγματα εἰς τὰ ὁποῖα ἔχει ἀνατραφῆ, ἐκεῖνο δὲ τὸ ὁποῖον εἶναι ἔξω τῆς ἀνατροφῆς καὶ τῶν ἕξεων ἑκάστου, εἶναι δύσκολον νὰ τὸ μιμῆται μὲ ἔργα, καὶ ἀκόμη δυσκολώτερον μὲ λόγους. Ἐξ ἄλλου οἱ σοφισταὶ νομίζω ὅτι εἶναι ἐμπειρότατοι εἰς πολλοὺς καὶ ὡραίους λόγους, ἀλλὰ φοβοῦμαι μήπως, ἐπειδὴ περιφέρονται ἀπὸ πόλεως εἰς πόλιν καὶ δὲν ἔχουσιν οὐδαμοῦ ἰδιαιτέρας μονίμους κατοικίας, εἶναι ἀνίκανοι νὰ καταλάβωσι τί περὶ τῶν φιλοσόφων καὶ τῶν πολιτικῶν ἀνδρῶν, πόσα δηλ. καὶ ποῖα οὗτοι δέον νὰ πράττωσι καὶ λέγωσι κατὰ τὸν πόλεμον καὶ τὰς μάχας αὐτοὶ οὗτοι ἐνεργοῦντες πραγματικῶς καὶ ὁμιλοῦντες πρὸς ἕνα ἕκαστον διὰ λόγων.


     Καταλέλειπται δὴ τὸ τῆς ὑμετέρας ἕξεως γένος, ἅμα ἀμφοτέρων φύσει καὶ τροφῇ μετέχον. Τίμαιός τε γὰρ ὅδε, εὐνομωτάτης ὢν πόλεως τῆς ἐν Ἰταλίᾳ Λοκρίδος, οὐσίᾳ καὶ γένει οὐδενὸς ὕστερος ὢν τῶν ἐκεῖ, τὰς μεγίστας μὲν ἀρχάς τε καὶ τιμὰς τῶν ἐν τῇ πόλει μετακεχείρισται, φιλοσοφίας δ’ αὖ κατ’ ἐμὴν δόξαν ἐπ’ ἄκρον ἁπάσης ἐλήλυθεν· Κριτίαν δέ που πάντες οἱ τῇδε ἴσμεν οὐδενὸς ἰδιώτην ὄντα ὧν λέγομεν. Τῆς δὲ Ἑρμοκράτους αὖ περὶ φύσεως καὶ τροφῆς, πρὸς ἅπαντα ταῦτ’ εἶναι ἱκανὴν πολλῶν μαρτυρούντων πιστευτέον. Διὸ καὶ χθὲς ἐγὼ διανοούμενος, ὑμῶν δεομένων τὰ περὶ τῆς πολιτείας διελθεῖν, προθύμως ἐχαριζόμην, εἰδὼς ὅτι τὸν ἑξῆς λόγον οὐδένες ἂν ὑμῶν ἐθελόντων ἱκανώτερον ἀποδοῖεν – εἰς γὰρ πόλεμον πρέποντα καταστήσαντες τὴν πόλιν ἅπαντ’ αὐτῇ τὰ προσήκοντα ἀποδοῖτ’ ἂν μόνοι τῶν νῦν – εἰπὼν δὴ τἀπιταχθέντα ἀντεπέταξα ὑμῖν ἃ καὶ νῦν λέγω. Συνωμολογήσατ’ οὖν κοινῇ σκεψάμενοι πρὸς ὑμᾶς αὐτοὺς εἰς νῦν ἀνταποδώσειν μοι τὰ τῶν λόγων ξένια, πάρειμί τε οὖν δὴ κεκοσμημένος ἐπ’ αὐτὰ καὶ πάντων ἑτοιμότατος ὢν δέχεσθαι.

     ΕΡ. Καὶ μὲν δή, καθάπερ εἶπεν Τίμαιος ὅδε, ὦ Σώκρατες, οὔτε ἐλλείψομεν προθυμίας οὐδὲν οὔτε ἔστιν οὐδεμία πρόφασις ἡμῖν τοῦ μὴ δρᾶν ταῦτα· ὥστε καὶ χθές, εὐθὺς ἐνθένδε ἐπειδὴ παρὰ Κριτίαν πρὸς τὸν ξενῶνα οὗ καὶ καταλύομεν ἀφικόμεθα, καὶ ἔτι πρότερον καθ’ ὁδὸν αὐτὰ ταῦτ’ ἐσκοποῦμεν. Ὅδε οὖν ἡμῖν λόγον εἰσηγήσατο ἐκ παλαιᾶς ἀκοῆς· ὃν καὶ νῦν λέγε, ὦ Κριτία, τῷδε, ἵνα συνδοκιμάσῃ πρὸς τὴν ἐπίταξιν εἴτ’ ἐπιτήδειος εἴτε ἀνεπιτήδειός ἐστι.

     ΚΡ. Ταῦτα χρὴ δρᾶν, εἰ καὶ τῷ τρίτῳ κοινωνῷ Τιμαίῳ συνδοκεῖ.

     ΤΙ. Δοκεῖ μήν.


     Ὑπολείπονται λοιπὸν οἱ ἄνθρωποι τῆς τάξεως ὑμῶν, οἵτινες ἐκ φύσεως καὶ ἐξ ἀνατροφῆς μετέχουσι καὶ τῶν δυό (τῆς ἐπιστήμης καὶ τῆς πολιτικῆς). Τῷ ὄντι καὶ ὁ Τίμαιος ἐδῶ, καταγόμενος ἐκ πόλεως εὐνομωτάτης, τῆς ἐν Ἰταλίᾳ Λοκρίδος, οὐδενὸς τῶν συμπολιτῶν του κατώτερος κατὰ τὴν περιουσίαν καὶ τὸ γένος, διεχειρίσθη τὰ ἀνώτατα ἀξιώματα καὶ ἔλαβε τᾶς μεγίστας τιμᾶς ἐν τῇ πόλει του καί, κατὰ τὴν γνώμην μου, ἔφθασε συνάμα εἰς τὴν κορυφὴν ὅλων τῶν μερῶν τῆς φιλοσοφίας. Τὸν Κριτίαν πάλιν γνωρίζομεν ὅλοι ὅσοι εἴμεθα ἐδῶ, ὅτι δὲν εἶναι ἀμαθὴς οὐδενὸς ἐκ τῶν ἀντικειμένων, τὰ ὁποία συζητοῦμεν. Καὶ τέλος περὶ τῆς φύσεως καὶ τῆς ἀνατροφῆς τοῦ Ἑρμοκράτους πρέπει νὰ πιστεύσωμεν ὅτι εἶναι ἱκανὸς πρὸς ὅλα ταῦτα, ἐπειδὴ πολλὰ τὸ μαρτυρούσι. Ταῦτα ἐγὼ καὶ χθὲς συλλογιζόμενος, ἐπειδὴ μὲ παρεκαλεῖτε νὰ ἐκθέσω τὴν οὐσίαν τῆς πολιτείας, μὲ προθυμίαν σᾶς εὐχαρίστησα, διότι ἐγνώριζον ὅτι τὴν συνέχειαν τῶν συλλογισμῶν οὐδεὶς ἄλλος θὰ ἦτο ἰκανώτερος ὑμῶν, ἐὰν θελήσητε, νὰ ἀποδώσῃ. Διότι μόνοι ὑμεῖς ἐκ τῶν συγχρόνων δύνασθε, παριστῶντες τὴν πολιτείαν ὡς διεξάγουσαν ἕνα πόλεμον, ὅποιος ἐμπρέπει, νὰ ἀποδώσητε εἰς αὐτὴν πάντα ὅσα προσήκουσιν εἰς αὐτήν 11. Ἀφοῦ λοιπὸν εἶπον ὅσα μοὶ ἀνετέθησαν νὰ εἴπω, ὤρισα εἰς ὑμᾶς νὰ ἀνταποδώσητε ἐκεῖνα τὰ ὁποῖα τώρα σας ὑπενθυμίζω. Συνεφωνήσατε δέ, ἀφοῦ συνεσκέφθητε μεταξύ σας, νὰ μοὶ ἀνταποδώσητε σήμερον τὴν φιλοξενίαν τῶν λόγων μου. Λοιπὸν εἶμαι παρὼν ἐδῶ παρεσκευασμένος δι’ αὐτὰ καὶ ἐτοιμότατος ὑπὲρ πάντα ἄλλον νὰ δεχθῶ τὸ φιλοξένημα.

     ΕΡ. Καὶ ἀληθῶς, καθὼς εἶπεν ὁ Τίμαιος ἐδῶ, ὦ Σώκρατες, δὲν θὰ δείξωμεν καμμίαν ἔλλειψιν προθυμίας, οὔτε ἔχομεν πρόφασιν τινὰ νὰ μὴ πράξωμεν τοῦτο. Καὶ μάλιστα χθὲς εὐθὺς ἅμα ἐξήλθομεν ἐδῶθεν, μόλις ἐφθάσαμεν εἰς τὸν ξενῶνα μας πλησίον τοῦ Κριτίου, ὅπου ἔχομεν τὸ κατάλυμά μας, καὶ ἀκόμη πρότερον καθ’ ὁδὸν ταῦτα ἀκριβῶς ἐσκεπτόμεθα. Οὗτος δέ μᾶς διηγήθη μίαν ἱστορίαν, τὴν ὁποίαν γνωρίζει ἀπὸ παλαιὰν παράδοσιν, καὶ τὴν ὁποίαν εἶπε, ὦ Κριτία, καὶ τώρα εἰς τὸν Σωκράτην, ἵνα καὶ αὐτὸς μεθ’ ἡμῶν κρίνη ἂν εἶναι κατάλληλος ἢ ὄχι εἰς τὸ θέμα τῆς συνδιαλέξεως ἡμῶν.

     ΚΡ. Ταῦτα πρέπει νὰ πράξωμεν, ἂν συμφωνῇ καὶ ὁ τρίτος σύντροφος, ὁ Τίμαιος.

     ΤΙ. Συμφωνῶ.

γ. Kριτίου ἐξιστόρησις

     ΚΡ. Ἄκουε δή, ὦ Σώκρατες, λόγου μάλα μὲν ἀτόπου, παντάπασί γε μὴν ἀληθοῦς, ὡς ὁ τῶν ἑπτὰ σοφώτατος Σόλων ποτ’ ἔφη. Ἦν μὲν οὖν οἰκεῖος καὶ σφόδρα φίλος ἡμῖν Δρωπίδου τοῦ προπάππου, καθάπερ λέγει πολλαχοῦ καὶ αὐτὸς ἐν τῇ ποιήσει· πρὸς δὲ Κριτίαν τὸν ἡμέτερον πάππον εἶπεν, ὡς ἀπεμνημόνευεν αὖ πρὸς ἡμᾶς ὁ γέρων, ὅτι μεγάλα καὶ θαυμαστὰ τῆσδ’ εἴη παλαιὰ ἔργα τῆς πόλεως ὑπὸ χρόνου καὶ φθορᾶς ἀνθρώπων ἠφανισμένα, πάντων δὲ ἓν μέγιστον, οὗ νῦν ἐπιμνησθεῖσιν πρέπον ἂν ἡμῖν εἴη σοί τε ἀποδοῦναι χάριν καὶ τὴν θεὸν ἅμα ἐν τῇ πανηγύρει δικαίως τε καὶ ἀληθῶς οἷόνπερ ὑμνοῦντας ἐγκωμιάζειν.

     ΣΩ. Εὖ λέγεις. ἀλλὰ δὴ ποῖον ἔργον τοῦτο Κριτίας οὐ λεγόμενον μέν, ὡς δὲ πραχθὲν ὄντως ὑπὸ τῆσδε τῆς πόλεως ἀρχαῖον διηγεῖτο κατὰ τὴν Σόλωνος ἀκοήν;

     ΚΡ. Ἐγὼ φράσω, παλαιὸν ἀκηκοὼς λόγον οὐ νέου ἀνδρός. Ἦν μὲν γὰρ δὴ τότε Κριτίας, ὡς ἔφη, σχεδὸν ἐγγὺς ἤδη τῶν ἐνενήκοντα ἐτῶν, ἐγὼ δέ πῃ μάλιστα δεκέτης· ἡ δὲ Κουρεῶτις ἡμῖν οὖσα ἐτύγχανεν Ἀπατουρίων. Τὸ δὴ τῆς ἑορτῆς σύνηθες ἑκάστοτε καὶ τότε συνέβη τοῖς παισίν· ἆθλα γὰρ ἡμῖν οἱ πατέρες ἔθεσαν ῥαψῳδίας. Πολλῶν μὲν οὖν δὴ καὶ πολλὰ ἐλέχθη ποιητῶν ποιήματα, ἅτε δὲ νέα κατ’ ἐκεῖνον τὸν χρόνον ὄντα τὰ Σόλωνος πολλοὶ τῶν παίδων ᾔσαμεν. Εἶπεν οὖν τις τῶν φρατέρων, εἴτε δὴ δοκοῦν αὐτῷ τότε εἴτε καὶ χάριν τινὰ τῷ Κριτίᾳ φέρων, δοκεῖν οἱ τά τε ἄλλα σοφώτατον γεγονέναι Σόλωνα καὶ κατὰ τὴν ποίησιν αὖ τῶν ποιητῶν πάντων ἐλευθεριώτατον. Ὁ δὴ γέρων – σφόδρα γὰρ οὖν μέμνημαι – μάλα τε ἥσθη καὶ διαμειδιάσας εἶπεν·


     ΚΡ. Ἄκουσε λοιπόν, ὦ Σώκρατες, λόγον παραδοξότατον, ἀλλὰ καὶ ἀληθέστατον, ὡς διηγήθη αὐτὸν πότε ὁ Σόλων, ὁ σοφώτατος τῶν ἑπτὰ σοφῶν. Ἦτο βέβαια οὗτος συγγενὴς ἡμῶν καὶ φίλτατος τοῦ προπάππου μου Δρωπίδου, καθὼς λέγει αὐτὸς οὗτος εἰς πολλὰ μέρη τῶν στίχων του· εἰς δὲ τὸν πάππον μου Κριτίαν διηγήθη (ὅπως ὁ γέρων ἐνθυμούμενος ἔλεγε καὶ αὐτὸς εἰς ἡμᾶς), ὅτι μεγάλα καὶ θαυμαστὰ ἤσαν τὰ παλαιὰ κατορθώματα τῆς πόλεως ταύτης 12 τὰ ὁποία ἠφανίσθησαν ἀπὸ τὴν μνήμην (ἐλησμονήθησαν) ἕνεκα τοῦ πολλοῦ χρόνου καὶ τοῦ θανάτου τῶν ἀνθρώπων, ἀλλὰ ἐξ ὅλων τούτων ἓν ἦτο τὸ μέγιστον. Καὶ πρέπον θὰ ἦτο εἰς ἡμᾶς ἐνθυμηθέντες τώρα αὐτό, καὶ εἰς σὲ νὰ ἀποδώσωμεν τὴν χάριν, καὶ συνάμα τὴν θεὰν εἰς τὴν σημερινὴν πανήγυρίν της 13 δικαίως καὶ ἀληθῶς νὰ ἐγκωμιά­σωμεν, τοιουτο­τρόπως ὑμνοῦντες αὐτήν.

