ΗΦΑΙΣΤΙΩΝ ΘΗΒΑΙΟΣ, ΑΠΟΤΕΛΕΣΜΑΤΙΚΑ ΣΥΝΤΑΓΜΑΤΑ Β′


>χρωματισμένο χαρακτικό από το Utriusque Cosmi Historia του Robert Fludd, 1671 - coloured engraving from Utriusque Cosmi Historia by Robert Fludd, 1671

Ἀποτελεσματικὰ Συντάγματα

 

 goldenbar

ΑΠΟΤΕΛΕΣΜΑΤΙΚΑ ΣΥΝΤΑΓΜΑΤΑ, ΒΙΒΛΙΟΝ Β′

ἑλληνικὸ πρωτότυπον ἐκ τῶν CCAG (Catalogus Codicum Astrologorum Graecorum) καὶ TLG (Τhesaurus Lingua Graeca)

Βιογραφία Ἡφαιστίωνος Θηβαίου

❧ 
 

ΠΕΡΙΕΧΟΜΕΝΑ

 

ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ ΓΕΝΕΘΛΙΑΛΟΓΙΚΟΝ

     Ἐφεξῆς ἂν εἴη ἀκόλουθον τῶν πρώτων καὶ καθολικῶν προεκτεθειμένων ἡμῖν, ὦ σπουδαιότατε τῶν φίλων Ἀθανάσιε, ἐπισυνάψαι καὶ τὸ καθ’ ἕκαστον γενεθλιαλογικὸν εἶδος ἐπιμελουμένοις καὶ ἐνταῦθα μάλιστα τῆς πείρας τε καὶ συντομίας κατὰ τὸ δυνατόν· τὸ γὰρ πολυμερὲς τῆς θεωρίας ἐνταῦθα ποσῶς ἀναγκάζει πλείοσι χρῆσθαι. Καὶ τὰ μὲν οὕτως εὑρεθέντα παρὰ τοῖς ἀρχαίοις αὐταῖς λέξεσιν ἢ καὶ ἐμμέτρως ποιηθέντα φιλαλήθως ἐκτιθέμεθα, τὰ δὲ καὶ εἰς ἡμᾶς ἐλθόντα τῇ τε συνεχεῖ πείρᾳ καὶ παρατηρήσει πλείστων γενέσεων προσθεῖναι πειρασόμεθα τῷ μέρει τούτῳ. Καὶ ἄλλως δ’ ἄν τις φιλομαθὴς καὶ φιλόπονος ὁρμώμενος ἔκ τε τῶν παλαιῶν συνταγμάτων καὶ τούτων αὐξήσειε ἂν τὴν τέχνην καὶ εὕροι ἂν πάμπολλα ἀληθῆ εἰς πρόγνωσιν τῶν τῷ ἀνθρωπείῳ γένει συμβαινόντων. Ἀρξόμεθα δὲ ἐφεξῆς κατὰ τάξιν οὕτως.

α. Περὶ σπορᾶς καὶ ἐκτέξεως

     Τῶν δὲ ἀνθρώπων τὴν σπορὰν λέγουσι γίγνεσθαι ἐπὶ μὲν τῶν δεκαμηνιαίων ἐν τῷ εὐωνύμῳ τετραγώνῳ τοῦ τῆς ἀποκυήσεως Ἡλίου (ἐκεῖ γὰρ ὄντος Ἡλίου ἡ σπορὰ ἐγένετο), ἐπὶ δὲ τῶν ἑπταμηνιαίων ἐν τῷ διαμέτρῳ· αὐτῶν δὲ τῶν δεκαμηνιαίων τοὺς μὲν τελεσιουργεῖσθαι τῆς μεγίστης ἀποκυήσεως διὰ ἡμερῶν σπη′ καὶ ὡρῶν η′, τοὺς δὲ τῆς μέσης διὰ σογ′ καὶ ὡρῶν η′, τοὺς δὲ τῆς ἐλαχίστης διὰ σνη′ καὶ ὡρῶν η′, τῶν δὲ ἑπταμηνιαίων τοὺς μὲν τῆς μεγίστης ἀποκυήσεως ἡμερῶν εἶναι σϛ′ καὶ ὡρῶν η′, τοὺς δὲ τῆς ἐλαχίστης ροϛ′ καὶ ὡρῶν η′, τοὺς δὲ τῆς μέσης ρϙα′ καὶ ὡρῶν η′.

     Οἱ δὲ παλαιοὶ Αἰγύπτιοι οἱ περὶ Πετόσιριν διαβεβαιοῦνται λέγοντες ὡς ὅπου ἡ Σελήνη τυγχάνει ἐν τῇ ἀποκυήσει ἐκεῖνο τὴν σπορὰν ὡροσκόπησεν, ὅπου δὲ ἐπὶ τῆς σπορᾶς ἔτυχε τοῦτο ἐν τῇ ἀποκυήσει ὡροσκοπήσει ἢ τὸ τούτου διάμετρον. Τινὲς δὲ καὶ οὕτω λαμβάνουσιν, ὅπερ οὐ πάνυ συμφωνεῖ ἡμῖν· πολυπλασίασον, φασίν, τὰς προανηνεγμένας μοίρας τοῦ ὡροσκοποῦντος ζῳδίου ἐν τῇ ἀποκυήσει ἐπὶ τὸ πλῆθος τῶν ὡρῶν καὶ τὰς γενομένας μοίρας ἔκβαλε ἀνὰ τριάκοντα ἀπὸ τοῦ ὡροσκόπου, καὶ ὅπου ἂν ἐκπέσῃ ὁ ἀριθμὸς ἐκεῖνο ὡροσκόπησε τὴν τοῦ σπέρματος καταβολήν. Ἐπὶ δὲ τῆς Σελήνης ἄλλοι μὲν ἄλλα λέγουσιν. Ἀντίοχος δὲ ὁ Ἀθηναῖος λέγει καὶ ταύτην ἔχεσθαι τὴν μέθοδον ἀληθείας τινός· θέασαι, φησίν, πόστῃ τῆς Σελήνης ἐγεννήθη τις καὶ τούτῳ τῷ ἀριθμῷ πρόσθες ρπ′ καὶ ἀνθυφαίρει ἀεὶ ἀπὸ τοῦ γενεθλίου μηνὸς ἀνὰ κθ′. Εἰς ἣν δ’ ἂν ἡμέραν λήξῃ ὁ ἀριθμὸς σκόπει αὐτὴν ποῦ ἦν τότε ἡ Σελήνη· τὸ γὰρ ζῴδιον ἐφ’ οὗ πορεύεται νοείσθω ταὐτὸν ὂν καὶ ἐπὶ τῆς συλλήψεως ἔχον τὴν τῆς Σελήνης πάροδον. Καὶ αὕτη ἡ μέθοδος ἐπὶ πάντων οὐ συμφωνεῖ, ἐξεθέμεθα δὲ αὐτὰς γυμνασίας χάριν καὶ ὑπὲρ τοῦ ἐκ πολλῶν τὸ αὐτὸ σύμφωνον εὑρεῖν. Ὁ μέντοι Ἀντίγονος φαίνεται μὴ ἐσκεμμένος τὴν περὶ τούτων ἀκρίβειαν διόπερ πάντῃ ἀποδοκιμάζει.

