| 05:12 | 12:21 | 19:31 |
| Ἀθῆναι | ||
ΝΙΚΟΜΑΧΟΣ ΓΕΡΑΣΗΝΟΣ, ΑΡΙΘΜΗΤΙΚΗ ΕΙΣΑΓΩΓΗ
Ἐπιμέλεια κειμένου - Ἀπόδοσις: Εὐ. Σπανδάγος * Ἐκδόσεις ΑΙΘΡΑ: Μεσολογγίου 1 * 10681 ΑΘΗΝΑ * τηλ. 3301 269 - 3302622 |
Ὑποστηρίξετε τὸ μεταφραστικὸ μας ἔργο - Support our translation project
| Πτολεμαίου Τετράβιβλος, βιβλίον α' |
|
|
|
Τετράβιβλος
ΚΛΑΥΔΙΟΥ ΠΤΟΛΕΜΑΙΟΥ ΤΩΝ ΠΡΟΣ ΣΥΡΟΝ ΑΠΟΤΕΛΕΣΜΑΤΙΚΩΝ
Τῶν τὸ δι' ἀστρονομίας προγνωστικὸν τέλος παρασκευαζόντων, ὦ Σύρε, δύο τῶν μεγίστων καὶ κυριωτάτων ὑπαρχόντων, ἑνὸς μὲν τοῦ πρώτου καὶ τάξει καὶ δυνάμει, καθ' ὃ τοὺς γινομένους ἑκάστοτε σχηματισμοὺς τῶν κινήσεων ἡλίου τε καὶ σελήνης καὶ ἀστέρων πρὸς ἀλλήλους τε καὶ τὴν γῆν καταλαμβανόμεθα, δευτέρου δέ, καθ' ὃ διὰ τῆς φυσικῆς τῶν σχηματισμῶν αὐτῶν ἰδιοτροπίας τὰς ἀποτελουμένας μεταβολὰς τῶν ἐμπεριεχομένων ἐπισκεπτόμεθα, τὸ μὲν °πρῶτον ἰδίαν ἔχον καὶ δι' ἑαυτὴν αἱρετὴν θεωρίαν, κἂν μὴ τὸ ἐκ τῆς ἐπιζεύξεως τοῦ δευτέρου τέλος συμπεραίνηται, κατ' ἰδίαν σύνταξιν ὡς μάλιστα ἐνῆν ἀποδεικτικῶς σοι περιώδευται. περὶ δὲ τοῦ δευτέρου καὶ μὴ ὡσαύτως αὐτοτελοῦς ἡμεῖς ἐν τῷ παρόντι ποιησόμεθα λόγον κατὰ τὸν ἁρμόζοντα φιλοσοφίᾳ τρόπον καὶ ὡς ἄν τις φιλαλήθει μάλιστα χρώμενος σκοπῷ μήτε τὴν κατάληψιν αὐτοῦ παραβάλλοι τῇ τοῦ πρώτου καὶ ἀεὶ ὡσαύτως ἔχοντος βεβαιότητι, τὸ ἐν πολλοῖς ἀσθενὲς καὶ δυσείκαστον τῆς ὑλικῆς ποιότητος μὴ προσποιούμενος, μήτε πρὸς τὴν κατὰ τὸ ἐνδεχόμενον ἐπίσκεψιν ἀποκνοίη, τῶν γε πλείστων καὶ ὁλοσχερεστέρων συμπτωμάτων ἐναργῶς οὕτως τὴν ἀπὸ τοῦ περιέχοντος αἰτίαν ἐμφανιζόντων. ἐπεὶ δὲ πᾶν μὲν τὸ δυσέφικτον παρὰ τοῖς πολλοῖς εὐδιάβλητον ἔχει φύσιν, ἐπὶ δὲ τῶν προκειμένων δύο καταλήψεων αἱ μὲν τῆς προτέρας διαβολαὶ τυφλῶν ἂν εἶεν παντελῶς, αἱ δὲ τῆς δευτέρας εὐπροφασίστους ἔχουσι τὰς ἀφορμὰς (ἢ γὰρ τὸ ἐπ' ἐνίων δυσθεώρητον ἀκαταληψίας τελείας δόξαν παρέσχεν ἢ τὸ τῶν γνωσθέντων δυσφύλακτον καὶ τὸ τέλος ὡς ἄχρηστον διέσυρε), πειρασόμεθα διὰ βραχέων πρὸ τῆς κατὰ μέρος ὑφηγήσεως τὸ μέτρον ἑκατέρου τοῦ τε δυνατοῦ καὶ τοῦ χρησίμου τῆς τοιαύτης προγνώσεως ἐπισκέψασθαι, καὶ πρῶτον τοῦ δυνατοῦ. Ὅτι καταληπτὴ ἡ δι' ἀστρονομίας γνῶσις καὶ μέχρι τίνος Ὅτι μὲν τοίνυν διαδίδοται καὶ διικνεῖταί τις δύναμις ἀπὸ τῆς αἰθερώδους καὶ ἀϊδίου φύσεως ἐπὶ πᾶσαν τὴν περίγειον καὶ δι' ὅλων μεταβλήτην, τῶν ὑπὸ τὴν σελήνην πρώτων στοιχείων πυρὸς καὶ ἀέρος περιεχομένων μὲν καὶ τρεπομένων ὑπὸ τῶν κατὰ τὸν αἰθέρα κινήσεων, περιεχόντων δὲ καὶ συντρεπόντων τὰ λοιπὰ πάντα, γῆν καὶ ὕδωρ καὶ τὰ ἐν αὐτοῖς φυτὰ καὶ ζῷα, πᾶσιν ἂν ἐναργέστατον καὶ δι' ὀλίγων φανείη. ὅ τε γὰρ ἥλιος διατίθησί πως ἀεὶ μετὰ τοῦ περιέχοντος πάντα τὰ περὶ τὴν γῆν, οὐ μόνον διὰ τῶν κατὰ τὰς ἐτησίους ὥρας μεταβολῶν πρὸς γονὰς ζῴων καὶ φυτῶν καρποφορίας καὶ ῥύσεις ὑδάτων καὶ σωμάτων μετατροπάς, ἀλλὰ καὶ διὰ τῶν καθ' ἑκάστην ἡμέραν περιόδων θερμαίνων τε καὶ ὑγραίνων καὶ ξηραίνων καὶ ψύχων τεταγμένως τε καὶ ἀκολούθως τοῖς πρὸς τὸν κατὰ κορυφὴν ἡμῶν γινομένοις ὁμοιοτρόποις σχηματισμοῖς. ἥ τε σελήνη πλείστην ὡς περιγειοτάτη διαδίδωσιν ἡμῖν ἐπὶ τὴν γῆν τὴν ἀπόρροιαν, συμπαθούντων αὐτῇ καὶ συντρεπομένων τῶν πλείστων καὶ ἀψύχων καὶ ἐμψύχων καὶ ποταμῶν μὲν συναυξόντων καὶ συμμειούντων τοῖς φωσὶν αὐτῆς τὰ ῥεύματα, θαλασσῶν δὲ συντρεπουσῶν ταῖς ἀνατολαῖς καὶ ταῖς δύσεσι τὰς ἰδίας ὁρμάς, φυτῶν δὲ καὶ ζῴων ἢ ὅλων ἢ κατά τινα μέρη συμπληρουμένων τε αὐτῇ καὶ συμμειουμένων. αἵ τε τῶν ἀστέρων τῶν τε ἀπλανῶν καὶ τῶν πλανωμένων πάροδοι πλείστας ποιοῦσιν ἐπισημασίας τοῦ περιέχοντος καυματώδεις καὶ πνευματώδεις καὶ νιφετώδεις, ὑφ' ὧν καὶ τὰ ἐπὶ τῆς γῆς οἰκείως διατίθεται. ἤδη δὲ καὶ οἱ πρὸς ἀλλήλους αὐτῶν συσχηματισμοί, συνερχομένων πως καὶ συγκιρναμένων τῶν διαδόσεων, πλείστας καὶ ποικίλας μεταβολὰς ἀπεργάζονται, κατακρατούσης μὲν τῆς τοῦ ἡλίου δυνάμεως πρὸς τὸ καθόλου τῆς ποιότητος τεταγμένης, συνεργούντων δὲ ἢ ἀποσυνεργούντων κατά τι τῶν λοιπῶν, καὶ τῆς μὲν σελήνης ἐκφανέστερον καὶ συνεχέστερον ὡς ἐν ταῖς συνόδοις καὶ διχοτόμοις καὶ πανσελήνοις, τῶν δὲ ἀστέρων περιοδικώτερον καὶ ἀσημότερον, ὡς ἐν ταῖς φάσεσι καὶ κρύψεσι καὶ προσνεύσεσιν. ὅτι δὲ τούτων οὕτως θεωρουμένων οὐ μόνον τὰ ἤδη συγκραθέντα διατίθεσθαί πως ὑπὸ τῆς τούτων κινήσεως ἀναγκαῖον, ἀλλὰ καὶ τῶν σπερμάτων τὰς ἀρχὰς καὶ τὰς πληροφορήσεις διαπλάττεσθαι καὶ διαμορφοῦσθαι πρὸς τὴν οἰκείαν τοῦ τότε περιέχοντος ποιότητα, πᾶσιν ἂν δόξειεν ἀκόλουθον εἶναι. οἱ γοῦν παρατηρητικώτεροι τῶν γεωργῶν καὶ τῶν νομέων ἀπὸ τῶν κατὰ τὰς ὀχείας καὶ τὰς τῶν σπερμάτων καταθέσεις συμβαινόντων πνευμάτων στοχάζονται τῆς ποιότητος τῶν ἀποβησομένωνἦ καὶ ὅλως τὰ μὲν ὁλοσχερέστερα καὶ διὰ τῶν ἐπιφανεστέρων συσχηματισμῶν ἡλίου καὶ σελήνης καὶ ἀστέρων ἐπισημαινόμενα καὶ παρὰ τοῖς μὴ φυσικῶς, μόνον δὲ παρατηρητικῶς σκεπτομένοις ὡς ἐπίπαν προγινωσκόμενα θεωροῦμεν, τὰ μὲν ἐκ μείζονός τε δυνάμεως καὶ ἁπλουστέρας τάξεως καὶ παρὰ τοῖς πάνυ ἰδιώταις, μᾶλλον δὲ καὶ παρ' ἐνίοις τῶν ἀλόγων ζῴων, ὡς τῶν ὡρῶν καὶ τῶν πνευμάτων τὰς ἐτησίους διαφοράς (τούτων γὰρ ὡς ἐπίπαν ὁ ἥλιος αἴτιος), τὰ δὲ ἧττον οὕτως ἔχοντα παρὰ τοῖς ἤδη κατὰ τὸ ἀναγκαῖον ταῖς παρατηρήσεσιν ἐνειθισμένοις, ὡς τοῖς ναυτιλλομένοις τὰς κατὰ μέρος τῶν χειμώνων καὶ τῶν πνευμάτων ἐπισημασίας ὅσαι γίνονται κατὰ τὸ περιοδικώτερον ὑπὸ τῶν τῆς σελήνης ἢ καὶ τῶν ἀπλανῶν ἀστέρων πρὸς τὸν ἥλιον συσχηματισμῶν. παρὰ μέντοι τὸ μήτε αὐτῶν τούτων τοὺς χρόνους καὶ τοὺς τόπους ὑπὸ ἀπειρίας ἀκριβῶς δύνασθαι κατανοεῖν μήτε τὰς τῶν πλανωμένων ἀστέρων περιόδους πλεῖστον καὶ αὐτὰς συμβαλλομένας τὸ πολλάκις αὐτοῖς σφάλλεσθαι συμβαίνει. τί δὴ οὖν κωλύει τὸν ἠκριβωκότα μὲν τάς τε πάντων τῶν ἀστέρων καὶ ἡλίου καὶ σελήνης κινήσεις, ὅπως αὐτὸν μηδενὸς τῶν σχηματισμῶν μήτε ὁ τόπος μήτε ὁ χρόνος λανθάνῃ, διειληφότα δὲ ἐκ τῆς ἔτι ἄνωθεν συνεχοῦς ἱστορίας ὡς ἐπίπαν αὐτῶν τὰς φύσεις, κἂν μὴ τὰς κατ' αὐτὸ τὸ ὑποκείμενον ἀλλὰ τάς γε δυνάμει ποιητικάς, οἷον ὡς τὴν τοῦ ἡλίου ὅτι θερμαίνει καὶ τὴν τῆς σελήνης ὅτι ὑγραίνει, καὶ ἐπὶ τῶν λοιπῶν ὁμοίως, ἱκανὸν δὲ πρὸς τοιαῦτα ὄντα φυσικῶς ἅμα καὶ εὐστόχως ἐκ τῆς συγκράσεως πάντων τὸ ἴδιον τῆς ποιότητος διαλαβεῖν, ὡς δύνασθαι μὲν ἐφ' ἑκάστου τῶν διδομένων καιρῶν ἐκ τῆς τότε τῶν φαινομένων σχέσεως τὰς τοῦ περιέχοντος ἰδιοτροπίας εἰπεῖν, οἷον ὅτι θερμότερον ἢ ὑγρότερον ἔσται, δύνασθαι δὲ καὶ καθ' ἕνα ἕκαστον τῶν ἀνθρώπων τήν τε καθόλου ποιότητα τῆς ἰδιοσυγκρασίας ἀπὸ τοῦ κατὰ τὴν σύστασιν περιέχοντος συνιδεῖν, οἷον ὅτι τὸ μὲν σῶμα τοιόσδε, τὴν δὲ ψυχὴν τοιόσδε, καὶ τὰ κατὰ καιροὺς συμπτώματα, διὰ τὸ τὸ μὲν τοιόνδε περιέχον τῇ τοιᾷδε συγκράσει σύμμετρον ἢ καὶ πρόσφορον γίνεσθαι πρὸς εὐεξίαν, τὸ δὲ τοιόνδε ἀσύμμετρον καὶ πρόσφορον πρὸς κάκωσιν; ἀλλὰ γὰρ τὸ μὲν δυνατὸν τῆς τοιαύτης καταλήψεως διὰ τούτων καὶ τῶν ὁμοίων ἔστι συνιδεῖν. ὅτι δὲ εὐπροφασίστως μέν, οὐ προσηκόντως δὲ τὴν πρὸς τὸ ἀδύνατον ἔσχε διαβολήν, οὕτως ἂν κατανοήσαιμεν. πρῶτον μὲν γὰρ τὰ πταίσματα τῶν μὴ ἀκριβούντων τὸ ἔργον πολλὰ ὄντα ὡς ἐν μεγάλῃ καὶ πολυμερεῖ θεωρίᾳ καὶ τοῖς ἀληθευομένοις τὴν τοῦ ἐκ τύχης παρέσχε δόξαν, οὐκ ὀρθῶςἦ τὸ γὰρ τοιοῦτον οὐ τῆς ἐπιστήμης ἀλλὰ τῶν μεταχειριζομένων ἐστὶν ἀδυναμία. ἔπειτα καὶ οἱ πλεῖστοι τοῦ πορίζειν ἕνεκεν ἑτέραν τέχνην τῷ ταύτης ὀνόματι καταξιοπιστευόμενοι τοὺς μὲν ἰδιώτας ἐξαπατῶσι πολλὰ προλέγειν δοκοῦντες καὶ τῶν μηδεμίαν φύσιν ἐχόντων προγινώσκεσθαι, τοῖς δὲ ζητητικωτέροις διὰ τούτου παρέσχον ἀφορμὴν ἐν ἴσῳ καὶ τῶν φύσιν ἐχόντων προλέγεσθαι καταγινώσκειν, οὐδὲ τοῦτο δεόντωςἦ οὐδὲ γὰρ φιλοσοφίαν ἀναιρετέον, ἐπεί τινες τῶν προσποιουμένων αὐτὴν πονηροὶ καταφαίνονται. ἀλλ' ὅμως ἐναργές ἐστιν ὅτι κἂν διερευνητικῶς τις ὡς ἔνι μάλιστα καὶ γνησίως τοῖς μαθήμασι προσέρχηται, πολλάκις πταίειν αὐτὸν ἐνδέχεται, δι' οὐδὲν μὲν τῶν εἰρημένων, δι' αὐτὴν δὲ τὴν τοῦ πράγματος φύσιν καὶ τὴν πρὸς τὸ μέγεθος τῆς ἐπαγγελίας ἀσθένειαν. καθόλου γάρ, πρὸς τῷ τὴν περὶ τὸ ποιὸν τῆς ὕλης θεωρίαν πᾶσαν εἰκαστικὴν εἶναι καὶ οὐ διαβεβαιωτικὴν καὶ μάλιστα τὴν ἐκ πολλῶν