     ΣΩ. Καλὰ λέγεις. Ἀλλὰ ποῖον εἶναι τὸ κατόρθωμα τοῦτο, τὸ ὁποῖον ὁ Κριτίας διηγεῖτο ὄχι ὡς λεγόμενον ἁπλῶς 14, ἀλλ’ ὡς τῷ ὄντι πραχθὲν τὸν παλαιὸν καιρὸν ὑπὸ τῆς πόλεως ταύτης, ὅπως τὸ ἤκουσεν ἀπὸ τὸν Σόλωνα;

     ΚΡ. Ἐγὼ θὰ εἴπω τὸ παλαιὸν τοῦτο διήγημα, τὸ ὁποῖον ἤκουσα ἀπὸ ἄνδρα οὐχὶ νέον· διότι ὁ Κριτίας ἦτο, ὡς ἔλεγε, σχεδὸν πλησίον εἰς τὰ ἐνενήκοντα ἔτη, ἐγὼ δὲ θὰ ἤμην τὸ πολὺ δεκαετής. Ἔτυχε τότε ἡ Κουρεώτις (ἡ τρίτη ἡμέρα) τῆς ἑορτῆς τῶν Ἀπατουρίων 15, καὶ ὅ,τι εἶναι σύνηθες εἰς τοιαύτην ἑορτὴν νὰ κάμνωσιν οἱ παῖδες, συνέβη καὶ τότε. Δηλαδὴ οἱ πατέρες μας ἐπρότειναν βραβεῖα (ἀπαγγελίας) ραψῳδιῶν. Ἀπηγγέλθησαν λοιπὸν πολλὰ ποιήματα πολλῶν ποιητῶν, πολλοὶ δὲ ἐκ τῶν παίδων ἐψάλλομεν ποιήματα τοῦ Σόλωνος, ἐπειδὴ ἤσαν νέα κατ’ ἐκεῖνον τὸν χρόνον. Εἷς δὲ ἐκ τῆς φρατρίας ἡμῶν, εἴτε διότι τότε οὕτως ἐσκέφθη, εἴτε καὶ διὰ νὰ κάμη εὐχαρίστησιν εἰς τὸν Κριτίαν, εἶπεν ὅτι νομίζει, ὅτι ὁ Σόλων ὑπῆρξε καὶ εἰς τὰ ἄλλα σοφώτατος καὶ εἰς τὴν ποίησιν εὐγενέστατος 16 πάντων τῶν ποιητῶν. Ὁ δὲ γέρων – τὰ ἐνθυμοῦμαι πολὺ καλά – πολὺ ἐχάρη διὰ τοῦτο, ἐμειδίασε καὶ εἶπεν·


     “Εἴ γε, ὦ Ἀμύνανδρε, μὴ παρέργῳ τῇ ποιήσει κατεχρήσατο, ἀλλ’ ἐσπουδάκει καθάπερ ἄλλοι, τόν τε λόγον ὃν ἀπ’ Αἰγύπτου δεῦρο ἠνέγκατο ἀπετέλεσεν, καὶ μὴ διὰ τὰς στάσεις ὑπὸ κακῶν τε ἄλλων ὅσα ηὗρεν ἐνθάδε ἥκων ἠναγκάσθη καταμελῆσαι, κατά γε ἐμὴν δόξαν οὔτε Ἡσίοδος οὔτε Ὅμηρος οὔτε ἄλλος οὐδεὶς ποιητὴς εὐδοκιμώτερος ἐγένετο ἄν ποτε αὐτοῦ.”

     “Τίς δ’ ἦν ὁ λόγος,” ἦ δ’ ὅς, “ὦ Κριτία;”

     “Ἦ περὶ μεγίστης,” ἔφη, “καὶ ὀνομαστοτάτης πασῶν δικαιότατ’ ἂν πράξεως οὔσης, ἣν ἥδε ἡ πόλις ἔπραξε μέν, διὰ δὲ χρόνον καὶ φθορὰν τῶν ἐργασαμένων οὐ διήρκεσε δεῦρο ὁ λόγος.”

     “Λέγε ἐξ ἀρχῆς,” ἦ δ’ ὅς, “τί τε καὶ πῶς καὶ παρὰ τίνων ὡς ἀληθῆ διακηκοὼς ἔλεγεν ὁ Σόλων.”


     “Ἐάν, ὦ Ἀμύνανδρε, δὲν ἤθελε μεταχειρισθῇ τὴν ποίησιν ὡς τί πάρεργον, ἀλλ’ ἤθελεν ἀσχοληθῇ σπουδαίως εἰς αὐτήν, ὅπως ἄλλοι, καὶ ἂν εἶχε φέρει εἰς πέρας τὴν διήγησιν, τὴν ὁποίαν ἀπὸ τὴν Αἴγυπτον ἔφερεν ἐδῶ, καὶ ἂν διὰ τὰς ἐμφυλίους στάσεις καὶ διὰ τὰ ἄλλα δυστυχήματα, τὰ ὁποῖα ἔπαθεν, ὅταν ἔφθασεν ἐδῶ, δὲν ἤθελεν ἀναγκασθῇ νὰ τὴν ἀμελήση, κατὰ τὴν γνώμην μου οὔτε ὁ Ἡσίοδος, οὔτε ὁ Ὅμηρος, οὔτε ἄλλος οὐδεὶς ἐκ τῶν ποιητῶν θὰ ἐγίνετο πότε περιφημότερος αὐτοῦ.”

     “Καὶ ποῖον ἦτο αὐτὸ τὸ διήγημα, ὦ Κριτία;” ἠρώτησεν ὁ Ἀμύνανδρος.

     “Ἦτο διήγησις πράξεως ὄντως μεγίστης, καὶ ἥτις δικαιότατα θὰ ἦτο ἡ περιφημοτάτη ἀπὸ ὄλας, ὄσας διέπραξεν ἡ πόλις αὔτη, ἀλλ’ ἕνεκα τοῦ πολλοῦ χρόνου καί τοῦ θανάτου τῶν ἐκτελεσάντων αὐτὴν δὲν διήρκεσε μέχρι σήμερον μνήμη αὐτῆς.”

     “Λέγε λοιπὸν ἐξ ἀρχῆς,” εἶπεν οὗτος, “τί καὶ πῶς καὶ ἀπὸ ποίους διηγεῖτο ὁ Σόλων ὅ,τι εἶχεν ἀκούσει ὡς ἀληθές.”


     “Ἔστιν τις κατ’ Αἴγυπτον,” ἦ δ’ ὅς, “ἐν τῷ Δέλτα, περὶ ὃν κατὰ κορυφὴν σχίζεται τὸ τοῦ Νείλου ῥεῦμα Σαϊτικὸς ἐπικαλούμενος νομός, τούτου δὲ τοῦ νομοῦ μεγίστη πόλις Σάις – ὅθεν δὴ καὶ Ἄμασις ἦν ὁ βασιλεύς – οἷς τῆς πόλεως θεὸς ἀρχηγός τίς ἐστιν, Αἰγυπτιστὶ μὲν τοὔνομα Νηίθ, Ἑλληνιστὶ δέ, ὡς ὁ ἐκείνων λόγος, Ἀθηνᾶ· μάλα δὲ φιλαθήναιοι καί τινα τρόπον οἰκεῖοι τῶν δ’ εἶναί φασιν. Οἷ δὴ Σόλων ἔφη πορευθεὶς σφόδρα τε γενέσθαι παρ’ αὐτοῖς ἔντιμος, καὶ δὴ καὶ τὰ παλαιὰ ἀνερωτῶν ποτε τοὺς μάλιστα περὶ ταῦτα τῶν ἱερέων ἐμπείρους, σχεδὸν οὔτε αὑτὸν οὔτε ἄλλον Ἕλληνα οὐδένα οὐδὲν ὡς ἔπος εἰπεῖν εἰδότα περὶ τῶν τοιούτων ἀνευρεῖν.

     Καί ποτε προαγαγεῖν βουληθεὶς αὐτοὺς περὶ τῶν ἀρχαίων εἰς λόγους, τῶν τῇδε τὰ ἀρχαιότατα λέγειν ἐπιχειρεῖν, περὶ Φορωνέως τε τοῦ πρώτου λεχθέντος καὶ Νιόβης, καὶ μετὰ τὸν κατακλυσμὸν αὖ περὶ Δευκαλίωνος καὶ Πύρρας ὡς διεγένοντο μυθολογεῖν, καὶ τοὺς ἐξ αὐτῶν γενεαλογεῖν, καὶ τὰ τῶν ἐτῶν ὅσα ἦν οἷς ἔλεγεν πειρᾶσθαι διαμνημονεύων τοὺς χρόνους ἀριθμεῖν· καί τινα εἰπεῖν τῶν ἱερέων εὖ μάλα παλαιόν·

     ‘Ὦ Σόλων, Σόλων, Ἕλληνες ἀεὶ παῖδές ἐστε, γέρων δὲ Ἕλλην οὐκ ἔστιν.’

     Ἀκούσας οὖν, ‘Πῶς τί τοῦτο λέγεις;’ φάναι.


     “Ὑπάρχει”, εἶπεν ὁ Κριτίας, “κατὰ τὴν Αἴγυπτον, εἰς τὸ Δέλτα, εἰς τὴν κορυφὴν τοῦ ὁποίου σχίζεται τὸ ρεῦμα τοῦ Νείλου, εἷς νομὸς ὀνομαζόμενος Σαϊτικός. Τούτου δὲ τοῦ νομοῦ ἡ μεγίστη πόλις εἶναι ἡ Σάις, ὀπόθεν ἀκριβῶς ἦτο καὶ ὁ Ἄμασις ὁ βασιλεύς. Ὡς ἱδρυτὴν τῆς πόλεως οἱ κάτοικοι ἔχουσι θεάν, ἥτις Αἰγυπτιστὶ ὀνομάζεται Νηίθ, Ἑλληνιστὶ δὲ Ἀθηνᾶ 17  , ὡς λέγουσιν ἐκεῖνοι. Εἶναι δὲ πολὺ φιλαθήναιοι καὶ λέγουσιν ὅτι κατὰ τινὰ τρόπον εἶναι συγγενεῖς τῶν Ἀθηναίων. Ἐκεῖ λοιπὸν πορευθεῖς ὁ Σόλων διηγεῖτο ὅτι ἔλαβε μεγάλας τιμὰς παρ’ αὐτῶν, καὶ ὅτι, ἐνῷ ἠρώτα περὶ τῶν παλαιῶν γεγονότων τοὺς εἰς ταῦτα ἐμπειροτάτους τῶν ἱερέων, ἀνεκάλυψεν, ὅτι οὔτε αὐτὸς οὔτε ἄλλος οὐδεὶς Ἕλλην ἐγνώριζεν, οὕτως εἰπεῖν, οὐδὲν περὶ αὐτῶν.

     Καὶ θελήσας ποτὲ νὰ σύρῃ αὐτοὺς εἰς λόγους περὶ τῶν ἀρχαίων ἤρξατο νὰ ὁμιλῇ περὶ τῶν πραγμάτων, τὰ ὁποία ἐδῶ ἐν Ἑλλάδι θεωροῦνται ἀρχαιότατα, περὶ τοῦ Φορωνέως 18 ἐκεῖνου, ὅστις ἐκλήθη πρῶτος, καὶ περὶ τῆς Νιόβης, καὶ μετὰ τὸν κατακλυσμὸν 19 νὰ μυθολογῆ περὶ Δευκαλίωνος καὶ Πύρρας, πῶς διεσώθησαν, καὶ νὰ κάμνῃ τὴν γενεαλογίαν τῶν ἀπογόνων των, καὶ ν’ ἀναφέρῃ περὶ τῶν ἐτῶν αὐτῶν πόσα ἦσαν, διὰ τῶν ὁποίων ἔλεγεν ὅτι ἐπειράτο νὰ κάμῃ τὴν χρονολογίαν τῶν συμβάντων. Εἷς δὲ τῶν ἱερέων 20 πολὺ γέρων, εἶπε τότε·

     ‘Ὦ Σόλων, Σόλων, οἱ Ἕλληνες εἶσθε πάντοτε παῖδες καὶ Ἕλλην γέρων δὲν ὑπάρχει.’

     Ἀκούσας ταῦτα ὁ Σόλων εἶπε, ‘Πῶς ἐννοεῖς τοῦτο;’


     ‘Νέοι ἐστέ,’ εἰπεῖν, ‘τὰς ψυχὰς πάντες· οὐδεμίαν γὰρ ἐν αὐταῖς ἔχετε δι’ ἀρχαίαν ἀκοὴν παλαιὰν δόξαν οὐδὲ μάθημα χρόνῳ πολιὸν οὐδέν. Τὸ δὲ τούτων αἴτιον τόδε. πολλαὶ κατὰ πολλὰ φθοραὶ γεγόνασιν ἀνθρώπων καὶ ἔσονται, πυρὶ μὲν καὶ ὕδατι μέγισται, μυρίοις δὲ ἄλλοις ἕτεραι βραχύτεραι. Τὸ γὰρ οὖν καὶ παρ’ ὑμῖν λεγόμενον, ὥς ποτε Φαέθων Ἡλίου παῖς τὸ τοῦ πατρὸς ἅρμα ζεύξας διὰ τὸ μὴ δυνατὸς εἶναι κατὰ τὴν τοῦ πατρὸς ὁδὸν ἐλαύνειν τά τ’ ἐπὶ γῆς συνέκαυσεν καὶ αὐτὸς κεραυνωθεὶς διεφθάρη, τοῦτο μύθου μὲν σχῆμα ἔχον λέγεται, τὸ δὲ ἀληθές ἐστι τῶν περὶ γῆν κατ’ οὐρανὸν ἰόντων παράλλαξις καὶ διὰ μακρῶν χρόνων γιγνομένη τῶν ἐπὶ γῆς πυρὶ πολλῷ φθορά.

     Τότε οὖν ὅσοι κατ’ ὄρη καὶ ἐν ὑψηλοῖς τόποις καὶ ἐν ξηροῖς οἰκοῦσιν μᾶλλον διόλλυνται τῶν ποταμοῖς καὶ θαλάττῃ προσοικούντων· ἡμῖν δὲ ὁ Νεῖλος εἴς τε τἆλλα σωτὴρ καὶ τότε ἐκ ταύτης τῆς ἀπορίας σῴζει λυόμενος. Ὅταν δ’ αὖ θεοὶ τὴν γῆν ὕδασιν καθαίροντες κατακλύζωσιν, οἱ μὲν ἐν τοῖς ὄρεσιν διασῴζονται βουκόλοι νομῆς τε, οἱ δ’ ἐν ταῖς παρ’ ὑμῖν πόλεσιν εἰς τὴν θάλατταν ὑπὸ τῶν ποταμῶν φέρονται· κατὰ δὲ τήνδε χώραν οὔτε τότε οὔτε ἄλλοτε ἄνωθεν ἐπὶ τὰς ἀρούρας ὕδωρ ἐπιρρεῖ, τὸ δ’ ἐναντίον κάτωθεν πᾶν ἐπανιέναι πέφυκεν. Ὅθεν καὶ δι’ ἃς αἰτίας τἀνθάδε σῳζόμενα λέγεται παλαιότατα· τὸ δὲ ἀληθές, ἐν πᾶσιν τοῖς τόποις ὅπου μὴ χειμὼν ἐξαίσιος ἢ καῦμα ἀπείργει, πλέον, τοτὲ δὲ ἔλαττον ἀεὶ γένος ἐστὶν ἀνθρώπων.


     ‘Εἶσθε νέοι,’ ἀπεκρίθη, ‘ὅλοι κατὰ τὰς ψυχάς. Διότι δὲν ἔχετε εἰς αὐτὰς ἐξ ἀρχαίας παραδόσεως καμμίαν παλαιὰν γνώμην καὶ καμμίαν γνῶσιν, ἥτις νὰ ἔχῃ γίνη μὲ τὸν χρόνον παλιά. Αἴτιον δὲ τούτων εἶναι τὸ ἑξῆς: Πολλαὶ καὶ κατὰ πολλοὺς τρόπους συνέβησαν καταστροφαὶ ἀνθρώπων καὶ θὰ συμβαίνωσι, διὰ πυρὸς μὲν καὶ ὕδατος αἱ μέγισται, διὰ μυρίων δὲ ἄλλων μέσων ἄλλαι μικρότεραι. Τῷ ὄντι ἐκεῖνο, ὅπερ καὶ παρ’ ὑμὶν λέγεται, ὅτι ποτὲ ὁ Φαέθων ὁ παῖς τοῦ Ἡλίου, ζεύξας τὸ ἅρμα τοῦ πατρός, ἐπειδὴ δὲν ἦτο ἱκανὸς νὰ ἁμαξηλατῇ ἐπὶ τῆς ὁδοῦ τοῦ πατρός, κατέκαυσεν ὅ,τι ἦτο ἐπὶ τῆς γῆς, καὶ αὐτὸς οὗτος κεραυνωθεὶς κατεστράφη, τοῦτο λέγεται μὲν ὑπὸ μορφὴν μύθου, ἀλλὰ ἡ ἐν αὐτῷ ἀλήθεια εἶναι ἡ παραλλαγὴ 21 κινήσεως τῶν ὅντων, τὰ ὁποία περιφέρονται πέριξ τῆς γῆς κατὰ τὸν οὐρανόν, καὶ ἡ κατὰ μακρὰς χρονικὰς περιόδους γινομένη διὰ μεγάλου πυρὸς καταστροφὴ τῶν ἐπὶ γῆς πραγμάτων.

