ΠΛΑΤΩΝ, ΤΙΜΑΙΟΣ Δ′



 

 goldenbar

ΤΙΜΑΙΟΣ, ΜΕΡΟΣ Δ′

ἑλληνικὸ πρωτότυπο ἐκ τοῦ TLG (Τhesaurus Lingua Graeca)
νεοελληνικὴ ἀπόδοση καὶ σχόλια: Παῦλος Γρατσιάτος, ἐκδ. Φέξη, 1911

Βιογραφία Πλάτωνος

❧ 
 

ΠΕΡΙΕΧΟΜΕΝΑ

 

λ. Στοιχείων μεταμορφώσεις

     Ἐκ δὴ πάντων ὧνπερ τὰ γένη προειρήκαμεν ὧδ’ ἂν κατὰ τὸ εἰκὸς μάλιστ’ ἂν ἔχοι. Γῆ μὲν συντυγχάνουσα πυρὶ διαλυθεῖσά τε ὑπὸ τῆς ὀξύτητος αὐτοῦ φέροιτ’ ἄν, εἴτ’ ἐν αὐτῷ πυρὶ λυθεῖσα εἴτ’ ἐν ἀέρος εἴτ’ ἐν ὕδατος ὄγκῳ τύχοι, μέχριπερ ἂν αὐτῆς πῃ συντυχόντα τὰ μέρη, πάλιν συναρμοσθέντα αὐτὰ αὑτοῖς, γῆ γένοιτο –οὐ γὰρ εἰς ἄλλο γε εἶδος ἔλθοι ποτ’ ἄν– ὕδωρ δὲ ὑπὸ πυρὸς μερισθέν, εἴτε καὶ ὑπ’ ἀέρος, ἐγχωρεῖ γίγνεσθαι συστάντα ἓν μὲν πυρὸς σῶμα, δύο δὲ ἀέρος· τὰ δὲ ἀέρος τμήματα ἐξ ἑνὸς μέρους διαλυθέντος δύ’ ἂν γενοίσθην σώματα πυρός. Καὶ πάλιν, ὅταν ἀέρι πῦρ ὕδασίν τε ἤ τινι γῇ περιλαμβανόμενον ἐν πολλοῖς ὀλίγον, κινούμενον ἐν φερομένοις, μαχόμενον καὶ νικηθὲν καταθραυσθῇ, δύο πυρὸς σώματα εἰς ἓν συνίστασθον εἶδος ἀέρος· καὶ κρατηθέντος ἀέρος κερματισθέντος τε ἐκ δυοῖν ὅλοιν καὶ ἡμίσεος ὕδατος εἶδος ἓν ὅλον ἔσται συμπαγές.

     Ὧδε γὰρ δὴ λογισώμεθα αὐτὰ πάλιν, ὡς ὅταν ἐν πυρὶ λαμβανόμενον τῶν ἄλλων ὑπ’ αὐτοῦ τι γένος τῇ τῶν γωνιῶν καὶ κατὰ τὰς πλευρὰς ὀξύτητι τέμνηται, συστὰν μὲν εἰς τὴν ἐκείνου φύσιν πέπαυται τεμνόμενον –τὸ γὰρ ὅμοιον καὶ ταὐτὸν αὑτῷ γένος ἕκαστον οὔτε τινὰ μεταβολὴν ἐμποιῆσαι δυνατὸν οὔτε τι παθεῖν ὑπὸ τοῦ κατὰ ταὐτὰ ὁμοίως τε ἔχοντος– ἕως δ’ ἂν εἰς ἄλλο τι γιγνόμενον ἧττον ὂν κρείττονι μάχηται, λυόμενον οὐ παύεται. Τά τε αὖ σμικρότερα ὅταν ἐν τοῖς μείζοσιν πολλοῖς περιλαμβανόμενα ὀλίγα διαθραυόμενα κατασβεννύηται, συνίστασθαι μὲν ἐθέλοντα εἰς τὴν τοῦ κρατοῦντος ἰδέαν πέπαυται κατασβεννύμενα γίγνεταί τε ἐκ πυρὸς ἀήρ, ἐξ ἀέρος ὕδωρ· ἐὰν δ’ εἰς ταὐτὰ ἴῃ καὶ τῶν ἄλλων τι συνιὸν γενῶν μάχηται, λυόμενα οὐ παύεται, πρὶν ἢ παντάπασιν ὠθούμενα καὶ διαλυθέντα ἐκφύγῃ πρὸς τὸ συγγενές, ἢ νικηθέντα, ἓν ἐκ πολλῶν ὅμοιον τῷ κρατήσαντι γενόμενον, αὐτοῦ σύνοικον μείνῃ.

     Καὶ δὴ καὶ κατὰ ταῦτα τὰ παθήματα διαμείβεται τὰς χώρας ἅπαντα· διέστηκεν μὲν γὰρ τοῦ γένους ἑκάστου τὰ πλήθη κατὰ τόπον ἴδιον διὰ τὴν τῆς δεχομένης κίνησιν, τὰ δὲ ἀνομοιούμενα ἑκάστοτε ἑαυτοῖς, ἄλλοις δὲ ὁμοιούμενα, φέρεται διὰ τὸν σεισμὸν πρὸς τὸν ἐκείνων οἷς ἂν ὁμοιωθῇ τόπον. Ὅσα μὲν οὖν ἄκρατα καὶ πρῶτα σώματα διὰ τοιούτων αἰτιῶν γέγονεν· τὸ δ’ ἐν τοῖς εἴδεσιν αὐτῶν ἕτερα ἐμπεφυκέναι γένη τὴν ἑκατέρου τῶν στοιχείων αἰτιατέον σύστασιν, μὴ μόνον ἓν ἑκατέραν μέγεθος ἔχον τὸ τρίγωνον φυτεῦσαι κατ’ ἀρχάς, ἀλλ’ ἐλάττω τε καὶ μείζω, τὸν ἀριθμὸν δὲ ἔχοντα τοσοῦτον ὅσαπερ ἂν ᾖ τἀν τοῖς εἴδεσι γένη. Διὸ δὴ συμμειγνύμενα αὐτά τε πρὸς αὑτὰ καὶ πρὸς ἄλληλα τὴν ποικιλίαν ἐστὶν ἄπειρα· ἧς δὴ δεῖ θεωροὺς γίγνεσθαι τοὺς μέλλοντας περὶ φύσεως εἰκότι λόγῳ χρήσεσθαι.


     Ἐκ πάντων ὅσα προείπομεν περὶ τῶν τεσσάρων εἰδῶν τούτων, ἰδοὺ πὼς κατὰ μεγίστην πιθανότητα δύνανται νὰ ἔχωσι ταῦτα. Ἡ γῆ ἐρχομένη εἰς συνάντησιν μὲ τὸ πῦρ καὶ διαλυθεῖσα ὑπὸ τῆς ὀξύτητος αὐτοῦ διασκορπίζεται, εἴτε διαλυομένη τυχὸν εἰς αὐτὸ τὸ πῦρ εἴτε εἰς τὴν μάζαν τοῦ ἀέρος εἴτε εἰς τὴν τοῦ ὕδατος· ἕως οὐ τὰ μέρη αὐτῆς τὰ τυχὸν εὑρεθέντα ὁμοῦ εἰς μέρος τὶ συναρμοσθώσι μεταξὺ των καὶ οὕτω γίνη πάλιν γῆ. Διότι βεβαίως δὲν δύναται πότε ἡ γῆ νὰ μεταβῇ εἰς ἄλλο εἶδος. Τὸ ὕδωρ ὅμως διαιρεθὲν ὑπὸ τοῦ πυρὸς ἢ καὶ ὑπὸ τοῦ ἀέρος, δυνάμεθα νὰ δεχθῶμεν ὅτι γίνεται ἀνασυνιστώμενον 142 ἓν σῶμα πυρὸς καὶ δυὸ ἀέρος. Ὡς πρὸς τὰ τμήματα δὲ τοῦ ἀέρος, ἐξ ἑνὸς μέρους αὐτῶν, ὅταν διαλυθῇ, δύνανται νὰ γίνωσι δυὸ σώματα πυρός. Καὶ ἀνάπαλιν, ὅταν ὀλίγον πῦρ περιλαμβανόμενον ὑπὸ πολλοῦ ἀέρος ἢ ὕδατος ἢ γῆς τινός, παρασυρόμενον ὑπὸ τῆς κινήσεως αὐτῶν καὶ νικηθὲν εἰς τὴν μάχην, θραυσθῇ, δυὸ σώματα πυρὸς δύνανται νὰ συντεθώσιν εἰς ἓν μόνον εἶδος ἀέρος· καὶ ὅταν ὁ ἀὴρ νικηθῇ καὶ κατακερματισθῇ, ἐκ δυὸ ὅλων καὶ ἑνὸς ἡμίσεος αὐτοῦ, ἀποτελεσθῆ ἓν ὄλον συμπαγὲς ὕδατος.

     Τῷ ὄντι, ἂς ἐξετάσωμεν αὐτὰ πάλιν κατὰ τὸν ἀκόλουθον τρόπον: Ὅταν ἓν εἶδος ἐκ τῶν ἄλλων περιεχόμενων ἐντὸς τοῦ πυρὸς κόπτηται ὑπ’ αὐτοῦ διὰ τῆς ὀξύτητος τῶν γωνιῶν καὶ τῶν πλευρῶν του, μεταβαῖνον ὡς πρὸς τὴν σύστασίν του εἰς τὴν φύσιν τοῦ πυρὸς παύει πλέον ἀπὸ τοῦ νὰ κόπτηται. Διότι ἕκαστον εἶδος, ὅμοιον ὂν καὶ ταυτὸν πρὸς ἑαυτό, δὲν εἶναι δυνατὸν οὔτε νὰ ἐπιφέρῃ μεταβολὴν οὔτε νὰ πάθῃ τί ὑπὸ εἴδους ἴσου καὶ ὁμοίου πρὸς αὐτό 143. Ἐν ὄσῳ ὅμως ἓν εἶδος μεταβαίνει εἰς ἄλλο, καὶ ἀσθενέστερον ὂν μάχεται κατὰ ἰσχυροτέρου, δὲν παύει ἀπὸ τοῦ νὰ διαλύηται. Ἀλλ’ ὅταν τὰ μικρότερα εἴδη, ὀλίγα ὄντα, περικλεισμένα ἐντὸς τῶν μεγαλυτέρων, πολλῶν ὄντων σβύνωνται θραυόμενα, ἐὰν μὲν θέλωσι νὰ ἔλθωσιν εἰς τὸ εἶδος τοῦ νικήσαντος αὐτά, παύουσιν ἀπὸ τοῦ νὰ σβύνωνται καὶ ἐκ τοῦ πυρὸς γίνεται ἀήρ, ἐκ δὲ τοῦ ἀέρος γίνεται ὕδωρ. Ἂν ὅμως κινῶνται κατ’ αὐτοῦ (τοῦ ἰσχυροτέρου) 144 καὶ ἂν ἓν ἀπὸ τὰ ἄλλα εἴδη συνδραμὸν συμπολεμῇ, δὲν παύουσιν ἀπὸ τοῦ νὰ διαλύωνται πρὶν ἢ ὁλοσχερῶς ἀπωθούμενα καὶ διαλελυμένα καταφύγωσιν εἰς τὸ εἶδος τῆς φύσεώς των, ἢ ἀφοῦ νικηθώσι καὶ γίνωσιν ἐκ πολλῶν ἓν μόνον πράγμα ὅμοιον πρὸς τὸ νικῆσαν, μείνωσιν ἵνα κατοικώσι μετ’ αὐτοῦ.

     Καὶ βεβαίως διὰ τὰ παθήματα ταῦτα ἕκαστον τῶν εἰδῶν τούτων μεταβάλλει τόπον 145. Διότι ὁ (ἀρχικός) ὄγκος ἑκάστου εἴδους εἶναι ἀποχωρισμένος τῶν ἄλλων εἰς ἰδιαίτερον τόπον ἕνεκα τῆς κινήσεως τοῦ περιέχοντος αὐτὰ χώρου, καὶ ἐκεῖνα, ἄπερ ἑκάστοτε γίνονται ἀνόμοια πρὸς ἑαυτά, ὅμοια δὲ πρὸς ἄλλα, μεταφέρονται ὑπὸ τοῦ σεισμοῦ εἰς τὸν τόπον ἐκείνων, μὲ τὰ ὁποῖα ἤθελον ὁμοιωθῆ. Ὅσα λοιπὸν εἶναι ἄκρατα (ἁπλά) καὶ πρῶτα σώματα ὅλα ἔγιναν διὰ τοιούτων αἰτίων. Ὅτι δὲ εἰς τὰ γένη αὐτῶν ἄλλα εἴδη ἐγεννήθησαν, τούτου τὴν αἰτίαν πρέπει ν’ ἀποδώσωμεν εἰς τὴν σύστασιν ἑκάστου τῶν δυὸ στοιχείων 146· διότι, δι’ ἑκάστην σύστασιν δὲν παρήχθη κατ’ ἀρχὰς τὸ τρίγωνον μὲ ἓν μόνον μέγεθος, ἀλλὰ ἔγιναν καὶ μεγαλύτερα καὶ μικρότερα, τοσαύτα δὲ τὸν ἀριθμόν, ὅσα δύνανται νὰ εἶναι τὰ εἴδη εἰς τὰ γένη 147. Τοιουτοτρόπως ἀναμιγνυόμενα ταῦτα πρὸς ἑαυτὰ καὶ μεταξὺ των εἶναι ἄπειρα κατὰ τὴν ποικιλίαν, τῆς ὁποίας πρέπει νὰ γίνωσι θεωροὶ οἱ μέλλοντες νὰ εἴπωσιν ὀρθὰ περὶ τῆς φύσεως.

λα. Περὶ κινήσεως καὶ στάσεως

     Κινήσεως οὖν στάσεώς τε πέρι, τίνα τρόπον καὶ μεθ’ ὧντινων γίγνεσθον, εἰ μή τις διομολογήσεται, πόλλ’ ἂν εἴη ἐμποδὼν τῷ κατόπισθεν λογισμῷ. Τὰ μὲν οὖν ἤδη περὶ αὐτῶν εἴρηται, πρὸς δ’ ἐκείνοις ἔτι τάδε, ἐν μὲν ὁμαλότητι μηδέποτε ἐθέλειν κίνησιν ἐνεῖναι. τὸ γὰρ κινησόμενον ἄνευ τοῦ κινήσοντος ἢ τὸ κινῆσον ἄνευ τοῦ κινησομένου χαλεπόν, μᾶλλον δὲ ἀδύνατον, εἶναι· κίνησις δὲ οὐκ ἔστιν τούτων ἀπόντων, ταῦτα δὲ ὁμαλὰ εἶναί ποτε ἀδύνατον. Οὕτω δὴ στάσιν μὲν ἐν ὁμαλότητι, κίνησιν δὲ εἰς ἀνωμαλότητα ἀεὶ τιθῶμεν· αἰτία δὲ ἀνισότης αὖ τῆς ἀνωμάλου φύσεως.

     Ἀνισότητος δὲ γένεσιν μὲν διεληλύθαμεν· πῶς δέ ποτε οὐ κατὰ γένη διαχωρισθέντα ἕκαστα πέπαυται τῆς δι’ ἀλλήλων κινήσεως καὶ φορᾶς, οὐκ εἴπομεν. Ὧδε οὖν πάλιν ἐροῦμεν. Ἡ τοῦ παντὸς περίοδος, ἐπειδὴ συμπεριέλαβεν τὰ γένη, κυκλοτερὴς οὖσα καὶ πρὸς αὑτὴν πεφυκυῖα βούλεσθαι συνιέναι, σφίγγει πάντα καὶ κενὴν χώραν οὐδεμίαν ἐᾷ λείπεσθαι. Διὸ δὴ πῦρ μὲν εἰς ἅπαντα διελήλυθε μάλιστα, ἀὴρ δὲ δεύτερον, ὡς λεπτότητι δεύτερον ἔφυ, καὶ τἆλλα ταύτῃ· τὰ γὰρ ἐκ μεγίστων μερῶν γεγονότα μεγίστην κενότητα ἐν τῇ συστάσει παραλέλοιπεν, τὰ δὲ σμικρότατα ἐλαχίστην. Ἡ δὴ τῆς πιλήσεως σύνοδος τὰ σμικρὰ εἰς τὰ τῶν μεγάλων διάκενα συνωθεῖ.

     Σμικρῶν οὖν παρὰ μεγάλα τιθεμένων καὶ τῶν ἐλαττόνων τὰ μείζονα διακρινόντων, τῶν δὲ μειζόνων ἐκεῖνα συγκρινόντων, πάντ’ ἄνω κάτω μεταφέρεται πρὸς τοὺς ἑαυτῶν τόπους· μεταβάλλον γὰρ τὸ μέγεθος ἕκαστον καὶ τὴν τόπων μεταβάλλει στάσιν. Οὕτω δὴ διὰ ταῦτά τε ἡ τῆς ἀνωμαλότητος διασῳζομένη γένεσις ἀεὶ τὴν ἀεὶ κίνησιν τούτων οὖσαν ἐσομένην τε ἐνδελεχῶς παρέχεται.