ἀνομοίων συγκιρναμένην, ἔτι καὶ τοῖς παλαιοῖς τῶν πλανωμένων συσχηματισμοῖς, ἀφ' ὧν ἐφαρμόζομεν τοῖς ὡσαύτως ἔχουσι τῶν νῦν τὰς ὑπὸ τῶν προγενεστέρων ἐπ' ἐκείνων παρατετηρημένας προτελέσεις, παρόμοιοι μὲν δύνανται γίνεσθαι μᾶλλον ἢ ἧττον καὶ οὗτοι διὰ μακρῶν περιόδων, ἀπαράλλακτοι δὲ οὐδαμῶς, τῆς πάντων ἐν τῷ οὐρανῷ μετὰ τῆς γῆς κατὰ τὸ ἀκριβὲς συναποκαταστάσεως, εἰ μή τις κενοδοξοίη περὶ τὴν τῶν ἀκαταλήπτων κατάληψιν καὶ γνῶσιν, ἢ μηδόλως ἢ μὴ κατά γε τὸν αἰσθητὸν ἀνθρώπῳ χρόνον ἀπαρτιζομένης, ὡς διὰ τοῦτο καὶ τὰς προρρήσεις ἀνομοίων ὄντων τῶν ὑποκειμένων παραδειγμάτων ἐνίοτε διαμαρτάνεσθαι. περὶ μὲν οὖν τὴν ἐπίσκεψιν τῶν κατὰ τὸ περιέχον γινομένων συμπτωμάτων τοῦτ' ἂν εἴη μόνον τὸ δυσχερές, καὶ μηδεμιᾶς ἐνταῦθα συμπαραλαμβανομένης αἰτίας τῇ κινήσει τῶν οὐρανίων. περὶ δὲ τὰς γενεθλιαλογίας καὶ ὅλως τὰ κατ' ἰδίαν τῆς ἑκάστου συγκράσεως οὐ μικρὰ οὐδὲ τὰ τυχόντα ἐστὶν ἰδεῖν συναίτια καὶ αὐτὰ γινόμενα τῆς τῶν συνισταμένων ἰδιοτροπίας. αἵ τε γὰρ τῶν σπερμάτων διαφοραὶ πλεῖστον δύνανται πρὸς τὸ τοῦ γένους ἴδιον, ἐπειδήπερ τοῦ περιέχοντος καὶ τοῦ ὁρίζοντος ὑποκειμένου τοῦ αὐτοῦ κατακρατεῖ τῶν σπερμάτων ἕκαστον εἰς τὴν καθόλου τοῦ οἰκείου μορφώματος διατύπωσιν οἷον ἀνθρώπου καὶ ἵππου καὶ τῶν ἄλλων. οἵ τε τόποι τῆς γενέσεως οὐ μικρὰς ποιοῦνται περὶ τὰ συνιστάμενα παραλλαγάς. καὶ τῶν σπερμάτων γὰρ κατὰ γένος ὑποκειμένων τῶν αὐτῶν, οἷον ἀνθρωπίνων, καὶ τῆς τοῦ περιέχοντος καταστάσεως τῆς αὐτῆς, παρὰ τὸ τῶν χωρῶν διάφορον πολὺ καὶ τοῖς σώμασι καὶ ταῖς ψυχαῖς οἱ γεννώμενοι διήνεγκανἦ πρὸς δὲ τούτοις αἵ τε τροφαὶ καὶ τὰ ἔθη πάντων τῶν προκειμένων ἀδιαφόρων ὑποτιθεμένων συμβάλλονταί τι πρὸς τὰς κατὰ μέρος τῶν βίων διαγωγάς, ὧν ἕκαστον ἐὰν μὴ συνδιαλαμβάνηται ταῖς ἀπὸ τοῦ περιέχοντος αἰτίαις, εἰ καὶ ὅτι μάλιστα τὴν πλείστην ἔχει τοῦτο δύναμιν τῷ τὸ μὲν περιέχον κἀκείνοις αὐτοῖς εἰς τὸ τοιοῖσδε εἶναι συναίτιον γίνεσθαι, τούτῳ δὲ ἐκεῖνα μηδαμῶς, πολλὴν ἀπορίαν δύναται παρέχειν τοῖς ἐπὶ τῶν τοιούτων οἰομένοις ἀπὸ μόνης τῆς τῶν μετεώρων κινήσεως πάντα καὶ τὰ μὴ τέλεον ἐπ' αὐτῇ δύνασθαι διαγινώσκειν. τούτων δὲ οὕτως ἐχόντων προσῆκον ἂν εἴη μήτε ἐπειδὴ διαμαρτάνεσθαί ποτε τὴν τοιαύτην πρόγνωσιν ἐνδέχεται, καὶ τὸ πᾶν αὐτῆς ἀναιρεῖν, ὥσπερ οὐδὲ τὴν κυβερνητικὴν διὰ τὸ πολλάκις πταίειν ἀποδοκιμάζομεν, ἀλλ' ὡς ἐν μεγάλοις οὕτως καὶ θείοις ἐπαγγέλμασιν ἀσπάζεσθαι καὶ ἀγαπητὸν ἡγεῖσθαι τὸ δυνατόν, μήτ' αὖ πάλιν πάντα ἡμῖν αἰτεῖν παρ' αὐτῆς, ἀλλὰ ἀνθρωπίνως καὶ ἐστοχασμένως συμφιλοκαλεῖν καὶ ἐν οἷς οὐκ ἦν ἐπ' αὐτῇ τὸ πᾶν ἐφοδιάζειν καὶ ὥσπερ τοῖς ἰατροῖς ὅταν ἐπιζητῶσί τινα καὶ περὶ αὐτῆς τῆς νόσου καὶ περὶ τῆς τοῦ κάμνοντος ἰδιοτροπίας, οὐ μεμψόμεθα λέγοντες, οὕτως καὶ ἐνταῦθα τὰ γένη καὶ τὰς χώρας καὶ τὰς τροφὰς ἢ καί τινα τῶν ἤδη συμβεβηκότων μὴ ἀγανακτεῖν ὑποτιθεμένους. Τίνα μὲν οὖν τρόπον δυνατὸν γίνεται τὸ δι' ἀστρονομίας προγνωστικὸν καὶ ὅτι μέχρι μόνων ἂν φθάνοι τῶν τε κατ' αὐτὸ τὸ περιέχον συμπτωμάτων καὶ τῶν ἀπὸ τῆς τοιαύτης αἰτίας τοῖς ἀνθρώποις παρακολουθούντων (ταῦτα δ' ἂν εἴη περί τε τὰς ἐξαρχῆς ἐπιτηδειότητας δυνάμεων καὶ πράξεων σώματος καὶ ψυχῆς καὶ τὰ κατὰ καιροὺς αὐτῶν πάθη πολυχρονιότητας τε καὶ ὀλιγοχρονιότητας, ἔτι δὲ καὶ ὅσα τῶν ἔξωθεν κυρίαν τε καὶ φυ-σικὴν ἔχει πρὸς τὰ πρῶτα συμπλοκὴν ὡς πρὸς τὸ σῶμα μὲν ἡ κτῆσις καὶ ἡ συμβίωσις, πρὸς δὲ τὴν ψυχὴν ἥ τε τιμὴ καὶ τὸ ἀξίωμα, καὶ τὰς τούτων κατὰ καιροὺς τύχας), σχεδὸν ὡς ἐν κεφαλαίοις γέγονεν ἡμῖν δῆλον. λοιπὸν δ' ἂν εἴη τῶν προκειμένων τὴν κατὰ τὸ χρήσιμον ἐπίσκεψιν διὰ βραχέων ποιήσασθαι πρότερον διαλαβοῦσι, τίνα τρόπον καὶ πρὸς τί τέλος ἀφορῶντες τὴν αὐτοῦ τοῦ χρησίμου δύναμιν ἐκδεξόμεθα. εἰ μὲν γὰρ πρὸς τὰ τῆς ψυχῆς ἀγαθά, τί ἂν εἴη συμφορώτερον πρὸς εὐπραγίαν καὶ χαρὰν καὶ ὅλως εὐαρέστησιν τῆς τοιαύτης προγνώσεως, καθ' ἣν τῶν τε ἀνθρωπίνων καὶ τῶν θείων γινόμεθα συνορατικοί; εἰ δὲ πρὸς τὰ τοῦ σώματος, πάντων ἂν μᾶλλον ἡ τοιαύτη κατάληψις ἐπιγινώσκοι τὸ οἰκεῖόν τε καὶ πρόσφορον τῇ καθ' ἑκάστην σύγκρασιν ἐπιτηδειότητι. εἰ δὲ μὴ πρὸς πλοῦτον ἢ δόξαν ἢ τὰ τοιαῦτα συνεργεῖ, προχωρήσει καὶ περὶ πάσης φιλοσοφίας τὸ αὐτὸ τοῦτο φάσκειν· οὐδενὸς γὰρ τῶν τοιούτων ἐστὶν ὅσον τὸ ἐφ' ἑαυτῇ περιποιητική. ἀλλ' οὔτ' ἐκείνης διὰ τοῦτ' ἂν οὔτε ταύτης καταγινώσκοιμεν δικαίως, ἀφέμενοι τοῦ πρὸς τὰ μείζω συμφέροντος. ὅλως δ' ἂν ἐξετάζουσι φανεῖεν ἂν οἱ τὸ ἄχρηστον τῆς καταλήψεως ἐπιμεμφόμενοι πρὸς οὐδὲν τῶν κυριωτάτων ἀφορῶντες, ἀλλὰ πρὸς αὐτὸ τοῦτο μόνον, ὅτι τῶν πάντη πάντως ἐσομένων ἡ πρόγνωσις περισσή, καὶ τοῦτο δὲ ἁπλῶς πάνυ καὶ οὐκ εὖ διειλημμένως. πρῶτον μὲν γὰρ δεῖ σκοπεῖν, ὅτι καὶ ἐπὶ τῶν ἐξ ἀνάγκης ἀποβησομένων τὸ μὲν ἀπροσδόκητον τούς τε θορύβους ἐκστατικοὺς καὶ τὰς χαρὰς ἐξοιστικὰς μάλιστα πέφυκε ποιεῖν, τὸ δὲ προγινώσκειν ἐθίζει καὶ ῥυθμίζει τὴν ψυχὴν τῇ μελέτῃ τῶν ἀπόντων ὡς παρόντων καὶ παρασκευάζει μετ' εἰρήνης καὶ εὐσταθείας ἕκαστα τῶν ἐπερχομένων ἀποδέχεσθαι· ἔπειθ' ὅτι μηδ' οὕτως ἅπαντα χρὴ νομίζειν τοῖς ἀνθρώποις ἀπὸ τῆς ἄνωθεν αἰτίας παρακολουθεῖν ὥσπερ ἐξ ἀρχῆς ἀπό τινος ἀλύτου καὶ θείου προστάγματος καθ' ἕνα ἕκαστον νενομοθετημένα καὶ ἐξ ἀνάγκης ἀποβησόμενα, μηδεμιᾶς ἄλλης ἁπλῶς αἰτίας ἀντιπρᾶξαι δυναμένης, ἀλλ' ὡς τῆς μὲν τῶν οὐρανίων κινήσεως καθ' εἱμαμένην θείαν καὶ ἀμετάπτωτον ἐξ αἰῶνος ἀποτελουμένης, τῆς δὲ τῶν ἐπιγείων ἀλλοιώσεως καθ' εἱμαρμένην φυσικὴν καὶ μεταπτωτήν, τὰς πρώτας αἰτίας ἄνωθεν λαμβανούσης κατὰ συμβεβηκὸς καὶ κατ' ἐπακολούθησιν, καὶ ὡς τῶν μὲν διὰ καθολικωτέρας περιστάσεις τοῖς ἀνθρώποις συμβαινόντων, οὐχὶ δὲ ἐκ τῆς ἰδίας ἑκάστου φυσικῆς ἐπιτηδειότητος, ὡς ὅταν κατὰ μεγάλας καὶ δυσφυλάκτους τοῦ περιέχοντος τροπὰς ἐκ πυρώσεων ἢ λοιμῶν ἢ κατακλυσμῶν κατὰ πλήθη διαφθαρῶσιν, ὑποπιπτούσης ἀεὶ τῆς βραχυτέρας αἰτίας τῇ μείζονι καὶ ἰσχυροτέρᾳ, τῶν δὲ κατὰ τὴν ἑνὸς ἑκάστου φυσικὴν ἰδιοσυγκρασίαν διὰ μικρὰς καὶ τὰς τυχούσας τοῦ περιέχοντος ἀντιπαθείας. τούτων γὰρ οὕτως διαληφθέντων φανερὸν ὅτι καὶ καθόλου καὶ κατὰ μέρος ὅσων μὲν συμπτωμάτων τὸ πρῶ-τον αἴτιον ἄμαχόν τέ ἐστι καὶ μεῖζον παντὸς τοῦ ἀντιπράττοντος, ταῦτα καὶ πάντη πάντως ἀποβαίνειν ἀνάγκη, ὅσα δὲ μὴ οὕτως ἔχει, τούτων τὰ μὲν ἐπιτυχόντα τῶν ἀντιπαθησόντων εὐανάτρεπτα γίνεται, τὰ δὲ μὴ εὐπορήσαντα καὶ αὐτὰ ταῖς πρώταις φύσεσιν ἀκολουθεῖ, δι' ἄγνοιαν μέντοι καὶ οὐκ ἔτι διὰ τὴν τῆς ἰσχύος ἀνάγκην. τὸ δ' αὐτὸ ἄν τις ἴδοι συμβεβηκὸς καὶ ἐπὶ πάντων ἁπλῶς τῶν φυσικὰς ἐχόντων τὰς ἀρχάς καὶ γὰρ καὶ λίθων καὶ φυτῶν καὶ ζῴων, ἔτι δὲ καὶ τραυμάτων καὶ παθῶν καὶ νοσημάτων τὰ μὲν ἐξ ἀνάγκης τι ποιεῖν πέφυκε, τὰ δ' ἂν μηδὲν τῶν ἐναντίων ἀντιπράξῃ. οὕτως οὖν χρὴ νομίζειν καὶ τὰ τοῖς ἀνθρώποις συμβησόμενα προλέγειν τοὺς φυσικοὺς τῇ τοιαύτῃ προγνώσει καὶ μὴ κατὰ κενὰς δόξας προσερχομένους, ὡς τῶν μὲν διὰ τὸ πολλὰ καὶ μεγάλα τὰ ποιητικὰ τυγχάνειν ἀφυλάκτων ὄντων, τῶν δὲ διὰ τοὐναντίον μετατροπὰς ἐπιδεχομένων, καθάπερ καὶ τῶν ἰατρῶν, ὅσοι δυνατοὶ σημειοῦσθαι τὰ παθήματα, προγινώσκουσι τά τε πάντως ἀνελοῦντα καὶ τὰ χωροῦντα βοήθειαν. ἐπὶ δὲ τῶν μεταπεσεῖν δυναμένων οὕτως ἀκουστέον τοῦ γενεθλιαλόγου φέρ' εἰπεῖν ὅτι τῇ τοιᾷδε συγκράσει κατὰ τὴν τοιάνδε τοῦ περιέχοντος ἰδιοτροπίαν, τραπεισῶν ἐπὶ τὸ πλεῖον ἢ ἔλασσον τῶν ὑποκειμένων συμμετριῶν τὸ τοιόνδε παρακολουθήσει πάθος, ὡς καὶ τοῦ μὲν ἰατροῦ, ὅτι τόδε τὸ ἕλκος νομὴν ἢ σῆψιν ἐμποιεῖ, τοῦ δὲ μεταλλικοῦ λόγου ἕνεκεν, ὅτι τὸν σίδηρον ἡ λίθος ἡ μαγνῆτις ἕλκειἦ ὥσπερ γὰρ τούτων ἑκάτερον ἐαθὲν μὲν δι' ἀγνωσίαν τῶν ἀντιπαθησόντων πάντη πάντως παρακολουθήσει τῇ τῆς πρώτης φύσεως δυνάμει, οὔτε δὲ τὸ ἕλκος τὴν νομὴν ἢ τὴν σῆψιν κατεργάσεται τῆς ἀντικειμένης θεραπείας τυχὸν οὔτε τὸν σίδηρον ἡ μαγνῆτις ἑλκύσει παρατριβέντος αὐτῇ σκορόδου καὶ αὐτὰ δὲ ταῦτα τὰ κωλύοντα φυσικῶς καὶ καθ' εἱμαρμένην ἀντεπάθησεν, οὕτως καὶ ἐπ' ἐκείνων ἀγνοούμενα μὲν τὰ συμβησόμενα τοῖς ἀνθρώποις ἢ ἐγνωσμένα μέν, μὴ τυχόντα δὲ τῶν ἀντιπαθούντων πάντη πάντως ἀκολουθήσει τῷ τῆς πρώτης φύσεως εἱρμῷ, προγνωσθέντα δὲ καὶ εὐπορήσαντα τῶν θεραπευόντων φυσικῶς πάλιν καθ' εἱμαρμένην ἢ ἀγένητα τέλεον ἢ μετριώτερα καθίσταται. ὅλως δὲ τῆς τοιαύτης δυνάμεως τῆς αὐτῆς οὔσης ἐπί τε τῶν ὁλοσχερῶς θεωρουμένων καὶ ἐπὶ τῶν κατὰ μέρος θαυμάσειεν ἄν τις, διὰ τίνα δήποτε αἰτίαν ἐπὶ μὲν τῶν καθόλου πιστεύουσι πάντες καὶ τῷ δυνατῷ τῆς προγνώσεως καὶ τῷ πρὸς τὸ φυλάσσεσθαι χρησίμῳ–τάς τε γὰρ ὥρας καὶ τὰς τῶν ἀπλανῶν ἐπισημασίας καὶ τοὺς τῆς σελήνης σχηματισμοὺς οἱ πλεῖστοι προγινώσκειν ὁμολογοῦσι καὶ πολλὴν πρόνοιαν ποιοῦνται τῆς φυλακῆς αὐτῶν, πεφροντικότες ἀεὶ πρὸς μὲν τὸ θέρος τῶν ψύχειν δυναμένων, πρὸς δὲ τὸν χειμῶνα τῶν θερμαινόντων καὶ ὅλως προπαρασκευάζοντες αὑτῶν τὰς φύσεις ἐπὶ τὸ εὔκρατον καὶ ἔτι πρὸς μὲν τὸ ἀσφαλὲς τῶν τε ὡρῶν καὶ τῶν ἀναγωγῶν παραφυλάσσοντες τὰς τῶν ἀπλανῶν ἀστέρων ἐπισημασίας, πρὸς δὲ τὰς καταρχὰς τῶν ὀχειῶν καὶ φυτειῶν τοὺς κατὰ πλήρωσιν τῶν φώτων τῆς σελήνης σχηματισμούς, καὶ οὐδὲ εἷς οὐδαμῆ τῶν τοιούτων κατέγνωκεν οὔθ' ὡς ἀδυνάτων οὔθ' ὡς ἀχρήστων–ἐπὶ δὲ τῶν κατὰ μέρος ἐκ τῆς τῶν λοιπῶν ἰδιωμάτων συγκράσεως, οἷον <τοῦ> μᾶλλον καὶ ἧττον χειμώνων ἢ καυμάτων, καὶ τῆς καθ' ἕκαστον ἰδιοσυγκρασίας οὔτε τὸ προγινώσκειν ἔτι δυνατὸν ἡγοῦνταί τινες οὔτε τὸ πολλὰ γινώσκειν ἔτι δυνατὸν ἡγοῦνταί τινες οὔτε τὸ πολλὰ ἐγχωρεῖν φυλάξασθαι, καίτοι προδήλου τυγχάνοντος, ὅτι, εἰ πρὸς τὰ καθόλου καύματα, εἰ τύχοιμεν προκαταψύξαντες ἑαυτούς, ἧττον καυσούμεθα, δύναται τὸ ὅμοιον ἐνεργεῖν καὶ πρὸς τὰ ἰδίως τήνδε τὴν σύγκρασιν εἰς ἀμετρίαν αὔξοντα τοῦ θερμοῦ. ἀλλὰ γὰρ αἴτιον τῆς τοιαύτης ἁμαρτίας τό τε δύσκολον καὶ ἄηθες τῆς τῶν κατὰ μέρος προγνώσεως, ὅπερ καὶ ἐπὶ τῶν ἄλλων σχεδὸν ἁπάντων ἀπιστίαν ἐμποιεῖ, καὶ τὸ μὴ συναπτομένης ὡς ἐπίπαν τῆς ἀντιπαθούσης δυνάμεως τῇ προγνωστικῇ διὰ τὸ σπάνιον τῆς οὕτως τελείας διαθέσεως τὰς πρῶτας φύσεις ἀνεμποδίστως ἀποτελουμένας δόξαν ὡς περὶ ἀτρέπτων καὶ ἀφυλάκτων παρέχειν καὶ πάντων ἁπλῶς ἀποβησομένων. ὥσπερ δὲ οἶμαι καὶ ἐπ' αὐτοῦ τοῦ προγνωστικοῦ, κἂν μὴ διὰ παντὸς ᾖ ἄπταιστον, τό γε δυνατὸν αὐτοῦ μεγίστης ἄξιον σπουδῆς κατεφαίνετο, τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τοῦ φυλακτικοῦ καὶ εἰ μὴ πάντων ἐστὶ θεραπευτικόν, ἀλλὰ τό γ' ἐπ' ἐνίων κἂν ὀλίγα κἂν μικρὰ ᾖ ἀγαπᾶν καὶ ἀσπάζεσθαι καὶ κέρδος οὐ τὸ τυχὸν ἡγεῖσθαι προσήκει. τούτοις δὲ ὡς ἔοικε συνεγνωκότες οὕτως ἔχουσι καὶ οἱ μάλιστα τὴν τοιαύτην δύναμιν τῆς τέχνης προαγαγόντες Αἰγύπτιοι συνῆψαν πανταχῆ τῷ δι' ἀστρονομίας προγνωστικῷ τὴν ἰατρικήν. οὐ γὰρ ἄν ποτε ἀποτροπιασμούς τινας καὶ φυλακτήρια καὶ θεραπείας συνίσταντο πρὸς τὰς ἐκ τοῦ περιέχοντος ἐπιούσας ἢ παρούσας περιστάσεις καθολικάς τε καὶ μερικάς, εἴ τις αὐτοῖς ἀκινησίας καὶ ἀμετατρεψίας τῶν ἐσομένων ὑπῆρχε δόξα. νῦν δὲ καὶ τὸ κατὰ τὰς ἐφεξῆς φύσεις ἀντιπρᾶξαι δυνάμενον ἐν δευτέρᾳ χώρᾳ τοῦ καθ' εἱμαρμένην λόγου τιθέμενοι συνέζευξαν τῇ τῆς προγνώσεως δυνάμει τὴν κατὰ τὸ χρήσιμον καὶ ὠφέλιμον διὰ τῶν καλουμένων παρ' αὐτοῖς ἰατρομαθηματικῶν συντάχειν, ὅπως διὰ μὲν <τῆς> ἀστρονομίας τάς τε τῶν ὑποκειμένων συγκράσεων ποιότητας εἰδέναι συμβαίνῃ καὶ τὰ διὰ τὸ περιέχον ἐσόμενα συμπτώματα καὶ τὰς ἰδίας αὐτῶν αἰτίας, ὡς ἄνευ τῆς τούτων γνώσεως καὶ τῶν βοηθημάτων κατὰ τὸ πλεῖστον διαπίπτειν ὀφειλόντων, ἅτε μὴ πᾶσι σώμασιν ἢ πάθεσι τῶν αὐτῶν συμμέτρων ὄντων, διὰ δὲ τῆς ἰατρικῆς ἀπὸ τῶν ἑκάστοις οἰκείως συμπαθούντων ἢ ἀντιπαθούντων τάς τε τῶν μελλόντων παθῶν προφυλακὰς καὶ τὰς τῶν ἐνεστώτων θεραπείας ἀδιαπτώτους ὡς ἔνι μάλιστα ποιούμενοι διατελῶσιν. ἀλλὰ ταῦτα μὲν μέχρι τοσούτων ἡμῖν κατὰ τὸ κεφαλαιῶδες προτετυπώσθω. ποιησώμεθα δὲ ἤδη τὸν λόγον κατὰ τὸν εἰσαγωγικὸν τρόπον, ἀρξάμενοι ἀπὸ τῆς ἑκάστου τῶν οὐρανίων περὶ αὐτὸ τὸ ποιητικὸν ἰδιοτροπίας, ἀκολούθως ταῖς ὑπὸ τῶν παλαιῶν κατὰ τὸν φυσικὸν τρόπον ἐφηρμοσμέναις παρατηρήσεσι καὶ πρώτως τῆς τῶν πλανωμένων ἀστέρων δυνάμεως ἡλίου τε καὶ σελήνης. Περὶ τῆς τῶν πλανωμένων ἀστέρων δυνάμεως Ὁ ἥλιος κατείληπται τὸ ποιητικὸν ἔχων τῆς οὐσίας ἐν τῷ θερμαίνειν καὶ ἠρέμα ξηραίνεινἦ ταῦτα δὲ μάλιστα τῶν ἄλλων ἡμῖν εὐαισθητότερα γίνεται διά τε τὸ μέγεθος αὐτοῦ καὶ τὸ τῶν κατὰ τὰς ὥρας μεταβολῶν ἐναργές, ἐπειδήπερ, ὅσῳ ἂν μάλιστα ἐγγίζῃ τοῦ κατὰ κορυφὴν ἡμῶν τόπου, μᾶλλον ἡμᾶς οὕτως διατίθησιν. ἡ δὲ σελήνη τὸ μὲν πλεῖστον ἔχει τῆς δυνάμεως ἐν τῷ ὑγραίνειν διὰ τὴν περιγειότητα δηλονότι καὶ τὴν τῶν ὑγρῶν ἀναθυμίασιν καὶ διατίθησιν οὕτως ἄντικρυς τὰ σώματα πεπαίνουσα καὶ διασήπουσα τὰ πλεῖσταἦ κεκοινώνηκε δὲ ἠρέμα καὶ τοῦ θερμαίνειν διὰ τοὺς ἀπὸ τοῦ ἡλίου φωτισμούς. ὁ δὲ τοῦ Κρόνου ἀστὴρ τὸ πλεῖον ἔχει τῆς ποιότητος ἔν τε τῷ ψύχειν καὶ τῷ κατὰ ψῦξιν ἠρέμα ξηραίνειν, διὰ τὸ πλεῖστον ὡς ἔοικεν ἀπέχειν ἅμα τῆς τε τοῦ ἡλίου θερμασίας καὶ τῆς τῶν περὶ τὴν γῆν ὑγρῶν ἀναθυμιάσεις. συνίστανται δὲ δυνάμεις ἐπί τε τούτου καὶ τῶν λοιπῶν καὶ διὰ τῶν ἐν τοῖς πρὸς ἥλιον καὶ σελήνην σχηματισμοῖς παρατηρήσεων, ἐπειδήπερ οἱ μὲν οὕτως οἱ δὲ οὕτως τὴν τοῦ περιέχοντος κατάστασιν ἐπὶ τὸ μᾶλλον ἢ ἧττον συντρέποντες φαίνονται. ὁ δὲ τοῦ Ἄρεως ξηραίνειν τε μάλιστα καὶ καυσοῦν ἔχει φύσιν τῷ τε πυρώδει τοῦ χρώματος οἰκείως καὶ τῇ πρὸς τὸν ἥλιον ἐγγύτητι, ὑποκειμένης αὐτῷ τῆς ἡλιακῆς σφαίρας. ὁ δὲ τοῦ Διὸς εὔκρατον ἔχει τὸ ποιητικὸν τῆς δυνάμεως, μεταξὺ γινομένης τῆς κινήσεως αὐτοῦ τοῦ τε κατὰ τὸν Κρόνον ψυκτικοῦ καὶ τοῦ κατὰ τὸν Ἄρεα καυστικοῦ θερμαίνει τε γὰρ ἅμα καὶ ὑγραίνει καὶ διὰ τὸ μᾶλλον εἶναι θερμαντικὸς ὑπὸ τῶν ὑποκειμένων σφαιρῶν γονίμων πνευμάτων γίνεται ποιητικός. καὶ ὁ τῆς Ἀφροδίτης δὲ τῶν μὲν αὐτῶν ἐστι κατὰ τὸ εὔκρατον ποιητικός, ἀλλὰ κατὰ τὸ ἐναντίον. θερμαίνει μὲν γὰρ ἠρέμα διὰ τὴν ἐγγύτητα τὴν πρὸς τὸν ἥλιον, μάλιστα δὲ ὑγραίνει καθάπερ ἡ σελήνη καὶ αὐτός, διὰ τὸ μέγεθος τῶν ἰδίων φώτων νοσφιζόμενος τὴν ἀπὸ τῶν περιεχόντων τὴν γῆν ὑγρῶν ἀναθυμίασιν. ὁ δὲ τοῦ Ἑρμοῦ ὡς ἐπίπαν ἐξ ἴσου ποτὲ μὲν ξηραντικὸς καταλαμβάνεται καὶ τῶν ὑγρῶν ἀναπωτικὸς διὰ τὸ μηδέποτε πολὺ τῆς τοῦ ἡλίου θερμασίας κατὰ μῆκος ἀφίστασθαι, ποτὲ δ' αὖ ὑγραντικὸς διὰ τὸ τῇ περιγειοτάτῃ σφαίρᾳ τῆς σελήνης ἐπικεῖσθαιἦ ταχείας δὲ ποιεῖται τὰς ἐν ἀμφοτέροις μεταβολάς, πνευματούμενος ὥσπερ ὑπὸ τῆς περὶ αὐτὸν τὸν ἥλιον ὀξυκινησίας. Τούτων οὕτως ἐχόντων ἐπειδὴ τῶν τεσσάρων χυμάτων δύο μέν ἐστι τὰ γόνιμα καὶ ποιητικά, τό τε τοῦ θερμοῦ καὶ τὸ τοῦ ὑγροῦ, διὰ τούτων γὰρ πάντα συγκρίνεται τε καὶ αὔξεται, δύο δὲ τὰ φθαρτικὰ καὶ παθητικά, τό τε τοῦ ψυχροῦ καὶ τὸ τοῦ ξηροῦ, δι' ὧν πάντα πάλιν διακρίνεται καὶ φθίνει, τοὺς μὲν δύο τῶν πλανητῶν, τόν τε τοῦ Διὸς καὶ τὸν τῆς Ἀφροδίτης, καὶ ἔτι τὴν σελήνη ὡς ἀγαθοποιοὺς οἱ παλαιοὶ παρειλήφασι, διὰ τὸ εὔκρατον καὶ τὸ πλεῖον ἔχειν ἐν τῷ θερμῷ καὶ τῷ ὑγρῷἦ τὸν δὲ τοῦ Κρόνου καὶ τὸν τοῦ Ἄρεως ὡς τῆς ἐναντίας φύσεως ποιητικούς, τὸν μὲν τῆς ἄγαν ψύξεως ἕνεκεν, τὸν δὲ τῆς ἄγαν ξηρότητοςἦ τὸν δὲ ἥλιον καὶ τὸν τοῦ Ἑρμοῦ διὰ τὸ κοινὸν τῶν φύσεων ὡς ἀμφότερα δυναμένους καὶ μᾶλλον συντρεπομένους, οἷς ἂν τῶν ἄλλων παραγένωνται. Πάλιν ἐπειδὴ τὰ πρῶτα γένη τῶν φύσεων δύο ἐστί, τό τε ἄρρεν καὶ τὸ θῆλυ, τῶν δὲ προκειμένων δυνάμεων ἡ τῆς ὑγρᾶς οὐσίας μάλιστα θηλυκὴ τυγχάνει, πλεῖον γὰρ ἐγγίνεται καθόλου τοῦτο τὸ μέρος πᾶσι τοῖς θήλεσι, τὰ δ' ἄλλα μᾶλλον τοῖς ἄρρεσιν, εἰκότως τὴν μὲν σελήνην καὶ τὸν τῆς Ἀφροδίτης ἀστέρα θηλυκοὺς ἡμῖν παραδεδώκασι, διὰ τὸ πλεῖον ἔχειν ἐν τῷ ὑγρῷ, τὸν δὲ ἥλιον καὶ τὸν τοῦ Κρόνου καὶ τὸν τοῦ Διὸς καὶ τὸν τοῦ Ἄρεως ἀρρενικούς, τὸν δὲ τοῦ Ἑρμοῦ κοινὸν ἀμφοτέρων τῶν γενῶν, καθὸ ἐξ ἴσου καὶ τῆς ὑγρᾶς οὐσίας καὶ τῆς ξηρᾶς ἐστι ποιητικός. ἀρρενοῦσθαι δέ φασι τοὺς ἀστέρας καὶ θηλύνεσθαι παρά τε τοὺς πρὸς τὸν ἥλιον σχηματισμούς, ἑῴους μὲν γὰρ ὄντας καὶ προηγουμένους ἀρρενοῦσθαι, ἑσπερίους δὲ καὶ ἑπομένους θηλύνεσθαι, καὶ ἔτι παρὰ τοὺς πρὸς τὸν ὁρίζονταἦ ἐν μὲν γὰρ τοῖς ἀπὸ ἀνατολῆς μέχρι μεσουρανήσεως ἢ καὶ ἀπὸ δύσεως μέχρι τῆς ὑπὸ γῆν ἀντιμεσουρανήσεως σχηματισμοῖς ὡς ἀπηλιωτικοῖς ἀρρενοῦσθαι, ἐν δὲ τοῖς λοιποῖς τεταρτημορίοις δυσὶν ὡς λιβικοῖς θηλύνεσθαι. Ὁμοίως δὲ ἐπειδὴ τῶν ποιούντων τὸν χρόνον