     Τότε λοιπὸν ὅσοι ἐξ ὑμῶν κατοικοῦσι κατὰ τὰ ὄρη καὶ εἰς τόπους ὑψηλοὺς καὶ ξηροὺς καταστρέφονται περισσότερον παρὰ τοὺς κατοικοῦντας πλησίον εἰς τοὺς ποταμοὺς καὶ τὴν θάλασσαν. ἡμᾶς ὅμως ὁ Νεῖλος, ὁ ὁποῖος εἶναι σωτὴρ ἡμῶν καὶ κατὰ τὰ ἄλλα, σῴζει καὶ τότε ἐκ τῆς ἀμηχανίας ταύτης, ἐρχόμενος ἔξω (πλημμυρῶν). Ὅταν δὲ πάλιν οἱ θεοί, ἵνα καθαρίσωσι τὴν γῆν διὰ τῶν ὑδάτων, κατακλύζουσιν αὐτήν, ὅσοι μὲν εἶναι εἰς τὰ ὄρη, βουκόλοι καὶ βοσκοί, διασῴζονται, ὅσοι δὲ εἶναι εἰς τὰς πόλεις ὑμῶν, παρασύρονται εἰς τὴν θάλασσαν ὑπὸ τῶν ποταμῶν. Ἀλλὰ εἰς ταύτην ἐδῶ τὴν χώραν οὔτε τότε, οὔτε ἄλλοτε ποτὲ ἐπιρρέει τὸ ὕδωρ ἄνωθεν ἐπὶ τοῦ ἐδάφους, ἀλλὰ ἀπ’ ἐναντίας ἐκ φύσεως ἀνυψοῦται κάτωθεν. Ἐκ τούτου καὶ διὰ τὰς αἰτίας ταύτας ὅσα διασῴζονται παρ’ ἡμῖν λέγονται ὅτι εἶναι ἀρχαιότατα. Ἡ ἀλήθεια ὅμως εἶναι ὅτι εἰς πάντας τοὺς τόπους, ὅπου χειμὼν ὑπερβολικὸς ἢ καύσων δὲν ἐμποδίζει, ἄλλοτε μὲν περισσότερον, ἄλλοτε δὲ ὀλιγώτερον ὑπάρχει πάντοτε τὸ γένος τῶν ἀνθρώπων 22.


     Ὅσα δὲ ἢ παρ’ ὑμῖν ἢ τῇδε ἢ καὶ κατ’ ἄλλον τόπον ὧν ἀκοῇ ἴσμεν, εἴ πού τι καλὸν ἢ μέγα γέγονεν ἢ καί τινα διαφορὰν ἄλλην ἔχον, πάντα γεγραμμένα ἐκ παλαιοῦ τῇδ’ ἐστὶν ἐν τοῖς ἱεροῖς καὶ σεσωσμένα· τὰ δὲ παρ’ ὑμῖν καὶ τοῖς ἄλλοις ἄρτι κατεσκευασμένα ἑκάστοτε τυγχάνει γράμμασι καὶ ἅπασιν ὁπόσων πόλεις δέονται, καὶ πάλιν δι’ εἰωθότων ἐτῶν ὥσπερ νόσημα ἥκει φερόμενον αὐτοῖς ῥεῦμα οὐράνιον καὶ τοὺς ἀγραμμάτους τε καὶ ἀμούσους ἔλιπεν ὑμῶν, ὥστε πάλιν ἐξ ἀρχῆς οἷον νέοι γίγνεσθε, οὐδὲν εἰδότες οὔτε τῶν τῇδε οὔτε τῶν παρ’ ὑμῖν, ὅσα ἦν ἐν τοῖς παλαιοῖς χρόνοις.

     Τὰ γοῦν νυνδὴ γενεαλογηθέντα, ὦ Σόλων, περὶ τῶν παρ’ ὑμῖν ἃ διῆλθες, παίδων βραχύ τι διαφέρει μύθων, οἳ πρῶτον μὲν ἕνα γῆς κατακλυσμὸν μέμνησθε πολλῶν ἔμπροσθεν γεγονότων, ἔτι δὲ τὸ κάλλιστον καὶ ἄριστον γένος ἐπ’ ἀνθρώπους ἐν τῇ χώρᾳ παρ’ ὑμῖν οὐκ ἴστε γεγονός, ἐξ ὧν σύ τε καὶ πᾶσα ἡ πόλις ἔστιν τὰ νῦν ὑμῶν, περιλειφθέντος ποτὲ σπέρματος βραχέος, ἀλλ’ ὑμᾶς λέληθεν διὰ τὸ τοὺς περιγενομένους ἐπὶ πολλὰς γενεὰς γράμμασιν τελευτᾶν ἀφώνους. Ἦν γὰρ δή ποτε, ὦ Σόλων, ὑπὲρ τὴν μεγίστην φθορὰν ὕδασιν ἡ νῦν Ἀθηναίων οὖσα πόλις ἀρίστη πρός τε τὸν πόλεμον καὶ κατὰ πάντα εὐνομωτάτη διαφερόντως· ᾗ κάλλιστα ἔργα καὶ πολιτεῖαι γενέσθαι λέγονται κάλλισται πασῶν ὁπόσων ὑπὸ τὸν οὐρανὸν ἡμεῖς ἀκοὴν παρεδεξάμεθα.’

     Ἀκούσας οὖν ὁ Σόλων ἔφη θαυμάσαι καὶ πᾶσαν προθυμίαν σχεῖν δεόμενος τῶν ἱερέων πάντα δι’ ἀκριβείας οἱ τὰ περὶ τῶν πάλαι πολιτῶν ἑξῆς διελθεῖν.


     Ὅσα δὲ συμβαίνουσιν ἢ εἰς ὑμᾶς, ἢ εἰς ταύτην τὴν χώραν ἢ εἰς ἄλλον τόπον, περὶ τῶν ὁποίων λαμβάνομεν γνῶσιν, ἐὰν ἔγινε καλὸν τὶ ἢ μέγα ἢ καὶ ἄλλο τὶ ἀξιοσημείωτον, πάντα εἶναι γεγραμμένα ἐνταῦθα παλαιόθεν καὶ διατηροῦνται εἰς τοὺς ναούς. Τὰ τῆς ἰδικῆς σας ὅμως πολιτείας καὶ τὰ τῶν ἄλλων, πάντοτε μόλις ταῦτα τύχωσι νὰ ἀναπτυχθώσι μὲ γράμματα καὶ μὲ ὅλους ἐκείνους τοὺς θεσμοὺς τῶν ὁποίων ἔχουσι χρείαν αἱ πόλεις, καὶ ἰδοὺ πάλιν μετὰ τὸν συνήθη ἀριθμὸν τῶν ἐτῶν, ὡς μία νόσος ἔρχεται ἐπ’ αὐτῶν μὲ ὁρμὴν τὸ ρεῦμα τοῦ οὐρανοῦ, καὶ ἐξ ὑμῶν ἀφήνει μόνους τοὺς μὴ γινώσκοντας γραφὴν καὶ ἀμούσους, ὥστε πάλιν γίνεσθε νέοι ἐξ ἀρχῆς, χωρὶς νὰ γνωρίζητε τίποτε οὔτε περὶ τῶν ἐν τῇ χώρᾳ ταύτη οὔτε περὶ τῶν παρ’ ὑμὶν συμβάντων, ὅσα ἔγιναν εἰς τοὺς παλαιοὺς χρόνους.

     Αἱ γενεαλογίαι τουλάχιστον, ὦ Σόλων, περὶ τῶν παρ’ ὑμὶν συμβάντων, τὰς ὁποίας τώρα ἐξέθεσες, ὀλίγον διαφέρουσιν ἀπὸ τοὺς μύθους τῶν παίδων. Καὶ πρῶτον πάντων ὑμεῖς ἐνθυμεῖσθε ἕνα μόνον κατακλυσμὸν τῆς γῆς, ἐνῷ συνέβησαν πολλοὶ πρότερον. Προσέτι δὲν γνωρίζετε, ὅτι εἰς τὴν χώραν ὑμῶν ἐγεννήθη τὸ ὡραιότατον καὶ κάλλιστον γένος, τὸ ὁποῖον πότε ὑπῆρξε μεταξὺ τῶν ἀνθρώπων· ἐξ αὐτοῦ καὶ σὺ καὶ πάντες οἱ σημερινοὶ πολίται κατάγονται, διότι διεσώθη ποτὲ ὀλίγον σπέρμα. Ἀλλὰ ὑμεῖς δὲν τὸ ἐμάθετε, διότι οἱ σωθέντες πρόγονοι ὑμῶν ἀπέθνησκον ἐπὶ πολλᾶς γενεᾶς χωρὶς νὰ ὁμιλήσωσι διὰ γραμμάτων. Διότι ἦτο πότε, ὦ Σόλων, πρὸ τῆς μεγάλης διὰ τῶν ὑδάτων καταστροφῆς, αὔτη, ἥτις εἶναι τώρα ἡ πολιτεία τῶν Ἀθηναίων, πολιτεία ἀρίστη, καὶ πρὸς πόλεμον καὶ κατὰ πάντα τὰ ἄλλα πράγματα καλῶς συντεταγμένη περισσότερον πάσης ἄλλης, καὶ ὑπ’ αὐτῆς ἔγιναν, ὡς λέγεται, τὰ κάλλιστα κατορθώματα καὶ αἱ κάλλισται πολιτειακαὶ διατάξεις ἐξ ὅλων, ὅσων τὴν γνῶσιν ὑπὸ τὸν οὐρανὸν ἠμεῖς ἔχομεν παραλάβει’.

     Ὄτε ἤκουσε ταῦτα ὁ Σόλων, εἶπεν ὅτι ἐθαύμασε καὶ ὅτι ἔλαβε πᾶσαν προθυμίαν παρακαλῶν τοὺς ἱερεῖς νὰ τῷ διηγηθῶσιν ἀκριβῶς καὶ κατὰ σειρὰν τὰ ἀφορώντα εἰς τοὺς παλαιοὺς συμπολίτας του.


     Τὸν οὖν ἱερέα φάναι· ‘Φθόνος οὐδείς, ὦ Σόλων, ἀλλὰ σοῦ τε ἕνεκα ἐρῶ καὶ τῆς πόλεως ὑμῶν, μάλιστα δὲ τῆς θεοῦ χάριν, ἣ τήν τε ὑμετέραν καὶ τήνδε ἔλαχεν καὶ ἔθρεψεν καὶ ἐπαίδευσεν, προτέραν μὲν τὴν παρ’ ὑμῖν ἔτεσιν χιλίοις, ἐκ Γῆς τε καὶ Ἡφαίστου τὸ σπέρμα παραλαβοῦσα ὑμῶν, τήνδε δὲ ὑστέραν. Τῆς δὲ ἐνθάδε διακοσμήσεως παρ’ ἡμῖν ἐν τοῖς ἱεροῖς γράμμασιν ὀκτακισχιλίων ἐτῶν ἀριθμὸς γέγραπται. Περὶ δὴ τῶν ἐνακισχίλια γεγονότων ἔτη πολιτῶν σοι δηλώσω διὰ βραχέων νόμους, καὶ τῶν ἔργων αὐτοῖς ὃ κάλλιστον ἐπράχθη· τὸ δ’ ἀκριβὲς περὶ πάντων ἐφεξῆς εἰς αὖθις κατὰ σχολὴν αὐτὰ τὰ γράμματα λαβόντες διέξιμεν. Τοὺς μὲν οὖν νόμους σκόπει πρὸς τοὺς τῇδε· πολλὰ γὰρ παραδείγματα τῶν τότε παρ’ ὑμῖν ὄντων ἐνθάδε νῦν ἀνευρήσεις, πρῶτον μὲν τὸ τῶν ἱερέων γένος ἀπὸ τῶν ἄλλων χωρὶς ἀφωρισμένον, μετὰ δὲ τοῦτο τὸ τῶν δημιουργῶν, ὅτι καθ’ αὑτὸ ἕκαστον ἄλλῳ δὲ οὐκ ἐπιμειγνύμενον δημιουργεῖ, τό τε τῶν νομέων καὶ τὸ τῶν θηρευτῶν τό τε τῶν γεωργῶν.

     Καὶ δὴ καὶ τὸ μάχιμον γένος ᾔσθησαί που τῇδε ἀπὸ πάντων τῶν γενῶν κεχωρισμένον, οἷς οὐδὲν ἄλλο πλὴν τὰ περὶ τὸν πόλεμον ὑπὸ τοῦ νόμου προσετάχθη μέλειν· ἔτι δὲ ἡ τῆς ὁπλίσεως αὐτῶν σχέσις ἀσπίδων καὶ δοράτων, οἷς ἡμεῖς πρῶτοι τῶν περὶ τὴν Ἀσίαν ὡπλίσμεθα, τῆς θεοῦ καθάπερ ἐν ἐκείνοις τοῖς τόποις παρ’ ὑμῖν πρώτοις ἐνδειξαμένης. Τὸ δ’ αὖ περὶ τῆς φρονήσεως, ὁρᾷς που τὸν νόμον τῇδε ὅσην ἐπιμέλειαν ἐποιήσατο εὐθὺς κατ’ ἀρχὰς περί τε τὸν κόσμον, ἅπαντα μέχρι μαντικῆς καὶ ἰατρικῆς πρὸς ὑγίειαν ἐκ τούτων θείων ὄντων εἰς τὰ ἀνθρώπινα ἀνευρών, ὅσα τε ἄλλα τούτοις ἕπεται μαθήματα πάντα κτησάμενος.


     Καὶ ὁ ἱερεὺς ἀπεκρίθη: ‘Δὲν ἔχω λόγον νὰ ἀρνηθῶ, ὦ Σόλων, ἀλλὰ χάριν σου καὶ τῆς πόλεώς σου θὰ ὁμιλήσω, μάλιστα δὲ καὶ χάριν τῆς θεᾶς, ἥτις καὶ τὴν πόλιν ὑμῶν καὶ τὴν ἰδικήν μας ἔλαβε καὶ ἔθρεψε καὶ ἐπαίδευσε, πρότερον ὅμως τὴν ἰδικήν σας κατὰ χίλια ἔτη, λαβοῦσα τὸ σπέρμα ὑμῶν ἐκ τῆς Γῆς καὶ τοῦ Ἡφαίστου 23, ὕστερον δὲ ταύτην τὴν ἰδικήν μας. Περὶ ταύτης τῆς ἱδρύσεως τῆς πόλεως ἡμῶν εἰς τὰς ἱερὰς ἡμῶν βίβλους εἶναι γεγραμμένος ὁ ἀριθμὸς ὀκτὼ χιλιάδων ἐτῶν 24. Ἀλλὰ περὶ τῶν συμπολιτῶν σου, οἵτινες ὑπῆρξαν πρὸ ἐννέα χιλιάδων ἐτῶν, θὰ σοὶ φανερώσω συντόμως καὶ τοὺς νόμους αὐτῶν καὶ ἐκ τῶν ἔργων των ἐκεῖνο, ὅπερ ἔπραξαν κάλλιστον πάντων. Τὰ καθέκαστα ἀκριβῶς περὶ πάντων θὰ διεξέλθωμεν κατὰ σειρὰν ὕστερον ἐν ἀνέσει, ἀφοῦ λάβωμεν ἀνὰ χείρας αὐτὰ τὰ γεγραμμένα. Καὶ τοὺς μὲν νόμους αὐτῶν ἐξέταζε συγκρίνων μὲ τοὺς νόμους τῆς πόλεως ταύτης. Διότι πολλὰ παραδείγματα ἐκείνων, τοὺς ὁποίους εἴχετε ὑμεῖς τότε, θὰ τὰ εὕρῃς ἐδῶ τώρα. Καὶ πρώτη εἶναι ἡ τάξις τῶν ἱερέων, διακεκριμένη χωριστὰ ἀπὸ τὰς ἄλλας καὶ μετ’ αὐτὴν ἡ τάξις τῶν τεχνητῶν, τῶν ὁποίων ἑκάστη κλάσις μόνη καὶ χωρὶς νὰ ἀναμιγνύηται μὲ ἄλλας ἐργάζεται, ἔπειτα δὲ ἡ τῶν βοσκῶν καὶ τῶν κυνηγῶν καὶ ἡ τῶν γεωργῶν.