     Περὶ κινήσεως ὅμως καὶ ἠρεμίας, μὲ ποῖον τρόπον καὶ διὰ ποίας αἰτίας γίνονται, ἐὰν δὲν συμφωνήσωμεν πρῶτον, πολλὰ θὰ ὑπάρξωσιν ἐμπόδια εἰς τοὺς ἑπομένους συλλογισμούς. Τινὰ μὲν περὶ αὐτῶν ἔχομεν ἤδη εἴπει· ἀλλ’ ἐκτὸς ἐκείνων θὰ εἴπωμεν καὶ ταῦτα: ὅτι ὅπου ὑπάρχει ὁμαλότης (τὸ ὁμοιόμορφον) δὲν δύναται νὰ ὑπάρχῃ κίνησις. Διότι πράγμα μέλλον νὰ κινηθῇ χωρὶς τὸ μέλλον νὰ κινήσῃ ἢ πράγμα μέλλον νὰ κινήσῃ χωρὶς τὸ μέλλον νὰ κινηθῇ εἶναι δύσκολον ἢ μᾶλλον ἀδύνατον. Λοιπὸν ἄνευ τῶν δυὸ τούτων κίνησις δὲν ὑπάρχει· ταῦτα δὲ νὰ εἶναι ὅμοια εἶναι ἀδύνατον 148. Οὕτω πάντοτε τὴν ἠρεμίαν ἂς ἀνάγωμεν εἰς τὴν ὁμαλότητα, τὴν δὲ κίνησιν εἰς τὴν ἀνωμαλίαν (διαφοράν). Ἡ ἀνισότης δὲ πάλιν εἶναι αἰτία τῆς ἀνωμαλίας.

     Καὶ τῆς μὲν ἀνισότητος ἐξητάσαμεν 149 τὴν γένεσιν. Ἀλλὰ πὼς ἄρα γὲ δὲν συμβαίνει ὥστε χωρισθέντα ταῦτα κατὰ τὰ εἴδη αὐτῶν ἕκαστα νὰ παύσωσιν ἀπὸ τοῦ νὰ κινῶνται καὶ νὰ μεταφέρωνται τὰ μὲν διὰ τῶν δέ, ταῦτα δὲν ἔχομεν εἴπει. Λοιπὸν πάλιν θὰ εἴπωμεν οὕτως: Ἡ περιφορὰ τοῦ σύμπαντος ἀφοῦ περιέλαβεν εἰς ἑαυτὴν τὰ εἰρημένα γένη, ἐπειδὴ εἶναι κυκλικὴ κατὰ τὴν μορφὴν καὶ ἔχει τὴν φυσικὴν τάσιν νὰ ἐπανέρχηται εἰς ἑαυτήν, συσφίγγει πάντα τὰ πράγματα καὶ δὲν ἀφίνει νὰ μένη τόπος κενὸς οὐδείς. Διὰ τοῦτο πρὸ πάντων τὸ πῦρ εἰσδύει εἰς ὅλα τὰ πράγματα καὶ κατὰ δεύτερον λόγον ὁ ἀήρ, καθ’ ὄτι φύσει δεύτερος κατὰ τὴν λεπτότητα, καὶ τὰ ἄλλα εἴδη κατὰ τὸν αὐτὸν τρόπον. Διότι ὅσα ἔγιναν ἐκ μερῶν μεγίστων ἀφίνουσι μέγιστον κενὸν εἰς τὴν σύστασιν αὐτῶν, τὰ δὲ σμικρότατα ἐλάχιστον. Ὅθεν ἡ κίνησις τῆς συμπυκνώσεως ὠθεῖ τὰ μικρὰ εἰς τὰ κενὰ τῶν μεγάλων (24).

     Ὅταν λοιπὸν τὰ μικρὰ τίθενται πλησίων τῶν μεγάλων, καὶ τὰ μὲν μικρὰ χωρίζωσι τὰ μεγάλα, τὰ δὲ μεγάλα συμπιέζωσι τὰ μικρά, ὅλα ἄνω-κάτω μεταφέρονται εἰς τοὺς ἰδιαιτέρους αὐτῶν τόπους. Διότι ἕκαστον μεταβάλλον τὸ μέγεθος μεταβάλλει καὶ τὸν τόπον, ἐν ᾢ ἵσταται. Οὕτω καὶ διὰ τοὺς λόγους τούτους ἡ γέννησις τῆς ἀνωμαλίας, διατηρουμένη πάντοτε, παράγει τὴν συνεχῆ κίνησιν τῶν στοιχείων τούτων, ἤτις εἶναι καὶ θὰ εἶναι ἀδιακόπως.

λβ. Αἱ παραλλαγαὶ τῶν εἰδῶν. Εἴδη τοῦ πυρός, τοῦ ἀέρος, τοῦ ὕδατος, τῆς γαίας καὶ συνθέσεις γαίας καὶ ὕδατος

     Μετὰ δὴ ταῦτα δεῖ νοεῖν ὅτι πυρός τε γένη πολλὰ γέγονεν, οἷον φλὸξ τό τε ἀπὸ τῆς φλογὸς ἀπιόν, ὃ κάει μὲν οὔ, φῶς δὲ τοῖς ὄμμασιν παρέχει, τό τε φλογὸς ἀποσβεσθείσης ἐν τοῖς διαπύροις καταλειπόμενον αὐτοῦ· κατὰ ταὐτὰ δὲ ἀέρος, τὸ μὲν εὐαγέστατον ἐπίκλην αἰθὴρ καλούμενος, ὁ δὲ θολερώτατος ὁμίχλη τε καὶ σκότος, ἕτερά τε ἀνώνυμα εἴδη, γεγονότα διὰ τὴν τῶν τριγώνων ἀνισότητα. Τὰ δὲ ὕδατος διχῇ μὲν πρῶτον, τὸ μὲν ὑγρόν, τὸ δὲ χυτὸν γένος αὐτοῦ.

     Τὸ μὲν οὖν ὑγρὸν διὰ τὸ μετέχον εἶναι τῶν γενῶν τῶν ὕδατος ὅσα σμικρά, ἀνίσων ὄντων, κινητικὸν αὐτό τε καθ’ αὑτὸ καὶ ὑπ’ ἄλλου διὰ τὴν ἀνωμαλότητα καὶ τὴν τοῦ σχήματος ἰδέαν γέγονεν· τὸ δὲ ἐκ μεγάλων καὶ ὁμαλῶν στασιμώτερον μὲν ἐκείνου καὶ βαρὺ πεπηγὸς ὑπὸ ὁμαλότητός ἐστιν, ὑπὸ δὲ πυρὸς εἰσιόντος καὶ διαλύοντος αὐτὸ τὴν ὁμαλότητα ἀποβάλλει, ταύτην δὲ ἀπολέσαν μετίσχει μᾶλλον κινήσεως, γενόμενον δὲ εὐκίνητον, ὑπὸ τοῦ πλησίον ἀέρος ὠθούμενον καὶ κατατεινόμενον ἐπὶ γῆν, τήκεσθαι μὲν τὴν τῶν ὄγκων καθαίρεσιν, ῥοὴν δὲ τὴν κατάτασιν ἐπὶ γῆν ἐπωνυμίαν ἑκατέρου τοῦ πάθους ἔλαβεν. Πάλιν δ’ ἐκπίπτοντος αὐτόθεν τοῦ πυρός, ἅτε οὐκ εἰς κενὸν ἐξιόντος, ὠθούμενος ὁ πλησίον ἀὴρ εὐκίνητον ὄντα ἔτι τὸν ὑγρὸν ὄγκον εἰς τὰς τοῦ πυρὸς ἕδρας συνωθῶν αὐτὸν αὑτῷ συμμείγνυσιν· ὁ δὲ συνωθούμενος ἀπολαμβάνων τε τὴν ὁμαλότητα πάλιν, ἅτε τοῦ τῆς ἀνωμαλότητος δημιουργοῦ πυρὸς ἀπιόντος, εἰς ταὐτὸν αὑτῷ καθίσταται. Καὶ τὴν μὲν τοῦ πυρὸς ἀπαλλαγὴν ψῦξιν, τὴν δὲ σύνοδον ἀπελθόντος ἐκείνου πεπηγὸς εἶναι γένος προσερρήθη.

     Τούτων δὴ πάντων ὅσα χυτὰ προσείπομεν ὕδατα, τὸ μὲν ἐκ λεπτοτάτων καὶ ὁμαλωτάτων πυκνότατον γιγνόμενον, μονοειδὲς γένος, στίλβοντι καὶ ξανθῷ χρώματι κοινωθέν, τιμαλφέστατον κτῆμα χρυσὸς ἠθημένος διὰ πέτρας ἐπάγη· χρυσοῦ δὲ ὄζος, διὰ πυκνότητα σκληρότατον ὂν καὶ μελανθέν, ἀδάμας ἐκλήθη. Τὸ δ’ ἐγγὺς μὲν χρυσοῦ τῶν μερῶν, εἴδη δὲ πλείονα ἑνὸς ἔχον, πυκνότητι δέ, τῇ μὲν χρυσοῦ πυκνότερον ὄν, καὶ γῆς μόριον ὀλίγον καὶ λεπτὸν μετασχόν, ὥστε σκληρότερον εἶναι, τῷ δὲ μεγάλα ἐντὸς αὑτοῦ διαλείμματα ἔχειν κουφότερον, τῶν λαμπρῶν πηκτῶν τε ἓν γένος ὑδάτων χαλκὸς συσταθεὶς γέγονεν· τὸ δ’ ἐκ γῆς αὐτῷ μειχθέν, ὅταν παλαιουμένω διαχωρίζησθον πάλιν ἀπ’ ἀλλήλων, ἐκφανὲς καθ’ αὑτὸ γιγνόμενον ἰὸς λέγεται.

     Τἆλλα δὲ τῶν τοιούτων οὐδὲν ποικίλον ἔτι διαλογίσασθαι τὴν τῶν εἰκότων μύθων μεταδιώκοντα ἰδέαν· ἣν ὅταν τις ἀναπαύσεως ἕνεκα τοὺς περὶ τῶν ὄντων ἀεὶ καταθέμενος λόγους, τοὺς γενέσεως πέρι διαθεώμενος εἰκότας ἀμεταμέλητον ἡδονὴν κτᾶται, μέτριον ἂν ἐν τῷ βίῳ παιδιὰν καὶ φρόνιμον ποιοῖτο. Ταύτῃ δὴ καὶ τὰ νῦν ἐφέντες τὸ μετὰ τοῦτο τῶν αὐτῶν πέρι τὰ ἑξῆς εἰκότα δίιμεν τῇδε. Τὸ πυρὶ μεμειγμένον ὕδωρ, ὅσον λεπτὸν ὑγρόν τε διὰ τὴν κίνησιν καὶ τὴν ὁδὸν ἣν κυλινδούμενον ἐπὶ γῆς ὑγρὸν λέγεται, μαλακόν τε αὖ τῷ τὰς βάσεις ἧττον ἑδραίους οὔσας ἢ τὰς γῆς ὑπείκειν, τοῦτο ὅταν πυρὸς ἀποχωρισθὲν ἀέρος τε μονωθῇ, γέγονεν μὲν ὁμαλώτερον, συνέωσται δὲ ὑπὸ τῶν ἐξιόντων εἰς αὑτό, παγέν τε οὕτως τὸ μὲν ὑπὲρ γῆς μάλιστα παθὸν ταῦτα χάλαζα, τὸ δ’ ἐπὶ γῆς κρύσταλλος, τὸ δὲ ἧττον, ἡμιπαγές τε ὂν ἔτι, τὸ μὲν ὑπὲρ γῆς αὖ χιών, τὸ δ’ ἐπὶ γῆς συμπαγὲν ἐκ δρόσου γενόμενον πάχνη λέγεται.


     Μετὰ ταῦτα πρέπει νὰ ἔχωμεν κατὰ νοῦν ὅτι πολλὰ εἴδη πυρὸς ὑπάρχουσιν, ὡς ἡ φλὸξ καὶ ἐκεῖνο ὅπερ ἀπορρέει ἐκ τῆς φλογὸς καὶ ὅπερ δὲν καίει μέν, ἀλλὰ δίδει φῶς εἰς τοὺς ὀφθαλμούς, καὶ ἐκεῖνο ὅπερ ἐκ τοῦ πυρὸς μένει εἰς τὰ διάπυρα σώματα, ὅταν ἡ φλὸξ σβεσθῇ (25). Κατὰ τὸν αὐτὸν τρόπον εἰς τὸν ἀέρα ὑπάρχει τὸ καθαρώτατον μέρος ὀνομαζόμενον αἰθήρ, καὶ τὸ θολερώτατον καλούμενον νέφος καὶ σκότος, καὶ ἄλλα εἴδη χωρὶς ὄνομα, τὰ ὁποῖα ἐγεννήθησαν διὰ τὴν ἀνισότητα τῶν τριγώνων. Τὰ δὲ εἴδη τοῦ ὕδατος εἶναι κατὰ πρώτον δυό, τὸ ὑγρὸν καὶ τὸ χυτὸν (26).

     Τὸ μὲν ὑγρόν, ἐπειδὴ σύγκειται ἐκ μερῶν ὕδατος σμικρῶν καὶ ἀνίσων, εἶναι κινητὸν ὑφ’ ἑαυτοῦ καὶ ὑπ’ ἄλλου, ἕνεκα τῆς ἀνωμαλίας του καὶ τῶν ἰδιοτήτων τοῦ σχήματός του. Τὸ ἄλλο ὅμως, ἐπειδὴ ἀποτελεῖται ἐκ μερῶν μεγάλων καὶ ἴσων, ὂν στασιμώτερον τοῦ πρώτου καὶ βαρύ, εἶναι συμπαγὲς ἕνεκα τῆς ὁμαλότητός του, ἀλλ’ ὑπὸ τὴν ἐνέργειαν τοῦ πυρός, τὸ ὁποῖον διαπερᾶ καὶ διαλύει αὐτό, ἀποβάλλον τὸ ὁμοιόμορφον αὐτοῦ ἀποκτᾶ περισσοτέραν κίνησιν, καὶ ἐπειδὴ γίνεται εὐκίνητον, ὠθεῖται ὑπὸ τοῦ πλησίον ἀέρος καὶ ἐκτείνεται ἐπὶ τῆς γῆς, και τήξις μὲν ἡ διάλυσις τῆς μάζης του, ῥοὴ δὲ ἡ ἐπὶ τῆς γῆς διάχυσις αὐτοῦ ὠνομάσθησαν, ἕκαστον τῶν παθῶν τούτων. Καὶ πάλιν, ὅταν ἐξέρχηται ἐξ αὐτοῦ τὸ πῦρ, ἐπειδὴ τοῦτο δὲν μεταβαίνει εἰς τὸ κενόν, ὁ πλησίον ἀήρ, ὠθούμενος ὑπ’ αὐτοῦ καὶ ὠθῶν τὸν ὑγρὸν ὄγκον, ἀκόμη εὐκίνητον ὄντα, εἰς τοὺς τόπους τοὺς ὁποίους ἀφῆκε κενοὺς τὸ πῦρ, τὸν συμπιέζει εἰς ἑαυτόν· οὗτος δὲ (ὁ ὑγρὸς ὄγκος) διὰ τῆς πιέσεως ἐπανακτὼν τὴν ὁμαλότητα αὐτοῦ, διότι ἀπῆλθε τὸ πῦρ, τὸ αἴτιον τῆς ἀνωμαλίας, γίνεται ὡς πρότερον ὁ αὐτὸς πρὸς ἑαυτόν. Καὶ ἡ μὲν ἀποχώρησις τοῦ πυρὸς ὠνομάσθη ψύξις, ἡ δὲ μετὰ τὴν ἀποχώρησιν τούτου συμπύκνωσις ὠνομάσθη πήξις.

     Ἐξ ὅλων δὲ τούτων, ὅσα ὠνομάσαμεν χυτὰ ὕδατα, ἐκεῖνο τὸ ὁποῖον, ἐπειδὴ γίνεται ἐκ λεπτοτάτων καὶ ὁμαλωτάτων μερῶν, εἶναι τὸ πυκνότατον, ἓν ἁπλοῦν εἶδος μετέχον χρώματος στιλπνοῦ καὶ ξανθοῦ, ἀπόκτημα πολυτιμότατον, εἶναι ὀ χρυσός, ὅστις γίνεται στερεός, διότι ὑπέστη διήθησιν διὰ μέσου πέτρας. Καὶ ὁ ὄζος τοῦ χρυσοῦ, ὅστις διὰ τὴν πυκνότητα αὐτοῦ εἶναι σκληρότατος καὶ μελανὸς τὸ χρῶμα, ὠνομάσθη ἀδάμας (27). Ἐκεῖνο δὲ οὐ τὰ μέρη εἶναι μικρὰ ὡς τὰ τοῦ χρυσοῦ, ἀλλ’ ἔχει εἴδη πλείω τοῦ ἑνός, εἶναι δὲ καὶ πυκνότερον τοῦ χρυσοῦ, καὶ ἔχει ὀλίγον καὶ λεπτὸν μέρος γῆς, ὥστε νὰ εἶναι σκληρότερον, ἀλλὰ ἐπειδὴ ἔχει ἐντὸς ἑαυτοῦ μεγάλα διαλείμματα, εἶναι ἐλαφρότερον, τοῦτο εἶναι ἓν εἶδος ἐκ τῶν λαμπρῶν καὶ συμπιεστῶν ὑδάτων καὶ στερεοποιηθὲν ἀποτελεῖ τον χαλκόν. Τὸ δὲ μέρος τῆς γῆς τὸ μιχθὲν μετ’ αὐτοῦ, ὅταν καὶ τὰ δυὸ παλαιούμενα ἀποχωρίζωνται πάλιν ἀπ’ ἀλλήλων, γινόμενον φανερὸν ὡς ὑπάρχον καθ’ ἑαυτὸ λέγεται ἰὸς (σκωρία).

     Περὶ δὲ τῶν ἄλλων, ἐκ τῶν τοιούτων οὐδόλως εἶναι δύσκολον νὰ ἐξηγηθῇ τὶς ἀκόμη, ἀκολουθῶν τὴν πιθαναλογίαν διὰ τῆς ὁποίας, (ὅταν χάριν ἀναπαύσεως ἀφίνη τοὺς λόγους περὶ τῶν αἰωνίων ὄντων καὶ προσέχων εἰς τοὺς πιθανοὺς λόγους περὶ ἐκείνου, ὅπερ γίνεται, ἀποκτᾶ ἡδονὴν ἀμεταμέλητον), δύναται νὰ εὕρῃ παιδείαν μεμετρημένην καὶ φρόνιμον ἐν τῇ ζωῇ του. Οὕτω δὲ καὶ ἠμεῖς τώρα ὁμοίως ὁδηγούμενοι, ὡς πρότερον, θὰ ἐκθέσωμεν περὶ τῶν πραγμάτων τούτων τὰς ἑξῆς πιθανότητας τοιουτοτρόπως. Τὸ ὕδωρ, ἀναμιχθὲν μὲ τὸ πῦρ, ὅσον εἶναι λεπτὸν καὶ ὑγρὸν (καὶ διὰ τὴν κίνησιν καὶ τὸν δρόμον, τὸν ὁποῖον λαμβάνει κυλιόμενον ἐπὶ τῆς γῆς, λέγεται ὑγρόν), καὶ μαλακὸν συνάμα, διότι αἱ βάσεις αὐτοῦ, οὖσαι ὀλιγώτερον στερεαὶ παρὰ τὰς βάσεις τῆς γῆς, εὐκόλως ὑποχωρούσι, τοῦτο (τὸ ὕδωρ), ὅταν ἀποχωρισθὲν ἀπὸ τοῦ πυρὸς καὶ ἀπὸ τοῦ ἀέρος μείνῃ μόνον, γίνεται ὁμαλώτερον καὶ διὰ τὴν ἀποχώρησιν ἐκείνην συνωθεῖται εἰς ἑαυτό· καὶ τοιουτοτρόπως πυκνωθέν, ἐκεῖνο ὅπερ πάσχει τοῦτο εἰς μέγαν βαθμὸν ὑπεράνω τῆς γῆς λέγεται χάλαζα, τὸ δὲ ἐπὶ τῆς γῆς παθὸν τοῦτο ὀνομάζεται κρύσταλλος (πάγος), τὸ δὲ παθὸν εἰς ὀλιγώτερον βαθμὸν καὶ κατὰ τὸ ἥμισυ μόνον πηχθέν, τοῦτο, ἂν εἶναι ὑπεράνω τῆς γῆς, καλείται χιών, καὶ ἐὰν πυκνωθῇ ἐπὶ τῆς γῆς καὶ γεννᾶται ἐκ τῆς δρόσου, λέγεται πάχνη.


     Τὰ δὲ δὴ πλεῖστα ὑδάτων εἴδη μεμειγμένα ἀλλήλοις –σύμπαν μὲν τὸ γένος, διὰ τῶν ἐκ γῆς φυτῶν ἠθημένα, χυμοὶ λεγόμενοι– διὰ δὲ τὰς μείξεις ἀνομοιότητα ἕκαστοι σχόντες τὰ μὲν ἄλλα πολλὰ ἀνώνυμα γένη παρέσχοντο, τέτταρα δὲ ὅσα ἔμπυρα εἴδη, διαφανῆ μάλιστα γενόμενα, εἴληφεν ὀνόματα αὐτῶν, τὸ μὲν τῆς ψυχῆς μετὰ τοῦ σώματος θερμαντικὸν οἶνος, τὸ δὲ λεῖον καὶ διακριτικὸν ὄψεως διὰ ταῦτά τε ἰδεῖν λαμπρὸν καὶ στίλβον λιπαρόν τε φανταζόμενον ἐλαιηρὸν εἶδος, πίττα καὶ κίκι καὶ ἔλαιον αὐτὸ ὅσα τ’ ἄλλα τῆς αὐτῆς δυνάμεως· ὅσον δὲ διαχυτικὸν μέχρι φύσεως τῶν περὶ τὸ στόμα συνόδων, ταύτῃ τῇ δυνάμει γλυκύτητα παρεχόμενον, μέλι τὸ κατὰ πάντων μάλιστα πρόσρημα ἔσχεν, τὸ δὲ τῆς σαρκὸς διαλυτικὸν τῷ κάειν, ἀφρῶδες γένος, ἐκ πάντων ἀφορισθὲν τῶν χυμῶν, ὀπὸς ἐπωνομάσθη.

     Γῆς δὲ εἴδη, τὸ μὲν ἠθημένον διὰ ὕδατος τοιῷδε τρόπῳ γίγνεται σῶμα λίθινον. Τὸ συμμιγὲς ὕδωρ ὅταν ἐν τῇ συμμείξει κοπῇ, μετέβαλεν εἰς ἀέρος ἰδέαν· γενόμενος δὲ ἀὴρ εἰς τὸν ἑαυτοῦ τόπον ἀναθεῖ. Κενὸν δ’ ὑπερεῖχεν αὐτῶν οὐδέν· τὸν οὖν πλησίον ἔωσεν ἀέρα. Ὁ δὲ ἅτε ὢν βαρύς, ὠσθεὶς καὶ περιχυθεὶς τῷ τῆς γῆς ὄγκῳ, σφόδρα ἔθλιψεν συνέωσέν τε αὐτὸν εἰς τὰς ἕδρας ὅθεν ἀνῄει ὁ νέος ἀήρ· συνωσθεῖσα δὲ ὑπὸ ἀέρος ἀλύτως ὕδατι γῆ συνίσταται πέτρα, καλλίων μὲν ἡ τῶν ἴσων καὶ ὁμαλῶν διαφανὴς μερῶν, αἰσχίων δὲ ἡ ἐναντία.

     Τὸ δὲ ὑπὸ πυρὸς τάχους τὸ νοτερὸν πᾶν ἐξαρπασθὲν καὶ κραυρότερον ἐκείνου συστάν, ᾧ γένει κέραμον ἐπωνομάκαμεν, τοῦτο γέγονεν· ἔστιν δὲ ὅτε νοτίδος ὑπολειφθείσης χυτὴ γῆ γενομένη διὰ πυρὸς ὅταν ψυχθῇ, γίγνεται τὸ μέλαν χρῶμα ἔχον λίθος. Τὼ δ’ αὖ κατὰ ταὐτὰ μὲν ταῦτα ἐκ συμμείξεως ὕδατος ἀπομονουμένω πολλοῦ, λεπτοτέρων δὲ ἐκ γῆς μερῶν ἁλμυρώ τε ὄντε, ἡμιπαγῆ γενομένω καὶ λυτὼ πάλιν ὑφ’ ὕδατος, τὸ μὲν ἐλαίου καὶ γῆς καθαρτικὸν γένος λίτρον, τὸ δ’ εὐάρμοστον ἐν ταῖς κοινωνίαις ταῖς περὶ τὴν τοῦ στόματος αἴσθησιν ἁλῶν κατὰ λόγον [νόμου] θεοφιλὲς σῶμα ἐγένετο.

     Τὰ δὲ κοινὰ ἐξ ἀμφοῖν ὕδατι μὲν οὐ λυτά, πυρὶ δέ, διὰ τὸ τοιόνδε οὕτω συμπήγνυται. Γῆς ὄγκους πῦρ μὲν ἀήρ τε οὐ τήκει· τῆς γὰρ συστάσεως τῶν διακένων αὐτῆς σμικρομερέστερα πεφυκότα, διὰ πολλῆς εὐρυχωρίας ἰόντα, οὐ βιαζόμενα, ἄλυτον αὐτὴν ἐάσαντα ἄτηκτον παρέσχεν· τὰ δὲ ὕδατος ἐπειδὴ μείζω πέφυκεν μέρη, βίαιον ποιούμενα τὴν διέξοδον, λύοντα αὐτὴν τήκει. Γῆν μὲν γὰρ ἀσύστατον ὑπὸ βίας οὕτως ὕδωρ μόνον λύει, συνεστηκυῖαν δὲ πλὴν πυρὸς οὐδέν· εἴσοδος γὰρ οὐδενὶ πλὴν πυρὶ λέλειπται.

     Τὴν δὲ ὕδατος αὖ σύνοδον τὴν μὲν βιαιοτάτην πῦρ μόνον, τὴν δὲ ἀσθενεστέραν ἀμφότερα, πῦρ τε καὶ ἀήρ, διαχεῖτον, ὁ μὲν κατὰ τὰ διάκενα, τὸ δὲ καὶ κατὰ τὰ τρίγωνα· βίᾳ δὲ ἀέρα συστάντα οὐδὲν λύει πλὴν κατὰ τὸ στοιχεῖον, ἀβίαστον δὲ κατατήκει μόνον πῦρ. Τὰ δὴ τῶν συμμείκτων ἐκ γῆς τε καὶ ὕδατος σωμάτων, μέχριπερ ἂν ὕδωρ αὐτοῦ τὰ τῆς γῆς διάκενα καὶ βίᾳ συμπεπιλημένα κατέχῃ, τὰ μὲν ὕδατος ἐπιόντα ἔξωθεν εἴσοδον οὐκ ἔχοντα μέρη περιρρέοντα τὸν ὅλον ὄγκον ἄτηκτον εἴασεν, τὰ δὲ πυρὸς εἰς τὰ τῶν ὑδάτων διάκενα εἰσιόντα, ὅπερ ὕδωρ γῆν, τοῦτο πῦρ [ἀέρα] ἀπεργαζόμενα, τηχθέντι τῷ κοινῷ σώματι ῥεῖν μόνα αἴτια συμβέβηκεν· τυγχάνει δὲ ταῦτα ὄντα, τὰ μὲν ἔλαττον ἔχοντα ὕδατος ἢ γῆς, τό τε περὶ τὴν ὕαλον γένος ἅπαν ὅσα τε λίθων χυτὰ εἴδη καλεῖται, τὰ δὲ πλέον ὕδατος αὖ, πάντα ὅσα κηροειδῆ καὶ θυμιατικὰ σώματα συμπήγνυται.


     Αἱ δὲ πολυάριθμοι ποιότητες ὕδατος, αἱ ὁποῖαι εἶναι ἀνάμικτοι μεταξὺ των καὶ διυλίζονται διὰ τῶν φυτῶν τῆς γῆς ὄλαι ὁμοῦ λέγονται χυμοί. Οὗτοι δέ, ἕνεκα τῶν ἀναμίξεων, ἐπειδὴ εἶναι ἕκαστος διάφορος τοῦ ἄλλου, οἱ μὲν περισσότεροι ἀπετέλεσαν ἀνώνυμα εἴδη, τέσσαρα ὅμως, τὰ ὁποῖα περιέχουσι πῦρ, ἐπειδὴ ἤσαν μᾶλλον προφανῆ, ἔλαβον ἴδια ὀνόματα· καὶ τὸ μὲν δυνάμενον νὰ θερμαίνη τὴν ψυχὴν ἅμα καὶ τὸ σῶμα εἶναι ὁ οἶνος· τὸ δὲ ἄλλο, τὸ ὁποῖον εἶναι λεῖον καὶ ἱκανὸν νὰ διαστέλλῃ τὴν ὅρασιν καὶ διὰ τοῦτο, εἶναι λαμπρὸν κατὰ τὴν ὄψιν καὶ φαίνεται στιλπνὸν καὶ παχὺ εἶναι το ἐλαιώδες εἶδος, ἤτοι ἡ πίσσα, ὁ χυμὸς τῆς ρητίνης, αὐτὸ τὸ ἔλαιον καὶ ὅσοι ἄλλοι χυμοὶ εἶναι τῆς αὐτῆς φύσεως. Ἐκεῖνο δὲ τὸ εἶδος, τὸ ὁποῖον εἶναι διαχυτικὸν ὅσον τὸ ἐπιτρέπει ἡ φύσις τοῦ ὀργανισμοῦ τοῦ στόματος, καὶ διὰ τῆς ἰδιότητος ταύτης παράγει τὴν γλυκύτητα, ἔλαβεν ἐν γένει τὸ ὄνομα μέλι· καὶ ἐκεῖνο, ὅπερ διαλύει μὲ τὴν καυστικότητα αὐτοῦ τὰς σάρκας καὶ κάμνει ἀφρὸν καὶ καλῶς διακρίνεται ἀπὸ ὅλους τους ἄλλους χυμούς, ὠνομάσθη ὀπός.

     Ἐκ δὲ τῶν εἰδῶν τῆς γῆς τὸ μὲν καθαρισθὲν διὰ μέσου τοῦ ὕδατος γίνεται λίθινον σῶμα κατὰ τὸν ἑξῆς τρόπον. Τὸ ὕδωρ τὸ ἀναμεμιγμένον μετ’ αὐτῆς, ὅταν εἰς τὴν μίξιν κατατμηθῇ, μεταβάλλεται εἰς μορφὴν ἀέρος, καὶ ὅταν γίνῃ ἀὴρ τρέχει ἐπάνω εἰς τὸν τόπον αὐτοῦ. Ἐπειδὴ δὲ δὲν ὑπάρχει κανὲν κενὸν πέριξ, τὸν μὲν πλησίον ἀέρα ἀπωθεῖ, οὗτος δέ, ἐπειδὴ εἶναι βαρὺς ὠθούμενος καὶ διαχεόμενος πέριξ τῆς μάζης τῆς γῆς, θλίβει αὐτὴν σφοδρῶς καὶ τὴν σπρώχνει εἰς τοὺς τόπους, ὀπόθεν εἶχεν ἐξέλθει ὁ νεωστὶ σχηματισθεῖς ἀήρ. Συμπιεσθεῖσα ἔπειτα ὑπὸ τοῦ ἀέρος ἡ γῆ γίνεται μετὰ τοῦ ὕδατος, ὅπερ δὲν δύναται πλέον νὰ διαλυθῇ, πέτρα, ὡραιοτέρα μὲν ἐκείνη, ἤτις ἀποτελουμένη ἐκ μερῶν ἴσων καὶ ὁμοιομόρφων εἶναι διαφανής, ἀσχημοτέρα δὲ ἡ ἐναντίας ἔχουσα ἰδιότητας.

     Ἐκείνη ὅμως, ἤτις ὑπὸ τῆς ταχύτητος τοῦ πυρὸς ἐστερήθη πάσης ὑγρασίας καὶ συνεπυκνώθη εἰς σῶμα ξηρότερον τοῦ πρώτου, γίνεται ἐκεῖνο, τὸ ὁποῖον ὠνομάσαμεν κέραμον. Ἐνίοτε δέ, ὅταν ἀπομείνῃ ὑγρασία, ἡ γῆ, ἐπειδὴ ἐχύθη διὰ τοῦ πυρός, ὅταν ψυχθῇ, γίνεται ὁ λίθος ὁ ἔχων χρῶμα μέλαν. Ἐκ τῶν δυὸ δὲ τούτων, τὰ ὁποία τοιουτοτρόπως γυμνοῦνται μεγάλης ποσότητος ὕδατος, ὅπερ ἦτο ἀνάμικτον μετ’ αὐτῶν, καὶ ἀποτελοῦνται ἐκ μερῶν γῆς λεπτοτέρων καὶ εἶναι ἁλμυρά, ὅταν ἡ πῆξις αὐτῶν γίνῃ κατὰ τὸ ἥμισυ καὶ εἶναι ταῦτα ἀκόμη διαλυτὰ ὑπὸ τοῦ ὕδατος σχηματίζεται τὸ νίτρον, τὸ ὁποῖον εἶναι ἱκανὸν νὰ καθαρίζῃ (ἀπό) τὸ ἔλαιον καὶ τὴν γῆν, καὶ προσέτι ἐκεῖνο, ὅπερ τόσον καλῶς προσαρμόζεται εἰς τὰ ἀρτύματα διὰ τὴν αἴσθησιν τοῦ στόματος, τὸ σῶμα τῶν ἁλάτων, τὸ ὁποῖον εἶναι τόσον προσφιλὲς εἰς τοὺς θεούς, καθὼς λέγει ὁ νόμος (28).

     Τὰ δὲ σύνθετα, ἐκ τῶν δυὸ εἰδῶν (γῆς καὶ ὕδατος), τὰ ὁποῖα ὑπὸ μὲν τοῦ ὕδατος δὲν εἶναι διαλυτά, εἶναι ὅμως ὑπὸ τοῦ πυρός, συμπηγνύονται τοιουτοτρόπως διὰ τὸν ἑξῆς λόγον. Ὄγκους γῆς (29) δὲν διαλύει οὔτε τὸ πῦρ οὔτε ὁ ἀήρ, διότι, ἐπειδὴ ταῦτα ἀποτελοῦνται ἀπὸ μέρη φύσει μικρότερα τῶν κενῶν τῆς συστάσεως τῆς γῆς καὶ μεταβαίνουσιν ἄνευ βίας διὰ μέσου πολλῆς εὐρυχωρίας, ἀφίνουσιν ἀδιάλυτον καὶ δὲν τήκουσιν αὐτήν. Ἀλλὰ τὰ μέρη τοῦ ὕδατος, ἐπειδὴ εἶναι φύσει μεγαλύτερα, εὑρίσκοντα διὰ βίας ἔξοδον, διαλύουσι καὶ τήκουσιν αὐτήν. Τὴν γῆν λοιπόν, ἤτις δὲν εἶναι συμπαγής, μόνον τὸ ὕδωρ δύναται τοιουτοτρόπως νὰ διαλύσῃ διὰ τῆς βίας, ἀλλ’ ὅταν εἶναι συμπαγὴς οὐδὲν ἄλλο τὴν διαλύει πλὴν τοῦ πυρός, διότι εἰς οὐδὲν ἄλλο ἀπομένει εἴσοδος ἐκεῖ παρὰ εἰς τὸ πῦρ.