     Τῶν οὖν προεκτεθειμένων ἡ τῶν παλαιῶν Αἰγυπτίων μέθοδος μᾶλλον τῶν ἄλλων συμφωνεῖ, ὅθεν κατ’ αὐτοὺς ἐντέχνως σκέπτου τὸν τόπον τοῦτον οὕτως. Ἐπειδὴ γὰρ εὑρέθη, ὡς προεῖπον, τῇ συνεχεῖ πείρᾳ τὸ ὡροσκοποῦν σημεῖον ἐν τῇ ἐκτέξει τοῦτο τὴν Σελήνην ἐπέχον ἐν τῇ σπορᾷ ὡς καὶ οἱ παρατηροῦντες τὸν καιρὸν τῆς σπορᾶς καὶ τὴν τότε μοῖραν τῆς Σελήνης τὴν αὐτὴν εὑρίσκουσιν ὡροσκοποῦσαν ἐν τῇ γενέσει, διὰ τοῦτο ἀναγκαῖον τὸν ὡροσκόπον πρῶτον σκοπῆσαι ἤτοι ἐκ τῶν κανόνων ἢ καὶ μεθοδικῶς ἐκ τῆς προγενομένης συζυγίας τῆς ἐκτέξεως οὕτως. Ἀρίθμει ἐπὶ μὲν συνόδου ἀπὸ Ἡλίου ἕως τῆς μοίρας τῆς Σελήνης, καὶ τῶν γενομένων μοιρῶν τὸ ιβ′ λαβὼν ἀφαίρει εἰς τοὐπίσω ἀπὸ τῆς ἡλιακῆς, καὶ εἰς ἣν ἂν καταντήσῃ μοῖραν ἐκείνη ἔγγιστα ἔσται ἡ τῆς προγενομένης συνόδου μοῖρα. Εἰ δὲ εἴη ἡ προγενομένη συζυγία πανσέληνος ὁμοίως ἀρίθμει ἀπὸ τῆς διαμέτρου μοίρας τῷ Ἡλίῳ ἕως τῆς Σελήνης καὶ τὸ ιβ′ πάλιν λαβὼν κούφισον ἀπὸ τῶν μοιρῶν τοῦ Ἡλίου, καὶ εἰς ἣν ἂν καταλήξῃ μοῖραν ἐκείνη σύνεγγυς ἔσται ἡ διαμετροῦσα τὴν τῆς προγενομένης πανσελήνου μοῖραν. Ἐγνωσμένης δὲ τῆς μοίρας τῆς προγενομένης συζυγίας δήλη ἔσται καὶ ἡ ἡμέρα ἐν ᾗ γεγένηται ἐκ τοῦ πλήθους τῶν μεταξὺ μοιρῶν τῆς συζυγίας καὶ τοῦ γενεθλίου Ἡλίου κουφιζομένων ὀπίσω ἀπὸ τῆς γενεθλίου ἡμέρας ἑκάστης μοίρας λογιζομένης μίᾳ ἡμέρᾳ· τούτων οὕτω γνωσθέντων ὁ ὡροσκόπος σύνεγγυς δῆλος ἔσται. Τὰς γὰρ μεταξὺ μοίρας  τῆς προγενομένης συζυγίας καὶ τοῦ γενεθλίου Ἡλίου λογίζου κατὰ τὸ ἑξῆς ἀπὸ τοῦ ζῳδίου ἐν ᾧ ἐστιν ὁ Ἥλιος πρὸς ἕκαστον ζῴδιον μίαν μοῖραν, καὶ εἰς ὃ ἂν καταλήξῃ ἐκεῖνος ἔσται ὁ ὡροσκόπος. Μεθοδικῶς ἐξακριβοῦται δὲ ἀπὸ τῆς γενεθλίου σεληνιακῆς μοίρας.

     Ἰστέον δὲ ὅτι ὅταν εὑρεθῇ ἡ Σελήνη ἐν τῇ ἐκτέξει ἐπὶ τοῦ ὡροσκόπου, εἶναί φασι τὸ βρέφος τῆς μέσης ἀποκυήσεως, τουτέστιν ἡμερῶν σογ′ ὡρῶν η′, ἐὰν δὲ εὑρεθῇ ἐν τοῖς ἑπομένοις ζῳδίοις τοῦ ὡροσκόπου, ἔσται ὑπὲρ τὴν μέσην ἀποκύησιν, ἐὰν δὲ ἐν τοῖς ἡγουμένοις ζῳδίοις τοῦ ὡροσκόπου εὑρεθῇ, τότε ἔσται ἐλαττόνων ἡμερῶν τῆς μέσης ἀποκυήσεως. Ἐὰν οὖν εὑρεθῇ ἡ Σελήνη ἐν τοῖς ἑξῆς ζῳδίοις τοῦ ὡροσκόπου, ἀρίθμει ἀπὸ τῆς μοίρας τοῦ ὡροσκόπου ἐπὶ τὴν Σελήνην καὶ τὰς γενομένας μοίρας μέρισον εἰς τὸ μέσον ἡμερήσιον δρόμημα τῆς Σελήνης, ὅ ἐστι μοιρῶν ιγ′ λεπτῶν ι′, καὶ τὰς πρὸς ταῖς ἡμέραις ὥρας περιλειφθείσας μέρισον ὁμοίως εἰς τὸ ὡριαῖον δρόμημα αὐτῆς, ὅ ἐστι λεπτὰ λγ′, καὶ τὰς γενομένας ἡμέρας τε καὶ ὥρας πρόσθες ταῖς τῆς μέσης ἀποκυήσεως ἡμέραις σογ′ ὥραις η′, καὶ τὴν γενομένην ποσότητα κούφισον ἀπὸ τῆς γενεθλίου ἡμέρας εἰς τοὐπίσω· καὶ εὑρήσεις τὴν σπορίμην ἡμέραν. Ἐὰν δὲ εὑρεθῇ ἡ Σελήνη ἐν τοῖς προανηνεγμένοις ζῳδίοις τῆς ὥρας ἐν τῇ ἐκτέξει ἔμπαλιν ποίει. Ἀρίθμει ἀπὸ τῆς Σελήνης ἐπὶ τὴν τοῦ ὡροσκόπου μοῖραν καὶ τὰς γενομένας μοίρας μέρισον ὁμοίως εἰς τὸ μέσον ἡμερήσιον δρόμημα τῆς Σελήνης καὶ ὡριαῖον, καὶ τὰς γενομένας ἡμέρας τε καὶ ὥρας κούφισον ἀπὸ τῶν τῆς μέσης ἀποκυήσεως ἡμερῶν σογ′ ὡρῶν η′, καὶ τὰς ὑπολοίπους ἀπὸ τῆς γενεθλίου ἡμέρας ἀφαίρει· καὶ εὑρήσεις παχυμερῶς τὴν σπορίμην ἡμέραν τε καὶ ὥραν.

     Ὑπὲρ δὲ τοῦ ἀκριβέστερον εὑρεῖν ἀρίθμει τὴν Σελήνην καὶ  τὸν Ἥλιον κατὰ τὴν ἀναφανεῖσαν ἡμέραν τε καὶ ὥραν τῆς σπορᾶς· καὶ ἐὰν εὕρῃς τὴν γενεθλίαν Σελήνην ἐν τοῖς ἑπομένοις ζῳδίοις τοῦ τῆς σπορᾶς Ἡλίου, λέγε τὴν σπορὰν ἐν ἡμέρᾳ γεγενῆσθαι, ἐὰν δὲ τὴν γενεθλίαν Σελήνην εὕρῃς ἐν τοῖς προανηνεγμένοις ζῳδίοις τοῦ τῆς σπορᾶς Ἡλίου, νόει τὴν σπορὰν ἐν νυκτὶ γεγενῆσθαι. Ἐὰν τοίνυν εὑρεθῇ ἡ σπορὰ ἐν ἡμέρᾳ, ἀρίθμει ἀπὸ τοῦ τῆς σπορᾶς Ἡλίου ἕως τῆς γενεθλίου Σελήνης τὰς μεταξὺ μοίρας, καὶ μαθὼν ἐν ποίαις μοίραις ἀναφέρονται κατὰ τὸ οἰκεῖον κλίμα μέρισον παρὰ τοὺς ὡριαίους χρόνους τοὺς παρακειμένους τῇ ἡλιακῇ μοίρᾳ ἐκείνης τῆς ἡμέρας ἢ ἐν ᾗ ἐνέπεσεν ἡ σπορά, καὶ ὅσας ἂν εὕρῃς ὥρας ἢ καὶ μόρια λέγε ταύτην εἶναι ἀκριβῆ ὥραν τῆς σπορᾶς. Καὶ κατ’ ἐκείνην τὴν ὥραν ἀρίθμησον τὴν Σελήνην ἀκριβῶς καὶ ἐφ’ ἧς ἐστι μοίρας αὕτη ἐστὶν ἡ τοῦ ὡροσκόπου ἀκριβὴς μοῖρα τῆς γενέσεως. Δῆλον δὲ ὡς καὶ ἡ ὡροσκοποῦσα μοῖρα τῇ ὥρᾳ τῆς σπορᾶς ἡ αὐτὴ ἔσται τῇ τῆς γενεθλίου Σελήνης καθὼς προείπομεν. Ἐὰν οὖν ἐκ τῶν προειρημένων εὑρεθῇ ἡ μοῖρα τῆς σπορίμης Σελήνης σύμφωνος τῇ τοῦ ὡροσκόπου μοίρᾳ, φῶμεν ἀκριβῶς δίδοσθαι τὴν ὥραν τῆς γενέσεως, ἐὰν δὲ παρηλλαγμέναι ὦσιν αἱ μοῖραι καὶ εὑρεθῇ ἡ σπορίμη Σελήνη ἐλαττόνων μοιρῶν τοῦ κατὰ τὴν δοθεῖσαν ὥραν εὑρεθέντος ὡροσκόπου, δῆλον ὡς κουφίζεις τὸ διάφορον ἀπὸ τοῦ ὡροσκόπου, ἐὰν δὲ πλειόνων, προστίθης διότι ἀεὶ χρὴ νομίζειν τὴν ὡροσκοποῦσαν μοῖραν τὴν αὐτὴν εἶναι τῇ σπορίμῃ Σελήνῃ. Ἐὰν δὲ ἐν νυκτὶ ἡ σπορὰ εὑρεθῇ, ἔμπαλιν ποίει ἀπὸ τῆς γενεθλίου Σελήνης ἕως τοῦ τῆς σπορᾶς Ἡλίου καὶ τὰ αὐτὰ ποίει τοῖς προλελεγμένοις.

     Ποῖα δὲ ἐννεαμηνιαῖα καὶ ποῖα ἑπταμηνιαῖα γνωσθείη  ἂν οὕτως. Σκοπήσαντες γὰρ ἐπὶ πάσης γενέσεως τὴν σπορίμην ἡμέραν ὡς ἐπὶ ἐννεαμηνιαίων καθ’ ὃν τρόπον ἐν τοῖς ἀνωτέρω δεδείχαμεν καὶ τὴν προγενομένην σύνοδον τῆς αὐτῆς σπορίμης ἡμέρας καὶ τὰς μεταξὺ μοίρας λαβόντες σὺν τῷ τρίτῳ μέρει αὐτῶν ἐκβάλλομεν ἀπὸ τῆς προγενομένης συνόδου τῆς σπορᾶς· καὶ ἐὰν ὑπερπέσῃ ὁ ἀριθμὸς τῶν μοιρῶν τὴν ἡμέραν τῆς συνόδου τῆς γενομένης μετὰ τὴν σποράν, φαμὲν εἶναι τὸ βρέφος ἑπταμηνιαῖον, ἐὰν δὲ εὑρεθῇ ἐλάττων ὁ ἀριθμός, ἐννεαμηνιαῖον. πάλιν δὲ γνόντες τὸ ὡροσκοποῦν ζῴδιον καὶ μοῖραν ἐπὶ τῆς ὥρας τῆς προγενομένης συνόδου τῆς σπορᾶς, καθὼς καὶ ἐπὶ τῶν ἐννεαμηνιαίων ἐμάθομεν, τυποῦμεν ὀρθογώνιον τρίγωνον ἀπὸ τούτου τοῦ ζῳδίου, δηλονότι τοῦ ὡροσκοποῦντος, ἀπὸ τῆς ἀνατολῆς εἰς τὰ ἡγούμενα ἔχον τὴν μὲν ὑποτείνουσαν πλευρὰν πρώτην μοιρῶν ρν′, μεθ’ ἣν τὴν ὑπτίαν ρκ′, τὴν δὲ λοιπὴν πλευρὰν ἑστῶσαν λοιπῶν μοιρῶν τοῦ κύκλου ϙ′ εἰς συμπλήρωσιν τῶν τξ′ μοιρῶν τοῦ ζῳδιακοῦ. Μετὰ δὲ ταῦτα πάλιν σκοπήσομεν ὁμοίως τὴν ὡροσκοποῦσαν μοῖραν ἐπὶ τῆς προγενομένης συνόδου τῆς γενεθλίου ἡμέρας εἰς ποίαν πλευρὰν τῶν τριῶν ἐμπίπτει· ἐὰν μὲν εἰς τὴν ὑποτείνουσάν φαμεν εἶναι ἐννεαμηνιαῖον, ἐὰν δὲ εἰς τὴν ὑπτίαν ἑπταμηνιαῖον, ἐὰν δὲ εἰς τὴν λοιπὴν τὴν ὀρθὴν ὑποπτεύσομεν ἄλογον εἶναι ζῷον τὸ τεχθὲν ἢ ἀλλόκοτόν τι ἢ καὶ ὀλιγοχρόνιον. Σκοποῦσι δὲ καὶ τὰς μοίρας τῶν δύο συνόδων τῆς τε γενεθλίου ἡμέρας καὶ τῆς σπορίμης· καὶ ἐὰν εὕρωσι τὴν μὲν μίαν σύνοδον ἐπὶ τῆς ὑποτεινούσης πλευρᾶς τοῦ προειρημένου τριγώνου, τὴν δὲ ἑτέραν ἐπὶ τῆς ὑπτίας, λέγουσιν εἶναι ἐννεαμηνιαῖον, ἐὰν δὲ ἡ μὲν μία ἐπὶ τῆς ὑπτίας, ἡ δὲ ἑτέρα ἐπὶ τῆς ὀρθῆς, ἑπταμηνιαῖον, ἐὰν δὲ ἐπὶ τῆς ὑποτεινούσης ἡ μία, ἡ δὲ  ἄλλη ἐπὶ τῆς ὀρθῆς, ἄλογόν τι σημαίνει ζῷον ἢ καὶ ἀλλόκοτον καὶ ὀλιγοχρόνιον.

     Ὑποδείγματος δὲ χάριν ἔστω τινὰ τετέχθαι ἐν τῷ ϙζ′ ἔτει ἀπὸ τῆς Διοκλητιανοῦ βασιλείας Ἀθὺρ λ′ ὥρᾳ ϛ′ ἐν τῷ τρίτῳ κλίματι, καθ’ ἣν ὥραν εὕραμεν τὸν μὲν Ἥλιον Τοξότου μοίρᾳ δ′ ἔγγιστα, τὴν δὲ Σελήνην Ταύρου λεπτῷ μζ′, τὸν δὲ ὡροσκόπον Ὑδροχόου μοίρᾳ κε′. Ἐπεὶ οὖν εὑρέθη ἡ Σελήνη ἐν τοῖς ἑπομένοις ζῳδίοις τοῦ ὡροσκόπου, ἀριθμεῖν χρὴ ἀπὸ τοῦ ὡροσκόπου ἕως τῆς μοίρας τῆς Σελήνης, καὶ εὕραμεν μοίρας ξε′ λεπτὰ μζ′· ἃς παραβαλόντες παρὰ τὸ ἡμερήσιον κίνημα τῆς Σελήνης, τουτέστι μοίρας ιγ′, εὑρήκαμεν ἡμέρας ε′, καὶ τὰ ὑπολειφθέντα λεπτὰ μζ′ ὁμοίως παραβαλόντες παρὰ τὸ ὡριαῖον μέσον δρόμημα τῆς Σελήνης εὕραμεν ὥραν α′ γ′ ἔγγιστα. Τὰς οὖν ἡμέρας ε′ καὶ ὥραν α′ γ′ προσεθήκαμεν ταῖς ἡμέραις τῆς πρώτης ἀποκυήσεως σογ′ γ′ καὶ ἐγένοντο ἡμέραι σοη′ καὶ ὧραι θ′ γ′, ἀνακουφισάντων δὲ ἡμῶν ταύτας εἰς τοὐπίσω ἀπὸ τῆς γενεθλίου ἡμέρας τε′ καὶ ὥρας Ἀθὺρ λ′ ὥρᾳ ϛ′ ἔφθασεν εἰς Μεχεὶρ κϛ′ εἰς κζ′ ὥρᾳ νυκτερινῇ η′· κουφιζομένου καὶ τοῦ τετάρτου μέρους ἐμβολίμου ἡμερονυκτίου, ὥρας ϛ′, εὑρίσκεται ϙϛ′ ἔτει Μεχεὶρ κϛ′ εἰς κζ′ ὥρα δευτέρα, καθ’ ἣν ὥραν τὸν Ἥλιον εὑρήκαμεν Ἰχθύων μοίρᾳ …, τὴν δὲ Σελήνην Ὑδροχόου μοίρᾳ …