     Καὶ προσέτι ἔχεις ἀκούσει ἴσως, ὅτι ἡ τάξις τῶν μαχητῶν ἐνταῦθα εἶναι κεχωρισμένη ἀπὸ πάσας τὰς ἄλλας τάξεις καὶ ὅτι εἰς αὐτοὺς προσετάχθη ὑπὸ τῶν νόμων νὰ μὴ φροντίζωσι περὶ οὐδενὸς ἄλλου πλὴν τῶν ἀφορώντων εἰς τὸν πόλεμον. Προσέτι ὁ τρόπος τοῦ ὁπλισμοῦ των, ἀσπίδες δηλ. καὶ δόρατα, μὲ τὰ ὁποῖα ἠμεῖς πρῶτοι ἐκ τῶν κατοικούντων τὴν Ἀσίαν 25 ἔχομεν ὁπλισθῆ, ἐδόθη παρὰ τῆς θεᾶς, ἥτις μας ἐδίδαξεν αὐτόν, καθὼς εἰς ἐκείνους ἐκεῖ τοὺς τόπους τὸν εἶχε διδάξει εἰς ὑμᾶς πρώτους. Ὅσον ἀφορᾶ πάλιν τὴν πνευματικὴν μόρφωσιν βλέπεις, νομίζω, πόσην ὁ νόμος ἐδῶ ἔλαβεν ἐπιμέλειαν εὐθὺς ἀπ’ ἀρχῆς, διότι ἐκ πασῶν τῶν ἐπιστημῶν, αἴτινες πραγματεύονται περὶ τοῦ κόσμου, μέχρι τῆς μαντικῆς καὶ τῆς ἰατρικῆς, ἧς ἀντικείμενον εἶναι ἡ ὑγεία, ἐκ τῶν θείων τούτων τεχνῶν ἀνεῦρεν ὅ,τι ἀνήκει εἰς τὴν ὑπηρεσίαν τῶν ἀνθρώπων καὶ ἐπεδίωξε τὴν ἀπόκτησιν τῶν γνώσεων τούτων καὶ παντὸς ὅ,τι συνδέεται μετ’ αὐτῶν.


     Ταύτην οὖν δὴ τότε σύμπασαν τὴν διακόσμησιν καὶ σύνταξιν ἡ θεὸς προτέρους ὑμᾶς διακοσμήσασα κατῴκισεν, ἐκλεξαμένη τὸν τόπον ἐν ᾧ γεγένησθε, τὴν εὐκρασίαν τῶν ὡρῶν ἐν αὐτῷ κατιδοῦσα, ὅτι φρονιμωτάτους ἄνδρας οἴσοι· ἅτε οὖν φιλοπόλεμός τε καὶ φιλόσοφος ἡ θεὸς οὖσα τὸν προσφερεστάτους αὐτῇ μέλλοντα οἴσειν τόπον ἄνδρας, τοῦτον ἐκλεξαμένη πρῶτον κατῴκισεν. ᾨκεῖτε δὴ οὖν νόμοις τε τοιούτοις χρώμενοι καὶ ἔτι μᾶλλον εὐνομούμενοι πάσῃ τε παρὰ πάντας ἀνθρώπους ὑπερβεβληκότες ἀρετῇ, καθάπερ εἰκὸς γεννήματα καὶ παιδεύματα θεῶν ὄντας. Πολλὰ μὲν οὖν ὑμῶν καὶ μεγάλα ἔργα τῆς πόλεως τῇδε γεγραμμένα θαυμάζεται, πάντων μὴν ἓν ὑπερέχει μεγέθει καὶ ἀρετῇ· λέγει γὰρ τὰ γεγραμμένα ὅσην ἡ πόλις ὑμῶν ἔπαυσέν ποτε δύναμιν ὕβρει πορευομένην ἅμα ἐπὶ πᾶσαν Εὐρώπην καὶ Ἀσίαν, ἔξωθεν ὁρμηθεῖσαν ἐκ τοῦ Ἀτλαντικοῦ πελάγους.

     Τότε γὰρ πορεύσιμον ἦν τὸ ἐκεῖ πέλαγος· νῆσον γὰρ πρὸ τοῦ στόματος εἶχεν ὃ καλεῖτε, ὥς φατε, ὑμεῖς Ἡρακλέους στήλας, ἡ δὲ νῆσος ἅμα Λιβύης ἦν καὶ Ἀσίας μείζων, ἐξ ἧς ἐπιβατὸν ἐπὶ τὰς ἄλλας νήσους τοῖς τότε ἐγίγνετο πορευομένοις, ἐκ δὲ τῶν νήσων ἐπὶ τὴν καταντικρὺ πᾶσαν ἤπειρον τὴν περὶ τὸν ἀληθινὸν ἐκεῖνον πόντον. Τάδε μὲν γάρ, ὅσα ἐντὸς τοῦ στόματος οὗ λέγομεν, φαίνεται λιμὴν στενόν τινα ἔχων εἴσπλουν· ἐκεῖνο δὲ πέλαγος ὄντως ἥ τε περιέχουσα αὐτὸ γῆ παντελῶς ἀληθῶς ὀρθότατ’ ἂν λέγοιτο ἤπειρος. Ἐν δὲ δὴ τῇ Ἀτλαντίδι νήσῳ ταύτῃ μεγάλη συνέστη καὶ θαυμαστὴ δύναμις βασιλέων, κρατοῦσα μὲν ἁπάσης τῆς νήσου, πολλῶν δὲ ἄλλων νήσων καὶ μερῶν τῆς ἠπείρου· πρὸς δὲ τούτοις ἔτι τῶν ἐντὸς τῇδε Λιβύης μὲν ἦρχον μέχρι πρὸς Αἴγυπτον, τῆς δὲ Εὐρώπης μέχρι Τυρρηνίας.


     Καθ’ ὅλην ταύτην λοιπὸν τὴν διακόσμησιν καὶ τάξιν πρώτους ὑμᾶς διεκόσμησεν ἡ θεὰ καὶ κατώκισε τὴν πόλιν ὑμῶν, ἀφοῦ πρῶτον ἐξέλεξε τὸν τόπον, εἰς τὸν ὁποῖον ἔχετε γεννηθῆ, καὶ ἐγνώρισε καλῶς, ὅτι ἡ ἐν αὐτῷ ἐπικρατοῦσα εὐκρασία τῶν ἐποχῶν θὰ παράγη ἄνδρας νοημονεστάτους. Ἡ θεὰ λοιπόν, ἐπειδὴ καὶ φιλοπόλεμος εἶναι καὶ φιλόσοφος, ἀφοῦ ἐξέλεξε τὸν τόπον, ὅστις ἔμελλε νὰ παράγῃ ἄνδρας ὁμοιοτάτους μὲ αὐτήν, τοῦτον κατὰ πρῶτον κατώκισε. Καὶ ὑμεῖς ἐκατοικεῖτε αὐτὸν ἔχοντες νόμους τοιούτους καὶ ἀκόμη καλυτέρους καὶ ὑπερβαίνοντες εἰς πᾶσαν ἀρετὴν ὅλους τοὺς ἀνθρώπους, ὡς εἶναι ἑπόμενον, ἐπειδὴ εἶσθε γεννήματα καὶ παιδεύματα τῶν θεῶν. Καὶ πολλὰ μεγάλα ἔργα τῆς πόλεως ὑμῶν, ἐδῶ γεγραμμένα, θαυμάζονται, πάντα ὅμως ὑπερέχει ἓν κατὰ τὸ μεγαλεῖον καὶ τὴν ἀνδρείαν. Διότι λέγουσιν αἱ γραφαὶ ἡμῶν ὅτι ἡ πόλις ὑμῶν κατέστρεψε πότε μεγίστην δύναμιν, ἥτις βιαίως εἶχεν εἰσβάλει συγχρόνως εἰς ὅλην τὴν Εὐρώπην καὶ τὴν Ἀσίαν, ὀρμηθεῖσα ἔξωθεν ἐκ τοῦ Ἀτλαντικοῦ ὠκεανοῦ.

     Τότε τῷ ὄντι διὰ τοῦ πελάγους ἐκείνου ἠδύνατο τὶς νὰ διαβῇ, διότι ὑπῆρχε νῆσος ἔμπροσθεν τοῦ στομίου, τὸ ὁποῖον καλεῖται, ὡς ὑμεῖς λέγετε, στῆλαι τοῦ Ἠρακλέους. Ἡ νῆσος δὲ αὔτη ἦτο μεγαλυτέρα της Λιβύης καὶ τῆς Ἀσίας ὁμοῦ καὶ ἐξ αὐτῆς ἠδύνατο τὶς τότε νὰ πορευθῇ καὶ μεταβῆ εἰς τὰς ἄλλας νήσους, ἐκ δὲ τῶν νήσων εἰς ὅλην τὴν ἀπέναντι Ἤπειρον τὴν πέριξ τῆς θαλάσσης ἐκείνης, ἥτις εἶναι ἀληθῶς θάλασσα. Διότι τὸ μέρος τοῦτο, ὅπερ εἶναι ἐντὸς τοῦ πορθμοῦ, περὶ τοῦ ὁποίου ὁμιλοῦμεν, φαίνεται μᾶλλον ὅτι εἶναι λιμὴν ἔχων στενὴν εἴσοδον, ἐνῷ ἐκείνη εἶναι τῷ ὄντι ὠκεανός. Καὶ ἡ γῆ ἡ περιέχουσα αὐτὴν δύναται ἀληθέστατα νὰ λέγηται Ἤπειρος. Εἰς τὴν νῆσον λοιπὸν ταύτην Ἀτλαντίδα συνέστη μεγάλη καὶ θαυμάσια δύναμις ὑπὸ βασιλέων, ἥτις ἐξουσίαζεν ὅλην τὴν νῆσον καὶ πολλᾶς ἄλλας νήσους καὶ μέρη τῆς Ἠπείρου. Καὶ ἐκτὸς τούτων ἀκόμη χώρας ἐκ τοῦ μέρους τούτου εἰς τὴν ἐσωτερικὴν θάλασσαν ἐξουσίαζεν, ἐπὶ μὲν τῆς Λιβύης μέχρι τῆς Αἰγύπτου, ἐπὶ δὲ τῆς Εὐρώπης μέχρι τῆς Τυρρηνίας.


     Αὕτη δὴ πᾶσα συναθροισθεῖσα εἰς ἓν ἡ δύναμις τόν τε παρ’ ὑμῖν καὶ τὸν παρ’ ἡμῖν καὶ τὸν ἐντὸς τοῦ στόματος πάντα τόπον μιᾷ ποτὲ ἐπεχείρησεν ὁρμῇ δουλοῦσθαι. Τότε οὖν ὑμῶν, ὦ Σόλων, τῆς πόλεως ἡ δύναμις εἰς ἅπαντας ἀνθρώπους διαφανὴς ἀρετῇ τε καὶ ῥώμῃ ἐγένετο· πάντων γὰρ προστᾶσα εὐψυχίᾳ καὶ τέχναις ὅσαι κατὰ πόλεμον, τὰ μὲν τῶν Ἑλλήνων ἡγουμένη, τὰ δ’ αὐτὴ μονωθεῖσα ἐξ ἀνάγκης τῶν ἄλλων ἀποστάντων, ἐπὶ τοὺς ἐσχάτους ἀφικομένη κινδύνους, κρατήσασα μὲν τῶν ἐπιόντων τρόπαιον ἔστησεν, τοὺς δὲ μήπω δεδουλωμένους διεκώλυσεν δουλωθῆναι, τοὺς δ’ ἄλλους, ὅσοι κατοικοῦμεν ἐντὸς ὅρων Ἡρακλείων, ἀφθόνως ἅπαντας ἠλευθέρωσεν. Ὑστέρῳ δὲ χρόνῳ σεισμῶν ἐξαισίων καὶ κατακλυσμῶν γενομένων, μιᾶς ἡμέρας καὶ νυκτὸς χαλεπῆς ἐπελθούσης, τό τε παρ’ ὑμῖν μάχιμον πᾶν ἁθρόον ἔδυ κατὰ γῆς, ἥ τε Ἀτλαντὶς νῆσος ὡσαύτως κατὰ τῆς θαλάττης δῦσα ἠφανίσθη· διὸ καὶ νῦν ἄπορον καὶ ἀδιερεύνητον γέγονεν τοὐκεῖ πέλαγος, πηλοῦ κάρτα βραχέος ἐμποδὼν ὄντος, ὃν ἡ νῆσος ἱζομένη παρέσχετο.’”


     Ὅλη δὲ αὔτη ἡ δύναμις συνενωθεῖσα ἐπεχείρησε πότε μὲ μίαν ὁρμὴν νὰ ὑποδουλώσῃ καὶ τὸν ἰδικόν σας τόπον καὶ τὸν ἰδικόν μας καὶ πάντας τους ἐντεῦθεν τοῦ στενοῦ. Καὶ τότε, ὦ Σόλων, ἡ δύναμις τῆς πόλεως ὑμῶν ἔγινε περιφανὴς εἰς ὅλους τους ἀνθρώπους καὶ διὰ τὴν ἀνδρείαν καὶ διὰ τὴν ρώμην αὐτῆς. Διότι ὑπερέχουσα πάντας διὰ τὴν εὐψυχίαν της καὶ διὰ πάσας τὰς πολεμικὰς τέχνας, κατ’ ἀρχὰς μὲν ἔχουσα τὴν ἀρχηγίαν τῶν Ἑλλήνων, ἔπειτα δὲ μεμονωμένη οὖσα ἐξ ἀνάγκης, ὅταν οἱ ἄλλοι ἀπεστάτησαν, ἀφοῦ κατήντησεν εἰς τοὺς ἐσχάτους κινδύνους, ἐνίκησε τοὺς ἐπιδρομεῖς, ἀνήγειρε τρόπαια, καὶ τοὺς μὴ ὑποδουλωθέντας ἀκόμη ἠμπόδισε νὰ ὑποδουλωθώσι, καὶ τοὺς ἄλλους, ὅσοι κατοικοῦμεν ἐντεῦθεν τῶν Ἡρακλείων στηλῶν, γενναίως ἠλευθέρωσεν ἅπαντας 26. Βραδύτερον ὅμως, ἐπειδὴ συνέβησαν μεγάλοι σεισμοὶ καὶ κατακλυσμοί, ἦλθε μία ἡμέρα καὶ μία νὺξ φοβερὰ καὶ πᾶσα ἡ μάχιμος τάξις ὑμῶν αὕτη διὰ μίας ἐβυθίσθη εἰς τὴν γῆν, ὁμοίως δὲ καὶ ἡ Ἀτλαντὶς νῆσος βυθισθεῖσα εἰς τὴν θάλασσαν ἠφανίσθη. Διὰ τοῦτο καὶ τώρα εἶναι ἀδιάβατος καὶ ἀνεξερεύνητος ἡ θάλασσα ἐκείνη ἐκεῖ, ἐπειδὴ εἶναι ἐμπόδιον ὁ πηλὸς τῶν χαμηλῶν βράχων (ὑφάλων), τοὺς ὁποίους ἡ καθίζησις τῆς νήσου παρήγαγε’”.