     Καὶ πάλιν τὴν πύκνωσιν τοῦ ὕδατος, ὅταν εἶναι βιαιοτάτη, μόνον τὸ πῦρ, ὅταν δὲ εἶναι ἀσθενεστέρα καὶ τὰ δυό, πῦρ καὶ ἀὴρ τὴν διαλύουσιν, ὁ μὲν ἀὴρ εἰσερχόμενος εἰς τὰ κενά, τὸ δὲ πῦρ καὶ εἰς τὰ στοιχειώδη τρίγωνα (30). Τὸν δὲ ἀέρα τὸν ἰσχυρῶς πυκνωθέντα οὐδὲν δύναται νὰ διαλύσῃ, ἐκτὸς ἐὰν διαλύσῃ εἰς τὰ στοιχεῖα του, ἐὰν δὲ εἶναι ἀβίαστος ἡ πύκνωσις, μόνον τὸ πῦρ διαλύει αὐτὸν (31). Ὡς πρὸς τὰ σώματα δὲ τὰ μικτὰ ἐκ γῆς καὶ ὕδατος, ἐνόσω τὸ ὕδωρ κατέχει τὰ κενὰ τῆς γῆς συμπεπιεσμένης μὲ δύναμιν, τὰ μέρη τοῦ ὕδατος τὰ ἐπερχόμενα ἔξωθεν μὴ εὑρίσκοντα εἴσοδον καὶ περιρρέοντα ὄλον τὸν ὄγκον, τὴν ἀφίνουσιν ἀδιάλυτον· ἀλλὰ τὰ μέρη τοῦ πυρὸς εἰσερχόμενα εἰς τὰ κενὰ τῶν ὑδάτων, ἐκεῖνο ὅπερ τὸ ὕδωρ προξενεῖ εἰς τὴν γῆν, τοῦτο προξενοῦντα τὰ μέρη τοῦ πυρὸς εἰς τὸ ὕδωρ, γίνονται αὐτὰ μόνα αἴτια εἰς τὸ μικτὸν σῶμα νὰ διαλυθῇ καὶ νὰ γίνῃ ῥευστόν. Καὶ τοιαῦτα σώματα συμβαίνει ἄλλα μὲν νὰ ἔχωσιν ὀλιγώτερον ὕδωρ παρὰ γῆν, καὶ ταῦτα εἶναι πάντα τὰ εἴδη τῆς ὑάλου καὶ πάντες οἱ λίθοι, οἵτινες καλοῦνται χυτοί, ἄλλα δὲ ἀνάπαλιν, ἔχουσι περισσότερον ὕδωρ καὶ εἶναι ὅλα τὰ σώματα τὰ κηροειδὴ καὶ τὰ κατάλληλα πρὸς ἀρωματισμὸν (θυμιάματα).

λγ. Αἱ αἰσθηταὶ ποιότηται τῶν σωμάτων: θερμὸν καὶ ψυχρὸν, σκληρὸν καὶ μαλακὸν, βαρὺ καὶ ἐλαφρὺ, λεῖον καὶ τραχὺ

     Καὶ τὰ μὲν δὴ σχήμασι κοινωνίαις τε καὶ μεταλλαγαῖς εἰς ἄλληλα πεποικιλμένα εἴδη σχεδὸν ἐπιδέδεικται· τὰ δὲ παθήματα αὐτῶν δι’ ἃς αἰτίας γέγονεν πειρατέον ἐμφανίζειν. Πρῶτον μὲν οὖν ὑπάρχειν αἴσθησιν δεῖ τοῖς λεγομένοις ἀεί, σαρκὸς δὲ καὶ τῶν περὶ σάρκα γένεσιν, ψυχῆς τε ὅσον θνητόν, οὔπω διεληλύθαμεν· τυγχάνει δὲ οὔτε ταῦτα χωρὶς τῶν περὶ τὰ παθήματα ὅσα αἰσθητικὰ οὔτ’ ἐκεῖνα ἄνευ τούτων δυνατὰ ἱκανῶς λεχθῆναι, τὸ δὲ ἅμα σχεδὸν οὐ δυνατόν. Ὑποθετέον δὴ πρότερον θάτερα, τὰ δ’ ὑποτεθέντα ἐπάνιμεν αὖθις. Ἵνα οὖν ἑξῆς τὰ παθήματα λέγηται τοῖς γένεσιν, ἔστω πρότερα ἡμῖν τὰ περὶ σῶμα καὶ ψυχὴν ὄντα.

     Πρῶτον μὲν οὖν ᾗ πῦρ θερμὸν λέγομεν, ἴδωμεν ὧδε σκοποῦντες, τὴν διάκρισιν καὶ τομὴν αὐτοῦ περὶ τὸ σῶμα ἡμῶν γιγνομένην ἐννοηθέντες. Ὅτι μὲν γὰρ ὀξύ τι τὸ πάθος, πάντες σχεδὸν αἰσθανόμεθα· τὴν δὲ λεπτότητα τῶν πλευρῶν καὶ γωνιῶν ὀξύτητα τῶν τε μορίων σμικρότητα καὶ τῆς φορᾶς τὸ τάχος, οἷς πᾶσι σφοδρὸν ὂν καὶ τομὸν ὀξέως τὸ προστυχὸν ἀεὶ τέμνει, λογιστέον ἀναμιμνῃσκομένοις τὴν τοῦ σχήματος αὐτοῦ γένεσιν, ὅτι μάλιστα ἐκείνη καὶ οὐκ ἄλλη φύσις διακρίνουσα ἡμῶν κατὰ σμικρά τε τὰ σώματα κερματίζουσα τοῦτο ὃ νῦν θερμὸν λέγομεν εἰκότως τὸ πάθημα καὶ τοὔνομα παρέσχεν. Τὸ δ’ ἐναντίον τούτων κατάδηλον μέν, ὅμως δὲ μηδὲν ἐπιδεὲς ἔστω λόγου.

     Τὰ γὰρ δὴ τῶν περὶ τὸ σῶμα ὑγρῶν μεγαλομερέστερα εἰσιόντα, τὰ σμικρότερα ἐξωθοῦντα, εἰς τὰς ἐκείνων οὐ δυνάμενα ἕδρας ἐνδῦναι, συνωθοῦντα ἡμῶν τὸ νοτερόν, ἐξ ἀνωμάλου κεκινημένου τε ἀκίνητον δι’ ὁμαλότητα καὶ τὴν σύνωσιν ἀπεργαζόμενα πήγνυσιν· τὸ δὲ παρὰ φύσιν συναγόμενον μάχεται κατὰ φύσιν αὐτὸ ἑαυτὸ εἰς τοὐναντίον ἀπωθοῦν. Τῇ δὴ μάχῃ καὶ τῷ σεισμῷ τούτῳ τρόμος καὶ ῥῖγος ἐτέθη, ψυχρόν τε τὸ πάθος ἅπαν τοῦτο καὶ τὸ δρῶν αὐτὸ ἔσχεν ὄνομα. Σκληρὸν δέ, ὅσοις ἂν ἡμῶν ἡ σὰρξ ὑπείκῃ, μαλακὸν δέ, ὅσα ἂν τῇ σαρκί· πρὸς ἄλληλά τε οὕτως. Ὑπείκει δὲ ὅσον ἐπὶ σμικροῦ βαίνει· τὸ δὲ ἐκ τετραγώνων ὂν βάσεων, ἅτε βεβηκὸς σφόδρα, ἀντιτυπώτατον εἶδος, ὅτι τε ἂν εἰς πυκνότητα συνιὸν πλείστην ἀντίτονον ᾖ μάλιστα.

     Βαρὺ δὲ καὶ κοῦφον μετὰ τῆς τοῦ κάτω φύσεως ἄνω τε λεγομένης ἐξεταζόμενον ἂν δηλωθείη σαφέστατα. Φύσει γὰρ δή τινας τόπους δύο εἶναι διειληφότας διχῇ τὸ πᾶν ἐναντίους, τὸν μὲν κάτω, πρὸς ὃν φέρεται πάνθ’ ὅσα τινὰ ὄγκον σώματος ἔχει, τὸν δὲ ἄνω, πρὸς ὃν ἀκουσίως ἔρχεται πᾶν, οὐκ ὀρθὸν οὐδαμῇ νομίζειν· τοῦ γὰρ παντὸς οὐρανοῦ σφαιροειδοῦς ὄντος, ὅσα μὲν ἀφεστῶτα ἴσον τοῦ μέσου γέγονεν ἔσχατα, ὁμοίως αὐτὰ χρὴ ἔσχατα πεφυκέναι, τὸ δὲ μέσον τὰ αὐτὰ μέτρα τῶν ἐσχάτων ἀφεστηκὸς ἐν τῷ καταντικρὺ νομίζειν δεῖ πάντων εἶναι. Τοῦ δὴ κόσμου ταύτῃ πεφυκότος, τί τῶν εἰρημένων ἄνω τις ἢ κάτω τιθέμενος οὐκ ἐν δίκῃ δόξει τὸ μηδὲν προσῆκον ὄνομα λέγειν; Ὁ μὲν γὰρ μέσος ἐν αὐτῷ τόπος οὔτε κάτω πεφυκὼς οὔτε ἄνω λέγεσθαι δίκαιος, ἀλλ’ αὐτὸ ἐν μέσῳ· ὁ δὲ πέριξ οὔτε δὴ μέσος οὔτ’ ἔχων διάφορον αὑτοῦ μέρος ἕτερον θατέρου μᾶλλον πρὸς τὸ μέσον ἤ τι τῶν καταντικρύ.


     Καὶ τὰ μὲν ποικίλα εἴδη, τὰ ὁποῖα γεννῶνται ἐκ τῶν διαφόρων σχημάτων, ἐκ τῶν συνδυασμῶν καὶ ἐκ τῶν ἀμοιβαίων μεταβολῶν ἀρκετὰ ἔχουσιν ἀποδειχθῆ. Τώρα δὲ πρέπει νὰ προσπαθήσωμεν νὰ διασαφήσωμεν τὰς ἐξ αὐτῶν ἐντυπώσεις, διὰ ποίας αἰτίας γίνονται. Πρῶτον λοιπὸν εἰς πάντα, περὶ τῶν ὁποίων γίνεται λόγος, πρέπει νὰ ὑπάρχῃ μία σχετικὴ αἴσθησις (33). Ἀλλὰ περὶ τῆς γενέσεως τῆς σαρκὸς καὶ τῶν σχετικῶν μὲ τὴν σάρκα, καὶ περὶ τῆς ψυχῆς, καθ’ ὅσον εἶναι θνητή, δὲν ὠμιλήσαμεν ἀκόμη. Ἀλλ’ οὔτε περὶ τούτων χωριστὰ ἀπὸ τῶν αἰσθητικῶν ἐντυπώσεων, οὔτε περὶ ἐκείνων ἄνευ τούτων εἶναι δυνατὸν νὰ ὁμιλήσωμεν προσηκόντως, συγχρόνως δὲ περὶ ἀμφοτέρων νὰ εἴπωμεν εἶναι σχεδὸν ἀδύνατον. Πρέπει λοιπὸν νὰ προτάξωμεν πρότερον τὰ μέν, εἰς δὲ τὰ ἄλλα, τὰ ὁποῖα θὰ ἐπιταχθώσι, θὰ ἐπανέλθωμεν περαιτέρω. Ἵνα λοιπὸν αἱ ἐντυπώσεις ἐξηγηθώσιν εὐθὺς μετὰ τὰ (παράγοντα αὐτὰς) εἴδη, ἂς ἀρχίσωμεν πρῶτον ἀπὸ τὰς κοινὰς εἰς τὸ σῶμα ἅμα καὶ εἰς τὴν ψυχήν.

     Καὶ πρῶτον, πὼς λέγομεν ὅτι τὸ πῦρ εἶναι θερμόν, ἂς ἴδωμεν, ἐξετάζοντες τὸ ζήτημα ὡς ἑξῆς, σκεπτόμενοι δήλ. περὶ τοῦ χωρισμοῦ καὶ τῆς διαιρέσεως, τὰ ὁποῖα δι’ αὐτοῦ γίνονται εἰς τὸ σῶμα ἡμῶν. Ὅτι ἡ ἐντύπωσις αὕτη εἶναι τί ὀξύ, τοῦτο σχεδὸν πάντες αἰσθανόμεθα. Πρέπει δὲ νὰ ὑπολογίσωμεν τὴν λεπτότητα τῶν πλευρῶν καὶ τὴν ὀξύτητα τῶν γωνιῶν καὶ τὴν σμικρότητα τῶν μερῶν καὶ τὴν ταχύτητα τῆς κινήσεως, διότι δι’ ὅλα ταῦτα τὸ πῦρ ὂν βίαιον καὶ ὀξέως κοπτερὸν κόπτει πάντοτε ὅ,τι ἤθελε τύχῃ, καὶ νὰ ἐνθυμηθῶμεν τὴν γέννησιν τοῦ σχήματος τοῦ πυρός, ὅτι δήλ. εἶναι ἀκριβῶς αὕτη ἡ φύσις καὶ ὄχι ἄλλη, ἤτις διαιρούσα τὰ σώματα ἡμῶν καὶ εἰς μικρὰ μέρη κατακερματίζουσα αὐτὰ παράγει τὸ πάθος τοῦτο, τὸ ὁποῖον λέγομεν θερμότητα, καὶ ἅμα τὸ ‘ὄνομα αὐτοῦ. Τὸ δὲ πάθημα τὸ ἐναντίον εἰς τοῦτο εἶναι μὲν φανερόν, ἀλλ' ὅμως ἂς μὴ μείνῃ ἀνεξήγητον.

     Τὰ χονδρὰ δηλαδὴ μέρη τῶν πέριξ τοῦ σώματος ἡμῶν ὑγρῶν, εἰσερχόμενα εἰς αὐτὸ καὶ ἀποδιώκοντα τὰ μικρότερα, ἐπειδὴ δὲν δύνανται νὰ εἰσδύσωσιν εἰς τὰς θέσεις τούτων, συμπιέζουσι τὸ ὑγρὸν τὸ ὁποῖον εἶναι ἐν ἡμῖν, καὶ ἐξ ἀνωμάλου καὶ τεταραγμένου διὰ τὴν ὁμαλότητα καὶ τὴν πίεσιν τὸ καθιστώσιν ἀκίνητον καὶ ὁμαλόν. Τοῦτο δὲ παρὰ φύσιν συμπιεζόμενον, μάχεται κατὰ φύσιν αὐτὸ ἑαυτὸ ἀπωθοῦν πρὸς τὸ ἐναντίον. Εἰς τὴν μάχην λοιπὸν ταύτην καὶ εἰς τὸν σεισμὸν τοῦτον ἐδόθη ὄνομα τρόμος και ῥίγος, καὶ ἡ ὅλη ἐντύπωσις αὕτη καὶ τὸ παράγον αὐτὴν ὠνομάσθη ψυχρὸν (ψῦχος). Σκληρόν δε ὠνομάσθη πᾶν σῶμα εἰς τὸ ὁποῖον ὑποχωρεῖ ἡ σὰρξ ἡμῶν, μαλακὸν δὲ τὸ ὑποχωροῦν εἰς τὴν σάρκα. Οὕτω δὲ καὶ μεταξύ των τὰ σώματα. Ὑποχωροῦσι δὲ ὅσα στηρίζονται ἐπὶ μικρῶν βάσεων, καὶ διὰ ταῦτα, τὸ ἀποτελούμενον ἐκ βάσεων τετραγώνων, ἐπειδὴ καλῶς στηρίζεται, εἶναι τὸ μᾶλλον ἀνθιστάμενον εἶδος καὶ ἐκεῖνο ὅπερ, ὅταν φθάσῃ εἰς τὴν μεγίστην πυκνότητα, δύναται ν’ ἀντιτάξῃ τὴν μεγίστην ἀντίστασιν.

     Τὸ βαρὺ δὲ καὶ τὸ ἐλαφρὸν δύνανται νὰ ἐξηγηθώσι σαφέστατα, ἂν ἐξετασθώσι σχετικῶς μὲ τὸ λεγόμενον ἄνω καὶ κάτω. Διότι οὐδόλως εἶναι ὀρθὸν νὰ νομίζωμεν ὅτι ἐν τῇ φύσει ὑπάρχουσι δυὸ τόποι ἐναντίοι, οἱ ὁποῖοι περιλαμβάνουσι τὸ πᾶν εἰς δυὸ μέρη διαιροῦντες αὐτό, ὁ εἷς μὲν κάτω, εἰς τὸν ὁποῖον φέρονται πάντα ὅσα ἔχουσιν ὄγκον τινὰ σώματος, ὁ ἄλλος δὲ ἄνω, εἰς τὸν ὁποῖον πᾶν ὅ,τι ἔρχεται ἀκουσίως ἔρχεται. Διότι, ἐπειδὴ ὅλος ὁ κόσμος εἶναι σφαιροειδής, τὰ πράγματα, τὰ ὁποῖα ἰσαπέχοντα τοῦ κέντρου εἶναι εἰς τὰ ἄκρα, πρέπει κατὰ φυσικὴν ἀνάγκην νὰ εἶναι ἄκρα κατὰ τὸν αὐτὸν τρόπον, τὸ δὲ κέντρον, ἀπέχον κατὰ τὸ αὐτὸ μέτρον ἀπὸ τὰ ἄκρα, πρέπει νὰ θεωρῆται ὅτι εἶναι εἰς ἀντίθεσιν πρὸς πάντα. Λοιπόν, ἐπειδὴ τοιοῦτος φύσει εἶναι ὁ κόσμος, ποῖον τῶν εἰρημένων πραγμάτων θὰ ἠδύνατο τὶς νὰ θέσῃ ἄνω ἢ κάτω χωρὶς νὰ φανῇ δικαίως ὅτι ἀποδίδει εἰς αὐτὸ ὄνομα, ὅπερ οὐδόλως ἁρμόζει εἰς αὐτό; Τῷ ὄντι ὁ τόπος, ὅστις εἶναι ἐν τῷ μέσῳ τοῦ κόσμου, δὲν εἶναι δίκαιον νὰ λέγηται ὅτι φύσει εἶναι ἄνω οὔτε κάτω, ἀλλὰ μόνον ὅτι εἶναι εἰς τὸ μέσον, καὶ ὁ ἐν τῇ περιφερείᾳ φανερῶς δὲν εἶναι ἐν τῷ μέσῳ, οὔτε ἔχει μέρος τὶ ἰδικόν του, ὅπερ εἶναι εἰς ἀναφοράν, διάφορον ἀλλοῦ μέρους πρὸς τὸ μέσον ἢ πρὸς ἄλλο, ὅπερ κεῖται εἰς ἀντίθεσιν πρὸς αὐτό (34).