     Ἐγνωσμένου δὲ τοῦ τῆς σπορᾶς καιροῦ μεθοδικῶς ἢ καὶ παρατηρητικῶς χρηστέον αὐτῷ εἰς διάσκεψιν τῶν σωματικῶν τε καὶ ψυχικῶν ἰδιωμάτων ἐκ τοῦ τότε σχηματισμοῦ τῶν ἀστέρων καὶ τῆς τοῦ περιέχοντος διαδόσεως. Καὶ αὐτῇ δὲ τῇ ἐκτροπῇ προσεκτέον ὡς μεγίστῃ καὶ αὐτῇ δυναμένῃ τὰ αὐτὰ σημαίνειν καὶ μόνῳ τούτῳ τῆς κατὰ τὴν σπορὰν καταρχῆς λειπομένῃ τῷ δι’ ἐκείνης καὶ τὰ πρὸ τῆς ἐκτέξεως δύνασθαι προγινώσκεσθαι περὶ τοῦ βρέφους ἔτι ἀτελοῦς ὄντος κατὰ γαστρός, ταύτῃ δὲ περὶ ἀνθρώπου ἤδη τελειωθέντος. Ὅθεν εὐλόγως ἂν ἐκείνη μὲν ὀνομάζοιτο σπέρματος ἀνθρωπίνου γένεσις, αὕτη δὲ ἀνθρώπου· πλεῖστα γὰρ αὐτῷ τότε προσγίνεται ἃ προσῆν ὅτε κατὰ γαστρὸς ἦν. Τὴν κατὰ τὴν ἐκτροπὴν τοίνυν ἀρχὴν σκοποῦντες ἐξ αὐτῆς μᾶλλον ἀκριβῶς καταστοχαζόμεθα πάντων τῶν ἀνθρωπίνων συμπτωμάτων ὑποπιπτόντων καὶ ἐνταῦθα διὰ τῆς αὐτῆς θεωρίας καὶ τῶν κατὰ τῆς σπορᾶς χρόνον ἰδιωμάτων.

β. Περὶ μοίρας ὡροσκόπου

     Περὶ δὲ τῆς ὡροσκοπούσης μοίρας μέθοδόν τινα ὁ φιλαλήθης Πτολεμαῖος ἐκτίθεται ἣν καὶ ἡμεῖς εὑρίσκομεν σχεδὸν ἐπὶ πάντων συμφωνοῦσαν· φησὶ γὰρ οὕτως. Ἐπειδὴ περὶ τοῦ πρώτου καὶ κυριωτάτου μορίου (τουτέστι τῆς κατὰ τὴν ἐκτροπὴν ὥρας) ἀπορία γίνεται πολλάκις, μόνης μὲν ὡς ἐπίπαν τῆς δι’ ἀστρολάβων ὡροσκοπίων κατ’ αὐτὴν τὴν ἔκτεξιν διοπτεύσεως τοῖς ἐπιστημονικῶς παρατηροῦσι τὸ λεπτὸν τῆς ὥρας ὑποβάλλειν δυναμένης, τῶν δὲ ἄλλων σχεδὸν ἁπάντων ὡροσκοπίων οἷς οἱ πλεῖστοι τῶν ἐπιμελεστέρων προσέχουσι πολλαχῇ διαψεύδεσθαι τῆς ἀληθείας δυναμένων, τῶν μὲν ἡλιακῶν παρὰ τὰς τῶν θέσεων καὶ τῶν γνωμόνων ἐπισυμπιπτούσας διαστροφάς, τῶν δὲ ὑδραγωγίων παρὰ τὰς τῆς ῥύσεως τοῦ ὕδατος ὑπὸ διαφόρων αἰτιῶν καὶ διὰ τὸ τυχὸν ἐποχάς τε καὶ ἀνωμαλίας, ἀναγκαῖον ἂν εἴη προπαραδοθῆναι τίνα ἄν τις τρόπον εὑρίσκοι τὴν ὀφείλουσαν ἀνατέλλειν μοῖραν τοῦ ζῳδιακοῦ κατὰ τὸν φυσικὸν καὶ ἀκόλουθον λόγον προϋποτεθείσης τῆς ὡροσκοπούσης μοίρας κατὰ τὴν δεδομένην σύνεγγυς ὥραν διὰ τῶν ἀναφορικῶν κανόνων.

     Δεῖ λαμβάνειν τὴν τῆς ἐκτροπῆς προγενομένην ἔγγιστα συζυγίαν ἐάν τε σύνοδος ᾖ ἐάν τε πανσέληνος καὶ τὴν μοῖραν ἀκριβῶς διεσκεμμένους, συνόδου μὲν οὔσης τὴν ἀμφοτέρων δηλονότι τῶν φώτων, πανσελήνου δὲ τὴν τοῦ ὑπὲρ γῆν αὐτῶν ὄντος κατὰ τὸν χρόνον τῆς ἐκτροπῆς, καὶ ἰδεῖν τοὺς πρὸς αὐτὴν οἰκοδεσποτικὸν λόγον ἔχοντας ἀστέρας, τοῦ τρόπου καθόλου τοῦ κατὰ τὴν οἰκοδεσποτείαν ἐν πέντε τούτοις θεωρουμένου –τριγώνῳ τε καὶ οἴκῳ καὶ ὑψώματι καὶ ὁρίῳ καὶ φάσει ἢ σχηματισμῷ– τουτέστιν ὅταν ἕν τι ἢ τὰ πλείονα τούτων ἢ καὶ πάντα ὁ ζητούμενος ἔχῃ τόπος πρὸς τὸν μέλλοντα οἰκοδεσποτήσειν. Ἐὰν οὖν τινα τῶν ἀστέρων εὕρωμεν οἰκείως διακείμενον πρὸς ταῦτα πάντα ἢ τὰ πλείονα, ὅσας ἂν οὗτος ἐπέχῃ μοίρας ἀκριβῶς ἐν ᾧ παροδεύει ζῳδίῳ ἐν τῷ τῆς ἐκτροπῆς χρόνῳ τοσαύτας φῶμεν ὡροσκοπεῖν ἐν τῷ ζῳδίῳ τῷ εὑρεθέντι διὰ τῶν κανόνων κατὰ τὴν διδομένην σύνεγγυς ὥραν· οὕτω γὰρ ἐξ ἀκριβουμένων ἰσαρίθμως εὑρίσκεται τῇ τοῦ ἀστέρος ἐποχῇ καὶ τὸ λεπτὸν τῆς ὡροσκοπούσης μοίρας. Ἐὰν δὲ δύο ἢ πλείους συνοικοδεσπότας εὕρωμεν, οὗ ἂν αὐτῶν ἡ ποσότης τῶν μοιρῶν ἐγγυτέρω τύχῃ τῇ παχυμερῶς ὡροσκοπούσῃ (τῇ τουτέστι ποσότητι τῶν μοιρῶν ἀκριβεῖ) χρησόμεθα καί φαμεν κατὰ τὴν τούτου μοῖραν ἰσαρίθμως τὸ ὡροσκοποῦν ζῴδιον ὡροσκοπεῖν. Ἐὰν μέντοι πλείων ᾖ ἡ ἀπόστασις τῶν τῆς οἰκοδεσποτείας μοιρῶν πρὸς τὴν κατὰ τὸ ὁλοσχερὲς ὡροσκοποῦσαν μοῖραν μᾶλλον ἤπερ πρὸς τὴν κατὰ τὸ ὅμοιον μεσουράνημα, τῷ αὐτῷ ἀριθμῷ πρὸς τὴν μεσουρανοῦσαν μοῖραν καταχρησάμενοι διὰ ταύτης καὶ τὰ λοιπὰ τῶν κέντρων καταστησόμεθα.