τὰ ἐκφανέστατα διαστήματα δύο ταῦτα τυγχάνει τό τε τῆς ἡμέρας ἠρρενωμένον μᾶλλον, διὰ τὸ ἐν αὐτῇ θερμὸν καὶ δραστικόν, καὶ τὸ τῆς νυκτὸς τεθηλυσμένον μᾶλλον, διὰ τὸ ἐν αὐτῇ δίυγρον καὶ ἀναπαυστικόν, νυκτερινοὺς μὲν ἀκολούθως παραδεδώκασι τήν τε σελήνην καὶ τὸν τῆς Ἀφροδίτης, ἡμερινοὺς δὲ τόν τε ἥλιον καὶ τὸν τοῦ Διός, ἐπίκοινον δὲ κατὰ ταῦτα τὸν τοῦ Ἑρμοῦ καὶ ἐν μὲν τῷ ἑῴῳ σχήματι ἡμερινόν, ἐν δὲ τῷ ἑσπερίῳ νυκτερινόν. προσένειμαν δὲ ἑκατέρᾳ τῶν αἱρέσεων καὶ τοὺς δύο τοὺς τῆς φθαρτικῆς οὐσίας, οὐκ ἔτι μέντοι κατὰ τὰς αὐτὰς τῆς φύσεως αἰτίας, ἀλλὰ κατὰ τὰς ἐναντίας. τοῖς μὲν γὰρ τῆς ἀγαθῆς κράσεως οἰκειούμενα τὰ ὅμοια μεῖζον αὐτῶν τὸ ὠφέλιμον ποιεῖ, τοῖς δὲ φθαρτικοῖς τὰ ἀνοίκεια μιγνύμενα παραλύει τὸ πολὺ τῆς κακώσεως αὐτῶν. ἔνθεν τὸν μὲν τοῦ Κρόνου ψυκτικὸν ὄντα τῷ θερμῷ τῷ τῆς ἡμέρας ἀπένειμαν, τὸν δὲ τοῦ Ἄρεως ξηρὸν ὄντα τῷ ὑγρῷ τῷ τῆς νυκτόςἦ οὕτως γὰρ ἑκάτερος ὑπὸ τῆς κράσεως συμμετρίας τυχὼν οἰκεῖος γίνεται τῆς τὸ εὔκρατον παρεχούσης αἱρέσεως. Περὶ τῆς δυνάμεως τῶν πρὸς τὸν ἥλιον σχηματισμῶν Ἤδη μέντοι καὶ παρὰ τοὺς πρὸς τὸν ἥλιον συσχηματισμοὺς ἥ τε σελήνη καὶ οἱ τρεῖς τῶν πλανωμένων τὸ μᾶλλον καὶ ἧττον λαμβάνουσιν ἐν ταῖς οἰκείαις αὐτῶν δυνάμεσιν. ἥ τε γὰρ σελήνη κατὰ μὲν τὴν ἀπὸ ἀνατολῆς μέχρι τῆς πρώτης διχοτόμου αὔξησιν ὑγρότητος μᾶλλόν ἐστι ποιητική, κατὰ δὲ τὴν ἀπὸ πρώτης διχοτόμου μέχρι πανσελήνου θερμότητος, κατὰ δὲ τὴν ἀπὸ πανσελήνου μέχρι δευτέρας διχοτόμου ξηρότητος, κατὰ δὲ τὴν ἀπὸ δευτέρας διχοτόμου μέχρι κρύψεως ψυχρότητος. οἵ τε πλανώμενοι καὶ ἑῷοι μόνον ἀπὸ μὲν τῆς ἀνατολῆς μέχρι τοῦ πρώτου στηριγμοῦ μᾶλλόν εἰσιν ὑγραντικοί, ἀπὸ δὲ τοῦ πρώτου στηριγμοῦ μέχρι τῆς ἀκρονύκτου μᾶλλον θερμαντικοί, ἀπὸ δὲ τῆς ἀκρονύκτου μέχρι τοῦ δευτέρου στηριγμοῦ μᾶλλον ξηραντικοί, ἀπὸ δὲ τοῦ δευτέρου στηριγμοῦ μέχρι δύσεως μᾶλλον ψυκτικοί. δῆλον δέ ἐστιν ὅτι καὶ ἀλλήλοις συγκιρνάμενοι παμπληθεῖς διαφορὰς ποιοτήτων εἰς τὸ περιέχον ἡμᾶς ἀπεργάζονται, κατακρατούσης μὲν ὡς ἐπίπαν τῆς ἰδίας ἑκάστου δυνάμεως, τρεπομένης δὲ κατὰ τὸ ποσὸν ὑπὸ τῆς τῶν συσχηματιζομένων. Περὶ τῆς τῶν ἀπλανῶν ἀστέρων δυνάμεως Ἑξῆς δὲ ὄντος ἀκολούθου καὶ τὰς τῶν ἀπλανῶν ἀστέρων φύσεις κατὰ τὸ ἰδίως αὐτῶν ποιητικὸν ἐπιδραμεῖν, ἐκθησόμεθα καὶ τὰς ἐπ' αὐτῶν τετηρημένας ἰδιοτροπίας κατὰ τὸ ὅμοιον ταῖς τῶν πλανωμένων φύσεσι τὸν ἐμφα-νισμὸν ποιούμενοιἦ καὶ πρῶτον τῶν περὶ αὐτὸν τὸν διὰ μέσων κύκλον ἐχόντων τὰς μορφώσεις. Τοῦ Κριοῦ τοίνυν οἱ μὲν ἐν τῇ κεφαλῇ τὸ ποιητικὸν ὁμοίως ἔχουσι κεκραμένον τῇ τε τοῦ Ἄρεως καὶ τῇ τοῦ Κρόνου δυνάμει· οἱ δὲ ἐν τῷ στόματι τῇ τε τοῦ Ἑρμοῦ καὶ ἠρέμα τῇ τοῦ Κρόνου· οἱ δὲ ἐν τῷ ὀπισθίῳ ποδὶ τῇ τοῦ Ἄρεως· οἱ δὲ ἐπὶ τῆς οὐρᾶς τῇ τῆς Ἀφροδίτης. Τῶν δὲ ἐν τῷ Ταύρῳ ἀστέρων οἱ μὲν ἐπὶ τῆς ἀποτομῆς ὁμοίαν ἔχουσι κρᾶσιν τῷ τε τῆς Ἀφροδίτης καὶ ἠρέμα τῷ τοῦ Κρόνου· οἱ δὲ ἐν τῇ Πλειάδι τῇ τε σελήνῃ καὶ τῷ τοῦ Ἄρεως· τῶν δὲ ἐν τῇ κεφαλῇ ὁ μὲν λαμπρὸς τῆς Ὑάδος καὶ ὑπόκιρρος, καλούμενος δὲ Λαμπαδίας, τῷ τοῦ Ἄρεως· οἱ δὲ λοιποὶ τῷ τοῦ Κρόνου καὶ ἠρέμα τῷ τοῦ Ἑρμοῦ· οἱ δὲ ἐν ἄκροις τοῖς κέρασι τῷ τοῦ Ἄρεως. Τῶν δὲ ἐν τοῖς Διδύμοις ἀστέρων οἱ μὲν ἐπὶ τῶν ποδῶν τῆς ὁμοίας κεκοινωνήκασι ποιότητος τῷ τε τοῦ Ἑρμοῦ καὶ ἠρέμα τῷ τῆς Ἀφροδίτης οἱ δὲ περὶ τοὺς μηροὺς λαμπροὶ τῷ τοῦ Κρόνου τῶν δὲ ἐν ταῖς κεφαλαῖς δύο λαμπρῶν ὁ μὲν ἐν τῇ προηγουμένῃ τῷ τοῦ Ἑρμοῦἦ καλεῖται δὲ καὶ Ἀπόλλωνος ὁ δὲ ἐν τῇ ἑπομένῃ τῷ τοῦ Ἄρεωςἦ καλεῖται δὲ καὶ Ἡρακλέους. Τῶν δὲ ἐν τῷ Καρκίνῳ ἀστέρων οἱ μὲν ἐπὶ τῶν ποδῶν δύο τῆς αὐτῆς ἐνεργείας εἰσὶ ποιητικοὶ τῷ τε τοῦ Ἑρμοῦ καὶ ἠρέμα τῷ τοῦ Ἄρεως οἱ δὲ ἐν ταῖς χηλαῖς τῷ τε τοῦ Κρόνου καὶ τῷ τοῦ Ἑρμοῦ ἡ δὲ ἐν τῷ στήθει νεφελοειδὴς συστροφὴ καλουμένη δὲ Φάτνη τῷ τε τοῦ Ἄρεως καὶ τῇ σελήνῃ οἱ δὲ ἑκατέρωθεν αὐτῆς δύο καλούμενοι δὲ Ὄνοι τῷ τοῦ Ἄρεως καὶ τῷ ἡλίῳ. Τῶν δὲ περὶ τὸν Λέοντα οἱ μὲν ἐπὶ τῆς κεφαλῆς δύο τὸ ὅμοιον ποιοῦσι τῷ τε τοῦ Κρόνου καὶ ἠρέμα τῷ τοῦ Ἄρεως· οἱ δὲ ἐν τῷ τραχήλῳ τρεῖς τῷ τοῦ Κρόνου καὶ ἠρέμα τῷ τοῦ Ἑρμοῦ· ὁ δὲ ἐπὶ τῆς καρδίας λαμπρὸς καλούμενος δὲ Βασιλίσκος τῷ τοῦ Ἄρεως καὶ τῷ τοῦ Διός οἱ δὲ ἐν τῇ ὀσφύι καὶ ὁ ἐπὶ τῆς οὐρᾶς λαμπρὸς τῷ τε τοῦ Κρόνου καὶ τῷ τῆς Ἀφροδίτης · οἱ δὲ ἐν τοῖς μηροῖς τῷ τε τῆς Ἀφροδίτης καὶ ἠρέμα τῷ τοῦ Ἑρμοῦ. Τῶν δὲ κατὰ τὴν Παρθένον οἱ μὲν ἐν τῇ κεφαλῇ καὶ ὁ ἐπ' ἄκρας τῆς νοτίου πτέρυγος ὅμοιον ἔχουσι τὸ ποιητικὸν τῷ τε τοῦ Ἑρμοῦ καὶ ἠρέμα τῷ τοῦ Ἄρεως οἱ δὲ λοιποὶ τῆς πτέρυγος λαμπροὶ καὶ οἱ κατὰ τὰ περιζώματα τῷ τε τοῦ Ἑρμοῦ καὶ ἠρέμα τῷ τῆς Ἀφροδίτης· ὁ δὲ ἐν τῇ βορείῳ πτέρυγι λαμπρὸς καλούμενος δὲ Προτρυγητὴρ τῷ τοῦ Κρόνου καὶ τῷ τοῦ Ἑρμοῦ· ὁ δὲ καλούμενος Στάχυς τῷ τε τῆς Ἀφροδίτης καὶ ἠρέμα τῷ τοῦ Ἄρεως· οἱ δὲ ἐν ἄκροις τοῖς ποσὶ καὶ τῷ σύρματι τῷ τοῦ Ἑρμοῦ καὶ ἠρέμα τῷ τοῦ Ἄρεως. Τῶν δὲ Χηλῶν τοῦ Σκορπίου οἱ μὲν ἐν ἄκραις αὐταῖς ὡσαύτως διατιθέασι τῷ τε τοῦ Διὸς καὶ τῷ τοῦ Ἑρμοῦ. οἱ δὲ ἐν μέσαις τῷ τε τοῦ Κρόνου καὶ ἠρέμα τῷ τοῦ Ἄρεως. Τῶν δὲ ἐν τῷ σώματι τοῦ Σκορπίου οἱ μὲν ἐν τῷ μετώπῳ λαμπροὶ τὸ αὐτὸ ποιοῦσι τῷ τε τοῦ Ἄρεως καὶ ἠρέμα τῷ τοῦ Κρόνου· οἱ δὲ ἐν τῷ σώματι τρεῖς, ὧν ὁ μέσος ὑπόκιρρος καὶ λαμπρότερος, καλεῖται δὲ Ἀντάρης, τῷ τοῦ Ἄρεως καὶ ἠρέμα τῷ τοῦ Διός· οἱ δὲ ἐν τοῖς σπονδύλοις τῷ τε τοῦ Κρόνου καὶ ἠρέμα τῷ τῆς Ἀφροδίτης οἱ δὲ ἐπὶ τοῦ κέντρου τῷ τε τοῦ Ἑρμοῦ καὶ τῷ τοῦ Ἄρεως ἡ δὲ ἑπομένη νεφελοειδὴς συστροφὴ τῷ τε τοῦ Ἄρεως καὶ τῇ σελήνῃ. Τῶν δὲ περὶ τὸν Τοξότην οἱ μὲν ἐπὶ τῆς ἀκίδος τοῦ βέλους ὅμοιον ἔχουσι τὸ ποιητικὸν τῷ τε τοῦ Ἄρεως καὶ τῇ σελήνῃ οἱ δὲ περὶ τὸ τόξον καὶ τὴν λαβὴν τῆς χειρὸς τῷ τε τοῦ Διὸς καὶ τῷ τοῦ Ἄρεως· ἡ δὲ ἐν τῷ προσώπῳ συστροφὴ τῷ τε ἡλίῳ καὶ τῷ τοῦ Ἄρεως· οἱ δὲ ἐν ταῖς πτέρυξι καὶ τῷ νώτῳ τῷ τοῦ Διὸς καὶ ἠρέμα τῷ τοῦ Ἑρμοῦ· οἱ δὲ ἐν τοῖς ποσὶ τῷ τοῦ Διὸς καὶ τῷ τοῦ Κρόνου·τὸ δὲ ἐπὶ τῆς οὐρᾶς τετράπλευρον τῷ τῆς Ἀφροδίτης καὶ ἠρέμα τῷ τοῦ Κρόνου. Τῶν δὲ κατὰ τὸν Αἰγόκερων ἀστέρων οἱ μὲν ἐπὶ τῶν κεράτων ὡσαύτως ἐνεργοῦσι τῷ τε τῆς Ἀφροδίτης καὶ ἠρέμα τῷ τοῦ Ἄρεως·οἱ δὲ ἐν τῷ στόματι τῷ τε τοῦ Κρόνου καὶ ἠρέμα τῷ τῆς Ἀφροδίτης· οἱ δὲ ἐν τοῖς ποσὶ καὶ τῇ κοιλίᾳ τῷ τε τοῦ Ἄρεως καὶ τῷ τοῦ Ἑρμοῦ· οἱ δὲ ἐπὶ τῆς οὐρᾶς τῷ τοῦ Κρόνου καὶ τῷ τοῦ Διός. Τῶν δὲ περὶ τὸν Ὑδροχόον οἱ μὲν ἐν τοῖς ὤμοις ὁμοίως διατιθέασι τῷ τε τοῦ Κρόνου καὶ τῷ τοῦ Ἑρμοῦ σὺν τοῖς ἐν τῇ ἀριστερᾷ χειρὶ καὶ τῷ ἱματίῳ· οἱ δὲ ἐπὶ τῶν μηρῶν μᾶλλον μὲν τῷ τοῦ Ἑρμοῦ, ἧττον δὲ τῷ τοῦ Κρόνου· οἱ δὲ ἐν τῇ ῥύσει τοῦ ὕδατος τῷ τε τοῦ Κρόνου καὶ ἠρέμα τῷ τοῦ Διός. Τῶν δὲ περὶ τοὺς Ἰχθύας οἱ μὲν ἐν τῇ κεφαλῇ τοῦ νοτιωτέρου ἰχθύος τὸ αὐτὸ ποιοῦσι τῷ τε τοῦ Ἑρμοῦ καὶ ἠρέμα τῷ τοῦ Κρόνου· οἱ δὲ ἐν τῷ σώματι τῷ τοῦ Διὸς καὶ τῷ τοῦ Ἑρμοῦ· οἱ δὲ ἐπὶ τῆς οὐρᾶς καὶ ἐπὶ τοῦ νοτίου λίνου τῷ τοῦ Κρόνου καὶ ἠρέμα τῷ τοῦ Ἑρμοῦ· οἱ δὲ ἐν τῷ σώματι καὶ τῇ ἀκάνθῃ τοῦ βορείου ἰχθύος τῷ τοῦ Διὸς καὶ ἠρέμα τῷ τῆς Ἀφροδίτης· οἱ δὲ ἐν τῷ βορείῳ λίνῳ τῷ τοῦ Κρόνου καὶ τῷ τοῦ Διός· ὁ δὲ ἐπὶ τοῦ συνδέσμου λαμπρὸς τῷ τε τοῦ Ἄρεως καὶ ἠρέμα τῷ τοῦ Ἑρμοῦ. Περὶ τῶν βορειοτέρων τοῦ ζῳδιακοῦ Τῶν δὲ ἐν ταῖς βορειοτέραις τοῦ ζῳδιακοῦ μορφώσεσι οἱ μὲν περὶ τὴν Μικρὰν ἄρκτον λαμπροὶ τὴν ὁμοίαν ἔχουσι ποιότητα τῷ τε τοῦ Κρόνου καὶ ἠρέμα τῷ τῆς Ἀφροδίτης. Οἱ δὲ περὶ τὴν Μεγάλην ἄρκτον τῷ τοῦ Ἄρεως. Οἱ δὲ ὑπὸ τὴν οὐρὰν αὐτῆς ἐν τῇ τοῦ Πλοκάμου συστροφῇ τῇ σελήνῃ καὶ τῷ τῆς Ἀφροδίτης. Οἱ δὲ ἐν τῷ Δράκοντι λαμπροὶ τῷ τε τοῦ Κρόνου καὶ τῷ τοῦ Ἄρεως. Οἱ δὲ τοῦ Κηφέως τῷ τε τοῦ Κρόνου καὶ τῷ τοῦ Διός. Οἱ δὲ περὶ τὸν Βοώτην τῷ τοῦ Ἑρμοῦ καὶ τῷ τοῦ Κρόνου· ὁ δὲ λαμπρὸς καὶ ὑπόκιρρος καλούμενος Ἀρκτοῦρος τῷ τε τοῦ Ἄρεως καὶ τῷ τοῦ Διός. Οἱ δὲ ἐν τῷ Βορείῳ στεφάνῳ τῷ τε τῆς Ἀφροδίτης καὶ τῷ τοῦ Ἑρμοῦ. Οἱ δὲ κατὰ τὸν Ἐν γόνασι τῷ τοῦ Ἑρμοῦ. Οἱ δὲ ἐν τῇ Λύρᾳ τῷ τῆς Ἀφροδίτης καὶ τῷ τοῦ Ἑρμοῦ. Καὶ οἱ ἐν τῷ Ὄρνιθι ὡσαύτως. Οἱ δὲ κατὰ τὴν Κασσιέπειαν τῷ τε τοῦ Κρόνου καὶ τῷ τῆς Ἀφροδίτης. Οἱ δὲ κατὰ τὸν Περσέα τῷ τε τοῦ Διὸς καὶ τῷ τοῦ Κρόνου· ἡ δὲ ἐν τῇ λαβῇ τῆς μαχαίρας συστροφὴ τῷ τοῦ Ἄρεως καὶ τῷ τοῦ Ἑρμοῦ. Οἱ δὲ ἐν τῷ Ἡνιόχῳ λαμπροὶ τῷ τε τοῦ Ἄρεως καὶ τῷ τοῦ Ἑρμοῦ. Οἱ δὲ κατὰ τὸν Ὀφιοῦχον τῷ τοῦ Κρόνου καὶ ἠρέμα τῷ τῆς Ἀφροδίτης. Οἱ δὲ περὶ τὸν Ὄφιν αὐτοῦ τῷ τε τοῦ Κρόνου καὶ τῷ τοῦ Ἄρεως. Οἱ δὲ κατὰ τὸν Ὀϊστὸν τῷ τε τοῦ Ἄρεως καὶ ἠρέμα τῷ τῆς Ἀφροδίτης. Οἱ δὲ περὶ τὸν Ἀετὸν τῷ τοῦ Ἄρεως καὶ τῷ τοῦ Διός. Οἱ δὲ ἐν τῷ Δελφῖνι τῷ τε τοῦ Κρόνου καὶ τῷ τοῦ Ἄρεως. Οἱ δὲ κατὰ τὸν Ἵππον λαμπροὶ τῷ τε τοῦ Ἄρεως καὶ τῷ τοῦ Ἑρμοῦ. Οἱ δὲ ἐν τῇ Ἀνδρομέδᾳ τῷ τῆς Ἀφροδίτης. Οἱ δὲ τοῦ Τριγώνου τῷ τοῦ Ἑρμοῦ. Περὶ τῶν νοτιωτέρων τοῦ ζῳδιακοῦ. Τῶν δὲ ἐν τοῖς νοτιωτέροις τοῦ ζῳδιακοῦ μορφώμασιν ὁ μὲν ἐν τῷ στόματι τοῦ Νοτίου ἰχθύος λαμπρὸς ὁμοίαν ἔχει τὴν ἐνέργειαν τῷ τε τῆς Ἀφροδίτης καὶ τῷ τοῦ Ἑρμοῦ. Οἱ δὲ περὶ τὸ Κῆτος τῷ τοῦ Κρόνου. Τῶν δὲ περὶ τὸν Ὠρίωνα οἱ μὲν ἐπὶ τῶν ὤμων τῷ τε τοῦ Ἄρεως καὶ τῷ τοῦ Ἑρμοῦἦ οἱ δὲ λοιποὶ λαμπροὶ τῷ τε τοῦ Διὸς καὶ τῷ τοῦ Κρόνου. Τῶν δὲ ἐν τῷ Ποταμῷ ὁ μὲν ἔσχατος καὶ λαμπρὸς τῷ τοῦ Διός· οἱ δὲ λοιποὶ τῷ τοῦ Κρόνου. Οἱ δὲ ἐν τῷ Λαγωῷ τῷ τε τοῦ Κρόνου καὶ τῷ τοῦ Ἑρμοῦ. Τῶν δὲ περὶ τὸν Κύνα οἱ μὲν ἄλλοι τῷ τῆς Ἀφροδίτης, ὁ δὲ περὶ τὸ στόμα λαμπρὸς τῷ τοῦ Διὸς καὶ ἠρέμα τῷ τοῦ Ἄρεως. Ὁ δὲ ἐν τῷ Πρόκυνι λαμπρὸς τῷ τε τοῦ Ἑρμοῦ καὶ ἠρέμα τῷ τοῦ Ἄρεως. Οἱ δὲ κατὰ τὸν Ὕδρον λαμπροὶ τῷ τε τοῦ Κρόνου καὶ τῷ τῆς Ἀφροδίτης. Οἱ δὲ ἐν τῷ Κρατῆρι τῷ τε τῆς Ἀφροδίτης καὶ ἠρέμα τῷ τοῦ Ἑρμοῦ. Οἱ δὲ περὶ τὸν Κόρακα τῷ τε τοῦ Ἄρεως καὶ τῷ τοῦ Κρόνου. Οἱ δὲ τῆς Ἀργοῦς λαμπροὶ τῷ τε τοῦ Κρόνου καὶ τῷ τοῦ Διός. Τῶν δὲ περὶ τὸν Κένταυρον οἱ μὲν ἐπὶ τῷ ἀνθρωπείῳ σώματι τῷ τε τῆς Ἀφροδίτης καὶ τῷ τοῦ Ἑρμοῦἦ οἱ δὲ ἐν τῷ ἵππῳ λαμπροὶ τῷ τε τῆς Ἀφροδίτης καὶ τῷ τοῦ Διός. Οἱ δὲ περὶ τὸ Θηρίον λαμπροὶ τῷ τε τοῦ Κρόνου καὶ ἠρέμα τῷ τοῦ Ἄρεως. Οἱ δὲ ἐν τῷ Θυμιατηρίῳ τῷ τε τῆς Ἀφροδίτης καὶ ἠρέμα τῷ τοῦ Ἑρμοῦ. Οἱ δὲ ἐν τῷ Νοτίῳ στεφάνῳ λαμπροὶ τῷ τε τοῦ Κρόνου καὶ τῷ τοῦ Ἑρμοῦ. Αἱ μὲν οὖν τῶν ἀστέρων καθ' ἑαυτοὺς δυνάμεις τοιαύτης ἔτυχον ὑπὸ τῶν παλαιοτέρων παρατηρήσεως. καὶ τῶν ὡρῶν δὲ τοῦ ἔτους τεσσάρων οὐσῶν ἔαρός τε καὶ θέρους καὶ μετοπώρου καὶ χειμῶνος τὸ μὲν ἔαρ ἔχει τὸ μᾶλλον ἐν τῷ ὑγρῷ διὰ τὴν κατὰ τὸ παρῳχημένον ψῦχος ἀρχομένης τῆς θερμασίας διάχυσινἦ τὸ δὲ θέρος τὸ πλεῖον ἔχει ἐν τῷ θερμῷ διὰ τὴν τοῦ ἡλίου πρὸς τὸν κατὰ κορυφὴν ἡμῶν τόπον ἐγγύτηταἦ τὸ δὲ μετόπωρον τὸ μᾶλλον ἐν τῷ ξηρῷ διὰ τὴν κατὰ τὸ παρῳχημένον καῦμα τῶν ὑγρῶν ἀνάποσινἦ ὁ δὲ χειμὼν τὸ πλεῖον ἔχει ἐν τῷ ψυχρῷ διὰ τὸ τὸν ἥλιον πλεῖον ἀφίστασθαι τοῦ κατὰ κορυφὴν ἡμῶν τόπου. διόπερ καὶ τοῦ ζῳδιακοῦ μηδεμιᾶς οὔσης φύσει ἀρχῆς ὡς κύκλου τὸ ἀπὸ τῆς ἐαρινῆς ἰσημερίας ἀρχόμενον δωδεκατημόριον τὸ τοῦ Κριοῦ καὶ τῶν ὅλων ἀρχὴν ὑποτίθενται, καθάπερ ἐμψύχου ζῴου τοῦ ζῳδιακοῦ τὴν ὑγρὰν τοῦ ἔαρος ὑπερβολὴν προκαταρκτικὴν ποιούμενοι καὶ ἐφεξῆς τὰς λοιπὰς ὥρας, διὰ τὸ καὶ πάντων ζῴων τὰς μὲν πρώτας ἡλικίας τὸ πλεῖον ἔχειν τῆς ὑγρασίας παραπλησίως τῷ ἔαρι ἁπαλὰς οὔσας ἔτι καὶ τρυφεράς, τὰς δὲ δευτέρας τὰς μέχρι τῆς ἀκμαιότητος τὸ πλεῖον ἔχειν ἐν τῷ θερμῷ παραπλησίως τῷ θέρει, τὰς δὲ τρίτας καὶ ἤδη ἐν παρακμῇ καὶ ἀρχῇ φθίσεως τὸ πλεῖον ἤδη καὶ αὐτὰς ἔχειν ἐν τῷ ξηρῷ παραπλησίως τῷ μετοπώρῳ, τὰς δὲ ἐσχάτας καὶ πρὸς τῇ διαλύσει τὸ πλεῖον ἔχειν ἐν τῷ ψυχρῷ, καθάπερ καὶ ὁ χειμών. Περὶ τῆς τῶν τεσσάρων γωνιῶν δυνάμεως Ὁμοίως δὲ καὶ τῶν τεσσάρων τοῦ ὁρίζοντος τόπων καὶ γωνιῶν, ἀφ' ὧν καὶ οἱ καθόλου πνέοντες ἄνεμοι τὰς ἀρχὰς ἔχουσιν, ὁ μὲν πρὸς ταῖς ἀνατολαῖς αὐτός τε τὸ πλεῖον ἔχει ἐν τῷ ξηρῷ, διὰ τὸ κατ' αὐτὸν γινομένου τοῦ ἡλίου τὰ ἀπὸ τῆς νυκτὸς ὑγρανθέντα τότε πρῶτον ἄρχεσθαι ξηραίνεσθαιἦ οἵ τε ἀπ' αὐτοῦ πνέοντες ἄνεμοι, οὓς κοινότερον ἀπηλιώτας καλοῦμεν, ἄνικμοί τέ εἰσιν καὶ ξηραντικοί. ὁ δὲ πρὸς μεσημβρίᾳ τόπος αὐτός τέ ἐστι θερμότατος διά τε τὸ πυρῶδες τῶν τοῦ ἡλίου μεσουρανήσεων καὶ διὰ τὸ ταύτας κατὰ τὴν τῆς ἡμετέρας οἰκουμένης ἔγκλισιν πρὸς μεσημβρίαν μᾶλλον ἀποκλίνεινἦ οἵ τε ἀπ' αὐτοῦ πνέοντες ἄνεμοι, οὓς κοινῶς νότους καλοῦμεν, θερμοί τέ εἰσι καὶ πληρωτικοί. ὁ δὲ πρὸς ταῖς δυσμαῖς τόπος αὐτός τέ ἐστιν ὑγρὸς διὰ τὸ κατ' αὐτὸν γινομένου τοῦ ἡλίου τὰ ἀπὸ τῆς ἡμέρας ἀναποθέντα τότε πρῶτον ἄρχεσθαι ὑγραίνεσθαιἦ οἵ τε ἀπ' αὐτοῦ φερόμενοι ἄνεμοι, οὓς κοινότερον ζεφύρους καλοῦμεν, νεαροί τέ εἰσι καὶ ὑγραντικοί. ὁ δὲ πρὸς ταῖς ἄρκτοις τόπος αὐτός τέ ἐστι ψυχρότατος διὰ τὸ κατὰ τὴν τῆς ἡμετέρας οἰκουμένης ἔγκλισιν τὰς τῆς θερμότητος αἰτίας τοῦ ἡλίου μεσουρανήσεις πλεῖον αὐτοῦ διεστάναι ὥσπερ τοῦ ἡλίου ἀντιμεσουρανοῦντος· οἵ τε ἀπ' αὐτοῦ πνέοντες ἄνεμοι καλούμενοι δὲ κοινῶς βορέαι ψυχροί τε ὑπάρχουσι καὶ πυκνωτικοί. χρησίμη δὲ καὶ ἡ τούτων διάληψις πρὸς τὸ τὰς συγκράσεις πάντα τρόπον ἑκάστοτε δύνασθαι διακρίνειν. εὐκατανόητον γάρ, διότι καὶ παρὰ τὰς τοιαύτας καταστάσεις ἤτοι τῶν ὡρῶν ἢ τῶν ἡλικιῶν ἢ τῶν γωνιῶν τρέπεταί πως τὸ ποιητικὸν τῆς τῶν ἀστέρων δυνάμεως καὶ ἐν μὲν ταῖς οἰκείαις καταστάσεσιν ἀκρατοτέραν τε ἴσχουσι τὴν ποιότητα καὶ τὴν ἐνέργειαν ἰσχυροτέραν, οἷον ἐν ταῖς θερμαῖς οἱ θερμαντικοὶ τὴν φύσιν καὶ ἐν ταῖς ὑγραῖς οἱ ὑγραντικοί, ἐν δὲ ταῖς ἐναντίαις κεκραμένην καὶ ἀσθενεστέραν, ὡς ἐν ταῖς ψυχραῖς οἱ θερμαντικοὶ καὶ ἐν ταῖς ξηραῖς οἱ ὑγραντικοὶ καὶ ἐν ταῖς ἄλλαις δὲ ὡσαύτως κατὰ τὸ ἀνάλογον τῆς διὰ τῆς μίξεως συγκιρναμένης ποιότητος. Περὶ τροπικῶν καὶ ἰσημερινῶν καὶ στερεῶν καὶ δισώμων ζῳδίων Τούτων δὲ οὕτως προεκτεθέντων ἀκόλουθον ἂν εἴη συνάψαι καὶ τὰς αὐτῶν τῶν τοῦ ζῳδιακοῦ δωδεκατημορίων παραδεδομένας φυσικὰς ἰδιοτροπίας. αἱ μὲν γὰρ ὁλοσχερέστεραι καθ' ἕκαστον αὐτῶν κράσεις ἀνάλογον ἔχουσι ταῖς κατ' αὐτὰ γινομέναις ὥραις. συνίστανται δέ τινες αὐτῶν ἰδιότητες καὶ ἀπὸ τῆς πρός τε τὸν ἥλιον καὶ τὴν σελήνην καὶ τοὺς ἀστέρας οἰκειώσεως, ἃς ἐν τοῖς ἐφεξῆς διελευσόμεθα, προτάξαντες τὰς κατὰ τὸ ἀμιγὲς αὐτῶν μόνων τῶν δωδεκατημορίων καθ' ἑαυτά τε καὶ πρὸς ἄλληλα θεωρουμένας δυνάμεις. πρῶται μὲν τοίνυν εἰσὶ διαφοραὶ τῶν καλουμένων τροπικῶν καὶ ἰσημερινῶν καὶ στερεῶν καὶ δισώμων· δύο μὲν γάρ ἐστι τροπικά, τό τε πρῶτον ἀπὸ τῆς θερινῆς τροπῆς τριακοντάμοιρον τὸ τοῦ Καρκίνου καὶ τὸ πρῶτον ἀπὸ τῆς χειμερινῆς τροπῆς τὸ κατὰ τὸν Αἰγόκερων. ταῦτα δὲ ἀπὸ τοῦ συμβεβηκότος εἴληφε τὴν ὀνομασίαν· τρέπεται γὰρ ἐν ταῖς ἀρχαῖς αὐτῶν γινόμενος ὁ ἥλιος, ἐπιστρέφων εἰς τὰ ἐναντία τῶν κατὰ πλάτος παρόδων, κατὰ μὲν τὸν Καρκίνον θέρος ποιῶν, κατὰ δὲ τὸν Αἰγόκερων χειμῶνα. δύο δὲ καλεῖται ἰσημερινὰ τό τε ἀπὸ τῆς ἐαρινῆς ἰσημερίας πρῶτον δωδεκατημόριον, τὸ τοῦ Κριοῦ, καὶ τὸ ἀπὸ τῆς μετοπωρινῆς, τὸ τῶν Χηλῶνἦ ὠνόμασται δὲ καὶ ταῦτα πάλιν ἀπὸ τοῦ συμβεβηκότος, ἐπειδὴ κατὰ τὰς ἀρχὰς αὐτῶν γινόμενος ὁ ἥλιος ἴσας ποιεῖ πανταχῆ τὰς νύκτας ταῖς ἡμέραις. τῶν δὲ λοιπῶν ὀκτὼ δωδεκατημορίων τέσσαρα μὲν καλεῖται στερεά, τέσσαρα δὲ δίσωμαἦ καὶ στερεὰ μέν ἐστι τὰ ἑπόμενα τοῖς τε τροπικοῖς καὶ τοῖς ἰσημερινοῖς, Ταῦρος, Λέων, Σκορπίος, Ὑδροχόος, ἐπειδὴ τῶν ἐν ἐκείνοις ἀρχομένων ὡρῶν αἵ τε ὑγρότητες καὶ θερμότητες καὶ ξηρότητες καὶ ψυχρότητες ἐν τούτοις γινομένου τοῦ ἡλίου μᾶλλον καὶ στερεώτερον ἡμῶν καθικνοῦνται, οὐ τῶν καταστημάτων φύσει γινομένων τότε ἀκρατοτέρων, ἀλλ' ἡμῶν ἐγκεχρονικότων αὐτοῖς ἤδη καὶ διὰ τοῦτο τῆς ἰσχύος αὐτῶν εὐαισθητότερον ἀντιλαμβανομένων. δίσωμα δέ ἐστι τὰ τοῖς στερεοῖς ἑπόμενα Δίδυμοι, Παρθένος, Τοξότης, Ἰχθύες διὰ τὸ μεταξὺ εἶναι τῶν στερεῶν καὶ τροπικῶν καὶ ἰσημερινῶν καὶ ὥσπερ κεκοινωνηκέναι κατά τε τὰ τέλη καὶ κατὰ τὰς ἀρχὰς τῆς τῶν δύο καταστημάτων φυσικῆς ἰδιοτροπίας. Περὶ ἀρρενικῶν καὶ θηλυκῶν ζῳδίων Πάλιν δὲ ὡσαύτως ἓξ μὲν τῶν δωδεκατημορίων ἀπένειμαν τῇ φύσει τῇ ἀρρενικῇ καὶ ἡμερινῇ, ἓξ δὲ τῇ θηλυκῇ καὶ νυκτερινῇ. καὶ ἡ μὲν τάξις αὐτοῖς ἐδόθη παρ' ἓν διὰ τὸ συνεζεῦχθαι καὶ ἐγγὺς ἀεὶ τυγχάνειν τὴν ἡμέραν τῇ νυκτὶ καὶ τὸ θῆλυ τῷ ἄρρενι. τῆς δὲ ἀρχῆς ἀπὸ τοῦ Κριοῦ δι' ἃς εἴπομεν αἰτίας λαμβανομένης, ὡσαύτως δὲ καὶ τοῦ ἄρρενος ἄρχοντος καὶ πρωτεύοντος, ἐπειδὴ καὶ τὸ ποιητικὸν ἀεὶ τοῦ παθητικοῦ πρῶτόν ἐστι τῇ δυνάμει, τὸ μὲν τοῦ Κριοῦ δωδεκατημόριον καὶ ἔτι τὸ τῶν Χηλῶν ἀρρενικά τε ἔδοξε καὶ ἡμερινά, ἐπειδήπερ ὁ ἰσημερινὸς κύκλος