     Τὰ μὲν δὴ ῥηθέντα, ὦ Σώκρατες, ὑπὸ τοῦ παλαιοῦ Κριτίου κατ’ ἀκοὴν τὴν Σόλωνος, ὡς συντόμως εἰπεῖν, ἀκήκοας· λέγοντος δὲ δὴ χθὲς σοῦ περὶ πολιτείας τε καὶ τῶν ἀνδρῶν οὓς ἔλεγες, ἐθαύμαζον ἀναμιμνῃσκόμενος αὐτὰ ἃ νῦν λέγω, κατανοῶν ὡς δαιμονίως ἔκ τινος τύχης οὐκ ἄπο σκοποῦ συνηνέχθης τὰ πολλὰ οἷς Σόλων εἶπεν. Οὐ μὴν ἐβουλήθην παραχρῆμα εἰπεῖν· διὰ χρόνου γὰρ οὐχ ἱκανῶς ἐμεμνήμην. ἐνενόησα οὖν ὅτι χρεὼν εἴη με πρὸς ἐμαυτὸν πρῶτον ἱκανῶς πάντα ἀναλαβόντα λέγειν οὕτως. Ὅθεν ταχὺ συνωμολόγησά σοι τὰ ἐπιταχθέντα χθές, ἡγούμενος, ὅπερ ἐν ἅπασι τοῖς τοιοῖσδε μέγιστον ἔργον, λόγον τινὰ πρέποντα τοῖς βουλήμασιν ὑποθέσθαι, τούτου μετρίως ἡμᾶς εὐπορήσειν.

     Οὕτω δή, καθάπερ ὅδ’ εἶπεν, χθές τε εὐθὺς ἐνθένδε ἀπιὼν πρὸς τούσδε ἀνέφερον αὐτὰ ἀναμιμνῃσκόμενος, ἀπελθών τε σχεδόν τι πάντα ἐπισκοπῶν τῆς νυκτὸς ἀνέλαβον. Ὡς δή τοι, τὸ λεγόμενον, τὰ παίδων μαθήματα θαυμαστὸν ἔχει τι μνημεῖον. Ἐγὼ γὰρ ἃ μὲν χθὲς ἤκουσα, οὐκ ἂν οἶδ’ εἰ δυναίμην ἅπαντα ἐν μνήμῃ πάλιν λαβεῖν· ταῦτα δὲ ἃ πάμπολυν χρόνον διακήκοα, παντάπασι θαυμάσαιμ’ ἂν εἴ τί με αὐτῶν διαπέφευγεν. Ἦν μὲν οὖν μετὰ πολλῆς ἡδονῆς καὶ παιδιᾶς τότε ἀκουόμενα, καὶ τοῦ πρεσβύτου προθύμως με διδάσκοντος, ἅτ’ ἐμοῦ πολλάκις ἐπανερωτῶντος, ὥστε οἷον ἐγκαύματα ἀνεκπλύτου γραφῆς ἔμμονά μοι γέγονεν· καὶ δὴ καὶ τοῖσδε εὐθὺς ἔλεγον ἕωθεν αὐτὰ ταῦτα, ἵνα εὐποροῖεν λόγων μετ’ ἐμοῦ.


     Ἤκουσες λοιπόν, ὦ Σώκρατες, ἐν συντομίᾳ ὅσα διηγήθη ὁ παλαιὸς Κριτίας, ἀκούσας αὐτὰ ἀπὸ τὸν Σόλωνα. Καὶ διὰ ταῦτα, ὄτε σὺ χθὲς διελέγεσο περὶ τῆς πολιτείας καὶ περὶ τῶν πολιτῶν, τοὺς ὁποίους περιέγραφες, ἐθαύμαζον ἐνθυμούμενος αὐτά, τὰ ὁποία λέγω τώρα. Διότι κατενόουν πόσον θαυμασίως κατὰ τύχην τινὰ οὐχὶ ἀσκόπως εἰς τὰ πλεῖστα συνεφώνεις μὲ ὅσα εἶπεν ὁ Σόλων. Ἀλλ’ ὅμως δὲν ἠθέλησα ἀμέσως νὰ ὁμιλήσω, διότι μετὰ τόσον χρόνον δὲν τὰ ἐνεθυμούμην πολὺ καλά. Ἐσκέφθην λοιπὸν ὅτι ἔπρεπε πρῶτον κατ’ ἰδὶαν νὰ ἐπαναλάβω πάντα ἀρκούντως καὶ ἔπειτα νὰ ὁμιλήσω. Διὰ τοῦτο καὶ ταχέως ἐσυμφώνησα μὲ ἐκεῖνα, τὰ ὁποῖα χθὲς ἐπρότεινες, διότι ἐνόμιζον ὅτι οὕτως ἐκεῖνο, τὸ ὁποῖον εἶναι τὸ δυσκολώτατον εἰς ὅλα τὰ τοιαῦτα, δηλαδὴ νὰ προσαρμόζωμεν εἰς τοὺς σκοποὺς ἡμῶν πρέπουσαν διήγησιν, τοῦτο ἠμεῖς θὰ ἐπιτύχωμεν ἀρκετὰ καλὰ 27.

     Καὶ οὕτω, καθὼς εἶπεν οὗτος (ὁ Ἑρμοκράτης), καὶ χθές, εὐθὺς ἅμα ἀπήλθομεν ἐντεῦθεν ἀνέφερον εἰς τούτους αὐτά, ἀνακαλῶν εἰς τὴν μνήμην μου, καὶ ἀφοῦ ἀπεμακρύνθην σκεπτόμενος κατὰ τὴν νύκτα σχεδὸν ἅπαντα ἐνεθυμήθην. Πόσον ἀληθεύει τὸ κοινῶς λεγόμενον, ὅτι ὅσα μανθάνει τὶς ἐκ παιδικῆς ἡλικίας μένουσι θαυμάσια εἰς τὴν μνήμην του, διότι ἐγὼ ὅσα ἤκουσα χθὲς δὲν γνωρίζω ἂν θὰ ἠδυνάμην νὰ ἐπαναλάβω ὅλα πάλιν εἰς τὴν μνήμην μου, ἀλλ’ ἐκεῖνα, τὰ ὁποῖα ἔχω ἀκούσει πρὸ τόσου πολλοῦ χρόνου, πάντως ἤθελον ἐκπλαγῇ, ἂν μὲ διέφευγε κανὲν ἐξ αὐτῶν. Τῷ ὄντι ἠκούοντο ταῦτα τότε μὲ πολλὴν παιδικὴν εὐχαρίστησιν, καὶ ὁ γέρων ἀκόμη προθύμως μοὶ τὰ ἐπανελάμβανε, διότι ἐγὼ πολλάκις ἐπανηρώτων αὐτόν, οὕτως ὥστε μοὶ ἔγιναν μόνιμα ὡς εἰκὼν ἐγκεκαυμένη, ἥτις δὲν δύναται πλέον νὰ ἐξαλειφθῇ. Καὶ εἰς τούτους ἀκόμη εὐθὺς ἔλεγον αὐτὰ ταῦτα τὴν πρωίαν, διὰ νὰ ἔχωσι καὶ αὐτοὶ ἀφθονίαν λόγων, ὅπως καὶ ἐγώ.

δ. Περὶ τῶν μερῶν τοῦ οὐρανοῦ

     Νῦν οὖν, οὗπερ ἕνεκα πάντα ταῦτα εἴρηται, λέγειν εἰμὶ ἕτοιμος, ὦ Σώκρατες, μὴ μόνον ἐν κεφαλαίοις ἀλλ’ ὥσπερ ἤκουσα καθ’ ἕκαστον· τοὺς δὲ πολίτας καὶ τὴν πόλιν ἣν χθὲς ἡμῖν ὡς ἐν μύθῳ διῄεισθα σύ, νῦν μετενεγκόντες ἐπὶ τἀληθὲς δεῦρο θήσομεν ὡς ἐκείνην τήνδε οὖσαν, καὶ τοὺς πολίτας οὓς διενοοῦ φήσομεν ἐκείνους τοὺς ἀληθινοὺς εἶναι προγόνους ἡμῶν, οὓς ἔλεγεν ὁ ἱερεύς. πάντως ἁρμόσουσι καὶ οὐκ ἀπᾳσόμεθα λέγοντες αὐτοὺς εἶναι τοὺς ἐν τῷ τότε ὄντας χρόνῳ. Κοινῇ δὲ διαλαμβάνοντες ἅπαντες πειρασόμεθα τὸ πρέπον εἰς δύναμιν οἷς ἐπέταξας ἀποδοῦναι. Σκοπεῖν οὖν δὴ χρή, ὦ Σώκρατες, εἰ κατὰ νοῦν ὁ λόγος ἡμῖν οὗτος, ἤ τινα ἔτ’ ἄλλον ἀντ’ αὐτοῦ ζητητέον.

     ΣΩ. Καὶ τίν’ ἄν, ὦ Κριτία, μᾶλλον ἀντὶ τούτου μεταλάβοιμεν, ὃς τῇ τε παρούσῃ τῆς θεοῦ θυσίᾳ διὰ τὴν οἰκειότητ’ ἂν πρέποι μάλιστα, τό τε μὴ πλασθέντα μῦθον ἀλλ’ ἀληθινὸν λόγον εἶναι πάμμεγά που. Πῶς γὰρ καὶ πόθεν ἄλλους ἀνευρήσομεν ἀφέμενοι τούτων; οὐκ ἔστιν, ἀλλ’ ἀγαθῇ τύχῃ χρὴ λέγειν μὲν ὑμᾶς, ἐμὲ δὲ ἀντὶ τῶν χθὲς λόγων νῦν ἡσυχίαν ἄγοντα ἀντακούειν.


     Τώρα λοιπόν, διὰ νὰ ἔλθω εἰς ἐκεῖνο χάριν τοῦ ὁποίου πάντα ταῦτα ἐλέχθησαν, εἶμαι ἕτοιμος νὰ εἴπω, ὦ Σώκρατες, ὄχι μόνον κεφαλαιωδῶς, ἀλλὰ ὡς ἤκουσα αὐτὰ ἓν ἕκαστον κατὰ μέρος. Καὶ τοὺς πολίτας καὶ τὴν πολιτείαν ἐκείνην, τὴν ὁποίαν χθές μᾶς περιέγραφες ὡς εἰς μύθον, τώρα θὰ μεταφέρωμεν εἰς τὴν πραγματικότητα καὶ θὰ τὴν θέσωμεν ἐδῶ ἐν Ἀθήναις, διότι ἐκείνη ἦτο αὕτη (ἡ ἰδική μας)· καὶ οἱ πολίται, τοὺς ὁποίους παρίστανες εἰς τὴν διάνοιάν σου, θὰ εἴπωμεν ὅτι εἶναι ἐκεῖνοι οἱ ἀληθινοὶ πρόγονοι ἡμῶν, περὶ τῶν ὁποίων ὠμίλει ὁ ἱερεύς. Ἡ ἁρμονία μεταξὺ αὐτῶν θὰ εἶναι τελεία καὶ δὲν θὰ ἀπομακρυνθῶμεν τοῦ ἀληθοῦς, λέγοντες ὅτι αὐτοὶ (οἱ τῆς πολιτείας) εἶναι οἱ Ἀθηναῖοι οἱ ζῶντες τότε. Λαμβάνοντες δὲ μέρος ἕκαστος 28 ἂς προσπαθήσωμεν κοινῶς ὅλοι, ὅσον δυνάμεθα, πρεπόντως νὰ δώσωμεν τὴν λύσιν τῶν προβλημάτων ἄπερ ἔθεσες. Πρέπει ὅμως νὰ ἐξετάσωμεν, ὦ Σώκρατες, ἂν ὁ λόγος οὗτος εἶναι σύμφωνος μὲ τὸν σκοπὸν ἡμῶν ἢ ἂν πρέπει ἀντ’ αὐτοῦ νὰ ζητήσωμεν ἕνα ἄλλον.

     ΣΩ. Καὶ ποῖον ἄλλον, ὦ Κριτία, καλύτερον τούτου δυνάμεθα νὰ λάβωμεν; Διότι οὗτος καὶ εἰς τὴν σημερινὴν ἑορτὴν τῆς θεᾶς διὰ τὴν μετ’ αὐτῆς συγγένειάν του κάλλιστα ἁρμόζει, καὶ τὸ ὅτι εἶναι οὐχὶ πλαστὸς μύθος, ἀλλ’ ἀληθινὸς λόγος, εἶναι μέγιστον πράγμα. Τῷ ὄντι, πῶς καὶ πόθεν θὰ εὕρωμεν ἄλλους, ἂν ἀπορρίψωμεν τοῦτον; Εἶναι ἀδύνατον ἀλλὰ μὲ καλὴν ὥραν πρέπει ὑμεῖς νὰ λέγητε, ἐγὼ δὲ εἰς ἀμοιβὴν τῶν χθεσινῶν λόγων μου νὰ ἀκούω σιωπῶν.


     ΚΡ. Σκόπει δὴ τὴν τῶν ξενίων σοι διάθεσιν, ὦ Σώκρατες, ᾗ διέθεμεν. Ἔδοξεν γὰρ ἡμῖν Τίμαιον μέν, ἅτε ὄντα ἀστρονομικώτατον ἡμῶν καὶ περὶ φύσεως τοῦ παντὸς εἰδέναι μάλιστα ἔργον πεποιημένον, πρῶτον λέγειν ἀρχόμενον ἀπὸ τῆς τοῦ κόσμου γενέσεως, τελευτᾶν δὲ εἰς ἀνθρώπων φύσιν· ἐμὲ δὲ μετὰ τοῦτον, ὡς παρὰ μὲν τούτου δεδεγμένον ἀνθρώπους τῷ λόγῳ γεγονότας, παρὰ σοῦ δὲ πεπαιδευμένους διαφερόντως αὐτῶν τινας, κατὰ δὲ τὸν Σόλωνος λόγον τε καὶ νόμον εἰσαγαγόντα αὐτοὺς ὡς εἰς δικαστὰς ἡμᾶς ποιῆσαι πολίτας τῆς πόλεως τῆσδε ὡς ὄντας τοὺς τότε Ἀθηναίους, οὓς ἐμήνυσεν ἀφανεῖς ὄντας ἡ τῶν ἱερῶν γραμμάτων φήμη, τὰ λοιπὰ δὲ ὡς περὶ πολιτῶν καὶ Ἀθηναίων ὄντων ἤδη ποιεῖσθαι τοὺς λόγους.

     ΣΩ. Τελέως τε καὶ λαμπρῶς ἔοικα ἀνταπολήψεσθαι τὴν τῶν λόγων ἑστίασιν. Σὸν οὖν ἔργον λέγειν ἄν, ὦ Τίμαιε, τὸ μετὰ τοῦτο, ὡς ἔοικεν, εἴη καλέσαντα κατὰ νόμον θεούς.

     ΤΙ. Ἀλλ’, ὦ Σώκρατες, τοῦτό γε δὴ πάντες ὅσοι καὶ κατὰ βραχὺ σωφροσύνης μετέχουσιν, ἐπὶ παντὸς ὁρμῇ καὶ σμικροῦ καὶ μεγάλου πράγματος θεὸν ἀεί που καλοῦσιν· ἡμᾶς δὲ τοὺς περὶ τοῦ παντὸς λόγους ποιεῖσθαί πῃ μέλλοντας, ᾗ γέγονεν ἢ καὶ ἀγενές ἐστιν, εἰ μὴ παντάπασι παραλλάττομεν, ἀνάγκη θεούς τε καὶ θεὰς ἐπικαλουμένους εὔχεσθαι πάντα κατὰ νοῦν ἐκείνοις μὲν μάλιστα, ἑπομένως δὲ ἡμῖν εἰπεῖν. Καὶ τὰ μὲν περὶ θεῶν ταύτῃ παρακεκλήσθω· τὸ δ’ ἡμέτερον παρακλητέον, ᾗ ῥᾷστ’ ἂν ὑμεῖς μὲν μάθοιτε, ἐγὼ δὲ ᾗ διανοοῦμαι μάλιστ’ ἂν περὶ τῶν προκειμένων ἐνδειξαίμην.