     Ταῦτα μὲν ὁ Πτολεμαῖος ἐντέχνως πάνυ καὶ φυσικῶς περὶ τῆς ὡροσκοπούσης μοίρας ἐκτίθεται. Ἐκκείσθω δὲ καὶ τὰ παρ’ ἄλλοις ἐκτεθέντα φιλοκαλίας χάριν ὑπὲρ τοῦ τὸν ὡροσκόπον εὑρεῖν παχυμερῶς εἰ καὶ μὴ αὐτὴν τὴν μοῖραν ἔστιν ἀκριβῶσαι ὡς ὁ θεῖος Πτολεμαῖος. Χρηστέον οὖν καὶ τῇ μεθόδῳ τῇ προεκτεθειμένῃ ἐν τῷ τῆς σπορᾶς λόγῳ σύνεγγυς εὑρισκούσῃ τὸν ὡροσκόπον. τὰς γὰρ μεταξὺ μοίρας τῆς προγενομένης συζυγίας καὶ τοῦ γενεθλίου Ἡλίου ἐκβάλλοντες ἀπὸ τοῦ Ἡλίου, καθ’ ἕκαστον ζῴδιον μίαν μοῖραν διδόντες, καὶ εἰς ὃ καταντήσῃ ζῴδιον ἐκεῖνο ἔσται τὸ ὡροσκοποῦν παχυμερῶς.

     Ὁ δὲ Ἀνουβίων ἐν τοῖς ἐλεγείοις τάδε φησίν·

ὡρονόμον δὲ μάθοις ὥρης ἄτερ ἄστρασιν ἄλλοις
σκεπτόμενος Μήνην καὶ μέγαν Ἠέλιον.
ἡμερινῇ γενέσει μὲν ἀπ’ Ἠελίοιο νοήσας
οἴκου δεσπόζων ἔνθα βέβηκε θεός,
κεῖθεν δὲ στοιχηδὸν ἀριθμηθήμεναι ἄστρα
μέχρι Σεληναίης ἀστέρος ἱσταμένου,
πάντα δ’ ἀπ’ Ἠελίοιο διέκβαλε τοῦτον ἀριθμόν·
εἰς ὅ τι δ’ ἂν λήξῃ κεῖθι καὶ ὡρονόμος.
χρὴ δὲ Σεληναίης προτέρης ἀνελέσθαι ἀριθμόν
ὥρην νυκτερινὴν σκεπτόμενον θέματος. 
εἰ δέ κεν Ἠέλιος γ′ ὀλίγας μοίρας ἔχῃ ἄστρων,
χρὴ τετράγωνα θ′ ὁρᾶν καὶ διάμετρα τόπων.

     Σκέπτου, φησίν, τὸν οἰκοδεσπότην τοῦ οἴκου ἐν ᾧ ἐστιν ὁ Ἥλιος ἐπὶ τῶν ἡμερινῶν γενέσεων καὶ ἀπ’ αὐτοῦ ἀρίθμει τὰ ζῴδια ἕως τῆς Σελήνης τοῦ οἰκοδεσπότου καὶ τὴν ποσότητα τῶν ζῳδίων ἔκβαλλε ἀπὸ τοῦ οἴκου ἐν ᾧ ἐστιν ὁ Ἥλιος, καὶ εἰς ὃ ἂν ζῴδιον ἐκπέσῃ ἐκεῖ ὁ ὡροσκόπος. Ἐπὶ δὲ τῶν νυκτερινῶν χρὴ ἄρξασθαι ἀπὸ τῆς Σελήνης τῇ αὐτῇ μεθόδῳ καὶ ἐκβάλλειν ὁμοίως ἀπ’ αὐτῆς ἤτοι Ἡλίου τὴν τῶν μεταξὺ ζῳδίων ποσότητα. Ἐὰν δὲ ὁ Ἥλιος τύχῃ, φησίν, ἐν ἀρχῇ τῶν ζῳδίων, τὰ τετράγωνα καὶ τὸ διάμετρον τῆς ἐκβαλλομένης ποσότητος σκοπεῖν χρὴ μὴ ἐφ’ ἑνὸς εἴη ὁ ὡροσκόπος. Αὕτη ἡ μέθοδος συμφωνεῖ ἡμῖν σχεδὸν ἐπὶ πάντων.

     Ἐκθετέον δὲ καὶ ἄλλην καλλίστην μέθοδον καὶ αὐτὴν συμφωνοῦσαν. Προδεδόσθαι χρὴ τὸ ἐν νυκτὶ τετέχθαι τὸν ζητούμενον ἢ ἐν ἡμέρᾳ, καὶ τούτου δεδομένου σκόπει τὴν τοῦ Ἡλίου μοῖραν καὶ ταύτῃ ἀεὶ πρόσθες μοίρας β′ C 1 σκεπτόμενος ἀπὸ Θὼθ ἕως Μεχείρ, ἀπὸ δὲ Φαμενὼθ ἕως Μεσωρεὶ πάλιν ἀεὶ ἄφελε μοίρας β′. Καὶ τὴν γινομένην οὕτω ποσότητα τῶν μοιρῶν τοῦ Ἡλίου δωδεκάκις ποιήσας ἔκβαλε ἀπὸ τῆς τοῦ Ἡλίου μοίρας, καὶ εἰς ὃ ἂν ἐκπέσῃ ζῴδιον ἐκεῖνο ὡροσκοπεῖ ἢ τὸ τούτου τρίγωνον ὡς περικλείειν τὴν μέθοδον εἰς δύο ζῴδια σημαίνοντα τὸν ὡροσκόπον· τὸ γὰρ ἄλλο ζῴδιον τοῦ τριγώνου εὑρίσκεται ὑπὸ γῆν. Ἔσται δὲ τούτου ὑπόδειγμα. Ἐγὼ ἐτέχθην Ἀθὺρ λ′ ἐν ἡμέρᾳ τοῦ Ἡλίου ἐπέχοντος Τοξότου μοίρας δ′ ἔγγιστα· ταῖς δ′ προσέθηκα β′ C καὶ τὰς ϛ′ C δωδεκαπλασιάσας ἐκβάλλω ἀπὸ τῆς τοῦ Ἡλίου μοίρας, καὶ πίπτει εἰς Ὑδροχόου τὰ τελευταῖα. Ὡροσκοπήσει οὖν ὁ Ὑδροχόος ἢ οἱ Δίδυμοι ἢ ὁ Ζυγός. ἀλλ’ ἀδύνατον εἶναι τὸν Ζυγὸν διὰ τὸ ὑπὸ γῆν εἶναι, ὁμοίως καὶ τοὺς Διδύμους διὰ τὸ τριγωνικὴν πλευρὰν πίπτειν εἰς τὰ τελευταῖα αὐτοῦ καὶ εἶναι ὁμοίως ὑπὸ γῆν· ὁ γὰρ Ἥλιος τυγχάνει ἐν ἀρχῇ τοῦ Τοξότου, καὶ ἀπ’ αὐτοῦ ἕως τῆς ἀρχῆς τῶν Διδύμων ὁμοίως τὸ ὑπὲρ γῆν ἡμισφαίριον τῆς ἡμέρας ἐστίν. Πιστευτέον οὖν ἐν τῷ Ὑδροχόῳ μόνον πίπτειν τὸν ὡροσκόπον. Ἐὰν δέ ποτε δύο ζῴδια ὑπὲρ γῆν ᾖ τοῦ τριγώνου εἰς ἃ ὑπονοοῦμεν εἶναι τὸν ὡροσκόπον, καταστοχαζόμεθα καὶ τοῦ εἴδους τοῦ ἀνθρώπου ποίῳ μᾶλλον τῶν ζῳδίων ἀπείκασται καὶ πρὸς ἐκεῖνο ἀποφαινόμεθα.