δι' αὐτῶν γραφόμενος τὴν πρώτην καὶ ἰσχυροτάτην τῶν ὅλων φορὰν ἀποτελεῖ, τὰ δὲ ἐφεξῆς αὐτῶν ἀκολούθως τῇ παρ' ἓν ὡς ἔφαμεν τάξει. χρῶνται δέ τινες τῇ τάξει τῶν ἀρρενικῶν καὶ θηλυκῶν καὶ ἀπὸ τοῦ ἀνατέλλοντος δωδεκατημορίου, ὃ δὴ καλοῦσιν ὡροσκοποῦν, τὴν ἀρχὴν τοῦ ἄρρενος ποιούμενοι. ὥσπερ γὰρ καὶ τὴν τῶν τροπικῶν ἀρχὴν ἀπὸ τοῦ σεληνιακοῦ ζῳδίον λαμβάνουσιν ἔνιοι, διὰ τὸ ταύτην τῶν ἄλλων τάχιον τρέπεσθαι, οὕτως καὶ τὴν τῶν ἀρρενικῶν ἀπὸ τοῦ ὡροσκοποῦντος διὰ τὸ ἀπηλιωτικώτερον καὶ οἱ μὲν ὁμοίως παρ' ἓν πάλιν τῇ τάξει χρώμενοι, οἱ δὲ καθ' ὅλα τεταρτημόρια διαιροῦντες καὶ ἑῷα μὲν ἡγούμενοι καὶ ἀρρενικὰ τό τε ἀπὸ τοῦ ὡροσκόπου μέχρι τοῦ μεσουρανοῦντος καὶ τὸ κατὰ ἀντίθεσιν ἀπὸ τοῦ δύνοντος μέχρι τοῦ ὑπὸ γῆν μεσουρανοῦντος, ἑσπέρια δὲ καὶ θηλυκὰ τὰ λοιπὰ δύο τεταρτημόρια. καὶ ἄλλας δέ τινας τοῖς δωδεκατημορίοις προσηγορίας ἐφήρμοσαν ἀπὸ τῶν περὶ αὐτὰ μορφώσεων, λέγω δὲ οἷον τετράποδα καὶ χερσαῖα καὶ ἡγεμονικὰ καὶ πολύσπορα καὶ τὰ τοιαῦτα, ἃς αὐτόθεν τό τε αἴτιον καὶ τὸ ἐμφανιστικὸν ἐχούσας περισσὸν ἡγούμεθα καταριθμεῖν, τῆς ἐκ τῶν τοιούτων διατυπώσεων ποιότητος, ἐν αἷς ἂν τῶν προτελέσεων χρησίμη φαίνηται, δυναμένης προεκτίθεσθαι. Περὶ τῶν συσχηματιζομένων δωδεκατημορίων Οἰκειοῦται δὲ ἀλλήλοις τῶν μερῶν τοῦ ζῳδιακοῦ πρῶτον τὰ συσχηματιζόμενα. ταῦτα δ' ἐστὶν ὅσα διάμετρον ἔχει στάσιν περιέχοντα ὀρθὰς δύο γωνίας καὶ ἓξ δωδεκατημόρια καὶ μοίρας ρπ, καὶ ὅσα τρίγωνον ἔχει στάσιν περιέχοντα μίαν ὀρθὴν γωνίαν καὶ τρίτον καὶ τέσσαρα δωδεκατημόρια καὶ μοίρας ρκ, καὶ ὅσα τετραγωνίζειν λέγεται, περιέχοντα μίαν ὀρθὴν καὶ τρία δωδεκατημόρια καὶ μοίρας θ, καὶ ἔτι ὅσα ἑξάγωνον ποιεῖται στάσιν περιέχοντα δίμοιρον γωνίας ὀρθῆς καὶ δωδεκατημόρια β καὶ μοίρας ς. δι' ἣν δὲ αἰτίαν αὗται μόναι τῶν διαστάσεων παρελήφθησαν, ἐκ τούτων ἂν μάθοιμεν. τῆς μὲν γὰρ κατὰ διάμετρον αὐτόθεν ἐστὶν ὁ λόγος φανερός, ἐπειδήπερ ἐπὶ μιᾶς εὐθείας ποιεῖται τὰς συναντήσεις. λαμβανομένων δὲ τῶν δύο μεγίστων καὶ διὰ συμφωνίας μορίων τε καὶ ἐπιμορίων, μορίων μὲν πρὸς τὸ τῶν β ὀρθῶν τοῦ τε ἡμίσους καὶ τοῦ τρίτου τὸ μὲν εἰς δύο τὴν τοῦ τετραγώνου πεποίηκε, τὸ δὲ εἰς τρία τὴν τοῦ ἑξαγώνου καὶ τὴν τοῦ τριγώνουἦ ἐπιμορίων δὲ πρὸς τὸ τῆς μιᾶς ὀρθῆς τετράγωνον μεταξὺ λαμβανομένων τοῦ τε ἡμιολίου καὶ τοῦ ἐπιτρίτου, τὸ μὲν ἡμιόλιον πάλιν ἐποίησε τὴν τοῦ τετραγώνου πρὸς τὴν τοῦ ἑξαγώνου, τὸ δὲ ἐπίτριτον τὴν τοῦ τριγώνου πρὸς τὴν τοῦ τετραγώνου. τούτων μέντοι τῶν συσχηματισμῶν οἱ μὲν τρίγωνοι καὶ ἑξάγωνοι σύμφωνοι καλοῦνται διὰ τὸ ἐξ ὁμογενῶν συγκεῖσθαι δωδεκατημορίων ἤτοι ἐκ πάντων ἀρρενικῶν ἢ θηλυκῶν, ἀσύμφωνοι δὲ οἱ τετράγωνοι καὶ οἱ κατὰ διάμετρον, διότι κατ' ἀντίθεσιν τῶν ὁμογενῶν τὴν στάσιν λαμβάνουσι. Περὶ τῶν προστασσόντων καὶ ὑπακουόντων ὁμοίως ζῳδίων Ὡσαύτως δὲ προστάσσοντα καὶ ὑπακούοντα λέγεται τμήματα τὰ κατ' ἴσην διάστασιν ἀπὸ τοῦ αὐτοῦ ἢ καὶ ὁποτέρου τῶν ἰσημερινῶν σημείων ἐσχηματισμένα, διὰ τὸ ἐν τοῖς ἴσοις χρόνοις ἀναφέρεσθαί τε καὶ καταφέρεσθαι καὶ ἐπὶ τῶν ἴσων εἶναι παραλλήλων. τούτων δὲ τὰ μὲν ἐν τῷ θερινῷ ἡμικυκλίῳ προστάσσοντα καλεῖται, τὰ δὲ ἐν τῷ χειμερινῷ ὑπακούοντα, διὰ τὸ κατ' ἐκείνων μὲν γινόμενον τὸν ἥλιον μείζονα ποιεῖν τῆς νυκτὸς τὴν ἡμέραν, κατὰ τούτων δὲ ἐλάττονα. Περὶ τῶν βλεπόντων καὶ ἰσοδυναμούντων ἀλλήλοις Πάλιν δὲ ἰσοδυναμεῖν φασιν ἀλλήλοις μέρη τὰ τοῦ αὐτοῦ καὶ ὁποτέρου τῶν τροπικῶν σημείων τὸ ἴσον ἀφεστῶτα, διὰ τὸ καθ' ἑκάτερον αὐτῶν τοῦ ἡλίου γινομένου τάς τε ἡμέρας ταῖς ἡμέραις καὶ τὰς νύκτας ταῖς νυξὶ καὶ τὰ διαστήματα τῶν οἰκείων ὡρῶν ἰσοχρόνως ἀποτελεῖν. ταῦτα δὲ καὶ βλέπειν ἄλληλα λέγεται διά τε τὰ προειρημένα καὶ ἐπειδήπερ ἑκάτερον αὐτῶν ἔκ τε τῶν αὐτῶν μερῶν τοῦ ὁρίζοντος ἀνατέλλει καὶ εἰς τὰ αὐτὰ καταδύνει. Ἀσύνδετα δὲ καὶ ἀπηλλοτριωμένα καλεῖται τμήματα, ὅσα μηδένα λόγον ἁπλῶς ἔχει πρὸς ἄλληλα τῶν προκατειλεγμένων οἰκειώσεων. ταῦτα δέ ἐστιν ἃ μήτε τῶν προστασσόντων ἢ ὑπακουόντων τυγχάνει μήτε τῶν βλεπόντων ἢ ἰσοδυναμούντων, ἔτι τε καὶ τῶν ἐκκειμένων τεσσάρων συσχηματισμῶν τοῦ τε διαμέτρου καὶ τοῦ τριγώνου καὶ τοῦ τετραγώνου καὶ τοῦ ἑξαγώνου κατὰ τὸ παντελὲς ἀμέτοχα καταλαμβανόμενα καὶ ἤτοι δι' ἑνὸς ἢ διὰ πέντε γινόμενα δωδεκατημορίων, ἐπειδήπερ τὰ μὲν δι' ἑνὸς ἀπέστραπταί τε ὥσπερ ἀλλήλων καὶ δύο αὐτὰ ὄντα ἑνὸς περιέχει γωνίαν, τὰ δὲ διὰ πέντε εἰς ἄνισα διαιρεῖ τὸν ὅλον κύκλον, τῶν ἄλλων σχηματισμῶν εἰς ἴσα τὴν τῆς περιμέτρου διαίρεσιν ποιουμένων. Συνοικειοῦνται δὲ καὶ οἱ πλανῆται τοῖς τοῦ ζῳδιακοῦ μέρεσι κατά τε τοὺς καλουμένους οἴκους καὶ τρίγωνα καὶ ὑψώματα καὶ ὅρια καὶ τὰ τοιαῦτα. καὶ τὸ μὲν τῶν οἴκων τοιαύτην ἔχει φύσινἦ ἐπειδὴ γὰρ τῶν ιβ ζῳδίων τὰ βορειότατα καὶ συνεγγίζοντα μᾶλλον τῶν ἄλλων τοῦ κατὰ κορυφὴν ἡμῶν τόπου θερμασίας τε καὶ ἀλέας διὰ τοῦτο περιποιητικὰ τυγχάνοντα ὅ τε Καρκίνος καὶ ὁ Λέων ἐστί, τὰ δύο ταῦτα τοῖς μεγίστοις καὶ κυριωτάτοις, τουτέστι τοῖς δύο φωσὶν ἀπένειμαν οἴκους, τὸ μὲν τοῦ Λέοντος ἀρρενικὸν ὂν τῷ ἡλίῳ, τὸ δὲ τοῦ Καρκίνου θηλυκὸν τῇ σελήνῃ, καὶ ἀκολούθως τὸ μὲν ἀπὸ Λέοντος μέχρι Αἰγόκερω ἡμικύκλιον ἡλιακὸν ὑπέθεντο, τὸ δὲ ἀπὸ Ὑδροχόου μέχρι Καρκίνου σεληνιακόν, ὅπως ἐν ἑκατέρῳ τῶν ἡμικυκλίων ἓν ζῴδιον καθ' ἕκαστον τῶν πέντε ἀστέρων οἰκείως ἀπονεμηθῇ, τὸ μὲν πρὸς ἥλιον τὸ δὲ πρὸς σελήνην ἐσχηματισμένον, ἀκολούθως ταῖς τε τῶν κινήσεων αὐτῶν σφαίραις καὶ ταῖς τῶν φύσεων ἰδιοτροπίαις. τῷ μὲν οὖν τοῦ Κρόνου ψυκτικῷ ὄντι μᾶλλον τὴν φύσιν κατ' ἐναντιότητα τοῦ θερμοῦ καὶ τὴν ἀνωτάτω καὶ μακρὰν τῶν φώτων ἔχοντι ζώνην ἐδόθη τὰ διάμετρα ζῴδια τοῦ τε Καρκίνου καὶ τοῦ Λέοντος ὅ τε Αἰγόκερως καὶ ὁ Ὑδροχόος, μετὰ τοῦ καὶ ταῦτα τὰ δωδεκατημόρια ψυχρὰ καὶ χειμερινὰ τυγχάνειν καὶ ἕτι τοῦ τὸν κατὰ διάμετρον συσχηματισμὸν ἀσύμφωνον πρὸς ἀγαθοποιίαν εἶναι τῷ δὲ τοῦ Διὸς ὄντι εὐκράτῳ καὶ ὑπὸ τὴν τοῦ Κρόνου σφαῖραν ἐδόθη τὰ ἐχόμενα δύο τῶν προκειμένων πνευματικὰ ὄντα καὶ γόνιμα ὅ τε Τοξότης καὶ οἱ Ἰχθύες κατὰ τριγωνικὴν πρὸς τὰ φῶτα διάστασιν, ἥτις ἐστὶ συμφώνου καὶ ἀγαθοποιοῦ συσχηματισμοῦ· ἐφεξῆς δὲ τῷ τοῦ Ἄρεως ξηραντικῷ μᾶλλον ὄντι τὴν φύσιν καὶ ὑπὸ τὴν τοῦ Διὸς ἔχοντι τὴν σφαῖραν τὰ ἐχόμενα πάλιν ἐκείνων ἐδόθη δωδεκατημόρια τὴν ὁμοίαν ἔχοντα φύσιν ὅ τε Κριὸς καὶ ὁ Σκορπίος, ἀκολούθως τῇ φθαρτικῇ καὶ ἀσυμφώνῳ ποιότητι τὴν τοῦ τετραγώνου πρὸς τὰ φῶτα ποιοῦντα διάστασιν. τῷ δὲ τῆς Ἀφροδίτης εὐκρατοτέρῳ τε ὄντι καὶ ὑπὸ τὴν τοῦ Ἄρεως τὰ ἐχόμενα ἐδόθη δύο ζῴδια γονιμώτατα ὄντα αἵ τε Χηλαὶ καὶ ὁ Ταῦρος, τηροῦντα τὴν συμφωνίαν τῆς ἑξαγώνου διαστάσεως καὶ ἐπειδήπερ οὐ πλεῖον δύο δωδεκατημορίων ὁ ἀστὴρ οὗτος ἐφ' ἑκάτερα τὸ πλεῖστον ἀφίσταται τοῦ ἡλίου. ἐπὶ τέλει δὲ τῷ τοῦ Ἑρμοῦ οὐδέποτε πλεῖον ἑνὸς δωδεκατημορίου τὴν ἀπὸ τοῦ ἡλίου διάστασιν ἐφ' ἑκάτερα ποιουμένῳ καὶ ὑπὸ μὲν τοὺς ἄλλους ὄντι, σύνεγγυς δὲ μᾶλλόν πως ἀμφοτέρων τῶν φώτων, τὰ λοιπὰ καὶ συνεχῆ τοῖς ἐκείνων οἴκοις ἐδόθη δύο δωδεκατημόρια τό τε τῶν Διδύμων καὶ τὸ τῆς Παρθένου. Ἡ δὲ πρὸς τὰ τρίγωνα συνοικείωσις τοιαύτη τις οὖσα τυγχάνει. ἐπειδὴ γὰρ τὸ τρίγωνον καὶ ἰσόπλευρον σχῆμα συμφωνότατόν ἐστιν ἑαυτῷ καὶ ὁ ζῳδιακὸς ὑπὸ τριῶν κύκλων ὁρίζεται τοῦ τε ἰσημερινοῦ καὶ τῶν δύο τροπικῶν, διαιρεῖται δὲ τὰ ιβ αὐτοῦ μέρη εἰς τρίγωνα ἰσόπλευρα τέσσαρα, τὸ μὲν πρῶτον ὅ ἐστι διά τε τοῦ Κριοῦ καὶ τοῦ Λέοντος καὶ τοῦ Τοξότου ἐκ τριῶν ἀρρενικῶν ζῳδίων συγκείμενον καὶ οἴκους ἔχον ἡλίου τε καὶ Διὸς καὶ Ἄρεως, ἐδόθη τῷ Διὶ καὶ ἡλίῳ παρὰ τὴν αἵρεσιν τὴν ἡλιακὴν ὄντος τοῦ Ἄρεως. λαμβάνει δὲ αὐτοῦ τὴν πρώτην συνοικοδεσποτείαν ἡμέρας μὲν ὁ ἥλιος, νυκτὸς δὲ ὁ τοῦ Διός. καί ἐστιν ὁ μὲν Κριὸς μᾶλλον πρὸς τῷ ἰσημερινῷ κύκλῳ, ὁ δὲ Λέων πρὸς τῷ θερινῷ, ὁ δὲ Τοξότης πρὸς τῷ χειμερινῷ. γίνεται δὲ προηγουμένως μὲν τοῦτο τὸ τρίγωνον βόρειον διὰ τὴν τοῦ Διὸς συνοικοδεσποτείαν, ἐπειδήπερ οὗτος γόνιμός τέ ἐστι καὶ πνευματώδης, οἰκείως τοῖς ἀπὸ τῶν ἄρκτων ἀνέμοις διὰ δὲ τὸν τοῦ Ἄρεως οἶκον λαμβάνει τινὰ μίξιν τοῦ λιβὸς καὶ συνίσταται βορρολιβικόν, ἐπειδήπερ ὁ τοῦ Ἄρεως τοιούτων ἐστὶ πνευμάτων ποιητικὸς διά τε τὴν τῆς