     Τοῦ δὲ ὁμοίως πάντῃ πεφυκότος ποῖά τις ἐπιφέρων ὀνόματα αὐτῷ ἐναντία καὶ πῇ καλῶς ἂν ἡγοῖτο λέγειν; Εἰ γάρ τι καὶ στερεὸν εἴη κατὰ μέσον τοῦ παντὸς ἰσοπαλές, εἰς οὐδὲν ἄν ποτε τῶν ἐσχάτων ἐνεχθείη διὰ τὴν πάντῃ ὁμοιότητα αὐτῶν· ἀλλ’ εἰ καὶ περὶ αὐτὸ πορεύοιτό τις ἐν κύκλῳ, πολλάκις ἂν στὰς ἀντίπους ταὐτὸν αὐτοῦ κάτω καὶ ἄνω προσείποι. Τὸ μὲν γὰρ ὅλον, καθάπερ εἴρηται νυνδή, σφαιροειδὲς ὄν, τόπον τινὰ κάτω, τὸν δὲ ἄνω λέγειν ἔχειν οὐκ ἔμφρονος· ὅθεν δὲ ὠνομάσθη ταῦτα καὶ ἐν οἷς ὄντα εἰθίσμεθα δι’ ἐκεῖνα καὶ τὸν οὐρανὸν ὅλον οὕτω διαιρούμενοι λέγειν, ταῦτα διομολογητέον ὑποθεμένοις τάδε ἡμῖν.

     Εἴ τις ἐν τῷ τοῦ παντὸς τόπῳ καθ’ ὃν ἡ τοῦ πυρὸς εἴληχε μάλιστα φύσις, οὗ καὶ πλεῖστον ἂν ἠθροισμένον εἴη πρὸς ὃ φέρεται, ἐπεμβὰς ἐπ’ ἐκεῖνο καὶ δύναμιν εἰς τοῦτο ἔχων, μέρη τοῦ πυρὸς ἀφαιρῶν ἱσταίη τιθεὶς εἰς πλάστιγγας, αἴρων τὸν ζυγὸν καὶ τὸ πῦρ ἕλκων εἰς ἀνόμοιον ἀέρα βιαζόμενος δῆλον ὡς τοὔλαττόν που τοῦ μείζονος ῥᾷον βιᾶται· ῥώμῃ γὰρ μιᾷ δυοῖν ἅμα μετεωριζομένοιν τὸ μὲν ἔλαττον μᾶλλον, τὸ δὲ πλέον ἧττον ἀνάγκη που κατατεινόμενον συνέπεσθαι τῇ βίᾳ, καὶ τὸ μὲν πολὺ βαρὺ καὶ κάτω φερόμενον κληθῆναι, τὸ δὲ σμικρὸν ἐλαφρὸν καὶ ἄνω. Ταὐτὸν δὴ τοῦτο δεῖ φωρᾶσαι δρῶντας ἡμᾶς περὶ τόνδε τὸν τόπον.

     Ἐπὶ γὰρ γῆς βεβῶτες γεώδη γένη διιστάμενοι, καὶ γῆν ἐνίοτε αὐτήν, ἕλκομεν εἰς ἀνόμοιον ἀέρα βίᾳ καὶ παρὰ φύσιν, ἀμφότερα τοῦ συγγενοῦς ἀντεχόμενα, τὸ δὲ σμικρότερον ῥᾷον τοῦ μείζονος βιαζομένοις εἰς τὸ ἀνόμοιον πρότερον συνέπεται· κοῦφον οὖν αὐτὸ προσειρήκαμεν, καὶ τὸν τόπον εἰς ὃν βιαζόμεθα, ἄνω, τὸ δ’ ἐναντίον τούτοις πάθος βαρὺ καὶ κάτω. Ταῦτ’ οὖν δὴ διαφόρως ἔχειν αὐτὰ πρὸς αὑτὰ ἀνάγκη διὰ τὸ τὰ πλήθη τῶν γενῶν τόπον ἐναντίον ἄλλα ἄλλοις κατέχειν –τὸ γὰρ ἐν ἑτέρῳ κοῦφον ὂν τόπῳ τῷ κατὰ τὸν ἐναντίον τόπον ἐλαφρῷ καὶ τῷ βαρεῖ τὸ βαρὺ τῷ τε κάτω τὸ κάτω καὶ τὸ ἄνω τῷ ἄνω πάντ’ ἐναντία καὶ πλάγια καὶ πάντως διάφορα πρὸς ἄλληλα ἀνευρεθήσεται γιγνόμενα καὶ ὄντα– τόδε γε μὴν ἕν τι διανοητέον περὶ πάντων αὐτῶν, ὡς ἡ μὲν πρὸς τὸ συγγενὲς ὁδὸς ἑκάστοις οὖσα βαρὺ μὲν τὸ φερόμενον ποιεῖ, τὸν δὲ τόπον εἰς ὃν τὸ τοιοῦτον φέρεται, κάτω, τὰ δὲ τούτοις ἔχοντα ὡς ἑτέρως θάτερα. Περὶ δὴ τούτων αὖ τῶν παθημάτων ταῦτα αἴτια εἰρήσθω.

     Λείου δ’ αὖ καὶ τραχέος παθήματος αἰτίαν πᾶς που κατιδὼν καὶ ἑτέρῳ δυνατὸς ἂν εἴη λέγειν· σκληρότης γὰρ ἀνωμαλότητι μειχθεῖσα, τὸ δ’ ὁμαλότης πυκνότητι παρέχεται.


     Καὶ ὅταν τὶ εἶναι φύσει πανταχόθεν ὁμοιόμορφον, ποῖα ὀνόματα ἐνάντια ἀποδίδων τὶς εἰς αὐτὸ καὶ τίνι τρόπῳ θὰ ἠδύνατο νὰ νομίζῃ ὅτι λέγει ὀρθά; Διότι, καὶ ἂν ὑπῆρχεν εἰς τὸ κέντρον τοῦ παντὸς στερεὸν σῶμα ἰσόρροπον, οὐδέποτε θὰ ἠδύνατο νὰ φερθῇ εἰς κανὲν τῶν ἄκρων, ἀφοῦ ταῦτα εἶναι πανταχόθεν ὅμοια. Ἀλλὰ καὶ ἂν τὶς ἤθελε πορευθῇ πέριξ αὐτοῦ κυκλικῶς σταματὼν πολλάκις ἀντίπους, τὸν αὐτὸν τόπον αὐτοῦ θὰ ἔλεγεν ἑκάστοτε ἄνω καὶ κάτω. Τῷ ὄντι, ἐπειδή, ὡς εἴπομεν ἤδη, τὸ ὅλον εἶναι σφαιροειδές, δὲν εἶναι φρονίμου ἀνθρώπου ἴδιον νὰ λέγῃ, ὅτι τόπος τὶς αὐτοῦ κεῖται κάτω, ἄλλος δὲ ἄνω. Πόθεν δ’ ἐλήφθησαν τὰ ὀνόματα ταῦτα, καὶ εἰς ποῖα πράγματα ἀποδίδοντες αὐτὰ συνηθίσαμεν ἐξ αἰτίας αὐτῶν διαιροῦντες καὶ τὸν κόσμον ὄλον ὁμοίως νὰ ὁμιλῶμεν περὶ αὐτοῦ, πρέπει περὶ τούτου νὰ συνεννοηθῶμεν ὁρμώμενοι ἐκ τῶν ἀκολούθων ἀρχῶν.

     Ἐὰν εἰς τὸν τόπον τοῦ σύμπαντος, τὸν ὁποῖον ἡ φύσις τοῦ πυρὸς κατέλαβεν (35) ἴδια, ὅπου καὶ εἶναι συνηθροισμένον τὸ μεγαλύτερον μέρος αὐτοῦ, πρὸς τὸ ὁποῖον φέρεται πᾶν ἄλλο πῦρ, ἀναβὰς τὶς εἰς ἐκεῖνον τὸν τόπον καὶ ἔχων δύναμιν εἰς τοῦτο, ἤθελεν ἀφαιρέσῃ μέρη τοῦ πυρὸς τούτου καὶ θέσας εἰς τὰς πλάστιγγας ἤθελε τὰ ζυγίσῃ, καθ’ ὅσον ἤθελεν ἀνυψοῖ τὸν ζυγὸν καὶ ἕλκει τὸ πῦρ διὰ τῆς βίας εἰς τὸν ἀνόμοιον πρὸς αὐτὸ ἀέρα, εἶναι φανερὸν ὅτι ἡ μικροτέρα μερὶς θὰ ὑπεχώρει εἰς τὴν δύναμιν τοῦ εὐκολώτερον μεγαλυτέρου (36). Διότι, ὅταν δυὸ πράγματα ἀνυψῶνται ὁμοῦ ἀπὸ μίαν μόνην δύναμιν, κατ’ ἀνάγκην τὸ μικρότερον ὑποχωρεῖ εἰς τὴν βίαν περισσότερον, τὸ δὲ μεγαλύτερον ἀνθιστάμενον ὑποχωρεῖ ὀλιγώτερον, καὶ τὸ μὲν πολὺ λέγεται βαρὺ καὶ ὅτι φέρεται κάτω, τὸ δὲ σμικρὸν λέγεται ἐλαφρὸν καὶ ὅτι φέρεται ἄνω. Τὸ αὐτὸ τοῦτο δυνάμεθα νὰ εὕρωμεν καὶ ἐνεργοῦντες ἐπὶ τοῦ τόπου τούτου ἡμῶν.

     Ἱστάμενοι δηλαδὴ ἐπὶ τῆς γῆς, ὅταν εἰς διαφόρους πλάστιγγας ζυγίζωμεν γεώδεις οὐσίας, ἐνίοτε δὲ καὶ ἀληθινὴν γῆν, τὰς σύρομεν διὰ τῆς βίας καὶ παρὰ φύσιν εἰς τὸν ἀέρα, ὅστις εἶναι ἀνόμοιος μὲ αὐτάς, ἐνῶ και αὕτη καὶ ἐκείνη (ἡ γῆ) τείνουσι πρὸς τὸ ὅμοιον αὐτῶν· ἀλλὰ τότε τὸ μικρότερον εὐκολώτερον τοῦ μεγαλυτέρου ὑποχωρεῖ εἰς τὸ βιάζον αὐτὸ καὶ πορεύεται πρὸς τὸ ἀνόμοιον· λοιπὸν τοῦτο ὀνομάζομεν ἐλαφρόν, τὸ δὲ μέρος πρὸς τὸ ὁποῖον τὸ βιάζομεν καλοῦμεν ἄνω, τὸ δὲ ἐναντίον πάθος καλοῦμεν βαρὺ καὶ τὸν τόπον κάτω. Ὅτι δὲ ταῦτα ἔχουσιν ἀναφορὰν διάφορον μεταξύ των συμβαίνει κατ’ ἀνάγκην, διότι ἡ ἀρχικὴ μάζα ἑκάστου στοιχείου κατέχει τόπον διάφορον καὶ ἐναντίον τοῦ τῶν ἄλλων. Τῷ ὄντι ἐκεῖνο, ὅπερ εἰς τίνα τόπον εἶναι ἐλαφρὸν ἀναφορικῶς πρὸς ἐκεῖνο, ὅπερ εἶναι ἐλαφρὸν εἰς ἀντίθετον τόπον, καὶ τὸ βαρὺ ἀναφορικῶς πρὸς τὸ βαρὺ καὶ τὸ κάτω πρὸς τὸ κάτω καὶ τὸ ἄνω πρὸς τὸ ἄνω, ὅλα ταῦτα θὰ εὐρεθώσιν ὅτι καὶ συμβαίνουσι καὶ εἶναι μεταξύ των ἐναντία καὶ πλάγια καὶ ὅλως διάφορα (37). Τὸ ἑξῆς ὅμως πρέπει νὰ διανοώμεθα περὶ ὅλων αὐτῶν, ὅτι δήλ. ἡ τάσις πρὸς τὸ συγγενὲς ἡ ὑπάρχουσα εἰς ὅλα κάμνει (νὰ καλῶμεν) βαρὺ τὸ φερόμενον σῶμα, καὶ κάτω τὸν τόπον εἰς τὸν ὁποῖον φέρεται τὸ τοιοῦτον, τὰ δὲ ἔχοντα ἐναντίαν διεύθυνσιν λαμβάνουσιν ἐναντία ὀνόματα. Περὶ τῶν παθημάτων λοιπὸν τούτων ἂς εἶναι αὗται αἱ αἰτίαι, τὰς ὁποίας ἡμεῖς προβάλλομεν.

     Τὴν αἰτίαν δὲ τῆς ἐντυπώσεως τοῦ λείου καὶ τοῦ τραχέος, πᾶς οἱοσδήποτε, προσέξας μόνον, δύναται καὶ εἰς ἄλλον νὰ εἴπῃ αὐτήν, εἶναι δήλ. σκληρότης ἡνωμένη μὲ ἀνωμαλίαν, τοῦ λείου δὲ αἰτία εἶναι ὁμαλότης ἡνωμένη μὲ πυκνότητα.

λδ. Περὶ ἡδονῆς καὶ ἄλγους

     Μέγιστον δὲ καὶ λοιπὸν τῶν κοινῶν περὶ ὅλον τὸ σῶμα παθημάτων τὸ τῶν ἡδέων καὶ τῶν ἀλγεινῶν αἴτιον ἐν οἷς διεληλύθαμεν, καὶ ὅσα διὰ τῶν τοῦ σώματος μορίων αἰσθήσεις κεκτημένα καὶ λύπας ἐν αὑτοῖς ἡδονάς θ’ ἅμα ἑπομένας ἔχει. Ὧδ’ οὖν κατὰ παντὸς αἰσθητοῦ καὶ ἀναισθήτου παθήματος τὰς αἰτίας λαμβάνωμεν, ἀναμιμνῃσκόμενοι τὸ τῆς εὐκινήτου τε καὶ δυσκινήτου φύσεως ὅτι διειλόμεθα ἐν τοῖς πρόσθεν· ταύτῃ γὰρ δὴ μεταδιωκτέον πάντα ὅσα ἐπινοοῦμεν ἑλεῖν. Τὸ μὲν γὰρ κατὰ φύσιν εὐκίνητον, ὅταν καὶ βραχὺ πάθος εἰς αὐτὸ ἐμπίπτῃ, διαδίδωσιν κύκλῳ μόρια ἕτερα ἑτέροις ταὐτὸν ἀπεργαζόμενα, μέχριπερ ἂν ἐπὶ τὸ φρόνιμον ἐλθόντα ἐξαγγείλῃ τοῦ ποιήσαντος τὴν δύναμιν· τὸ δ’ ἐναντίον ἑδραῖον ὂν κατ’ οὐδένα τε κύκλον ἰὸν πάσχει μόνον, ἄλλο δὲ οὐ κινεῖ τῶν πλησίον, ὥστε οὐ διαδιδόντων μορίων μορίοις ἄλλων ἄλλοις τὸ πρῶτον πάθος ἐν αὐτοῖς ἀκίνητον εἰς τὸ πᾶν ζῷον γενόμενον ἀναίσθητον παρέσχεν τὸ παθόν.

     Ταῦτα δὲ περί τε ὀστᾶ καὶ τὰς τρίχας ἐστὶν καὶ ὅσ’ ἄλλα γήϊνα τὸ πλεῖστον ἔχομεν ἐν ἡμῖν μόρια· τὰ δὲ ἔμπροσθεν περὶ τὰ τῆς ὄψεως καὶ ἀκοῆς μάλιστα, διὰ τὸ πυρὸς ἀέρος τε ἐν αὐτοῖς δύναμιν ἐνεῖναι μεγίστην. Τὸ δὴ τῆς ἡδονῆς καὶ λύπης ὧδε δεῖ διανοεῖσθαι· τὸ μὲν παρὰ φύσιν καὶ βίαιον γιγνόμενον ἁθρόον παρ’ ἡμῖν πάθος ἀλγεινόν, τὸ δ’ εἰς φύσιν ἀπιὸν πάλιν ἁθρόον ἡδύ, τὸ δὲ ἡρέμα καὶ κατὰ σμικρὸν ἀναίσθητον, τὸ δ’ ἐναντίον τούτοις ἐναντίως. Τὸ δὲ μετ’ εὐπετείας γιγνόμενον ἅπαν αἰσθητὸν μὲν ὅτι μάλιστα, λύπης δὲ καὶ ἡδονῆς οὐ μετέχον, οἷον τὰ περὶ τὴν ὄψιν αὐτὴν παθήματα, ἣ δὴ σῶμα ἐν τοῖς πρόσθεν ἐρρήθη καθ’ ἡμέραν συμφυὲς ἡμῶν γίγνεσθαι.

     Ταύτῃ γὰρ τομαὶ μὲν καὶ καύσεις καὶ ὅσα ἄλλα πάσχει λύπας οὐκ ἐμποιοῦσιν, οὐδὲ ἡδονὰς πάλιν ἐπὶ ταὐτὸν ἀπιούσης εἶδος, μέγισται δὲ αἰσθήσεις καὶ σαφέσταται καθ’ ὅτι τ’ ἂν πάθῃ καὶ ὅσων ἂν αὐτή πῃ προσβαλοῦσα ἐφάπτηται· βία γὰρ τὸ πάμπαν οὐκ ἔνι τῇ διακρίσει τε αὐτῆς καὶ συγκρίσει. Τὰ δ’ ἐκ μειζόνων μερῶν σώματα μόγις εἴκοντα τῷ δρῶντι, διαδιδόντα δὲ εἰς ὅλον τὰς κινήσεις, ἡδονὰς ἴσχει καὶ λύπας, ἀλλοτριούμενα μὲν λύπας, καθιστάμενα δὲ εἰς τὸ αὐτὸ πάλιν ἡδονάς.