     Εἰσὶ δὲ Κριοῦ μὲν ὡροσκοποῦντος οἱ τικτόμενοι τῷ εἴδει ὀστώδεις, δασεῖς καὶ μέσοι μᾶλλον ἢ εὐμήκεις, καὶ τὰ ἔσχατα αὐτοῦ κίνδυνον ποιεῖ, ἐνίοτε δὲ καὶ τὸ πρόσωπον κάτω κύπτοντες καὶ δειλοὶ καὶ παῖκται καὶ αἰσχρολόγοι. Ταύρου δὲ σιμοὶ καὶ ταυρόφθαλμοι, ὑπομέλανες, πλατυμέτωποι καὶ πλατύρρινοι, ἀνεσταλμένοι τὰς τρίχας, ἔσθ’ ὅτε φαλακροὶ καὶ μικρὰ ὦτα ἔχοντες, ὑποκριταί, ψευδεπιεικεῖς, τὰ χείλη ἐνίοτε μείζονα ἔχοντες καὶ τοὺς μυκτῆρας μεγάλους καὶ τὰς ὀφρῦς, καὶ τὰ ἔσχατα αὐτοῦ κιναίδους γεννᾷ. Τῶν δὲ Διδύμων ὡροσκοπούντων οἱ γεννώμενοι σύμμετροι τῷ σώματι, ἐπίρρινοι, ἔσθ’ ὅτε οὖλοι καὶ μεγάλα ὦτα ἔχοντες καὶ τοῖς ὤμοις εὔσαρκοι. Ὁ δὲ Καρκίνος ποιεῖ ὀστώδεις, στρογγυλοπροσώπους, ἔσθ’ ὅτε μέλανας ὡς πρὸς τὸ κλίμα καὶ ἀναφαλαντιαίους, τοὺς δὲ ὀδόντας πολλούς, ἔσθ’ ὅτε τὸ δὲ μῆκος ἀσυμμέτρους (καὶ γὰρ τὰ κάτωθεν ἔχουσι μείζονα, τὰ δὲ ἄνωθεν ἐλάσσονα), ἔχουσι δὲ τὴν γαστέρα ὑπὸ τὸ στῆθος προκύπτουσαν καὶ αὐτὸ τὸ στῆθος πλατὺ καὶ τοὺς ὀφθαλμοὺς ὑποκεχυμένους ἔχουσιν, μάλιστα ὅσοι ἐγγὺς ἔχουσι τὸν ὡροσκόπον τῆς Φάτνης νεφελοειδοῦς οὔσης. Ὁ δὲ Λέων γλαυκούς, πυρρότριχας, ἰσχυρούς, ὑποκύρτους, τὰ ἄνωθεν πλατεῖς καὶ δασεῖς, μάλιστα τοὺς ἐν ταῖς πρώταις μοίραις τικτομένους, ποιεῖ δὲ οὔλους καὶ παχυρρίνους καὶ λεοντοπροσώπους, βορούς, λεπτοὺς τὰς κνήμας, ἐν δὲ ταῖς τελευταίαις μοίραις περὶ τὴν ῥάχιν ψιλοὺς τὰς τρίχας, ἀναφαλαντιαίους, ἔσθ’ ὅτε καὶ κιναίδους. Ἡ δὲ Παρθένος συμμέτρους τῇ ἡλικίᾳ καὶ μᾶλλον μακρούς, εὐπεπλασμένους, μακροκοιλίους καὶ ὀρθοὺς καὶ κοσμίους.

     Ὁ δὲ Ζυγὸς εὐοφθάλμους, ὑπομέλανας, ἔσθ’ ὅτε καὶ μακροὺς καὶ οὔλους τὰς τρίχας καὶ δικαίους καὶ αἰδήμονας. Ὁ δὲ Σκορπίος μικροφθάλμους, ὠχρούς, ὦτα μικρὰ ἔχοντας, ἔσθ’ ὅτε μαδαροὺς τὸ γένειον ἢ γλαυκοὺς τοὺς ὀφθαλμούς, τὴν δὲ φάρυγγα ἐξέχουσαν ἔχοντας καὶ τοὺς ὤμους πλατεῖς, μακροὺς ταῖς κνήμαις καὶ ὠκεῖς, φθονεροὺς καὶ ἅρπαγας, τὰ δὲ ἔσχατα τὰ περὶ τὸ κέντρον ποιεῖ κιναίδους, ἔσθ’ ὅτε δέ τινας καὶ ὑποχύσεις ἐν τοῖς ὀφθαλμοῖς ἔχοντας διὰ τὸ νεφέλιον τὸ περὶ τὸ κέντρον καὶ ἀναφαλαντιαίους ποιεῖ. Ὁ δὲ Τοξότης μακροὺς τοῖς μηροῖς, ταῖς δὲ κνήμαις εὐπλάστους, εὐγενείους, προγάστορας, εὐχρόους τὰς χεῖρας, εὐκολύμβους, φιλοῦντας τὸ ὀχεῖσθαι εἰς ζῷα, φαλακρούς, τὰ δὲ τελευταῖα ποιεῖ κιναίδους, ἔσθ’ ὅτε δὲ καὶ τοὺς πώγωνας προπολιοῦντας. Ὁ δὲ Αἰγόκερως μικροφυεῖς ποιεῖ, μάλιστα ἐν ταῖς πρώταις μοίραις, καὶ κούφους τὸ στῆθος, λεπτοὺς τὰ σκέλη, ὀξυπώγωνας, ἔσθ’ ὅτε δασεῖς τὰ σκέλη, ὀστώδεις, κάτω κύπτοντας, ἀσελγεῖς. Ὁ δὲ Ὑδροχόος εὐσώμους, εὐγενείους, εὐυπολήπτους, ἔσθ’ ὅτε καὶ προγάστορας καί τινας ἔχοντας μείζονα τὴν μίαν κνήμην τῆς ἑτέρας. Οἱ δὲ Ἰχθύες ποιοῦσιν εὐρυτέρους τοῖς ὤμοις καὶ εὔτριχας, λευκοὺς τὸ μέτωπον καὶ μέγα στέρνον ἔχοντας, ἔσθ’ ὅτε καὶ προκύπτοντας, μελανοφθάλμους, βραδέως φθεγγομένους, ἰδιοπράγμονας.

     Ταῦτα μὲν καὶ τὰ τοιαῦτα σημαίνει τὰ ζῴδια αὐτὰ καθ’ ἑαυτὰ ἐν τῷ ὡροσκόπῳ, ἐπιτυχόντες δὲ ἐν αὐτοῖς οἱ πλανώμενοι ἕκαστος πρὸς τὰ ἰδιώματα μεταποιεῖ πως. Κρόνος μὲν μέλανας καὶ δυσειδεῖς καὶ αὐχμηροὺς ποιεῖ, Ἄρης δὲ ξανθούς, γλαυκοὺς τοὺς ὀφθαλμούς, τετανότριξας, γοργούς, ὦτα μικρὰ ἔχοντας, Ζεὺς δὲ λευκούς, εὐσάρκους, μεγαλοφθάλμους, εὐπώγωνας, ἀγαθοὺς τῷ τρόπῳ, ἡ δὲ Ἀφροδίτη μετὰ τούτων τὸ ἁβρὸν καὶ εὔοπτον ποιεῖ, ὁ δὲ Ἑρμῆς ἰσχνούς, ὠχρούς, συμμέτρους τε καὶ οὐλοκόμους, καλούς τε καὶ γενναίους, ὁ δὲ Ἥλιος καὶ ἡ Σελήνη συντρέπονται μὲν οἷς ἂν συντύχωσιν, ἰδίᾳ δὲ ὁ Ἥλιος εὐτραφεῖς, εὐρήτους ποιεῖ, ἡ δὲ Σελήνη εὐκράτους καὶ εὐσάρκους.