σελήνης αἵρεσιν καὶ τὸ τῶν δυσμῶν τεθηλυσμένον. τὸ δὲ δεύτερον τρίγωνον, ὅ ἐστι διά τε τοῦ Ταύρου καὶ Παρθένου καὶ Αἰγόκερω, συγκείμενον ἐκ τριῶν θηλυκῶν, ἀκολούθως ἐδόθη σελήνῃ τε καὶ Ἀφροδίτῃ, οἰκοδεσποτούσης αὐτοῦ νυκτὸς μὲν τῆς σελήνης, ἡμέρας δὲ τοῦ τῆς Ἀφροδίτης. καί ἐστιν ὁ μὲν Ταῦρος πρὸς τῷ θερινῷ μᾶλλον κύκλῳ, ἡ δὲ Παρθένος πρὸς τῷ ἰσημερινῷ, ὁ δὲ Αἰγόκερως πρὸς τῷ χειμερινῷ. γίνεται δὲ καὶ τοῦτο τὸ τρίγωνον προηγουμένως μὲν νότιον διὰ τὴν τῆς Ἀφροδίτης οἰκοδεσποτείαν, ἐπειδήπερ ὁ ἀστὴρ οὗτος τῶν ὁμοίων ἐστὶ πνευμάτων διὰ τὸ θερμὸν καὶ ἔνικμον τῆς δυνάμεως ποιητικόςἦ προσλαβὸν δὲ μίξιν ἀπηλιώτου διὰ τὸ τὸν τοῦ Κρόνου οἶκον ἐν αὐτῷ τυγχάνειν τὸν Αἰγόκερων συνίσταται καὶ αὐτὸ νοταπηλιωτικὸν κατ' ἀντίθεσιν τοῦ πρώτου, ἐπειδήπερ καὶ ὁ τοῦ Κρόνου τοιούτων ἐστὶ πνευμάτων ποιητικός, οἰκειούμενος καὶ αὐτὸς ταῖς ἀνατολαῖς διὰ τὴν πρὸς τὸν ἥλιον αἵρεσιν. τὸ δὲ τρίτον τρίγωνον, ὅ ἐστι διά τε Διδύμων καὶ Χηλῶν καὶ Ὑδροχόου ἐκ τριῶν ἀρρενικῶν ζῳδίων συγκείμενον καὶ πρὸς μὲν τὸν τοῦ Ἄρεως μηδένα λόγον ἔχον, πρὸς δὲ τὸν τοῦ Κρόνου καὶ τὸν τοῦ Ἑρμοῦ διὰ τοὺς οἴκους, τούτοις ἀπενεμήθη πάλιν, οἰκοδεσποτούντων ἡμέρας μὲν τοῦ τοῦ Κρόνου διὰ τὴν αἵρεσιν, νυκτὸς δὲ τοῦ τοῦ Ἑρμοῦ. καί ἐστι τὸ μὲν τῶν Διδύμων δωδεκατημόριον πρὸς τῷ θερινῷ, τὸ δὲ τῶν Χηλῶν πρὸς τῷ ἰσημερινῷ, τὸ δὲ τοῦ Ὑδροχόου πρὸς τῷ χειμερινῷ. συνίσταται δὲ καὶ τοῦτο τὸ τρίγωνον προηγουμένως μὲν ἀπηλιωτικὸν διὰ τὸν τοῦ Κρόνου, κατὰ δὲ τὴν μίξιν βορραπηλιωτικόν, διὰ τὸ τὴν τοῦ Διὸς αἵρεσιν τῇ τοῦ Κρόνου πρὸς τὸν ἡμερινὸν λόγον συνοικειοῦσθαι. τὸ δὲ τέταρτον τρίγωνον, ὅ ἐστι διά τε Καρκίνου καὶ Σκορπίου καὶ Ἰχθύων, κατελείφθη μόνῳ λοιπῷ ὄντι τῷ τοῦ Ἄρεως καὶ λόγον ἔχοντι πρὸς αὐτὸ διὰ τὸν οἶκον τοῦ Σκορπίου, συνοικοδεσποτοῦσι δὲ αὐτῷ διά τε τὴν αἵρεσιν καὶ τὸ θηλυκὸν τῶν ζῳδίων νυκτὸς μὲν ἡ σελήνη, ἡμέρας δὲ ὁ τῆς Ἀφροδίτης, καί ἐστιν ὁ μὲν Καρκίνος πρὸς τῷ θερινῷ κύκλῳ, ὁ δὲ Σκορπίος πρὸς τῷ χειμερινῷ μᾶλλον, οἱ δὲ Ἰχθύες πρὸς τῷ ἰσημερινῷ. καὶ τοῦτο δὲ τὸ τρίγωνον συνίσταται προηγουμένως μὲν λιβικὸν διὰ τὴν τοῦ Ἄρεως καὶ τῆς σελήνης οἰκοδεσποτείαν, κατὰ μίξιν δὲ νοτολιβικόν, διὰ τὴν τῆς Ἀφροδίτης συνοικοδεσποτείαν. Τὰ δὲ καλούμενα τῶν πλανωμένων ὑψώματα λόγον ἔχει τοιόνδε. ἐπειδὴ γὰρ ὁ ἥλιος ἐν μὲν τῷ Κριῷ γενόμενος τὴν εἰς τὸ ὑψηλὸν καὶ βόρειον ἡμικύκλιον μετάβασιν ποιεῖται, ἐν δὲ ταῖς Χηλαῖς τὴν εἰς τὸ ταπεινὸν καὶ νότιον, εἰκότως τὸν μὲν Κριὸν ὡς ὕψωμα ἀνατεθείκασιν αὐτῷ, καθ' ὃν ἄρχεται καὶ τὸ τῆς ἡμέρας μέγεθος καὶ τὸ τῆς φύσεως αὐτοῦ θερμαντικὸν αὔξεσθαι, τὰς δὲ Χηλὰς ὡς ταπείνωμα διὰ τὰ ἐναντία. ὁ δὲ τοῦ Κρόνου πάλιν ἵνα πρὸς τὸν ἥλιον ἔχῃ διάμετρον στάσιν ὥσπερ καὶ ἐπὶ τῶν οἴκων, τὸν μὲν Ζυγὸν ἀντικειμένως ὡς ὕψωμα ἔλαβε, τὸν δὲ Κριὸν ὡς ταπείνωμα. ὅπου γὰρ τὸ θερμὸν αὔξεται, ἐκεῖ μειοῦται τὸ ψυχρόν, καὶ ὅπου τὸ ψυχρὸν αὔξεται, ἐκεῖ μειοῦται τὸ θερμόν. πάλιν ἐπειδὴ ἐν τῷ ὑψώματι τοῦ ἡλίου τῷ Κριῷ συνοδεύσασα ἡ σελήνη πρώτην ποιεῖται φάσιν καὶ ἀρχὴν τῆς τοῦ φωτὸς αὐξήσεως καὶ ὡσπερανεὶ ὑψώσεως ἐν τῷ τοῦ ἰδίου τριγώνου πρώτῳ ζῳδίῳ τῷ Ταύρῳ, τοῦτο μὲν αὐτῆς ὕψωμα ἐκλήθη, τὸ δὲ διάμετρον τὸ τοῦ Σκορπίου ταπείνωμα. μετὰ ταῦτα δὲ ὁ μὲν τοῦ Διὸς τῶν βορείων καὶ γονίμων πνευμάτων ἀποτελεστικὸς ὤν, ἐν τῷ Καρκίνῳ μάλιστα βορειότατος γινόμενος, αὔξεται πάλιν καὶ πληροῖ τὴν ἰδίαν δύναμιν, ὅθεν τοῦτο μὲν τὸ δωδεκατημόριον ὕψωμα πεποιήκασιν αὐτοῦ, τὸν δὲ Αἰγόκερων ταπείνωμα. ὁ δὲ τοῦ Ἄρεως φύσει καυσώδης ὢν καὶ μᾶλλον ἐν Αἰγόκερῳ διὰ τὸ νοτιώτατος γίνεσθαι καυστικώτατος γινόμενος, καὶ αὐτὸς ὕψωμα μὲν ἔλαβεν εἰκότως κατ' ἀντίθεσιν τῷ τοῦ Διὸς τὸν Αἰγόκερων, ταπείνωμα δὲ τὸν Καρκίνον. πάλιν ὁ τῆς Ἀφροδίτης ὑγραντικὸς ὢν φύσει καὶ μᾶλλον ἐν τοῖς Ἰχθύσιν, ἐν οἷς ἡ τοὺ ὑγροῦ ἔαρος ἀρχὴ προσημαίνει, καὶ αὐτὸς αὐξάνων τὴν οἰκείαν δύναμιν, τὸ μὲν ὕψωμα ἔσχεν ἐν τοῖς Ἰχθύσι, τὸ δὲ ταπείνωμα ἐν τῇ Παρθένῳ. ὁ δὲ τοῦ Ἑρμοῦ τὸ ἐναντίον μᾶλλον ὑπόξηρος ὢν εἰκότως κατὰ τὸ ἀντικείμενον ἐν μὲν τῇ Παρθένῳ, καθ' ἣν τὸ ξηρὸν μετόπωρον προσημαίνει, καὶ αὐτὸς ὥσπερ ὑψοῦται, κατὰ δὲ τοὺς Ἰχθύας ὥσπερ ταπεινοῦται. Περὶ δὲ τῶν ὁρίων δισσοὶ μάλιστα φέρονται τρόποι καὶ ὁ μέν ἐστιν Αἰγυπτιακὸς (ὁ πρὸς τὰς τῶν οἴκων ὡς ἐπίπαν κυρείας), ὁ δὲ Χαλδαϊκὸς (ὁ πρὸς τὰς τῶν τριγώνων οἰκοδεσποτείας). ὁ μὲν οὖν Αἰγυπτιακὸς ὁ τῶν κοινῶς φερομένων ὁρίων οὐ πάνυ τι σῴζει τὴν ἀκολουθίαν οὔτε τῆς τάξεως οὔτε τῆς καθ' ἕκαστον ποσότητος. πρῶτον μὲν ἐπὶ τῆς τάξεως πῇ μὲν τοῖς τῶν οἴκων κυρίοις τὰ πρωτεῖα δεδώκασιν, πῇ δὲ τοῖς τῶν τριγώνων, ἐνίοτε δὲ τοῖς τῶν ὑψωμάτων. ἐπεὶ παραδείγματος ἕνεκεν, εἴτε τοῖς οἴκοις ἠκολουθήκασι, διὰ τί τῷ τοῦ Κρόνου εἰ τύχοι πρώτῳ δεδώκασιν ἐν Ζυγῷ καὶ οὐ τῷ τῆς Ἀφροδίτης; καὶ διὰ τί ἐν Κριῷ τῷ τοῦ Διὸς καὶ οὐ τῷ τοῦ Ἄρεως; εἴτε τοῖς τριγώνοις, διὰ τί τῷ τοῦ Ἑρμοῦ δεδώκασιν ἐν Αἰγόκερῳ καὶ οὐ τῷ τῆς Ἀφροδίτης; εἴτε καὶ τοῖς ὑψώμασι, διὰ τί τῷ τοῦ Ἄρεως ἐν Καρκίνῳ καὶ οὐ τῷ τοῦ Διός; εἴτε τοῖς τὰ πλεῖστα τούτων ἔχουσι διὰ τί ἐν Ὑδροχόῳ τῷ τοῦ Ἑρμοῦ δεδώκασι, τρίγωνον ἔχοντι μόνον, καὶ οὐχὶ τῷ τοῦ Κρόνου; τούτου γὰρ καὶ οἶκός ἐστι καὶ τρίγωνον. ἢ διὰ τί ὅλως ἐν Αἰγόκερῳ τῷ τοῦ Ἑρμοῦ πρώτῳ δεδώκασι, μηδένα λόγον ἔχοντι πρὸς τὸ ζῴδιον οἰκοδεσποτείας; καὶ ἐπὶ τῆς λοιπῆς δὲ τάξεως τὴν αὐτὴν ἀναλογίαν ἄν τις εὕροι. δεύτερον δὲ καὶ ἡ ποσότης τῶν ὁρίων οὐδεμίαν ἀκολουθίαν ἔχουσα φαίνεται. ὅ τε γὰρ καθ' ἕνα ἕκαστον ἀστέρα ἐπισυναγόμενος ἐκ πάντων ἀριθμός, πρὸς ὅν φασιν αὐτῶν τὰ χρονικὰ ἐπιμερίζεσθαι, οὐδένα οἰκεῖον οὐδὲ εὐαπόδεικτον ἔχει λόγονἦ ἐάν τε καὶ τούτῳ τῷ κατὰ συναγωγὴν ἀριθμῷ πιστεύσωμεν ὡς ἄντικρυς ὑπ' Αἰγυπτίων ὡμολογημένῳ, πολλαχῶς μὲν καὶ ἄλλως τῆς κατὰ τὸ ζῴδιον ποσότητος ἐναλλασσομένης ὁ αὐτὸς ἀριθμὸς ἂν συναγόμενος εὑρεθείη. καὶ ὃ πιθανολογεῖν καὶ σοφίζεσθαί τινες ἐπιχειροῦσι περὶ αὐτῶν ὅτι κατὰ παντὸς κλίματος ἀναφορικὸν λόγον οἱ καθ' ἕκαστον ἀστέρα σχηματιζόμενοί πως χρόνοι τὴν αὐτὴν ἐπισυνάγουσι ποσότητα, ψευδές ἐστι. πρῶτον μὲν γὰρ ἀκολουθοῦσι τῇ κοινῇ πραγματείᾳ καὶ πρὸς ὁμαλὰς ὑπεροχὰς τῶν ἀναφορῶν συνισταμένῃ μὴ κατὰ μικρὸν ἐγγιζούσῃ τῆς ἀληθείας, καθ' ἣν ἐπὶ τοῦ διὰ τῆς κάτω χώρας τῆς Αἰγύπτου παραλλήλου τὸ μὲν τῆς Παρθένου καὶ τῶν Χηλῶν δωδεκατημόριον ἐν λη χρόνοις ἑκάτερον καὶ ἔτι τρίτῳ θέλουσιν ἀναφέρεσθαι, τὸ δὲ τοῦ Λέοντος καὶ τοῦ Σκορπίου ἑκάτερον ἐν λε, δεικνυμένου διὰ τῶν γραμμῶν, ὅτι ταῦτα μὲν ἐν πλείοσι τῶν λε χρόνων ἀναφέρεται, τὸ δὲ τῆς Παρθένου καὶ τὸ τῶν Χηλῶν ἐν ἐλάττοσι. ἔπειτα καὶ οἱ τὸ τοιοῦτον ἐπιχειρήσαντες κατασκευάζειν οὐκέτι φαίνονται κατηκολουθηκότες οὐδὲ οὕτως τῇ παρὰ τοῖς πλείστοις φερομένῃ ποσότητι τῶν ὁρίων καὶ τὰ πολλὰ διηναγκασμένοι καταψεύσασθαι καί που καὶ μορίοις μορίων χρήσασθαι τοῦ σῶσαι τὸ προκείμενον αὐτοῖς ἕνεκεν, οὐδ' αὐτοῖς ὡς ἔφαμεν ἀληθοῦς ἐχομένοις σκοποῦ. τὰ μέντοι φερόμενα παρὰ τοῖς πολλοῖς διὰ τὴν τῆς ἔτι ἄνωθεν παραδόσεως ἀξιοπιστίαν τοῦτον ὑπόκειται τὸν τρόπον. Ὅρια κατ' Αἰγυπτίους. Συνάγεται δὲ ἑκάστου αὐτῶν ὁ ἀριθμὸς οὕτως· Κρόνου μοῖραι νζ, Διὸς οθ, Ἄρεως ξς, Ἀφροδίτης πβ, `Ερμοῦ ος· γίνεται ὁμοῦ τξ. Ὁ δὲ Χαλδαϊκὸς τρόπος ἁπλῆν μέν τινα ἔχει καὶ μᾶλλον πιθανήν, οὐχ οὕτως δὲ αὐτάρκη πρός τε τὰς τῶν τριγώνων δεσποτείας τὴν ἀκολουθίαν καὶ τὴν τῆς ποσότητος τάξιν, ὥστε μέντοι καὶ χωρὶς ἀναγραφῆς δύνασθαι ῥᾳδίως τινὰ διαβάλλειν αὐτούς. ἐν μὲν γὰρ τῷ πρώτῳ τριγώνῳ Κριοῦ καὶ Λέοντος καὶ Τοξότου τὴν αὐτὴν ἔχοντι παρ' αὐτοῖς κατὰ ζῴδιον διαίρεσιν πρῶτος μὲν λαμβάνει ὁ τοῦ τριγώνου κύριος ὁ τοῦ Διός, εἶθ' ἑξῆς ὁ τοῦ ἐφεξῆς τριγώνου, λέγω δὴ τὸν τῆς Ἀφροδίτης, εἶθ' ἑξῆς ὁ τῶν Διδύμων ὅ τε τοῦ Κρόνου καὶ ὁ τοῦ Ἑρμοῦ, τελευταῖος δὲ ὁ τοῦ λοιποῦ τριγώνου κύριος ὁ τοῦ Ἄρεως. ἐν δὲ τῷ δευτέρῳ τριγώνῳ Ταύρου καὶ Παρθένου καὶ Αἰγόκερω πάλιν τὴν αὐτὴν κατὰ ζῴδιον ἔχοντι διαίρεσιν, ὁ μὲν τῆς Ἀφροδίτης πρῶτος, εἶθ' ὁ τοῦ Κρόνου πάλιν καὶ ὁ τοῦ Ἑρμοῦ, μετὰ ταῦτα δὲ ὁ τοῦ Ἄρεως, τελευταῖος δὲ ὁ τοῦ Διός. σχεδὸν δὲ καὶ ἐπὶ τῶν λοιπῶν δύο τριγώνων ἡ τάξις ἥδε