     Ὅσα δὲ κατὰ σμικρὸν τὰς ἀποχωρήσεις ἑαυτῶν καὶ κενώσεις εἴληφεν, τὰς δὲ πληρώσεις ἁθρόας καὶ κατὰ μεγάλα, κενώσεως μὲν ἀναίσθητα, πληρώσεως δὲ αἰσθητικὰ γιγνόμενα, λύπας μὲν οὐ παρέχει τῷ θνητῷ τῆς ψυχῆς, μεγίστας δὲ ἡδονάς· ἔστιν δὲ ἔνδηλα περὶ τὰς εὐωδίας. ὅσα δὲ ἀπαλλοτριοῦται μὲν ἁθρόα, κατὰ σμικρὰ δὲ μόγις τε εἰς ταὐτὸν πάλιν ἑαυτοῖς καθίσταται, τοὐναντίον τοῖς ἔμπροσθεν πάντα ἀποδίδωσιν· ταῦτα δ’ αὖ περὶ τὰς καύσεις καὶ τομὰς τοῦ σώματος γιγνόμενά ἐστιν κατάδηλα.

     Καὶ τὰ μὲν δὴ κοινὰ τοῦ σώματος παντὸς παθήματα, τῶν τ’ ἐπωνυμιῶν ὅσαι τοῖς δρῶσιν αὐτὰ γεγόνασι, σχεδὸν εἴρηται· τὰ δ’ ἐν ἰδίοις μέρεσιν ἡμῶν γιγνόμενα, τά τε πάθη καὶ τὰς αἰτίας αὖ τῶν δρώντων, πειρατέον εἰπεῖν, ἄν πῃ δυνώμεθα.


     Μέγιστον δέ μᾶς ὑπολείπεται ἀκόμη περὶ τῶν παθημάτων τῶν κοινῶν εἰς ὄλον τὸ σῶμα (νὰ ἴδωμεν) τὸ αἴτιον τῆς ἡδονῆς καὶ τῆς λύπης καὶ εἰς ὅσα παθήματα ἐξητάσαμεν ἤδη, καὶ εἰς ὅσα παράγοντα αἰσθήσεις εἰς τὰ ἰδιαίτερα μέρη τοῦ σώματος ἔχουσιν ὡς ἐπακόλουθα αὐτῶν συνάμα λύπας καὶ ἠδονάς (38). Ἂς θεωρήσωμεν λοιπὸν κατὰ τὸν ἀκόλουθον τρόπον τὰς αἰτίας τὰς σχετικὰς πρὸς πᾶν πάθημα αἰσθητὸν ἢ μὴ αἰσθητόν (39) ἐνθυμούμενοι πὼς διεκρίναμεν περὶ τῆς φύσεως τῆς εὐκινήτου καὶ τῆς δυσκινήτου· διότι τοιουτοτρόπως πρέπει νὰ ἐπιδιώξωμεν πᾶν πράγμα, τὸ ὁποῖον ἐπιθυμοῦμεν νὰ συλλάβωμεν. Τῷ ὄντι, τὸ φύσει ἀκίνητον ὄργανον, ὅταν καὶ σμικρὸν πάθημα συμβῇ εἰς αὐτό, τὸ μεταδίδει κυκλικῶς, διότι τὰ μέρη διαδοχικῶς τὸ ἀναπλάττουσι, μέχρις οὐ ἐλθόντα εἰς τὴν συνείδησιν ἐξαγγείλωσιν εἰς αὐτὴν τὴν δύναμιν τοῦ ἐνεργήσαντος αἰτίου. Τὸ ἐναντίον του ὅμως, ἐπειδὴ εἶναι στάσιμον καὶ δὲν προβαίνει δι’ οὐδενὸς κύκλου, δέχεται μόνον τὴν ἐντύπωσιν, ἀλλὰ δὲν κινεῖ κανὲν ἄλλο πράγμα πλησίον. Ὥστε, ἐπειδὴ μέρη δὲν μεταδίδουσιν εἰς ἄλλα μέρη τὴν πρώτην ἐντύπωσιν, ἤτις εἰς αὐτὰ μένει ἀκίνητος καὶ δὲν μεταδίδεται εἰς τὸ ὄλον ζῶον, τὸ παθὸν τὴν ἐντύπωσιν δὲν τὴν αἰσθάνεται.

     Καὶ τοῦτο συμβαίνει εἰς τὰ ὀστὰ καὶ εἰς τὰς τρίχας καὶ εἰς ὅσα ἄλλα μέρη ἔχομεν ἐντὸς ἡμῶν, τὰ ὁποῖα ἀποτελοῦνται κατὰ τὸ πλεῖστον ἐκ γῆς. Τὸ πρότερον δὲ λεχθὲν ἐφαρμόζει εἰς τὴν ὄψιν πρὸ πάντων καὶ τὴν ἀκοήν, διότι εἰς ταύτας ὑπάρχει μεγίστη ἐνέργεια πυρὸς καὶ ἀέρος. Τὴν ἡδονὴν δὲ καὶ τὴν λύπην τοιουτοτρόπως πρέπει νὰ νοῶμεν: ἡ ἐντύπωσις ἡ βιαία καὶ παρὰ φύσιν γινομένη αἰφνιδίως εἶναι ἀλγεινή, ἡ δὲ ἐπανερχομένη πάλιν αἰφνιδίως εἰς τὴν φύσιν ἡμῶν εἶναι ἠδεία, ἡ δὲ ἐνεργούσα ἤρεμα καὶ κατ’ ὀλίγον δὲν εἶναι αἰσθητή. Τὸ ἐναντίον δὲ συμβαίνει εἰς τὰς ἐναντίας τούτων ἐντυπώσεις. Πᾶσαι δὲ αἱ γινόμεναι μετ’ εὐκολίας εἶναι μὲν λίαν αἰσθηταί, ἀλλὰ δὲν παράγουσιν οὔτε ἡδονὴν οὔτε λύπην, καθὼς εἶναι αἱ ἐντυπώσεις τῆς ὄψεως, ἡ ὁποία τὴν ἡμέραν, ὡς εἴπομεν πρότερον, γίνεται σῶμα συγγενὲς μὲ ἡμᾶς (40).

     Εἰς τὴν ὄψιν τῷ ὄντι αἱ τομαὶ καὶ τὰ καύματα καὶ αἱ ἐντυπώσεις αἱ ἄλλαι, ὅσας δέχεται, δὲν προξενοῦσι λύπας, οὔτε πάλιν ἡδονάς, ὅταν αὕτη ἐπανέρχεται εἰς τὴν προτέραν κατάστασιν αὐτῆς, ἀλλὰ μόνον μέγιστα καὶ σαφέστατα αἰσθήματα, καὶ καθ’ ὅσον αὐτὴ παθαίνεται, καὶ καθ’ ὅσον αὐτὴ κινεῖται νὰ ἐνεργήσῃ ἐπὶ ἄλλων πραγμάτων. Διότι οὐδεμία ὑπάρχει βία οὔτε εἰς τὴν διαστολὴν οὔτε εἰς τὴν συστολὴν τῆς ὄψεως. Τὰ σώματα ὅμως τὰ ἀποτελούμενα ἐκ μεγαλυτέρων τοῦ πυρὸς μερῶν δυσκόλως ὑποχωροῦντα εἰς τὸ ἐνεργοῦν αἴτιον ἀλλὰ διαδίδοντα εἰς τὸ ὄλον τὰς κινήσεις, ἔχουσιν ἡδονὰς καὶ λύπας, λύπας μὲν ὅταν ἀλλοιοῦνται, ἡδονὰς δὲ ὅταν ἐπανέρχωνται εἰς τὴν πρώτην κατάστασιν αὐτῶν.

     Ὅσα δὲ ὄργανα ὀλίγον κατ’ ὀλίγον πάσχουσι τοὺς ἀποχωρισμοὺς καὶ τὰς κενώσεις αὐτῶν, τὰς δὲ πληρώσεις διὰ μίας καὶ ἀφθόνους, τὴν κένωσιν μὴ αἰσθανόμενα, τὴν πλήρωσιν ὅμως αἰσθανόμενα, λύπας μὲν δὲν γεννώσιν εἰς τὸ θνητὸν μέρος τῆς ψυχῆς, ἡδονὰς ὅμως μεγίστας. Καὶ ταῦτα εἶναι φανερὰ ὡς πρὸς τὰς καλὰς ὀσμάς (41). Ὅσα δὲ ὄργανα ἀλλοιοῦνται αἴφνης, μόλις δὲ καὶ κατ’ ὀλίγον ἀποκαθίστανται εἰς τὴν προτέραν κατάστασίν των, παράγουσι πάντα φαινόμενα ἐνάντια πρὸς τὰ πρῶτα· καὶ τοῦτο εἶναι φανερὸν εἰς τὰ καύματα καὶ τὰς πληγὰς τοῦ σώματος.

     Καὶ περὶ μὲν τῶν κοινῶν εἰς ὅλον τὸ σῶμα ἐντυπώσεων καὶ περὶ τῶν ὀνομάτων τῶν διδομένων εἰς τὰ πράγματα τὰ παράγοντα αὐτὰς ἀρκετὰ ἐλέχθησαν. Ὅσα δὲ πάθη συμβαίνουσιν εἰς μεμονωμένα μέρη ἡμῶν, τὰς ἐντυπώσεις καὶ τὰς αἰτίας τὰς παραγούσας αὐτά, ταῦτα πρέπει νὰ προσπαθήσωμεν νὰ εἴπωμεν ἂν δυνάμεθα.

λε. Περὶ γεύσεων, περὶ ὀσμῶν, περὶ ἀκοῆς, περὶ χρωμάτων

     Πρῶτον οὖν ὅσα τῶν χυμῶν πέρι λέγοντες ἐν τοῖς πρόσθεν ἀπελίπομεν, ἴδια ὄντα παθήματα περὶ τὴν γλῶτταν, ἐμφανιστέον ᾗ δυνατόν. Φαίνεται δὲ καὶ ταῦτα, ὥσπερ οὖν καὶ τὰ πολλά, διὰ συγκρίσεών τέ τινων καὶ διακρίσεων γίγνεσθαι, πρὸς δὲ αὐταῖς κεχρῆσθαι μᾶλλόν τι τῶν ἄλλων τραχύτησί τε καὶ λειότησιν.

     Ὅσα μὲν γὰρ εἰσιόντα περὶ τὰ φλέβια, οἷόνπερ δοκίμια τῆς γλώττης τεταμένα ἐπὶ τὴν καρδίαν, εἰς τὰ νοτερὰ τῆς σαρκὸς καὶ ἁπαλὰ ἐμπίπτοντα γήϊνα μέρη κατατηκόμενα συνάγει τὰ φλέβια καὶ ἀποξηραίνει, τραχύτερα μὲν ὄντα στρυφνά, ἧττον δὲ τραχύνοντα αὐστηρὰ φαίνεται· τὰ δὲ τούτων τε ῥυπτικὰ καὶ πᾶν τὸ περὶ τὴν γλῶτταν ἀποπλύνοντα, πέρα μὲν τοῦ μετρίου τοῦτο δρῶντα καὶ προσεπιλαμβανόμενα ὥστε ἀποτήκειν αὐτῆς τῆς φύσεως, οἷον ἡ τῶν λίτρων δύναμις, πικρὰ πάνθ’ οὕτως ὠνόμασται, τὰ δὲ ὑποδεέστερα τῆς λιτρώδους ἕξεως ἐπὶ τὸ μέτριόν τε τῇ ῥύψει χρώμενα ἁλυκὰ ἄνευ πικρότητος τραχείας καὶ φίλα μᾶλλον ἡμῖν φαντάζεται.

     Τὰ δὲ τῇ τοῦ στόματος θερμότητι κοινωνήσαντα καὶ λεαινόμενα ὑπ’ αὐτοῦ, συνεκπυρούμενα καὶ πάλιν αὐτὰ ἀντικάοντα τὸ διαθερμῆναν, φερόμενά τε ὑπὸ κουφότητος ἄνω πρὸς τὰς τῆς κεφαλῆς αἰσθήσεις, τέμνοντά τε πάνθ’ ὁπόσοις ἂν προσπίπτῃ, διὰ ταύτας τὰς δυνάμεις δριμέα πάντα τὰ τοιαῦτα ἐλέχθη. Τὸ δὲ αὖ τῶν προλελεπτυσμένων μὲν ὑπὸ σηπεδόνος, εἰς δὲ τὰς στενὰς φλέβας ἐνδυομένων, καὶ τοῖς ἐνοῦσιν αὐτόθι μέρεσιν γεώδεσιν καὶ ὅσα ἀέρος συμμετρίαν ἔχοντα, ὥστε κινήσαντα περὶ ἄλληλα ποιεῖν κυκᾶσθαι, κυκώμενα δὲ περιπίπτειν τε καὶ εἰς ἕτερα ἐνδυόμενα ἕτερα κοῖλα ἀπεργάζεσθαι περιτεινόμενα τοῖς εἰσιοῦσιν – ἃ δὴ νοτίδος περὶ ἀέρα κοίλης περιταθείσης, τοτὲ μὲν γεώδους, τοτὲ δὲ καὶ καθαρᾶς, νοτερὰ ἀγγεῖα ἀέρος, ὕδατα κοῖλα περιφερῆ τε γενέσθαι, καὶ τὰ μὲν τῆς καθαρᾶς διαφανεῖς περιστῆναι κληθείσας ὄνομα πομφόλυγας, τὰ δὲ τῆς γεώδους ὁμοῦ κινουμένης τε καὶ αἰρομένης ζέσιν τε καὶ ζύμωσιν ἐπίκλην λεχθῆναι – τὸ δὲ τούτων αἴτιον τῶν παθημάτων ὀξὺ προσρηθῆναι.

     Σύμπασιν δὲ τοῖς περὶ ταῦτα εἰρημένοις πάθος ἐναντίον ἀπ’ ἐναντίας ἐστὶ προφάσεως· ὁπόταν ἡ τῶν εἰσιόντων σύστασις ἐν ὑγροῖς, οἰκεία τῇ τῆς γλώττης ἕξει πεφυκυῖα, λεαίνῃ μὲν ἐπαλείφουσα τὰ τραχυνθέντα, τὰ δὲ παρὰ φύσιν συνεστῶτα ἢ κεχυμένα τὰ μὲν συνάγῃ, τὰ δὲ χαλᾷ, καὶ πάνθ’ ὅτι μάλιστα ἱδρύῃ κατὰ φύσιν, ἡδὺ καὶ προσφιλὲς παντὶ πᾶν τὸ τοιοῦτον ἴαμα τῶν βιαίων παθημάτων γιγνόμενον κέκληται γλυκύ.


     Πρῶτον λοιπὸν πρέπει νὰ ἐξηγήσωμεν, ὅσον εἶναι δυνατόν, ἐκεῖνο τὸ ὁποῖον ὁμιλοῦντες πρότερον περὶ τῶν χυμῶν, ἔχομεν παραλίπει, δηλαδὴ τὰ παθήματα τὰ ὁποῖα εἶναι ἴδια τῆς γλώσσης. Καὶ ταῦτα δὲ φαίνονται ὅτι συμβαίνουσιν, ὅπως καὶ τὰ περισσότερα ἐκ τῶν ἄλλων, διὰ συγκρίσεων (συστολῶν) καὶ διακρίσεων (διαστολῶν), καὶ ἐκτὸς τούτων ἔχουσι ταῦτα περισσότερον τῶν ἄλλων τραχύτητας καὶ λειότητας.

     Διότι ὅλα τὰ γεώδη μέρη, τὰ εἰσερχόμενα ὅπου εἶναι αἱ μικραὶ φλέβες, αἵτινες ὡς δοκιμαστήρια τῆς γλώσσης ἐκτείνονται (42) μέχρι τῆς καρδίας, πίπτοντα εἰς τὰ ὑγρὰ καὶ μαλακὰ μέρη τῆς σαρκὸς καὶ διαλυόμενα συστέλλουσι τὰς μικρὰς φλέβας καὶ τὰς ἀποξηραίνουσι, καὶ ἐκεῖνα ἅτινα εἶναι τραχύτερα φαίνονται στρυφνά, τὰ δὲ ὀλιγώτερον στρυφνὰ φαίνονται τραχέα. Ἐκεῖνα δὲ ἐξ αὐτῶν, τὰ ὁποῖα εἶναι καθαρτικὰ καὶ ἀποπλύνουσιν ὅλα τὰ περὶ τὴν γλώσσαν, ὅταν κάμνωσι τοῦτο πέραν τοῦ μέτρου καὶ προσκολλῶνται οὕτως, ὥστε νὰ φθείρωσι αὐτὴν τὴν γλώσσαν, ὁποία εἶναι ἡ ἐνέργεια τοῦ νίτρου, πάντα τὰ τοιαῦτα καλούνται πικρά. Ἐκεῖνα δὲ τὰ ὁποῖα ἔχουσι μικροτέραν τὴν δύναμιν τοῦ νίτρου καὶ ἐνεργοῦσι τὸν καθαρισμὸν μετὰ μέτρου, μᾶς φαίνονται ἀλυκὰ (σάλτσαι) ἄνευ πολὺ μεγάλης πικρίας καὶ μᾶλλον εὐάρεστα.