     ΚΡ. Πρόσεχε ὅμως εἰς τὴν τάξιν τῶν πρὸς σέ, ὦ Σώκρατες, φιλοξενημάτων μας, τίνι τρόπῳ τὰ ἔχομεν διαθέσει. Διότι ἀπεφασίσαμεν ταῦτα: ὁ Τίμαιος, ἐπειδὴ εἶναι δυνατώτερος ἡμῶν εἰς τὴν ἀστρονομίαν καὶ ἔκαμεν ὡς κύριον ἔργον του νὰ μάθῃ τὴν φύσιν τοῦ παντός, πρῶτος θὰ ὁμιλήση ἀρχίζων ἀπὸ τὴν γένεσιν τοῦ κόσμου καὶ καταλήγων εἰς τὴν φύσιν τοῦ ἀνθρώπου. Μετὰ τοῦτον ἐγώ, διότι θὰ ἔχω δεχθῆ ἀπὸ αὐτὸν μὲν τοὺς ἀνθρώπους, οἵτινες ἔχουσιν ἤδη γίνη κατὰ τὸν λόγον αὐτοῦ, ἀπὸ σὲ δὲ τίνας ἐξ αὐτῶν ἐξόχως πεπαιδευμένους, κατὰ δὲ τὸν λόγον 29 καὶ τὸν νόμον τοῦ Σόλωνος, ἀφοῦ παρουσιάσω αὐτοὺς εἰς τὸ δικαστήριον ὑμῶν, θὰ τοὺς κάμω πολίτας ταύτης ἐδῶ τῆς πόλεως, ἐπειδὴ αὐτοὶ ἀκριβῶς εἶναι ἐκεῖνοι οἱ παλαιοὶ Ἀθηναῖοι, τοὺς ὁποίους, ἐνῷ ἤσαν ἀφανεῖς, ἀπεκάλυψεν ὁ λόγος τῶν ἱερῶν γραφῶν. Οὕτω δὲ καὶ τοῦ λοιποῦ θὰ ὁμιλῶμεν περὶ αὐτῶν ὡς περὶ συμπολιτῶν καὶ ἀληθινῶν Ἀθηναίων.

     ΣΩ. Τελείως καὶ λαμπρῶς φαίνεται ὅτι θὰ λάβω τὴν ἀνταπόδοσιν τοῦ συμποσίου τῶν λόγων (τὸ ὁποῖον σᾶς προσέφερον). Εἰς σὲ λοιπὸν ἀνήκει, ὦ Τίμαιε, τώρα νὰ ὁμιλήσῃς, ἀφοῦ κατὰ τὴν συνήθειαν ἐπικαλεσθῇς τοὺς θεούς.

     ΤΙ. Ἀλλ’, ὦ Σώκρατες, πάντες ὅσοι καὶ ὀλίγην ἔχουσι φρόνησιν πράττουσι τοῦτο, δηλ. εἰς τὴν ἀρχὴν παντὸς πράγματος μικροῦ καὶ μεγάλου πάντοτε ἐπικαλοῦνται τὸν θεόν. Ἠμεῖς δὲ οἵτινες μέλλομεν νὰ ὁμιλήσωμεν περὶ τοῦ σύμπαντος πῶς ἔγινε ἢ ἂν εἶναι ἀγέννητον, ἐὰν δὲν εἴμεθα ἐντελῶς παράφρονες, ἀνάγκη, ἐπικαλούμενοι τοὺς θεοὺς καὶ τὰς θεάς, νὰ εὐχηθῶμεν νὰ εἶναι ὅλοι οἱ λόγοι ἡμῶν πρὸ πάντων σύμφωνοι πρὸς τὴν κρίσιν αὐτῶν, ἀκόλουθοι δὲ πρὸς ἡμᾶς αὐτούς. Καὶ ως πρὸς τοὺς θεοὺς μὲν ἂς εἶναι αὕτη ἡ παράκλησις· ὡς πρὸς ἡμᾶς δὲ ἂς παρακαλέσωμεν, ὅπως ὅσον τὸ δυνατὸν εὐκολώτερον ὑμεῖς κατανοήσητε, ἐγὼ δὲ σᾶς δείξω σαφῶς περὶ τοῦ ἀντικειμένου τῆς διαλέξεως, πῶς τὸ νοῶ 30  .

ε. Διάκρισις ὄντος καὶ γιγνομένου: τὸ ὃν γένεσιν οὐκ ἔχον ἀλλὰ πρῶτον αἴτιον ἐστὶν

     Ἔστιν οὖν δὴ κατ’ ἐμὴν δόξαν πρῶτον διαιρετέον τάδε· τί τὸ ὂν ἀεί, γένεσιν δὲ οὐκ ἔχον, καὶ τί τὸ γιγνόμενον μὲν ἀεί, ὂν δὲ οὐδέποτε; τὸ μὲν δὴ νοήσει μετὰ λόγου περιληπτόν, ἀεὶ κατὰ ταὐτὰ ὄν, τὸ δ’ αὖ δόξῃ μετ’ αἰσθήσεως ἀλόγου δοξαστόν, γιγνόμενον καὶ ἀπολλύμενον, ὄντως δὲ οὐδέποτε ὄν. Πᾶν δὲ αὖ τὸ γιγνόμενον ὑπ’ αἰτίου τινὸς ἐξ ἀνάγκης γίγνεσθαι· παντὶ γὰρ ἀδύνατον χωρὶς αἰτίου γένεσιν σχεῖν. Ὅτου μὲν οὖν ἂν ὁ δημιουργὸς πρὸς τὸ κατὰ ταὐτὰ ἔχον βλέπων ἀεί, τοιούτῳ τινὶ προσχρώμενος παραδείγματι, τὴν ἰδέαν καὶ δύναμιν αὐτοῦ ἀπεργάζηται, καλὸν ἐξ ἀνάγκης οὕτως ἀποτελεῖσθαι πᾶν· οὗ δ’ ἂν εἰς γεγονός, γεννητῷ παραδείγματι προσχρώμενος, οὐ καλόν.

     Ὁ δὴ πᾶς οὐρανὸς – ἢ κόσμος ἢ καὶ ἄλλο ὅτι ποτὲ ὀνομαζόμενος μάλιστ’ ἂν δέχοιτο, τοῦθ’ ἡμῖν ὠνομάσθω – σκεπτέον δ’ οὖν περὶ αὐτοῦ πρῶτον, ὅπερ ὑπόκειται περὶ παντὸς ἐν ἀρχῇ δεῖν σκοπεῖν, πότερον ἦν ἀεί, γενέσεως ἀρχὴν ἔχων οὐδεμίαν, ἢ γέγονεν, ἀπ’ ἀρχῆς τινος ἀρξάμενος. Γέγονεν· ὁρατὸς γὰρ ἁπτός τέ ἐστιν καὶ σῶμα ἔχων, πάντα δὲ τὰ τοιαῦτα αἰσθητά, τὰ δ’ αἰσθητά, δόξῃ περιληπτὰ μετ’ αἰσθήσεως, γιγνόμενα καὶ γεννητὰ ἐφάνη. Τῷ δ’ αὖ γενομένῳ φαμὲν ὑπ’ αἰτίου τινὸς ἀνάγκην εἶναι γενέσθαι. Τὸν μὲν οὖν ποιητὴν καὶ πατέρα τοῦδε τοῦ παντὸς εὑρεῖν τε ἔργον καὶ εὑρόντα εἰς πάντας ἀδύνατον λέγειν· τόδε δ’ οὖν πάλιν ἐπισκεπτέον περὶ αὐτοῦ, πρὸς πότερον τῶν παραδειγμάτων ὁ τεκταινόμενος αὐτὸν ἀπηργάζετο, πότερον πρὸς τὸ κατὰ ταὐτὰ καὶ ὡσαύτως ἔχον ἢ πρὸς τὸ γεγονός.

     Εἰ μὲν δὴ καλός ἐστιν ὅδε ὁ κόσμος ὅ τε δημιουργὸς ἀγαθός, δῆλον ὡς πρὸς τὸ ἀίδιον ἔβλεπεν· εἰ δὲ ὃ μηδ’ εἰπεῖν τινι θέμις, πρὸς γεγονός. Παντὶ δὴ σαφὲς ὅτι πρὸς τὸ ἀίδιον· ὁ μὲν γὰρ κάλλιστος τῶν γεγονότων, ὁ δ’ ἄριστος τῶν αἰτίων. Οὕτω δὴ γεγενημένος πρὸς τὸ λόγῳ καὶ φρονήσει περιληπτὸν καὶ κατὰ ταὐτὰ ἔχον δεδημιούργηται·


     Πρέπει τώρα κατὰ τὴν γνώμην μου νὰ διακρίνωμεν τὰ ἑξῆς: Τί εἶναι ἐκεῖνο ὅπερ πάντοτε εἶναι καὶ γένεσιν δὲν ἔχει, καὶ τί εἶναι ἐκεῖνο ὅπερ γίνεται καὶ οὐδέποτε εἶναι 31. Τὸ μὲν πρῶτον εἶναι καταληπτὸν ὑπὸ τῆς νοήσεως διὰ τοῦ συλλογισμοῦ, διότι εἶναι πάντοτε κατὰ τὸν αὐτὸν τρόπον (ἀμετάβλητον). Τὸ ἄλλο εἶναι ἀντιληπτὸν ὑπὸ τῆς δόξης (γνώμης) καὶ τῆς ἀσυλλογίστου αἰσθήσεως, δοξαστόν, διότι γίνεται καὶ φθείρεται 32, ἀλλὰ πραγματικῶς οὐδέποτε εἶναι. Ἐξ ἄλλου, πᾶν πράγμα, τὸ ὁποῖον γίνεται, ἐξ ἀνάγκης γίνεται ἀπὸ αἴτιον τί, διότι οἱονδήποτε πράγμα εἶναι ἀδύνατον νὰ λάβῃ γένεσιν χωρὶς αἰτίου (ὑπὸ τοῦ ὁποίου γίνεται). Πᾶν πράγμα λοιπόν, τοῦ ὁποίου τὴν μορφὴν καὶ τὴν λειτουργίαν ποιεῖ ὁ δημιουργὸς βλέπων πάντοτε πρὸς ἐκείνο, τὸ ὁποῖον εἶναι αἰώνιον καὶ ἀμετάβλητον καὶ ὡς παράδειγμα μεταχειριζόμενος αὐτό, ἐξ ἀνάγκης τὸ πράγμα τοῦτο ἀποτελεῖται πάντοτε οὕτω καλόν· ἐκεῖνο ὅμως, ὅπερ δημιουργεῖ ἀποβλέπων εἰς τὸ ἔχον γένεσιν καὶ μεταχειριζόμενος γεννητὸν παράδειγμα, τοῦτο δὲν εἶναι καλόν 33.

     Ὁ ὅλος δὲ οὐρανός, ἢ ὁ κόσμος, ἢ ἂν εὐρίσκηται ἄλλο τί ὄνομα περισσότερον κατάλληλον, οὕτως ἂς ὀνομάζηται ὑφ’ ὑμῶν. Περὶ αὐτοῦ λοιπὸν πρέπει νὰ ἐξετάσωμεν κατὰ πρῶτον ἐκεῖνο, τὸ ὁποῖον μας παρουσιάζεται εἰς τὴν ἀρχὴν ἑκάστου πράγματος ὡς ἀναγκαῖον, νὰ σκεφθῶμεν δηλαδή: πάντοτε ἦτο καὶ δὲν ἔλαβεν οὐδεμίαν ἀρχὴν γενέσεως; ἢ ἔγινε καὶ ἔλαβεν ἔναρξιν ἀπὸ τίνος ἀρχῆς; Ἔλαβε γένεσιν, διότι εἶναι ὁρατὸς καὶ ἁπτὸς καὶ ἔχει σῶμα, πάντα δὲ τὰ τοιαῦτα πράγματα εἶναι αἰσθητά· τὰ δὲ αἰσθητά, τὰ ὁποῖα ἀντιλαμβανόμεθα διὰ τῆς δόξης (γνώμης) ἐν βοηθείᾳ τῆς αἰσθήσεως, εἴδομεν ὅτι γίνονται καὶ εἶναι γεννητά. Τὸ δὲ γεννηθὲν εἴπομεν ὅτι ἐξ ἀνάγκης ἐγένετο ὑπὸ τίνος αἰτίου. Τὸν ποιητὴν ὅμως καὶ πατέρα τοῦ σύμπαντος τούτου καὶ νὰ εὕρῃ τὶς εἶναι δύσκολον, καὶ ἂν τὸν εὔρῃ, εἶναι ἀδύνατον νὰ τὸν ἀποκαλύψῃ εἰς πάντας 34  . Ἀλλὰ καὶ τὸ ἑξῆς πάλιν πρέπει τὶς νὰ σκεφθῇ περὶ αὐτοῦ. Πρὸς ποῖον ἐκ τῶν παραδειγμάτων βλέπων ὁ ποιητὴς τοῦ κόσμου κατεσκεύαζεν αὐτόν; Πρὸς ἐκεῖνο τὸ ὁποῖον εἶναι αἰωνίως τὸ αὐτὸ καὶ κατὰ τὸν αὐτὸν τρόπον ἢ πρὸς τὸ λαβὸν γέννησιν 35;

     Ἐὰν μὲν ὁ κόσμος οὗτος εἶναι καλὸς καὶ ὁ δημιουργὸς αὐτοῦ ἀγαθός, εἶναι φανερὸν ὅτι ἔβλεπε πρὸς τὸ αἰώνιον παράδειγμα. Ἐὰν δὲ τουναντίον (ὅπερ δὲν ἐπιτρέπεται οὔτε νὰ τὸ εἴπῃ τίς 36) πρὸς τὸ λαβὸν γέννησιν. Ἀλλὰ εἰς πάντας εἶναι προφανὲς ὅτι ἀπέβλεπε πρὸς τὸ αἰώνιον, διότι ὁ μὲν κόσμος εἶναι τὸ ὡραιότατον ὅσων ἔλαβον γέννησιν 37, ὁ δὲ ποιητὴς του εἶναι τὸ ἄριστον τῶν αἰτίων. Καί, ἂν ἔχῃ γίνη τοιουτοτρόπως, ἐδημιουργήθη σύμφωνα πρὸς ἐκεῖνο, τὸ ὁποῖον εἶναι καταληπτὸν ὑπὸ τοῦ λόγου καὶ τῆς νοήσεως καὶ εἶναι πάντοτε τὸ αὐτό.

στ. Κατόπιν τεκμηριώσεως ὅτι ὁ ὁ κόσμος ἐστίν ὁ κάλλιστος γεγονῶς [ἀπὸ κάθε ἄλλον κοσμο που θὰ ἠδύνατο νὰ ὑπάρξῃ] καὶ [προερχόμενος] ἐκ τοῦ ἀρίστου τῶν αἰτίων: Ὁ Θεϊκός Λόγος ἐν ἰσχύι

     Τούτων δὲ ὑπαρχόντων αὖ πᾶσα ἀνάγκη τόν δε τὸν κόσμον εἰκόνα τινὸς εἶναι. Μέγιστον δὴ παντὸς ἄρξασθαι κατὰ φύσιν ἀρχήν. ὧδε οὖν περί τε εἰκόνος καὶ περὶ τοῦ παραδείγματος αὐτῆς διοριστέον, ὡς ἄρα τοὺς λόγους, ὧνπέρ εἰσιν ἐξηγηταί, τούτων αὐτῶν καὶ συγγενεῖς ὄντας· τοῦ μὲν οὖν μονίμου καὶ βεβαίου καὶ μετὰ νοῦ καταφανοῦς μονίμους καὶ ἀμεταπτώτους – καθ’ ὅσον οἷόν τε καὶ ἀνελέγκτοις προσήκει λόγοις εἶναι καὶ ἀνικήτοις, τούτου δεῖ μηδὲν ἐλλείπειν – τοὺς δὲ τοῦ πρὸς μὲν ἐκεῖνο ἀπεικασθέντος, ὄντος δὲ εἰκόνος εἰκότας ἀνὰ λόγον τε ἐκείνων ὄντας· ὅτιπερ πρὸς γένεσιν οὐσία, τοῦτο πρὸς πίστιν ἀλήθεια.

     Ἐὰν οὖν, ὦ Σώκρατες, πολλὰ πολλῶν πέρι, θεῶν καὶ τῆς τοῦ παντὸς γενέσεως, μὴ δυνατοὶ γιγνώμεθα πάντῃ πάντως αὐτοὺς ἑαυτοῖς ὁμολογουμένους λόγους καὶ ἀπηκριβωμένους ἀποδοῦναι, μὴ θαυμάσῃς· ἀλλ’ ἐὰν ἄρα μηδενὸς ἧττον παρεχώμεθα εἰκότας, ἀγαπᾶν χρή, μεμνημένους ὡς ὁ λέγων ἐγὼ ὑμεῖς τε οἱ κριταὶ φύσιν ἀνθρωπίνην ἔχομεν, ὥστε περὶ τούτων τὸν εἰκότα μῦθον ἀποδεχομένους πρέπει τούτου μηδὲν ἔτι πέρα ζητεῖν.