συνορᾶται. τῶν μέντοι τοῦ αὐτοῦ τριγώνου δύο κυρίων, λέγω δὲ τοῦ τοῦ Κρόνου καὶ τοῦ τοῦ Ἑρμοῦ, τὸ πρωτεῖον τῆς κατὰ τὸ οἰκεῖον τάξεως ἡμέρας μὲν ὁ τοῦ Κρόνου λαμβάνει, νυκτὸς δὲ ὁ τοῦ Ἑρμοῦ. καὶ ἡ καθ' ἕκαστον δὲ ποσότης ἁπλῆ τις οὖσα τυγχάνει. ἵνα γὰρ καθ' ὑπόβασιν τῆς τῶν πρωτείων τάξεως καὶ ἡ ποσότης τῶν ἑκάστου ὁρίων μιᾷ μοίρᾳ λείπηται τῆς προτεταγμένης, τῷ μὲν πρώτῳ πάντοτε διδόασι μοίρας η, τῷ δὲ δευτέρῳ ζ, τῷ δὲ τρίτῳ ς, τῷ δὲ τετάρτῳ ε, τῷ δὲ πέμπτῳ δ, συμπληρουμένων οὕτως τῶν κατὰ τὸ ζῴδιον λ μοιρῶν. συνάγεται δὲ καὶ ἐκ τούτου τοῦ μὲν τοῦ Κρόνου μοῖραι ἡμέρας μὲν οη, νυκτὸς δὲ ξς, τοῦ δὲ τοῦ Διὸς οβ, τοῦ δὲ τοῦ Ἄρεως ξθ, τοῦ δὲ τῆς Ἀφροδίτης οε, τοῦ δὲ τοῦ Ἑρμοῦ ἡμέρας μὲν χι, νυκτὸς δὲ οη. γίνεται τὸ πᾶν τξ. τούτων μὲν οὖν τῶν ὁρίων ἀξιοπιστότερα ὡς ἔφαμεν τυγχάνει τὰ κατὰ τὸν Αἰγυπτιακὸν τρόπον καὶ διὰ τὸ τὴν συναγωγὴν αὐτῶν παρὰ τοῖς Αἰγυπτίοις συγγραφεῦσιν ὡς χρησίμην ἀναγραφῆς ἠξιῶσθαι καὶ διὰ τὸ συμφωνεῖν αὐτοῖς ὡς ἐπίπαν τὰς μοίρας τῶν ὁρίων ἐν ταῖς κατατεταγμέναις παρ' αὐτῶν παραδειγματικαῖς γενέσεσινἦ αὐτῶν μέντοι τούτων τῶν συγγραφέων μηδαμῇ τὴν σύνταξιν αὐτῶν μηδὲ τὸν ἀριθμὸν ἐμφανισάντων, ὕποπτον ἂν εἰκότως καὶ εὐδιάβλητον αὐτῶν γίνοιτο τὸ περὶ τὴν τάξιν ἀνομόλογον. ἤδη μέντοι περιτετυχήκαμεν ἡμεῖς ἀντιγράφῳ παλαιῷ καὶ τὰ πολλὰ διεφθαρμένῳ, περιέχοντι φυσικὸν καὶ σύμφωνον λόγον τῆς τε τάξεως καὶ τῆς ποσότητος αὐτῶν, μετὰ τοῦ τάς τε τῶν προειρημένων γενέσεων μοιρογραφίας καὶ τὸν τῶν συναγωγῶν ἀριθμὸν σύμφωνον εὑρίσκεσθαι τῇ τῶν παλαιῶν ἀναγραφῇ. τὸ δὲ κατὰ λέξιν τοῦ βιβλίου πάνυ μὲν μακρὸν ἦν καὶ μετὰ πολλῆς τινος ἀποδείξεως, ἀδιάγνωστον δὲ διὰ τὸ διεφθάρθαι καὶ μόλις ἡμῖν αὐτὴν τὴν καθόλου προαίρεσιν δυνάμενον ὑποδεῖξαι καὶ τυπῶσαι καὶ ταῦτα συνεφοδιαζούσης καὶ αὐτῆς τῆς τῶν ὁρίων ἀναγραφῆς μᾶλλόν πως διὰ τὸ πρὸς τῷ τέλει τοῦ βιβλίου κατατετάχθαι διασεσωσμένης. ἔχει δὲ οὖν ὁ τύπος τῆς ὅλης αὐτῶν ἐπιβολῆς τὸν τρόπον τοῦτον. ἐπὶ μὲν γὰρ τῆς τάξεως τῆς καθ' ἕκαστον δωδεκατημόριον παραλαμβάνεται τά τε ὑψώματα καὶ τὰ τρίγωνα καὶ οἱ οἶκοι. καθόλου μὲν γὰρ ὁ μὲν δύο τούτων ἔχων ἀστὴρ οἰκοδεσποτείας ἐν τῷ αὐτῷ ζῳδίῳ προτάσσεται κἂν κακοποιὸς ᾖ. ὅπου δὲ τοῦτο οὐ συμβαίνει, οἱ μὲν κακοποιοὶ πάντοτε ἔσχατοι τάσσονται, πρῶτοι δὲ οἱ τοῦ ὑψώματος κύριοι, εἶτα οἱ τοῦ τριγώνου, εἶτα οἱ τοῦ οἴκου ἀκολούθως τῇ ἐφεξῆς τάξει τῶν ζῳδίων, πάλιν τῶν ἑξῆς ἀνὰ δύο ἐχόντων οἰκοδεσποτείας προτασσομένου τοῦ μίαν ἔχοντος ἐν τῷ αὐτῷ ζῳδίῳ. ὁ μέντοι Καρκίνος καὶ ὁ Λέων οἶκοι ὄντες ἡλίου καὶ σελήνης ἐπεὶ οὐ δίδοται τοῖς φωσὶν ὅρια, ἀπονέμονται τοῖς κακοποιοῖς, διὰ τὸ ἐν τῇ τάξει πλεονεκτεῖσθαι, ὁ μὲν Καρκίνος τῷ τοῦ Ἄρεως, ὁ δὲ Λέων τῷ τοῦ Κρόνου, ἐν οἷς καὶ ἡ τάξις αὐτοῖς ἡ οἰκεία φυλάσσεται. ἐπὶ δὲ τῆς ποσότητος τῶν ὁρίων, ὡς μὲν μηδενὸς εὑρισκομένου κατὰ δύο τρόπους κυρίου ἤτοι ἐν αὐτῷ τῷ ζῳδίῳ ἢ καὶ ἐν τοῖς ἐφεξῆς μέχρι τεταρτημορίου, τοῖς μὲν ἀγαθοποιοῖς, τουτέστι τῷ τε τοῦ Διὸς καὶ τῷ τῆς Ἀφροδίτης, ἑκάστῳ δίδονται μοῖραι ζ, τοῖς δὲ κακοποιοῖς, τουτέστι τῷ τε τοῦ Κρόνου καὶ τῷ τοῦ Ἄρεως ἑκάστῳ μοῖραι ε, τῷ δὲ τοῦ Ἑρμοῦ ἐπικοίνῳ ὄντι μοῖραι ς εἰς συμπλήρωσιν τῶν λ. ἐπειδὴ δὲ ἔχουσί τινες ἀεὶ δύο λόγους, ὁ γὰρ τῆς Ἀφροδίτης μόνος γίνεται οἰκοδεσπότης τοῦ κατὰ τὸν Ταῦρον καὶ Αἰγόκερων τριγώνου, τῆς σελήνης εἰς τὰ ὅρια μὴ παραλαμβανομένης, προσδίδοται μὲν ἑκάστῳ τῶν οὕτως ἐχόντων ἐάν τε ἐν αὐτῷ τῷ ζῳδίῳ, ἐάν τε ἐν τοῖς ἑξῆς μέχρι τεταρτημορίου, μοῖρα μία, οἷς καὶ παρέκειντο στιγμαί. ἀφαιροῦνται δὲ αἱ προστιθέμεναι τοῖς διπλοῖς ἀπὸ τῶν λοιπῶν καὶ μοναχῶν, ὡς ἐπὶ τὸ πολὺ δὲ ἀπὸ τοῦ τοῦ Κρόνου, εἶτα καὶ τοῦ τοῦ Διὸς διὰ τὸ βραδύτερον αὐτῶν τῆς κινήσεως. ἔστι δὲ καὶ ἡ τούτων τῶν ὁρίων ἔκθεσις τοιαύτη. Ὅρια κατὰ Πτολεμαῖον. γίνεται καὶ τούτων ἐκ τῆς ἐπισυνθέσεως Κρόνου μοῖραι νζ, Διὸς οθ, Ἄρεως ξς, Ἀφροδίτης πβ, Ἑρμοῦ ος· ὁμοῦ τξ. Διεῖλον δέ τινες καὶ εἰς ἔτι τούτων λεπτομερέστερα τμήματα τὰς οἰκοδεσποτείας, τόπους καὶ μοίρας ὀνομάσαντες καὶ τόπον μὲν ὑποτιθέμενοι τὸ τοῦ δωδεκατημορίου δωδεκατημόριον, τουτέστι μοίρας β ἥμισυ καὶ διδόντες αὐτοῦ τὴν κυρείαν τοῖς ἐφεξῆς ζῳδίοις, ἄλλοι δὲ καὶ κατ' ἄλλας τινὰς ἀλόγους τάξεις, μοῖραν δὲ ἑκάστην πάλιν ἀπ' ἀρχῆς ἑκάστῳ διδόντες τῶν ἀστέρων ἀκολούθως τῇ τάξει τῶν Χαλδαϊκῶν ὁρίων. ταῦτα μὲν οὖν πιθανὸν <μόνον> καὶ οὐ φυσικὸν ἀλλὰ κενόδοξον ἔχοντα λόγον παρήσομεν· ἐκεῖνο δὲ ἐπιστάσεως ἄξιον τυγχάνον οὐ παραλείψομεν ὅτι καὶ τὰς τῶν δωδεκατημορίων καὶ τὰς τῶν ὁρίων ἀρχὰς ἀπὸ τῶν τροπικῶν καὶ τῶν ἰσημερινῶν σημείων εὐλογόν ἐστι ποιεῖσθαι, καὶ τῶν συγγραφέων τοῦτό πως ἐμφανισάντων, καὶ μάλιστα διότι τὰς φύσεις καὶ τὰς δυνάμεις καὶ τὰς συνοικειώσεις αὐτῶν ὁρῶμεν ἐκ τῶν προαποδεδειγμένων ἀπὸ τῶν τροπικῶν καὶ ἰσημερινῶν ἀρχῶν καὶ οὐκ ἀπ' ἄλλου τινὸς ἐχούσας τὴν αἰτίαν· ἄλλων γὰρ ἀρχῶν ὑποτιθεμένων ἢ μηκέτι συγχρῆσθαι ταῖς φύσεσιν αὐτῶν εἰς τὰς προτελέσεις ἀναγκασθησόμεθα ἢ συγχρώμενοι διαπίπτειν, παραβάντων καὶ ἀπαλλοτριωθέντων τῶν τὰς δυνάμεις αὐτοῖς ἐμπεριποιησάντων τοῦ ζῳδιακοῦ διαστημάτων. Περὶ προσώπων καὶ λαμπηνῶν καὶ τῶν τοιούτων Αἱ μὲν οὖν συνοικειώσεις τῶν τε ἀστέρων καὶ τῶν δωδεκατημορίων σχεδὸν ἂν εἶεν τοσαῦται. λέγονται δὲ καὶ ἰδιοπροσωπεῖν μὲν ὅταν ἕκαστος αὐτῶν τὸν αὐτὸν διασώζῃ πρὸς ἥλιον ἢ σελήνην σχηματισμόν, ὅνπερ καὶ ὁ οἶκος αὐτοῦ πρὸς τοὺς ἐκείνων οἴκους, οἷον ὅταν ὁ τῆς Ἀφροδίτης λόγου ἕνεκεν ἑξάγωνον ποιήσῃ πρὸς τὰ φῶτα διάστασιν, ἀλλὰ πρὸς ἥλιον μὲν ἑσπέριος ὤν, πρὸς σελήνην δὲ ἑῷος ἀκολούθως τοῖς ἐξ ἀρχῆς οἴκοις. λαμπήναις δ' ἐν ἰδίαις λέγονται εἶναι καὶ θρόνοις καὶ τοῖς τοιούτοις, ὅταν κατὰ δύο ἢ καὶ πλείους τῶν προεκτεθειμένων τρόπων συνοικειούμενοι τυγχάνωσι τοῖς τόποις ἐν οἷς καταλαμβάνονται, τότε μάλιστα τῆς δυνάμεως αὐτῶν πρὸς ἐνέργειαν αὐξομένης διὰ τὸ ὅμοιον καὶ συμπρακτικὸν τῆς τῶν περιεχόντων δωδεκατημορίων ὁμοφύλου οἰκειότητος. χαίρειν δέ φασιν αὐτούς, ὅταν κἂν μὴ πρὸς αὐτοὺς ᾖ ἡ συνοικείωσις τῶν περιεχόντων ζῳδίων, ἀλλὰ μέντοι πρὸς τοὺς τῶν αὐτῶν αἱρέσεων, ἐκ μακροῦ μὲν μᾶλλον οὕτως γινομένης τῆς συμπαθείας, κοινωνούσης δὲ ὅμως καὶ κατὰ τὸν τοιοῦτον τρόπον τῆς ὁμοιότητος, ὥσπερ, ὅταν ἐν τοῖς ἠλλοτριωμένοις καὶ τῆς ἐναντίας αἱρέσεως τόποις καταλαμβάνωνται, πολὺ παραλύεται τῆς οἰκείας αὐτῶν δυνάμεως, ἄλλην τινὰ φύσιν μικτὴν ἀποτελούσης τῆς κατὰ τὸ ἀνόμοιον τῶν περιεχόντων ζῳδίων κράσεως. Περὶ συναφῶν καὶ ἀπορροιῶν καὶ τῶν ἄλλων δυνάμεων Καθόλου συνάπτειν μὲν λέγονται τοῖς ἑπομένοις οἱ προηγούμενοι, ἀπερρυηκέναι δὲ οἱ ἑπόμενοι τῶν προηγουμένων, ἐφ' ὅσον ἂν μὴ μακρὸν ᾖ τὸ μεταξὺ αὐτῶν διάστημα. παραλαμβάνεται δὲ τὸ τοιοῦτον ἐάν τε σωματικῶς ἐάν τε καὶ κατά τινα τῶν παραδεδομένων σχηματισμῶν συμβαίνῃἦ πλὴν ὅτι γε πρὸς μὲν τὰς δι' αὐτῶν τῶν σωμάτων συναφὰς καὶ ἀπορροίας καὶ τὰ πλάτη παρατηρεῖν αὐτῶν χρήσιμον εἰς τὸ μόνας τὰς ἐπὶ τὰ αὐτὰ μέρη τοῦ διὰ μέσων εὑρισκομένας παρόδους παραδέχεσθαι, πρὸς δὲ τὰς διὰ τῶν συσχηματισμῶν περισσόν ἐστι τὸ τοιοῦτον, πασῶν ἀεὶ τῶν ἀκτίνων ἐπὶ τὰ αὐτὰ τουτέστιν ἐπὶ τὸ κέντρον τῆς γῆς φερομένων καὶ ὁμοίως πανταχόθεν συμβαλλουσῶν. ἐκ δὴ τούτων ἁπάντων εὐσύνοπτον ὅτι τὸ μὲν ποιὸν ἑκάστου τῶν ἀστέρων ἐπισκεπτέον ἔκ τε τῆς ἰδίας αὐτῶν φυσικῆς ἰδιοτροπίας καὶ ἔτι τῆς τῶν περιεχόντων δωδεκατημορίων ἢ καὶ τῆς τῶν πρός τε τὸν ἥλιον καὶ τὰς γωνίας συσχηματισμῶν κατὰ τὸν ἐκτεθειμένον ἡμῖν περὶ αὐτῶν τούτων τρόπον, τὴν δὲ δύναμιν πρῶτον μὲν ἐκ τοῦ ἤτοι ἀνατολικοὺς αὐτοὺς εἶναι καὶ προσθετικοὺς ταῖς ἰδίαις κινήσεσι, τότε γὰρ μάλιστά εἰσιν ἰσχυροί, ἢ δυτικοὺς καὶ ἀφαιρετικούς, τότε γὰρ ἀσθενεστέραν ἔχουσι τὴν ἐνέργειαν, ἔπειτα καὶ ἐκ τοῦ πως ἔχειν πρὸς τὸν ὁρίζοντα· μεσουρανοῦντες μὲν γὰρ ἢ ἐπαναφερόμενοι τῷ μεσουρανήματι μάλιστά εἰσι δυναμικοί, δεύτερον δὲ ὅταν ἐπ' αὐτοῦ τοῦ ὁρίζοντος ὦσι ἢ ἐπαναφέρωνται, καὶ μᾶλλον ὅταν ἐπὶ τοῦ ἀνατολικοῦ, ἧττον δὲ ὅταν ὑπὸ γῆν μεσουρανῶσιν ἢ ἄλλως συσχηματίζωνται τῷ ἀνατέλλοντι τόπῳ. μὴ οὕτως δὲ ἔχοντες ἀδύνατοι παντελῶς τυγχάνουσιν.
|