     Ἐκεῖνα δὲ εἰς τὰ ὁποῖα μετεδόθη ἡ θερμότης τοῦ στόματος καὶ ἔγιναν λεῖα ὑπὸ τούτου, ἐπειδὴ πυροῦνται καὶ πάλιν δὲ αὐτὰ καίουσι τὸ θερμάναν αὐτὰ στόμα καὶ ὑπὸ τῆς ἐλαφρότητος φέρονται ἄνω πρὸς τὰς αἰσθήσεις τῆς κεφαλῆς καὶ κόπτουσι πάντα ὅσα τύχωσι, διὰ ταύτας τὰς δυνάμεις των ὠνομάσθησαν δριμέα. Ὅσα δὲ αὐτῶν ἔγιναν ἤδη λεπτὰ ὑπὸ τῆς σήψεως καὶ εἰσδύουσιν εἰς τὰς στενὰς φλέβας, εὑρισκόμενα ὡς πρὸς τὰ γεώδη μέρη καὶ τὰ τοῦ ἀέρος, ὅσα ὑπάρχουσιν ἐκεῖ, εἰς ἀναλογίαν τοιαύτην, ὥστε νὰ κινώσι τὰ μὲν πέριξ τῶν δέ, καὶ νὰ τὰ κάμνωσι νὰ ἀναμιγνύωνται, καὶ ἀναμιγνυόμενα νὰ ἐμπίπτωσι καὶ νὰ εἰσδύωσι τὰ μὲν εἰς τὰ δέ, ὥστε νὰ παράγωσιν ἄλλα κοιλώματα ἐκτεινόμενα πέριξ τῶν εἰσερχομένων εἰς τὰς φλέβας, τὰ ὁποῖα ἐπειδὴ ἁπλοῦται πέριξ τοῦ ἀέρος κοίλη ὑγρασία ἄλλοτε μὲν γεώδης, ἄλλοτε δὲ καθαρά, γίνονται ἀγγεῖα ὑγρὰ ἐξ ἀέρος ἢ ὕδατα κοῖλα καὶ στρογγύλα – ἐκεῖνα μὲν τῆς καθαρᾶς ὑγρότητος εἶναι διαρκῆ καὶ ἔχουσιν ὄνομα πομφόλυγες, τὰ δὲ τῆς γεώδους κινουμένης καὶ ὑψουμένης καλοῦνται ζέσις και ζύμωσις. Τὸ αἴτιον δὲ τῶν παθῶν τούτων καλείται ὀξύ.

     Ἡ ἐναντία δὲ ἐντύπωσις εἰς ὅλα τὰ εἰρημένα περὶ τούτων γεννᾶται ἐξ ἐναντίας αἰτίας. Καὶ ὁσάκις τὰ εἰσερχόμενα εἰς τὸ στόμα, χυνόμενα εἰς τὰ ὑγρὰ αὐτοῦ καὶ ὄντα φύσει συγγενῆ μὲ τὰς ἰδιότητας τῆς γλώσσης, κάμνουσι λεῖον διὰ τῆς ἐπαλείψεως ὅ,τι εἶναι τραχύ, τὰ δὲ παρὰ φύσιν συντεθέντα ἢ χυμένα ἄλλα μὲν πιέζουσι, ἄλλα δὲ χαλαρούσι, καὶ κάθε πράγμα ὅσον εἶναι δυνατὸν ἀποκαθιστώσι σύμφωνον μὲ τὴν φύσιν του, εὐάρεστον καὶ ἀγαπητὸν εἰς πάντας ὑπάρχον πᾶν τοιοῦτον θεραπευτικὸν τῶν βιαίων ἐντυπώσεων καλεῖται γλυκύ.


     Καὶ τὰ μὲν ταύτῃ ταῦτα· περὶ δὲ δὴ τὴν τῶν μυκτήρων δύναμιν, εἴδη μὲν οὐκ ἔνι. Τὸ γὰρ τῶν ὀσμῶν πᾶν ἡμιγενές, εἴδει δὲ οὐδενὶ συμβέβηκεν συμμετρία πρὸς τό τινα σχεῖν ὀσμήν· ἀλλ’ ἡμῶν αἱ περὶ ταῦτα φλέβες πρὸς μὲν τὰ γῆς ὕδατός τε γένη στενότεραι συνέστησαν, πρὸς δὲ τὰ πυρὸς ἀέρος τε εὐρύτεραι, διὸ τούτων οὐδεὶς οὐδενὸς ὀσμῆς πώποτε ᾔσθετό τινος, ἀλλὰ ἢ βρεχομένων ἢ σηπομένων ἢ τηκομένων ἢ θυμιωμένων γίγνονταί τινων. Μεταβάλλοντος γὰρ ὕδατος εἰς ἀέρα ἀέρος τε εἰς ὕδωρ ἐν τῷ μεταξὺ τούτων γεγόνασιν, εἰσίν τε ὀσμαὶ σύμπασαι καπνὸς ἢ ὁμίχλη, τούτων δὲ τὸ μὲν ἐξ ἀέρος εἰς ὕδωρ ἰὸν ὁμίχλη, τὸ δὲ ἐξ ὕδατος εἰς ἀέρα καπνός· ὅθεν λεπτότεραι μὲν ὕδατος, παχύτεραι δὲ ὀσμαὶ σύμπασαι γεγόνασιν ἀέρος.

     Δηλοῦνται δὲ ὁπόταν τινὸς ἀντιφραχθέντος περὶ τὴν ἀναπνοὴν ἄγῃ τις βίᾳ τὸ πνεῦμα εἰς αὑτόν· τότε γὰρ ὀσμὴ μὲν οὐδεμία συνδιηθεῖται, τὸ δὲ πνεῦμα τῶν ὀσμῶν ἐρημωθὲν αὐτὸ μόνον ἕπεται. Δύ’ οὖν ταῦτα ἀνώνυμα τὰ τούτων ποικίλματα γέγονεν, οὐκ ἐκ πολλῶν οὐδὲ ἁπλῶν εἰδῶν ὄντα, ἀλλὰ διχῇ τό θ’ ἡδὺ καὶ τὸ λυπηρὸν αὐτόθι μόνω διαφανῆ λέγεσθον, τὸ μὲν τραχῦνόν τε καὶ βιαζόμενον τὸ κύτος ἅπαν, ὅσον ἡμῶν μεταξὺ κορυφῆς τοῦ τε ὀμφαλοῦ κεῖται, τὸ δὲ ταὐτὸν τοῦτο καταπραᾕνον καὶ πάλιν ᾗ πέφυκεν ἀγαπητῶς ἀποδιδόν.

     Τρίτον δὲ αἰσθητικὸν ἐν ἡμῖν μέρος ἐπισκοποῦσιν τὸ περὶ τὴν ἀκοήν, δι’ ἃς αἰτίας τὰ περὶ αὐτὸ συμβαίνει παθήματα, λεκτέον. Ὅλως μὲν οὖν φωνὴν θῶμεν τὴν δι’ ὤτων ὑπ’ ἀέρος ἐγκεφάλου τε καὶ αἵματος μέχρι ψυχῆς πληγὴν διαδιδομένην, τὴν δὲ ὑπ’ αὐτῆς κίνησιν, ἀπὸ τῆς κεφαλῆς μὲν ἀρχομένην, τελευτῶσαν δὲ περὶ τὴν τοῦ ἥπατος ἕδραν, ἀκοήν· ὅση δ’ αὐτῆς ταχεῖα, ὀξεῖαν, ὅση δὲ βραδυτέρα, βαρυτέραν· τὴν δὲ ὁμοίαν ὁμαλήν τε καὶ λείαν, τὴν δὲ ἐναντίαν τραχεῖαν· μεγάλην δὲ τὴν πολλήν, ὅση δὲ ἐναντία, σμικράν. Τὰ δὲ περὶ συμφωνίας αὐτῶν ἐν τοῖς ὕστερον λεχθησομένοις ἀνάγκη ῥηθῆναι.

     Τέταρτον δὴ λοιπὸν ἔτι γένος ἡμῖν αἰσθητικόν, ὃ διελέσθαι δεῖ συχνὰ ἐν ἑαυτῷ ποικίλματα κεκτημένον, ἃ σύμπαντα μὲν χρόας ἐκαλέσαμεν, φλόγα τῶν σωμάτων ἑκάστων ἀπορρέουσαν, ὄψει σύμμετρα μόρια ἔχουσαν πρὸς αἴσθησιν· ὄψεως δ’ ἐν τοῖς πρόσθεν αὐτὸ περὶ τῶν αἰτίων τῆς γενέσεως ἐρρήθη. Τῇδ’ οὖν τῶν χρωμάτων πέρι μάλιστα εἰκὸς πρέποι τ’ ἂν ἐπιεικεῖ λόγῳ διεξελθεῖν· τὰ φερόμενα ἀπὸ τῶν ἄλλων μόρια ἐμπίπτοντά τε εἰς τὴν ὄψιν τὰ μὲν ἐλάττω, τὰ δὲ μείζω, τὰ δ’ ἴσα τοῖς αὐτῆς τῆς ὄψεως μέρεσιν εἶναι· τὰ μὲν οὖν ἴσα ἀναίσθητα, ἃ δὴ καὶ διαφανῆ λέγομεν, τὰ δὲ μείζω καὶ ἐλάττω, τὰ μὲν συγκρίνοντα, τὰ δὲ διακρίνοντα αὐτήν, τοῖς περὶ τὴν σάρκα θερμοῖς καὶ ψυχροῖς καὶ τοῖς περὶ τὴν γλῶτταν στρυφνοῖς, καὶ ὅσα θερμαντικὰ ὄντα δριμέα ἐκαλέσαμεν, ἀδελφὰ εἶναι, τά τε λευκὰ καὶ τὰ μέλανα, ἐκείνων παθήματα γεγονότα ἐν ἄλλῳ γένει τὰ αὐτά, φανταζόμενα δὲ ἄλλα διὰ ταύτας τὰς αἰτίας.


     Καὶ περὶ μὲν τούτων (τῶν χυμῶν) ἀρκοῦσι τὰ εἰρημένα. Περὶ δὲ τῆς λειτουργίας τῶν μυκτήρων εἴδη μὲν δὲν διακρίνονται. Διότι πᾶν τὸ γένος τῶν ὀσμῶν εἶναι ἀτελές, καὶ οὐδὲν εἶδος(43) ἔχει τοιαύτην ἀναλογίαν, ὥστε νὰ ἔχῃ πάντως μίαν ὀσμήν. Αἱ φλέβες ἡμῶν εἰς τὰ μέρη ταῦτα εἶναι πεπλασμέναι λίαν στεναὶ ὡς πρὸς τὰ εἴδη τῆς γῆς καὶ τοῦ ὕδατος, καὶ λίαν εὐρεῖαι ὡς πρὸς τὰ τοῦ πυρὸς καὶ τοῦ ἀέρος. Διὰ τοῦτο οὐδεὶς οὐδέποτε ἠσθάνθη ὀσμὴν τινὰ αὐτῶν, ἀλλὰ αἱ ὀσμαὶ γίνονται ἀπὸ πράγματα, τὰ ὁποῖα ἢ βρέχονται ἢ σήπονται ἢ διαλύονται ἢ ἐξατμίζονται. Διότι ὅταν τὸ ὕδωρ μεταβάλλεται εἰς ἀέρα καὶ ὁ ἀὴρ εἰς ὕδωρ, διαρκούσης τῆς μεταβολῆς γίνονται αἱ ὀσμαὶ καὶ εἶναι ὅλαι ἢ καπνὸς ἢ νέφος (ἀτμός) (44). Ἐκ τούτων δὲ ἐκεῖνο, ὅπερ ἐξ ἀέρος μεταβαίνει εἰς ὕδωρ, εἶναι νέφος, ἐκεῖνο δὲ ὅπερ ἐξ ὕδατος εἰς ἀέρα εἶναι καπνός. Ὅθεν ὅλαι αἱ ὀσμαὶ εἶναι λεπτότεραι τοῦ ὕδατος καὶ παχύτεραι τοῦ ἀέρος.

     Τοῦτο δὲ γίνεται φανερόν, ὅταν τεθῇ κώλυμα τὶ εἰς τὴν ἀναπνοὴν (45) καὶ ἕλκη τὶς διὰ βίας εἰς ἑαυτὸν τὴν πνοήν, διότι τότε οὐδεμία ὀσμὴ στραγγίζεται δι’ αὐτοῦ, ὁ ἀὴρ δὲ μόνος, ἐστερημένος ὀσμῆς, ὑποχωρεῖ εἰς τὴν προσπάθειαν (εἰσπνέεται). Διὰ ταῦτα λοιπὸν αἱ ποικιλίαι τῶν ὀσμῶν δὲν ἔλαβον ὀνόματα, ἐπειδὴ δὲν ἀποτελοῦνται οὔτε ἐκ πολλῶν εἰδῶν οὔτε ἐξ’ ἁπλῶν εἰδῶν, ἀλλὰ διττῶς μόνα καλοῦνται, φανερὰ ὄντα, τὸ εὐάρεστον καὶ τὸ δυσάρεστον, ἐκ τῶν ὁποίων τοῦτο μὲν βιάζει καὶ κάμνει τραχείαν ὅλην τὴν κοιλότητα τὴν μεταξὺ τῆς κεφαλῆς καὶ τοῦ ὀμφαλοῦ ἡμῶν (46), τὸ ἄλλο δὲ καταπραΰνει καὶ πάλιν εἰς τὴν φυσικὴν κατάστασιν ἀγαπητῶς ἐπαναφέρει αὐτήν.

     Πρέπει τώρα νὰ ἐξετάσωμεν τρίτον εἶδος αἰσθήσεων, τὸ τῆς ἀκοῆς καὶ νὰ εἴπωμεν διὰ ποίας αἴτιας γεννῶνται αἱ σχετικαὶ ἐντυπώσεις. Ἐν γένει λοιπὸν ἂς θέσωμεν, ὅτι ὁ ἦχος εἶναι τὸ πλῆγμα, τὸ ὁποῖον διὰ μέσου τῶν ὤτων ὑπὸ τοῦ ἀέρος, τοῦ ἐγκεφάλου καὶ τοῦ αἵματος (47) διαδίδεται μέχρι τῆς ψυχῆς, καὶ ὅτι ἡ κίνησις ἡ ὑπὸ τοῦ πλήγματος γινομένη, ἀπὸ τῆς κεφαλῆς ἀρχίζουσα καὶ καταλήγουσα εἰς τὴν ἕδραν τοῦ ἥπατος, εἶναι τὸ αἴσθημα τῆς ἀκοῆς. Καὶ ἡ μὲν ταχεία κίνησις εἶναι ὁ ὀξὺς ἦχος, ἡ δὲ βραδυτέρα εἶναι ὁ βαρύτερος (48), ἡ δὲ ὁμοιόμορφος εἶναι ὁ ὁμαλὸς καὶ λεῖος, ἡ δὲ ἐνάντια ὁ τραχύς, ἡ δὲ μεγάλη ὁ ἰσχυρὸς καὶ ἡ ἐναντία εἶναι ὁ μικρός, ὡς πρὸς δὲ τὰς συμφωνίας αὐτῶν ἀνάγκη νὰ ὁμιλήσωμεν βραδύτερον.

     Τὸ τέταρτον γένος αἰσθητῶν πραγμάτων μᾶς ὑπολείπεται, ὅπερ πρέπει νὰ διαιρέσωμεν εἰς εἴδη, διότι κατέχει πολυαρίθμους ποικιλίας, τὰς ὁποίας ὅλας ὁμοῦ ἐκαλέσαμεν χρώματα, (καὶ εἶναι) φλὸξ ἀπορρέουσα ἀπὸ ἕκαστον τῶν σωμάτων καὶ ἔχουσα μόρια ἀνάλογα πρὸς τὴν ὄψιν, ὥστε νὰ εἶναι αἰσθητά. Περὶ τῶν αἰτίων δὲ τῆς παραγωγῆς τῆς ὄψεως εἴπομεν ὀλίγα εἰς τὰ προηγούμενα (49). Περὶ τῶν χρωμάτων λοιπὸν τοῦτο φαίνεται πιθανώτατον, καὶ θὰ ἦτο πρέπον νῦν νὰ διεξέλθωμεν περὶ αὐτοῦ προσηκόντως• ὅτι δηλαδὴ τὰ μόρια, τὰ ὁποῖα ἀπορρέουσιν ἀπὸ τῶν ἄλλων πραγμάτων καὶ πίπτουσιν εἰς τὴν ὄψιν, εἶναι ἄλλα μὲν μικρότερα, ἄλλα δὲ μεγαλύτερα, καὶ ἄλλα ἴσα πρὸς τὰ μέρη αὐτῆς τῆς ὄψεως. Καὶ τὰ μὲν ἴσα δὲν εἶναι αἰσθητὰ καὶ τὰ λέγομεν διαφανῆ, τὰ δὲ μεγαλύτερα καὶ τὰ μικρότερα, ἐκεῖνα μὲν ὄντα ἱκανὰ νὰ συστέλλωσι, ταῦτα δὲ νὰ διαστέλλωσι τὴν ὄψιν, εἶναι τοιαῦτα, ὁποῖα πρὸς τὴν σάρκα εἶναι τὸ θερμὸν καὶ τὸ ψυχρὸν καὶ πρὸς τὴν γλώσσαν τὸ στρυφνὸν καὶ ὅσα θερμαντικὰ ὄντα τὰ ἐκαλέσαμεν δριμέα. Καὶ τὸ λευκὸν καὶ τὸ μέλαν εἶναι αἱ αὐταὶ ἐντυπώσεις τῶν πραγμάτων τούτων, αἵτινες ὅμως γίνονται εἰς ἄλλο γένος, καὶ φαίνονται διάφοροι διὰ τὰς εἰρημένας αἰτίας (50).