     ΣΩ. Ἄριστα, ὦ Τίμαιε, παντάπασί τε ὡς κελεύεις ἀποδεκτέον· τὸ μὲν οὖν προοίμιον θαυμασίως ἀπεδεξάμεθά σου, τὸν δὲ δὴ νόμον ἡμῖν ἐφεξῆς πέραινε.


     Καί, ἂν ταῦτα εἶναι ἀληθῆ 38, ἀνάγκη πᾶσα ὁ κόσμος νὰ εἶναι εἰκὼν τινός. Ἐκεῖνο δέ, τὸ ὁποῖον εἶναι τὸ μέγιστον εἰς πᾶν πράγμα, εἶναι τὸ νὰ γίνεται ἔναρξις ἀπὸ τῆς φυσικῆς ἀρχῆς αὐτοῦ. Λοιπὸν καὶ περὶ τῆς εἰκόνος καὶ τοῦ παραδείγματος αὐτῆς πρέπει νὰ διακρίνωμεν ἀκριβῶς, ὅτι οἱ λόγοι (πρέπει νά) εἶναι συγγενεῖς αὐτῶν τούτων τῶν πραγμάτων, τὰ ὁποία ἐξηγούσι 39. Περὶ ἐκείνου ἄρα, τὸ ὁποῖον εἶναι μόνιμον καὶ σταθερὸν καὶ γίνεται καταφανὲς διὰ τοῦ νοῦ, οἱ λόγοι πρέπει νὰ εἶναι σταθεροὶ καὶ ἀμετάβλητοι, καί, ἐφ’ ὅσον εἶναι δυνατὸν καὶ ἁρμόζει εἰς λόγους νὰ εἶναι ἀναντίρρητοι καὶ ἀκίνητοι, ἐκ τούτων τίποτε δὲν πρέπει νὰ λείπῃ. Ἀλλ’ οἱ λόγοι, οἵτινες ἐξηγούσι τὸ πράγμα, τὸ ὁποῖον εἰκονίσθη κατὰ τὸ παράδειγμα ἐκεῖνο, καὶ τὸ ὁποῖον ἄρα εἶναι εἰκών, εἶναι πιθανοὶ καὶ ἀνάλογοι πρὸς τὸ πράγμα. Τῷ ὄντι, ὅ,τι εἶναι πρὸς τὴν γένεσιν ἡ οὐσία, τοῦτο εἶναι πρὸς τὴν πίστιν ἡ ἀλήθεια 40.

     Ἐὰν λοιπόν, ὦ Σώκρατες, ἐπειδὴ πολλοὶ εἶπον πολλὰ (διάφορα) περὶ θεῶν καὶ τῆς γενέσεως κόσμου, ἐὰν δὲν δυνηθῶμεν νὰ δώσωμεν ἐξηγήσεις ὁλοσχερῶς καὶ καθ’ ὅλα τὰ μέρη συμφώνους πρὸς ἑαυτὰς καὶ ἀκριβεῖς, μὴ θαυμάσῃς. Ἐὰν ὅμως ὄχι ὀλιγώτερον ἄλλου τινὸς παρουσιάσωμεν λόγους πιθανούς, πρέπει νὰ ἀρκεσθῶμεν, ἐνθυμούμενοι ὅτι καὶ ἐγὼ ὁ ὁμιλῶν καὶ ὑμεῖς οἱ κρίνοντες ἔχομεν φύσιν ἀνθρωπίνην, οὕτως ὥστε δεχόμενοι περὶ τούτων τὸν πιθανὸν λόγον δὲν πρέπει νὰ ζητῶμεν ἀκόμη περαιτέρω (βαθύτερον).

     ΣΩ. Ἄριστα, ὦ Τίμαιε· καὶ πρέπει νὰ ἀποδεχθῶμεν ἀπολύτως ὅ,τι λέγεις. Καὶ τὸ μὲν προοίμιόν σου μᾶς ἤρεσε θαυμάσια· τώρα δὲ συνεχίζων τελείωνέ μας καὶ τὸ ᾄσμα.

ζ. Ἡ ἐλλογιμότης τοῦ Κόσμου

     ΤΙ. Λέγωμεν δὴ δι’ ἥντινα αἰτίαν γένεσιν καὶ τὸ πᾶν τόδε ὁ συνιστὰς συνέστησεν. Ἀγαθὸς ἦν, ἀγαθῷ δὲ οὐδεὶς περὶ οὐδενὸς οὐδέποτε ἐγγίγνεται φθόνος· τούτου δ’ ἐκτὸς ὢν πάντα ὅτι μάλιστα ἐβουλήθη γενέσθαι παραπλήσια ἑαυτῷ. Ταύτην δὴ γενέσεως καὶ κόσμου μάλιστ’ ἄν τις ἀρχὴν κυριωτάτην παρ’ ἀνδρῶν φρονίμων ἀποδεχόμενος ὀρθότατα ἀποδέχοιτ’ ἄν. Βουληθεὶς γὰρ ὁ θεὸς ἀγαθὰ μὲν πάντα, φλαῦρον δὲ μηδὲν εἶναι κατὰ δύναμιν, οὕτω δὴ πᾶν ὅσον ἦν ὁρατὸν παραλαβὼν οὐχ ἡσυχίαν ἄγον ἀλλὰ κινούμενον πλημμελῶς καὶ ἀτάκτως, εἰς τάξιν αὐτὸ ἤγαγεν ἐκ τῆς ἀταξίας, ἡγησάμενος ἐκεῖνο τούτου πάντως ἄμεινον.

     Θέμις δ’ οὔτ’ ἦν οὔτ’ ἔστιν τῷ ἀρίστῳ δρᾶν ἄλλο πλὴν τὸ κάλλιστον· λογισάμενος οὖν ηὕρισκεν ἐκ τῶν κατὰ φύσιν ὁρατῶν οὐδὲν ἀνόητον τοῦ νοῦν ἔχοντος ὅλον ὅλου κάλλιον ἔσεσθαί ποτε ἔργον, νοῦν δ’ αὖ χωρὶς ψυχῆς ἀδύνατον παραγενέσθαι τῳ. Διὰ δὴ τὸν λογισμὸν τόνδε νοῦν μὲν ἐν ψυχῇ, ψυχὴν δ’ ἐν σώματι συνιστὰς τὸ πᾶν συνετεκταίνετο, ὅπως ὅτι κάλλιστον εἴη κατὰ φύσιν ἄριστόν τε ἔργον ἀπειργασμένος. Οὕτως οὖν δὴ κατὰ λόγον τὸν εἰκότα δεῖ λέγειν τόνδε τὸν κόσμον ζῷον ἔμψυχον ἔννουν τε τῇ ἀληθείᾳ διὰ τὴν τοῦ θεοῦ γενέσθαι πρόνοιαν.


     ΤΙ. Ἂς εἴπωμεν λοιπὸν διὰ ποὶαν αἰτίαν ἐσύστησε τὴν γένεσιν καὶ τὸ σύμπαν τοῦτο ὁ συστήσας αὐτά. Ἦτο ἀγαθὸς 41 καὶ εἰς τὸν ἀγαθὸν οὐδεὶς φθόνος οὐδέποτε γεννᾶται δι’ οὐδὲν πράγμα 42  . Ἐπειδὴ λοιπὸν ἦτο χωρὶς φθόνον, ἠθέλησε νὰ γίνωσι πάντα τὰ πράγματα ὅσον τὸ δυνατὸν ὁμοιότατα μὲ αὐτόν. Καὶ ἂν τὶς ἀποδέχηται τὴν ἀρχὴν ταύτην τῆς γενέσεως καὶ τοῦ κόσμου, λαβῶν ἀπὸ ἄνδρας σοφοὺς αὐτὴν 43 ὡς τὴν βασιμωτάτην πασῶν, ὀρθότατα θὰ ἀπεδέχετο αὐτήν. Διότι ὁ θεός, θελήσας πάντα τὰ πράγματα νὰ εἶναι ἀγαθὰ καὶ οὐδὲν καθ’ ὅσον ἦτο δυνατὸν 44 νὰ εἶναι ἄχρηστον 45, διὰ τοῦτο λαβῶν ὅσον ἦτο ὁρατὸν 46 καὶ δὲν ἠσύχαζεν, ἀλλ’ ἐκινεῖτο ἀκανονίστως καὶ ἀτάκτως, τὸ ἔφερεν εἰς τάξιν ἐκ τῆς ἀταξίας, θεωρήσας ὅτι ἐκείνη εἶναι κατὰ πάντα καλυτέρα ταύτης.

     Διότι οὔτε ἦτο οὔτε εἶναι θεμιτὸν εἰς τὸν ἄριστον νὰ πράττῃ ἄλλο παρὰ τὸ κάλλιστον 47. Συλλογισθεῖς λοιπὸν εὕρισκεν ὅτι κανὲν πράγμα φύσει ὁρατόν, μὴ ἔχον νοῦν, θὰ εἶναι ποτὲ 48 εἰς τὸ σύνολόν του ὡραιότερον ἔργον ἄλλου εἰς τὸ σύνολόν του, τὸ ὁποῖον ἔχει νοῦν, καὶ ὅτι νοῦς πάλιν χωρὶς ψυχὴν εἶναι ἀδύνατον νὰ ὑπάρξη εἰς κανένα 49. Ἕνεκα δὲ τοῦ λογισμοῦ τούτου θέτων τὸν νοῦν εἰς τὴν ψυχὴν καὶ τὴν ψυχὴν εἰς τὸ σῶμα ἐσύστησε τὸ σύμπαν, ἵνα τὸ ἔργον, τὸ ὁποῖον ἐποίει, εἶναι κατὰ τὴν φύσιν του ὅσον τὸ δυνατὸν ὡραιότατον καὶ ἄριστον. Οὕτω λοιπὸν μετὰ πιθανότητος πρέπει νὰ λέγωμεν, ὅτι ὁ κόσμος οὗτος εἶναι ἀληθῶς ζῷον, ἔχον ψυχὴν καὶ νοῦν, δημιουργηθὲν ὑπὸ τῆς προνοίας τοῦ θεοῦ.


divider bar

ΣΧΟΛΙΑ

17. (συνέχεια σχολίου)

     Ὁ Πλούταρχος (Περὶ Ἴσιδ. καὶ Ὀσίρ., λέγει: Τὸ ἐν Σάει ἔδος τῆς Ἀθηνᾶς, τὴν ὁποίαν καὶ Ἴσιν νομίζουσιν, εἶχε τοιαύτην ἐπιγραφήν· «Ἐγὼ εἰμι πᾶν τὸ γεγονὸς καὶ ὂν καὶ ἐσόμενον καὶ τὸν ἐμὸν πέπλον οὐδεὶς πῶ θνητὸς ἀπεκάλυψεν». Ὁ Πρόκλος ὅμως ἀναφέρει (30 Δ. Ε.) ὅτι τὸ ἐπίγραμμα εἶχεν οὕτω: «Τὰ ὄντα καὶ τὰ ἐσόμενα καὶ τὰ γεγονότα ἐγὼ εἰμι· τὸν ἐμὸν χιτώνα οὐδεὶς ἀπεκάλυψεν. Ὂν ἐγὼ καρπὸν ἔτεκον, ἥλιος ἐγένετο». Τὸ πρῶτον μέρος τῆς ἐπιγραφῆς χαρακτηρίζει τὸ Αἰγυπτιακὸν πνεῦμα, ὅπερ εἶναι πρόβλημα εἰς ἑαυτό, καὶ ὅπερ πανταχοῦ ἐπὶ τοῦ ἐδάφους καὶ ὑπὸ τὸ ἔδαφος θέτει προβλήματα (πυραμίδας, σφίγγας κ. λ.) πρὸς λύσιν. Ἀλλ’ ὁ τεχθεῖς καρπός, ὁ ἥλιος, τὸ σαφές, εἶναι τὸ ἀποτέλεσμα καὶ ἡ λύσις τοῦ προβλήματος. Τὸ φῶς, ἡ σαφήνεια αὕτη εἶναι τὸ πνεῦμα, ὁ υἱὸς τῆς Νηὶθ τῆς ὑπὸ τὸν πέπλον κρυπτομένης θεότητος. Ὁ Ἀπόλλων τῶν Ἑλλήνων εἶναι ἡ λύσις τοῦ προβλήματος τῆς ἀληθείας, ὅπερ ἔθηκεν ἡ Νηίθ. Τὸ ἐν Δελφοῖς παράγγελμα αὐτοῦ ἦτο «Ἄνθρωπε, γνῶθι σαυτὸν» (τὴν φύσιν καὶ οὐσίαν σου). Ἡ λύσις εἶναι: Τὸ φῶς τὸ τῆς γνώσεως.

     Ἡ σχέσις αὕτη τῶν δυὸ πνευμάτων, τοῦ Ἑλληνικοῦ καὶ τοῦ Αἰγυπτιακοῦ ἢ ἐν γένει τοῦ Ἀσιατικοῦ, θαυμασίως παριστάνεται ἐν τῷ μύθῳ τοῦ Οἰδίποδος καὶ τῆς σφιγγός. Ἡ σφὶγξ – τὸ μέγα Αἰγυπτιακὸν σύμβολον – ἐμφανισθείσα εἰς τὰς Θήβας, ἔθηκε τὸ πρόβλημα: «Τί εἶναι τὸ ὅν, ὅπερ τὴν πρωίαν βαίνει ἐπὶ τεσσάρων ποδῶν, τὴν μεσημερίαν ἐπὶ δύο καὶ τὴν ἑσπέραν ἐπὶ τριῶν;». Ὁ Οἰδίπους ἔλυσεν αὐτὸ εἰπὼν ὅτι εἶναι ὁ ἄνθρωπος καὶ κατεκρήμνισε τὴν σφίγγα. Ὅ,τι ἐζήτει καὶ δὲν ἠδύνατο νὰ εὕρῃ ἡ Ἀνατολή, τοῦτο εὖρεν ἡ Ἑλλάς, ὅτι δηλ. ἡ οὐσία τῆς Φύσεως εἶναι ὁ νοῦς, ὅστις ὑπάρχει ὡς νοῦς μόνον ἐν τῇ συνειδήσει τοῦ ἀνθρώπου. Ἀλλ’ ἡ συνείδησις, ἡ γνῶσις εἶναι κατ’ ἀρχὰς ἀτελής, καὶ ὁ σοφὸς βασιλεὺς ἐμπλέκεται εἰς τὴν τραγικὴν ἀντίθεσιν τῆς γνώσεως καὶ τῆς ἀγνοίας, μὴ ἔχων συνείδησιν τοῦ χαρακτῆρος τῶν ἰδῖων αὐτοῦ πράξεων. Ἀλλὰ τὸ Ἑλληνικὸν πνεῦμα βαθμηδὸν ἐκτήσατο πλήρη συνείδησιν ἑαυτοῦ. Ὁ Αἰγύπτιος ἱερεὺς εἶπεν ὅτι οἱ Ἕλληνες εἶναι πάντοτε παῖδες. Ἠμεῖς, λέγει ὁ Ἕγελος ἐν τῇ Φιλοσοφίᾳ τῆς Ἱστορίας, ἐξ ἧς παραλαμβάνομεν τὰς κρίσεις ταύτας, δυνάμεθα τουναντίον νὰ εἴπωμεν, ὅτι οἱ Αἰγύπτιοι εἶναι οἱ εὔρωστοι παῖδες, οἵτινες ζητούσι μόνον σαφὴ ἀντίληψιν ἑαυτῶν ἐν ἰδεώδει μορφῇ, ἵνα γίνωσι νεανίαι (οἶοι ἐγένοντο οἱ Ἕλληνες).