     Ἐκ μὲν οὖν τῶν προλελεγμένων τῆς τῶν ζῳδίων φύσεως καὶ τῶν ζ′ πλανωμένων ἔστιν εὑρεῖν παχυμερῶς μὲν τὸν ὡροσκόπον, δηλονότι τῇ συνεχεῖ πείρᾳ καὶ γυμνασίᾳ χρωμένους τῇ τῶν ζῳδίων τε καὶ ἀστέρων φύσει καὶ τοῖς κλίμασιν ἐπὶ τῶν ἤδη τελειωθέντων ἀνθρώπων, ἐξακριβοῦν δὲ τὴν ὡροσκοποῦσαν μοῖραν κατὰ τὴν τοῦ θείου Πτολεμαίου μέθοδον ἣν εὑρίσκομεν σχεδὸν ἐπὶ πάντων ἀληθεύουσαν.

γ. Περὶ διαιρέσεως καὶ τάξεως γενεθλιαλογικῆς

     Εὐλόγως δέ φησιν ὁ Πτολεμαῖος· εἴ τις αὐτῆς τῆς τάξεως ἕνεκεν διαιροίη τὸ καθόλου τῆς γενεθλιαλογικῆς θεωρίας, εὕροι ἂν τῶν δυνατῶν καὶ κατὰ φύσιν καταλήψεων πρὸ μὲν τῆς γενέσεως μόνην τὴν περὶ τῶν γονέων ἐπίσκεψιν, πρὸ δὲ τῆς γενέσεως καὶ μετὰ γένεσιν τὴν περὶ ἀδελφῶν (συμβαίνει γὰρ καὶ προτετέχθαι τινὰ τοῦ περὶ οὗ ἡ σκέψις καὶ ἐπιτεχθήσεσθαι). Tῶν δὲ κατ’ αὐτὴν τὴν γένεσιν οὐ μίαν οὐδὲ περὶ ἑνὸς τὴν θεωρίαν γίνεσθαι (ἔσται γὰρ ὅ τε περὶ ἀρρενικῶν καὶ θηλυκῶν λόγος καὶ ὁ περὶ διδυμογόνων καὶ πλειστογόνων καὶ ὁ περὶ τεράτων καὶ ὁ περὶ ἀτρόφων), τῶν δὲ μετὰ τὴν γένεσιν ὁ περὶ χρόνων ζωῆς, ἔπειτα ὁ περὶ μορφῆς σώματος καὶ ὁ περὶ παθῶν ἢ σινῶν σωματικῶν, ἑξῆς δ’ ὁ περὶ ψυχῆς ποιότητος καὶ ὁ περὶ παθῶν ψυχῆς, ἔπειθ’ ὁ περὶ τύχης κτητικῆς καὶ ὁ περὶ τύχης ἀξιωματικῆς, μετὰ ταῦτα ὁ περὶ πράξεως ποιότητος, εἶτα ὁ περὶ συμβιώσεως γαμικῆς καὶ ὁ περὶ τεκνοποιίας καὶ ὁ περὶ φιλίας, ἑξῆς δὲ ὁ περὶ ξενιτείας, καὶ τελευταῖος ὁ περὶ τῆς τοῦ θανάτου ποιότητος, τῇ μὲν δυνάμει συνοικειούμενος τῷ περὶ χρόνων ζωῆς, τῇ τάξει δὲ εἰκότως ἐπὶ πᾶσι τούτοις τιθέμενος.

     Φησὶ δὲ καθόλου· χρὴ σκοπεῖν τὸν οἰκειούμενον τόπον τοῦ ζῳδιακοῦ τῷ ζητουμένῳ τῆς γενέσεως κατ’ εἶδος κεφαλαίῳ καθάπερ λόγου ἕνεκεν τῷ περὶ πράξεως τὸν τοῦ μεσουρανήματος ἢ τῷ περὶ πατρὸς τὸν ἡλιακόν, ἔπειτα θεωρεῖν τοὺς λόγον ἔχοντας πρὸς τὸν ὑποκείμενον τόπον τῶν ἀστέρων οἰκοδεσποτείας κατὰ τοὺς πέντε τρόπους καθὼς προείπομεν ἐπάνω. Κἂν εἷς ᾖ ὁ τοὺς πέντε λόγους ἔχων αὐτῷ δοτέον τὴν τῆς πρωτείας οἰκοδεσποτείαν, εἰ δὲ δύο ἢ τρεῖς εἶεν τοῖς τὰς πλείους ἔχουσιν ψήφους. Μετὰ δὲ ταῦτα πρὸς μὲν τὸ ποῖον τοῦ ἀποτελέσματος σκοπεῖν τάς τε τῶν οἰκοδεσποτησάντων ἀστέρων φύσεις καὶ τὰς τῶν δωδεκατημορίων ἐν οἷς εἰσιν, πρὸς δὲ τὸ μέγεθος καὶ τὴν δύναμιν πότερον ἐναργῶς τυγχάνουσι διακείμενοι πρός τε τὸ κοσμικὸν καὶ τὸ κατὰ τὴν γένεσιν ἢ τὸ ἐναντίον (δραστικώτατοι μὲν γάρ εἰσιν ὅταν κοσμικῶς μὲν ἐν ἰδίοις ἢ ἐν οἰκείοις ὦσι τόποις καὶ πάλιν ὅταν ἀνατολικοὶ τυγχάνωσιν ἢ προσθετικοὶ τοῖς ἀριθμοῖς, κατὰ γένεσιν δὲ ὅταν ἐπὶ τῶν κέντρων καὶ τῶν ἐπαναφορῶν παροδεύωσιν, καὶ μάλιστα τῶν πρώτων –λέγω δὲ τῶν κατὰ τὰς ἐπαναφορὰς καὶ μεσουρανήσεις–, ἀδρανέστατοι δὲ ὅταν ἐν ἀλλοτρίοις ἢ ἀνοικείοις τόποις καὶ δυτικοὶ ἢ ἀναποδιστικοὶ τοῖς δρόμοις ὦσιν, κατὰ γένεσιν δὲ ὅταν ἀποκλίνωσι τῶν κέντρων). Πρὸς δὲ τὸν καθόλου χρόνον τοῦ ἀποτελέσματος πότερον ἑῷοί εἰσιν ἢ ἑσπέριοι πρός τε τὸν Ἥλιον καὶ τὸν ὡροσκόπον, ἐπειδήπερ τὰ μὲν προηγούμενα ἑκατέρου αὐτῶν τεταρτημόρια καὶ τὰ διάμετρα τούτοις ἑῷα γίνεται, τὰ δὲ λοιπὰ καὶ ἑπόμενα ἑσπέρια, καὶ πότερον ἐπὶ τῶν κέντρων τυγχάνουσιν ἢ τῶν ἐπαναφορῶν (ἑῷοι μὲν γὰρ ὄντες ἢ ἐπίκεντροι κατ’ ἀρχὰς γίγνονται δραστικώτατοι, ἑσπέριοι δὲ ἢ ἐπὶ τῶν ἀναφορῶν βράδιον).