     Οὕτως οὖν αὐτὰ προσρητέον· τὸ μὲν διακριτικὸν τῆς ὄψεως λευκόν, τὸ δ’ ἐναντίον αὐτοῦ μέλαν, τὴν δὲ ὀξυτέραν φορὰν καὶ γένους πυρὸς ἑτέρου προσπίπτουσαν καὶ διακρίνουσαν τὴν ὄψιν μέχρι τῶν ὀμμάτων, αὐτάς τε τῶν ὀφθαλμῶν τὰς διεξόδους βίᾳ διωθοῦσαν καὶ τήκουσαν, πῦρ μὲν ἁθρόον καὶ ὕδωρ, ὃ δάκρυον καλοῦμεν, ἐκεῖθεν ἐκχέουσαν, αὐτὴν δὲ οὖσαν πῦρ ἐξ ἐναντίας ἀπαντῶσαν, καὶ τοῦ μὲν ἐκπηδῶντος πυρὸς οἷον ἀπ’ ἀστραπῆς, τοῦ δ’ εἰσιόντος καὶ περὶ τὸ νοτερὸν κατασβεννυμένου, παντοδαπῶν ἐν τῇ κυκήσει ταύτῃ γιγνομένων χρωμάτων, μαρμαρυγὰς μὲν τὸ πάθος προσείπομεν, τὸ δὲ τοῦτο ἀπεργαζόμενον λαμπρόν τε καὶ στίλβον ἐπωνομάσαμεν.

     Τὸ δὲ τούτων αὖ μεταξὺ πυρὸς γένος, πρὸς μὲν τὸ τῶν ὀμμάτων ὑγρὸν ἀφικνούμενον καὶ κεραννύμενον αὐτῷ, στίλβον δὲ οὔ· τῇ δὲ διὰ τῆς νοτίδος αὐγῇ τοῦ πυρὸς μειγνυμένου χρῶμα ἔναιμον παρασχομένῃ, τοὔνομα ἐρυθρὸν λέγομεν. λαμπρόν τε ἐρυθρῷ λευκῷ τε μειγνύμενον ξανθὸν γέγονεν· τὸ δὲ ὅσον μέτρον ὅσοις, οὐδ’ εἴ τις εἰδείη, νοῦν ἔχει τὸ λέγειν, ὧν μήτε τινὰ ἀνάγκην μήτε τὸν εἰκότα λόγον καὶ μετρίως ἄν τις εἰπεῖν εἴη δυνατός. Ἐρυθρὸν δὲ δὴ μέλανι λευκῷ τε κραθὲν ἁλουργόν· ὄρφνινον δέ, ὅταν τούτοις μεμειγμένοις καυθεῖσίν τε μᾶλλον συγκραθῇ μέλαν. Πυρρὸν δὲ ξανθοῦ τε καὶ φαιοῦ κράσει γίγνεται, φαιὸν δὲ λευκοῦ τε καὶ μέλανος, τὸ δὲ ὠχρὸν λευκοῦ ξανθῷ μειγνυμένου. Λαμπρῷ δὲ λευκὸν συνελθὸν καὶ εἰς μέλαν κατακορὲς ἐμπεσὸν κυανοῦν χρῶμα ἀποτελεῖται, κυανοῦ δὲ λευκῷ κεραννυμένου γλαυκόν, πυρροῦ δὲ μέλανι πράσιον. Τὰ δὲ ἄλλα ἀπὸ τούτων σχεδὸν δῆλα αἷς ἂν ἀφομοιούμενα μείξεσιν διασῴζοι τὸν εἰκότα μῦθον.

     Εἰ δέ τις τούτων ἔργῳ σκοπούμενος βάσανον λαμβάνοι, τὸ τῆς ἀνθρωπίνης καὶ θείας φύσεως ἠγνοηκὼς ἂν εἴη διάφορον, ὅτι θεὸς μὲν τὰ πολλὰ εἰς ἓν συγκεραννύναι καὶ πάλιν ἐξ ἑνὸς εἰς πολλὰ διαλύειν ἱκανῶς ἐπιστάμενος ἅμα καὶ δυνατός, ἀνθρώπων δὲ οὐδεὶς οὐδέτερα τούτων ἱκανὸς οὔτε ἔστι νῦν οὔτε εἰς αὖθίς ποτε ἔσται.


     Οὕτω λοιπὸν πρέπει νὰ ὀνομάζωμεν αὐτά, τὸ μὲν διαστέλλον τὴν ὄψιν λευκόν, τὸ δὲ ἐναντίον αὐτοῦ μέλαν. Ἐὰν δὲ ὀξυτέρα ὁρμὴ πυρὸς διαφόρου γένους (ἐξωτερικοῦ) προσπέσῃ εἰς τὸ ὀπτικὸν πῦρ καὶ διαστείλῃ αὐτὸ μέχρι τῶν ὀμμάτων, βιαίως ὠθοῦσα καὶ διαλύουσα τοὺς πόρους τῶν ὀφθαλμῶν, ὥστε νὰ ἐκχύνεται πῦρ καὶ ὕδωρ ἄφθονον, τὸ ὁποῖον καλοῦμεν δάκρυα, ἐνῶ αὐτὴ αὕτη ἡ ὁρμὴ εἶναι πῦρ, καὶ ἔρχεται εἰς συνάντησιν (ἐνῶ τὸ ἓν πῦρ πηδᾶ ἔξω ὡς ἀπὸ ἀστραπήν, τὸ δὲ ἄλλο εἰσέρχεται καὶ σβύνεται εἰς τὴν ὑγρασίαν τοῦ ὀφθαλμοῦ), καὶ εἰς τὴν σύγχυσιν ταύτην γεννῶνται ποικίλα χρώματα, τὴν ἐντύπωσιν ταύτην ὀνομάζομεν μαρμαρυγήν (51), ἐκεῖνο δὲ ὅπερ παράγει αὐτὴν ὀνομάζομεν λαμπρὸν καὶ στίλβον.

     Τὸ δὲ μεταξὺ τούτων εἶναι γένος πυρός, τὸ ὁποῖον φθάνει εἰς τὸ ὑγρὸν τῶν ὀμμάτων καὶ ἀναμιγνύεται μὲ αὐτό, ἀλλὰ δὲν στίλβει, καὶ τὴν λάμψιν ταύτην τοῦ πυρὸς ἡ ὁποία ἀναμιγνύεται μετὰ τοῦ ὑγροῦ, ἐπειδὴ παρέχει χρῶμα τοῦ αἵματος, τὴν ὀνομάζομεν ἐρυθρόν. Τὸ λαμπρὸν ἐνούμενον μὲ τὸ ἐρυθρὸν καὶ τὸ λευκὸν γεννᾶ τὸ ξανθόν. Ἀλλὰ κατὰ ποῖον μέτρον εἶναι ἕκαστον τούτων, οὐδὲ ἐὰν τὶς γνωρίζῃ αὐτό, ἔχει σημασίαν πρὸς αὐτὸν νὰ τὸ ἐξετάζῃ, διότι οὐδεὶς θὰ ἠδύνατο νὰ δείξῃ ἐπαρκῶς ἀνάγκην τινὰ αὐτοῦ οὔτε λόγον πιθανόν. Τὸ δὲ ἐρυθρὸν ἐνωθὲν μὲ τὸ μέλαν καὶ τὸ λευκόν, παράγει τὸ πορφυροῦν. Ὅταν δὲ εἰς ταῦτα, ἀφοῦ μιχθώσι καὶ καώσι, προστεθῇ περισσότερον μέλαν, γεννᾶται τὸ σκοτεινὸν (βαθύ) χρῶμα. Τὸ πυρρὸν δὲ γεννᾶται ἐκ τῆς μίξεως τοῦ ξανθοῦ καὶ τοῦ φαιοῦ, τὸ δὲ φαιὸν ἐκ τοῦ λευκοῦ καὶ τοῦ μέλανος, τὸ δὲ ὠχρὸν (κίτρινον) ἐκ τοῦ λευκοῦ μιχθέντος μὲ τὸ ξανθόν. Τὸ λευκὸν δὲ συνδυαζόμενον μὲ τὸ λαμπρὸν καὶ μεταπῖπτον εἰς πυκνὸν μέλαν παράγει τὸ κυανοῦν χρῶμα. Τὸ δὲ κυανοῦν ἐνούμενον μὲ τὸ λευκὸν παράγει τὸ γλαυκὸν καὶ τὸ πυρρὸν συνδυαζόμενον μὲ τὸ μέλαν παράγει τὸ πράσινον. Τὰ δὲ λοιπὰ χρώματα ἐκ τούτων τῶν παραδειγμάτων εἶναι σχεδὸν φανερὸν μὲ ποίας μίξεις δύνανται νὰ ἐξηγηθώσι καὶ νὰ διατηρηθῇ ἡ πιθανότης τοῦ λόγου.

     Ἀλλ’ ἐὰν τὶς ἐξετάζων ταῦτα ἐν τῇ πραγματικότητᾳ θέλῃ νὰ κάμῃ δοκιμὴν αὐτῶν, θὰ ἐδεικνύετο ἀγνοῶν τὴν διαφορὰν μεταξὺ τῆς ἀνθρωπίνης καὶ τῆς θείας φύσεως, ὅτι δήλ. ὁ Θεὸς ἔχει τὴν ἐπιστήμην ἅμα καὶ τὴν δύναμιν ἐπαρκεῖς, ἵνα ἀναμιγνύῃ πολλὰ πράγματα εἰς ἓν καὶ πάλιν ἐκ τοῦ ἑνὸς νὰ τὰ διαλύῃ εἰς πολλά, ἀλλ’ ἐκ τῶν ἀνθρώπων οὐδεὶς εἶναι ἱκανὸς νὰ κάμῃ οὔτε τὸ ἓν οὔτε τὸ ἄλλο ἐκ τούτων, οὔτε τώρα οὔτε θὰ εἶναι ποτὲ εἰς τὸ μέλλον.

λϛ. Συμπέρασμα περὶ τῆς Ἀνάγκης καὶ τῶν αἰτίων τῶν ἀρχῶν

     Ταῦτα δὴ πάντα τότε ταύτῃ πεφυκότα ἐξ ἀνάγκης ὁ τοῦ καλλίστου τε καὶ ἀρίστου δημιουργὸς ἐν τοῖς γιγνομένοις παρελάμβανεν, ἡνίκα τὸν αὐτάρκη τε καὶ τὸν τελεώτατον θεὸν ἐγέννα, χρώμενος μὲν ταῖς περὶ ταῦτα αἰτίαις ὑπηρετούσαις, τὸ δὲ εὖ τεκταινόμενος ἐν πᾶσιν τοῖς γιγνομένοις αὐτός. Διὸ δὴ χρὴ δύ’ αἰτίας εἴδη διορίζεσθαι, τὸ μὲν ἀναγκαῖον, τὸ δὲ θεῖον, καὶ τὸ μὲν θεῖον ἐν ἅπασιν ζητεῖν κτήσεως ἕνεκα εὐδαίμονος βίου, καθ’ ὅσον ἡμῶν ἡ φύσις ἐνδέχεται, τὸ δὲ ἀναγκαῖον ἐκείνων χάριν, λογιζόμενον ὡς ἄνευ τούτων οὐ δυνατὰ αὐτὰ ἐκεῖνα ἐφ’ οἷς σπουδάζομεν μόνα κατανοεῖν οὐδ’ αὖ λαβεῖν οὐδ’ ἄλλως πως μετασχεῖν.

     Ὅτ’ οὖν δὴ τὰ νῦν οἷα τέκτοσιν ἡμῖν ὕλη παράκειται τὰ τῶν αἰτίων γένη διυλισμένα, ἐξ ὧν τὸν ἐπίλοιπον λόγον δεῖ συνυφανθῆναι, πάλιν ἐπ’ ἀρχὴν ἐπανέλθωμεν διὰ βραχέων, ταχύ τε εἰς ταὐτὸν πορευθῶμεν ὅθεν δεῦρο ἀφικόμεθα, καὶ τελευτὴν ἤδη κεφαλήν τε τῷ μύθῳ πειρώμεθα ἁρμόττουσαν ἐπιθεῖναι τοῖς πρόσθεν. Ὥσπερ γὰρ οὖν καὶ κατ’ ἀρχὰς ἐλέχθη, ταῦτα ἀτάκτως ἔχοντα ὁ θεὸς ἐν ἑκάστῳ τε αὐτῷ πρὸς αὑτὸ καὶ πρὸς ἄλληλα συμμετρίας ἐνεποίησεν, ὅσας τε καὶ ὅπῃ δυνατὸν ἦν ἀνάλογα καὶ σύμμετρα εἶναι.

     Τότε γὰρ οὔτε τούτων, ὅσον μὴ τύχῃ, τι μετεῖχεν, οὔτε τὸ παράπαν ὀνομάσαι τῶν νῦν ὀνομαζομένων ἀξιόλογον ἦν οὐδέν, οἷον πῦρ καὶ ὕδωρ καὶ εἴ τι τῶν ἄλλων· ἀλλὰ πάντα ταῦτα πρῶτον διεκόσμησεν, ἔπειτ’ ἐκ τούτων πᾶν τόδε συνεστήσατο, ζῷον ἓν ζῷα ἔχον τὰ πάντα ἐν ἑαυτῷ θνητὰ ἀθάνατά τε. Καὶ τῶν μὲν θείων αὐτὸς γίγνεται δημιουργός, τῶν δὲ θνητῶν τὴν γένεσιν τοῖς ἑαυτοῦ γεννήμασιν δημιουργεῖν προσέταξεν.


     Ταῦτα λοιπὸν πάντα γεννηθέντα τοιουτοτρόπως ἐξ ἀνάγκης, ὁ δημιουργός τοῦ καλλίστου καὶ τοῦ ἀρίστου τὰ προσελάμβανε τότε εἰς τὰ γεννώμενα πράγματα, ὄτε ἐγέννα τὸν αὐτάρκη καὶ τὸν τελειότατον Θεόν, μεταχειριζόμενος αὐτὰ ὡς βοηθητικὰς αἰτίας, ἐνῶ τὸ ἀγαθὸν εἰς ὅλα τὰ γεννώμενα αὐτὸς τὸ ἐπραγματοποίει. Διὰ τοῦτο πρέπει νὰ διακρίνωμεν δυὸ εἴδη αἰτιῶν, τὸ μὲν ἀναγκαῖον, τὸ δὲ ἄλλο θεῖον, καὶ τὸ μὲν θεῖον νὰ ζητῶμεν εἰς ὅλα τὰ πράγματα, διὰ νὰ ζήσωμεν εὐτυχεῖς ἐφ’ ὅσον ἡ φύσις ἡμῶν ἐπιδέχεται· τὸ δὲ ἀναγκαῖον χάριν ἐκείνου, ἀναλογιζόμενοι ὅτι ἄνευ αὐτοῦ δὲν εἶναι δυνατὸν οὔτε ἐκεῖνο, τὸ ὁποῖον ἐπιποθοῦμεν, νὰ κατανοήσωμεν μεμονωμένον, οὔτε πάλιν νὰ τὸ συλλάβωμεν (52) ἢ νὰ μετάσχωμεν αὐτοῦ κατ’ ἄλλον τινὰ τρόπον.

     Ἐπειδὴ λοιπὸν τώρα, ὡς εἰς τέκτονας τὰ ὑλικά, εὑρίσκονται ἐνώπιον ἡμῶν τὰ δυὸ εἴδη τῶν αἰτιῶν, καλῶς ὠρισμένα, ἐκ τῶν ὁποίων πρέπει νὰ συνυφάνωμεν τὸν ἐπίλοιπον λόγον ἡμῶν, πάλιν ἂς ἐπανέλθωμεν συντόμως εἰς τὴν ἀρχὴν καὶ ταχέως ἂς πορευθῶμεν εἰς αὐτὸ ἐκεῖνο τὸ σημεῖον, ἐκ τοῦ ὁποίου ὁρμηθέντες ἐφθάσαμεν ἐδῶ, καὶ ἂς δοκιμάσωμεν νὰ θέσωμεν εἰς τὸν λόγον καὶ κεφαλὴν καὶ τέλος ἁρμόζοντα εἰς τὰ προειρημένα. Καθὼς λοιπὸν καὶ κατ’ ἀρχὰς εἴπομεν, εἰς τὰ πράγματα ταῦτα, τὰ ὁποῖα εὐρίσκοντο εἰς ἀταξίαν, ὁ Θεὸς ἔθεσεν εἰς ἕκαστον ἀναλογίας (συμμετρίας) καὶ πρὸς ἑαυτὸ καὶ πρὸς τὰ ἄλλα, καθ’ ὅσας καὶ ὅπου ἦτο δυνατὸν νὰ γίνωσιν ἀνάλογα καὶ σύμμετρα.

     Διότι τότε οὐδὲν πράγμα μετεῖχεν ἀναλογιῶν καὶ μέτρων, ἐκτὸς ἂν τὶ ἐξ αὐτῶν μετεῖχε κατὰ τύχην, οὔτε τὸ παράπαν ὑπῆρχε κανὲν ἄξιον νὰ λάβῃ τὸ ὄνομα τῶν πραγμάτων, τὰ ὁποία τώρα ἔχουσι τὸ ὄνομα τοῦτο, ὡς πῦρ καὶ ὕδωρ καὶ εἰ τί ἄλλο. Ἀλλ’ ὅλα ταῦτα κατὰ πρῶτον ὁ Θεὸς διέταξε, καὶ ἔπειτα ἐκ τούτων ἐσύστησε τὸ σύμπαν τοῦτο, ζῶον ὄν, τὸ ὁποῖον περιλαμβάνει ἐν ἐαυτῷ ὅλα τὰ ζῶα, θνητὰ καὶ ἀθάνατα. Καὶ τῶν μὲν θείων πραγμάτων αὐτὸς οὗτος ἔγινε δημιουργός, τὴν γέννησιν δὲ τῶν θνητῶν ἀνέθεσεν εἰς τὰ πλάσματα αὐτοῦ (53), ἵνα τὰ δημιουργήσωσι.