30. (συνέχεια σχολίου)

     Ὁ Πλάτων ἄρχεται ἀπὸ τῆς διακρίσεως τοῦ φαινομένου καὶ τῆς οὐσίας. Ἀφ’ ἑνὸς εἶναι τὸ σύνολον τῶν αἰσθητῶν ὄντων, τὰ ὁποία γεννῶνται, διαιροῦνται καὶ μεταβάλλονται, ἀφ’ ἕτερου ὁ νόμος καὶ ἡ οὐσία ἑκάστου, ἥτις εἶναι νοητή, ἀδιαίρετος καὶ ἀμετάβλητος. Καὶ πρῶτον θεωρεῖ τὰ ὑλικὰ πράγματα κατὰ τὸν ἁπλούστατον διορισμὸν αὐτῶν, τὴν κίνησιν, τῆς ὁποίας διορισμοὶ εἶναι ὁ χῶρος καὶ ὁ χρόνος. Βεβαίως ἐπέκεινα τῆς κινήσεως συλλαμβάνουν τί, ὅπερ ὅμως διαφεύγει τὴν νόησιν καὶ τὴν φαντασίαν, καὶ ὅπερ καλοῦμεν πρώτην ὕλην, ἥτις δύναται νὰ δεχθῇ πάσας τὰς μορφὰς καὶ νὰ γίνῃ ὕδωρ, γῆ καὶ εἰ τί ἄλλο, ἀλλ’ οὐδὲν ἐκ τούτων εἶναι καὶ μένει ἡ αὐτὴ πρὸς ἑαυτὴν ἐν τῇ ἀδιοριστίᾳ αὐτῆς. Ὁ Πλάτων ταυτίζει αὐτὴν μὲ τὸν χῶρον, ὅστις ὅμως εἶναι μόνον εἷς τῶν διορισμῶν αὐτῆς.

Οὐρανία Μηχανική.

     Ἡ ὕλη κινουμένη τείνει πρὸς τὶ κέντρον καὶ κατὰ τὸν Πλάτωνα ἡ ἐνέργεια τῆς βαρύτητος ἀσκεῖται κατὰ τὸν νόμον τῶν ὁμοίων, πάντα δὲ τὰ σώματα τείνουσι νὰ ἐνωθώσι πρὸς τὰ ὁμογενῆ. Ἕκαστον αὐτῶν εἶναι βαρὺ μόνον, ὅταν εἶναι ἐκτὸς τῆς θέσεώς του. Καί, ἐπειδὴ τὸ σύμπαν εἶναι σφαιρικόν, δὲν δύναται νὰ θεωρηθῇ μέρος τὶ ὡς τὸ ἄνω μᾶλλον ἢ τὸ κάτω. Ἡ ὕλη κεῖται ἐν χώρῳ, ἤτοι τὰ μέρη αὐτῆς εἶναι ἐκτὸς ἀλλήλων, ἀλλ’ ἐπειδὴ ταῦτα εἶναι ὁλότητες κινούμεναι κατὰ τὸν νόμον τῶν ὁμοίων, παρὰ τὸν χωρισμὸν (τὴν ἄπωσιν) ὑπάρχει ἡ ἕνωσις (ἡ ἕλξις) τῆς ὕλης. Ὅταν δὲ πολλὰ τοιαῦτα σώματα ἀπωθούμενα καὶ ἑλκόμενα ἀποτελώσιν ἓν σύστημα, τότε ὑπάρχει κοινὸν κέντρον καὶ μερικὰ κέντρα. Ἕκαστον σῶμα ἔχει ἐν τῷ συστήματι τὴν ὠρισμένην θέσιν του πρὸς ἀποφυγὴν συγχύσεως· πάντα δὲ κινοῦνται εἰς κεκλεισμένας καμπύλας περὶ τὸ καθολικὸν κέντρον, ἵνα τηρήσωσι τὴν ἀναφοράν των πρὸς αὐτό, καὶ συνάμα κινοῦνται περὶ ἑαυτά, ἵνα ἔχωσιν ἀναφορὰν πρὸς ἑαυτὰ ὡς ἀνεξάρτητα. Τὰς κινήσεις ταύτας, τὰς ἀναφοράς των, τὰ μεγέθη καὶ τὰς διαρκείας αὐτῶν ὁ Πλάτων παριστάνει διὰ τῆς δημιουργίας τῆς ψυχῆς τοῦ κόσμου. Ὁ κόσμος ἔχει θαυμασίαν τάξιν, ἔχει γενικοὺς νόμους, καθολικὰς ἀρχὰς καὶ τὸ σύνολον τούτων εἶναι ὁ λόγος, ἡ ψυχὴ τοῦ κόσμου.

     Ὁ θεὸς ἐκ τῆς ἀδιαιρέτου οὐσίας καὶ ἐκ τῆς διαιρετῆς ἐποίησε τρίτην, τὴν ψυχήν, ἥτις μετέχει τῆς φύσεως τοῦ ταυτοῦ καὶ τοῦ ἑτέρου καὶ ἐν μέσῳ τῶν μεταβολῶν αὐτῆς μένει ἡ αὐτὴ πρὸς ἑαυτήν. Ἔπειτα τὸ μίγμα ἐχώρισεν εἰς ὅσα ἔπρεπε μέρη κατὰ γεωμετρικὰς καὶ ἁρμονικὰς ἀναλογίας, καὶ ἐδημιούργησε πάντας τους ἀστέρας. Ὁ νοῦς, ἡ ὕλη καὶ ἡ ψυχὴ παριστώσι τὰς τρεῖς παγκοσμίας ἀρχὰς τοῦ ταυτοῦ, τοῦ ἑτέρου καὶ τῆς τρίτης οὐσίας. Ἐκ τῆς ἑνώσεως αὐτῶν ἐμορφώθησαν δυὸ σφαῖραι ὁμόκεντροι, ἡ τῶν ἀπλανῶν ἀστέρων καὶ ἐντὸς αὐτῆς ἡ τῶν πλανητῶν. Ἐπειδὴ ἡ ψυχὴ μετέχει τῆς φύσεως τοῦ ταυτοῦ, διὸ ἀπλανεῖς καὶ πλανῆται κινοῦνται τὴν περὶ ἑαυτοὺς ἀναλλοίωτον κίνησιν, ἀλλ’ οἱ ἑπτὰ πλανῆται τεθειμένοι ἐν τῇ ἐσωτερικῇ σφαίρα (ἐν ἐκλειπτικῇ) καὶ ὑποκείμενοι εἰς τὴν φύσιν τοῦ ἑτέρου ἐκτελούσιν εἰς χρόνους διαφόρους περιστροφὰς ἐναντίας πρὸς τὰς τῶν ἀπλανῶν. Μόνη ἡ γῆ μένει ἀκίνητος ἐν τῷ μέσῳ τοῦ παντὸς καὶ περὶ αὐτὴν στρέφονται οἱ ἀστέρες.

34. (συνέχεια σχολίου)

     Ἡ παράστασις τοῦ Θεοῦ πατρὸς καὶ ποιητοῦ διὰ τῆς προηγηθείσης ἐν Ἑλλάδι φιλοσοφικῆς κινήσεως ἀπέβαλλε βαθμηδὸν τὴν ὑλικότητα, ὑπὸ τὴν ὁποίαν παρουσιάζεται εἰς τὸν λαὸν καὶ εἰς τὴν ποίησιν, ἕως οὐ διὰ τοῦ Πλάτωνος ἔγινε πνευματικὴ ἔννοια ἥτις ἔλαβε τὴν πλήρη διαμόρφωσιν αὐτῆς ὑπὸ τοῦ Χριστιανισμοῦ καὶ τῶν Νεοπλατωνικῶν. Ὁ Θεὸς εἶναι νοῦς καὶ δημιουργεῖ ὡς νοῦς, ἤτοι θέτει τοὺς διορισμοὺς αὐτοῦ, τὰς ἰδέας, αἵτινες δὲν εἶναι τί διάφορον αὐτοῦ, καὶ αἵτινες ἐμφανίζονται καὶ πραγματοποιοῦνται ἐν τῷ φαινομενικῷ τούτῳ κόσμω. Τὸ φαινόμενον ἔχει λόγον καὶ οὐσίαν, ἥτις δὲν εἶναι αἰσθητή, διότι δὲν εἶναι τί ἀτομικόν, ἀλλ’ εἶναι ὅλως καθολικὴ καὶ νοητή. Τὰ καθόλου, τὰ νοητὰ ταῦτα εἶναι αἱ ἰδέαι, ἤτοι νοήματα ἀντικειμενικὰ ἅμα καὶ ὑποκειμενικά, κινοῦντα καὶ ζωογονοῦντα τὰ πράγματα καὶ τὰ πνεύματα. Οὕτως ἡ ἰδέα τοῦ κόσμου ἀναγκαίως προϋπάρχει αὐτοῦ ἀναλλοίωτος καὶ αἰώνιος ἐν τῷ ἀπολύτῳ νῷ. Ὁ αἰσθητὸς κόσμος, ἀπ’ ἐναντίας, μεταβάλλεται διηνεκῶς καὶ ὅ,τι εἶναι τώρα παρὸν ἐν αὐτῷ μετ’ ὀλίγον ἀφανίζεται καὶ γίνεται παρελθόν. Καί, ἂν συγκρίνωμεν τὴν ἰδέαν τοῦ κόσμου καὶ τὸν Θεόν, δυνάμεθα νὰ εἴπωμεν, ὅτι, καίτοι εἶναι ἓν καὶ τὸ αὐτό, λογικῶς ὅμως ὁ νοῦς, ὁ Θεός, εἶναι πρότερος τοῦ νοητοῦ, ἑπομένως εἶναι καὶ πρώτη αἰτία τῶν πραγμάτων.

     Ἐπειδὴ δὲ ἡ σχέσις αὕτη ἔχει ἀναλογίαν μὲ τὴν σχέσιν πατρὸς καὶ υἱοῦ, ἢ τεχνίτου (δημιουργοῦ) καὶ ποιήματος, δύναται νὰ λέγηται εἰκονικῶς ὅτι ὁ Θεὸς γεννᾷ ἕναν υἱὸν (μονογενῆ) καὶ ὅτι κατὰ τὸ πρότυπον τοῦτο δημιουργεῖ τὸν κόσμον (καὶ τὰ πάντα δι’ αὐτοῦ ἐγένοντο. Ἰωάν.). Ὁ Χριστιανισμὸς ἔπειτα συμβιβάζων τὴν ἀντίθεσιν ταύτην τοῦ καθολικοῦ καὶ τοῦ μερικοῦ ἐδίδαξεν, ὅτι ὁ πατὴρ ἀποκαλύπτει καὶ θεωρεῖ ἑαυτὸν ἐν τῷ υἱῷ, ἐν τῇ ἐνώσει δὲ ταύτη πρὸς τὸν υἱὸν ὁ Θεὸς γίνεται πνεῦμα ἀπόλυτον. Ὁ υἱὸς οὕτω δὲν εἶναι ἁπλοῦν ὄργανον, ἀλλ’ αὐτὸ τὸ περιεχόμενον τῆς ἀποκαλύψεως. Ὑπὸ τοὺς μύθους λοιπὸν καὶ τὰς ἀλληγορίας πρέπει νὰ ἀνευρίσκηται ὁ κρυπτόμενος νοῦς. Καί, ἵνα συλλάβωμεν τὸν νοῦν τοῦτον καὶ ἐν γένει ἵνα κατανοήσωμεν τὴν Φύσιν καὶ τὰς σχέσεις αὐτῆς πρὸς τὸ πνεῦμα, πρέπει νὰ ἀπομακρύνωμεν πᾶσαν ὑλικὴν καὶ παχυλὴν παράστασιν. Πρὸς τοῦτο πρέπει νὰ ἔχωμεν πρὸ ὀφθαλμῶν 1) ὅτι ὁ λεγόμενος ἄπειρος χῶρος ὑπάρχει, ἵνα χωρῇ, χωρεῖ δὲ τὴν ὕλην, ἑπομένως χῶρος καὶ ὕλη εἶναι ἀχώριστα· 2) ἡ ὕλη, ἥτις προϋποθέτει τὸν χῶρον καὶ τὸν χρόνον καὶ τὴν ἑνότητα αὐτῶν, τὴν κίνησιν, εἶναι καὶ αὐτὴ ἐν τῇ ἰδέᾳ της αἰωνία καὶ ἀπόλυτος, αἰωνίως ἐμφανιζομένη καὶ μορφουμένη ὑπὸ τῶν ἄλλων ἰδεῶν· 3) ἡ δημιουργία εἶναι αἰώνια· ἡ ἰδέα, ὁ λόγος διηνεκῶς δημιουργεῖ καὶ συντηρεῖ (πρόνοια), ὅπως ἡ ψυχὴ διηνεκῶς πλάττει καὶ συντηρεῖ τὸ σῶμα καὶ τὰ μέλη αὐτοῦ.

42. (συνέχεια σχολίου)

     Ὁ Ἕγελος λέγει· «Τὸ ὅτι ὁ Θεὸς δὲν εἶναι φθονερὸς ἀναμφιβόλως εἶναι μεγάλη, ὡραία, ἀληθής, ἀλλὰ καὶ ἀφελὴς παράστασις.» Παρὰ τοῖς ἀρχαίοις, τουναντίον, εὑρίσκομεν ὅτι ἡ Νέμεσις, ἡ δίκη, ἡ εἱμαρμένη εἶναι ὁ μόνος προσδιορισμὸς τῶν θεῶν, οἵτινες καταρρίπτουσι καὶ ταπεινούσι πᾶν ὅ,τι εἶναι μέγα καὶ δὲν ἀνέχονται νὰ ὑπάρχῃ ὅ,τι εἶναι ἔξοχον καὶ ὑψηλόν. Ἀλλὰ ἡ μεγαλόνοια τῶν ὑστέρων φιλοσόφων ἀνέτρεψε τὴν διδασκαλίαν ταύτην. Διότι ἐν τῇ ἁπλῇ ἐννοίᾳ τῆς Νεμέσεως δὲν ἐμπεριέχεται ἀκόμη κανεὶς ἠθικὸς διορισμός, διότι τιμωρία μόνη ὑπάρχει ἡ ταπείνωσις παντός, ὅπερ ὑπερβαίνει τὰ ὅρια, ἀλλὰ τὰ ὅρια ταῦτα δὲν παρουσιάζονται ἀκόμη ὡς ἠθικά, καὶ ἡ τιμωρία δὲν εἶναι ἀκόμη ἡ ἀναγνώρισις τοῦ ἠθικοῦ ἀντιθέτως πρὸς τὸ ἀνήθικον. Οὕτως ἡ θεωρία τοῦ Πλάτωνος εἶναι πολὺ ὑψηλοτέρα τῆς δοξασίας τῶν νεωτέρων, οἵτινες λέγοντες ὅτι ὁ Θεὸς εἶναι Θεὸς ἄγνωστος, ὅστις δὲν ἀπεκαλύφθη εἰς ἡμᾶς καὶ περὶ τοῦ ὁποίου οὐδὲν δυνάμεθα νὰ γινώσκωμεν, ἀποδίδουν φθόνον εἰς τὸν Θεόν.

     Τῷ ὄντι· διατὶ ὁ Θεὸς νὰ μὴ ἀποκαλύπτηται εἰς ἡμᾶς, ἐὰν σπουδαίως ζητῶμεν τὴν γνῶσιν αὐτοῦ; Ἓν φῶς οὐδὲν ἀποβάλλει, ἐὰν ἄλλο ἀναφθῇ ἐξ αὐτοῦ, καὶ διὰ τοῦτο οἱ Ἀθηναῖοι ἐτιμώρουν τοὺς ἐμποδίζοντας νὰ γίνηται τοῦτο. Ἐὰν ἡ γνῶσις τοῦ Θεοῦ μᾶς ἀπηγορεύετο, ἵνα γινώσκωμεν μόνον τὸ πεπερασμένον καὶ ἵνα μὴ φθάσωμεν εἰς τὸ ἀπόλυτον, ὁ Θεὸς θὰ ἦτο φθονερὸς Θεὸς ἢ θὰ ἐγίνετο κενὴ λέξις. Τοιαῦται θεωρίαι οὐδὲν ἕτερον σημαίνουσιν εἰμὴ ὅτι θέλομεν νὰ ἀμελῶμεν ὅ,τι εἶναι ὑψηλότερον καὶ θεῖον καὶ νὰ ἐπιδιώκωμεν τὰ ποταπὰ συμφέροντα καὶ τὰς προσωπικὰς γνώμας ἡμῶν. Ἡ ταπεινότης αὕτη εἶναι ἁμάρτημα, εἶναι τὸ κατὰ τοῦ Ἁγίου Πνεύματος ἁμάρτημα» (Ἕγ. Ἱστ. τῆς Φιλ. Α′).