δ. Περὶ γονέων

     Ὁ μὲν προηγούμενος τύπος, φησί, τῆς ἐπισκέψεως τῆς κατ’ εἶδος οὗ διὰ παντὸς ἔχεσθαι προσήκει τοῦτον ἔχει τὸν τρόπον, ἀρκτέον δὲ ἤδη κατὰ τὴν ἐγκειμένην τάξιν ἀπὸ πρώτου τοῦ περὶ γονέων λόγου. Ὁ μὲν τοίνυν Ἥλιος καὶ ὁ τοῦ Κρόνου ἀστὴρ τῷ πατρικῷ προσώπῳ συνοικειοῦται κατὰ φύσιν, ἡ δὲ Σελήνη καὶ ὁ τῆς Ἀφροδίτης τῷ μητρικῷ, καὶ ὅπως ἂν οὗτοι διακείμενοι τυγχάνωσι πρός τε ἀλλήλους καὶ πρὸς τοὺς ἄλλους τοιαῦτα δεῖ καὶ τὰ περὶ τοὺς γονέας ὑπονοεῖν. Τὰ μὲν γὰρ περὶ τῆς τύχης καὶ τῆς κτήσεως αὐτῶν σκεπτέον ἐκ τῆς δορυφορίας τῶν φώτων, ἐπειδὴ περιεχόμενα μὲν ὑπὸ τῶν ἀγαθοποιῶν καὶ τῶν τῆς αὐτῆς αἱρέσεως ἤτοι ἐν τοῖς αὐτοῖς ζῳδίοις ἢ ἐν τοῖς ἑξῆς ἐπιφανῆ καὶ λαμπρὰ τὰ περὶ τοὺς γονέας διασημαίνει, καὶ μάλιστα ὅταν τὸν μὲν Ἥλιον ἑῷοι δορυφορῶσιν ἀστέρες, τὴν δὲ Σελήνην ἑσπέριοι, καλῶς καὶ αὐτοὶ διακείμενοι καθ’ ὃν εἰρήκαμεν τρόπον.

     Ἐὰν δὲ καὶ ὁ τοῦ Κρόνου ἢ καὶ ὁ τῆς Ἀφροδίτης ἀνατολικοί τε τυγχάνωσι καὶ ἰδιοπροσωπήσαντες ἢ ἐπίκεντροι, εὐδαιμονίαν πρόδηλον ὑπονοητέον κατὰ τὸ οἰκεῖον ἑκατέρου τῶν γονέων, τὸ δὲ ἐναντίον ἐὰν κενοδρομοῦντα ᾖ τὰ φῶτα καὶ ἀδορυφόρητα, ταπεινότητος καὶ ἀδοξίας τοῖς γονεῦσίν ἐστι δηλωτικά, καὶ μάλιστα ὅταν καὶ ὁ τῆς Ἀφροδίτης καὶ ὁ τοῦ Κρόνου μὴ καλῶς φαίνωνται διακείμενοι. Ἐὰν δὲ δορυφορῆται μέν, μὴ μέντοι ὑπὸ τῶν τῆς αὐτῆς αἱρέσεως ὡς ὅταν Ἄρης μὲν ἐπαναφέρηται τῷ Ἡλίῳ, Κρόνος δὲ τῇ Σελήνῃ, μὴ καλῶς κειμένων τῶν ἀγαθοποιῶν καὶ κατὰ τὴν αὐτὴν αἵρεσιν, μετριότητα καὶ ἀνωμαλίαν περὶ τὸν βίον αὐτῶν ὑπονοητέον. Κἂν μὲν σύμφωνος ᾖ ὁ κλῆρος τῆς τύχης (ὁ ἀπὸ Ἡλίου πάντοτε ἐπὶ τὴν Σελήνην λαμβανόμενος ἐπί τε ἡμέρας καὶ νυκτὸς καὶ τὰ ἴσα ἀπὸ ὡροσκόπου) τοῖς τὸν Ἥλιον ἢ τὴν Σελήνην ἐπὶ καλῷ δορυφορήσασι, παραλήψονται σῶα τὰ τῶν πατέρων, ἐὰν δὲ ἀσύμφωνος ἢ ἐναντίος μηδενὸς τῶν ἀγαθοποιῶν εἰληφότων τὴν δορυφορίαν, ἄχρηστος αὐτοῖς καὶ ἐπιβλαβὴς ἡ τῶν γονέων ἔσται κτῆσις.

     Περὶ δὲ πολυχρονιότητος αὐτῶν σκεπτέον ἀπὸ τῶν ἄλλων συσχηματισμῶν. Ἐὰν οὖν ὁ τοῦ Διὸς ἢ ὁ τῆς Ἀφροδίτης συσχηματισθῶσιν ὁπωσδήποτε τῷ τε Ἡλίῳ καὶ τῷ τοῦ Κρόνου καὶ αὐτὸς ὁ τοῦ Κρόνου σύμφωνον ἔχῃ συσχηματισμὸν πρὸς τὸν Ἥλιον ἤτοι συνὼν ἢ ἑξαγωνίζων, ἐν δυνάμει μὲν ὄντων αὐτῶν πολυχρονιότητα τοῦ πατρὸς καταστοχαστέον, ἀδυναμούντων δὲ οὐχ ὁμοίως, οὐ μέντοι οὐδὲ ὀλιγοχρονιότητα. Ὅταν δὲ τοῦτο μὲν μὴ ὑπάρχῃ, ὁ δὲ τοῦ Ἄρεως καθυπερτερῇ τὸν Ἥλιον ἢ καὶ τὸν τοῦ Κρόνου ἢ καὶ ἐπανενεχθῇ αὐτοῖς ἢ καὶ αὐτὸς πάλιν ὁ τοῦ Κρόνου μὴ σύμφωνος ᾖ πρὸς τὸν Ἥλιον ἀλλ’ ἤτοι τετράγωνος ἢ διάμετρος εἴη, ἀποκεκλικότες μὲν τῶν κέντρων ἀσθενικοὺς μόνον τοὺς πατέρας ποιοῦσιν, ἐπίκεντροι δὲ ἢ ἐπαναφερόμενοι ὀλιγοχρονίους ἢ ἐπισινεῖς –ὀλιγοχρονίους μὲν ὅταν ἐν τοῖς πρώτοις ὦσι δυσὶ κέντροις τῷ τε ἀνατέλλοντι καὶ τῷ μεσουρανοῦντι καὶ ταῖς τούτων ἐπαναφοραῖς, ἐπισινεῖς δὲ ἢ ἐπινόσους ὅταν ἐν τοῖς λοιποῖς δυσὶ κέντροις ὦσι τῷ τε δύνοντι καὶ τῷ ὑπογείῳ καὶ ταῖς τούτων ἐπαναφοραῖς. Ὁ μὲν γὰρ τοῦ Ἄρεως τὸν Ἥλιον βλέψας καθ’ ὃν εἰρήκαμεν τρόπον αἰφνιδίως ἀναιρεῖ τὸν πατέρα ἢ σίνη περὶ τὰς ὄψεις ποιεῖ, τὸν δὲ τοῦ Κρόνου βλέψας ἢ θανάτοις ἢ ῥιγοπυρέτοις ἢ σίνεσι διὰ τομῶν καὶ καύσεων περικυλίει. Ὁ δὲ τοῦ Κρόνου καὶ αὐτὸς σχηματισθεὶς κακῶς πρὸς Ἥλιον καὶ τοὺς θανάτους τοὺς πατρῴους ἐπινόσους κατασκευάζει καὶ πάθη τὰ διὰ τῆς τῶν ὑγρῶν ὀχλήσεως.

     Ἐπὶ δὲ τῆς μητρὸς ἐὰν μὲν ὁ τοῦ Διὸς συσχηματισθῇ τῷ τῆς Σελήνης καὶ τῷ τῆς Ἀφροδίτης ὁπωσδήποτε ἢ καὶ ὁ τῆς Ἀφροδίτης συμφώνως ἔχῃ πρὸς τὴν Σελήνην ἑξάγωνος ἢ καὶ συνὼν αὐτῇ, ἐν δυνάμει ὄντες πολυχρόνιον ἀποδεικνύουσι τὴν μητέρα. Ἐὰν δὲ ὁ τοῦ Ἄρεως βλέψῃ τὴν Σελήνην ἢ τὴν Ἀφροδίτην ἐπανενεχθεὶς ἢ τετράγωνος ἢ διάμετρος ἢ ὁ τοῦ Κρόνου τὴν Σελήνην μόνην ὡσαύτως, ἀφαιρετικοὶ μὲν ὄντες ἢ ἀποκεκλικότες ἀντιπτώμασι μόνον ἢ ἀσθενείαις περικυλίουσιν, προσθετικοὶ δὲ ἢ ἐπίκεντροι ὀλιγοχρονίους ἢ ἐπισινεῖς ποιοῦσι τὰς μητέρας –ὀλιγοχρονίους μὲν ὁμοίως ἐπὶ τῶν ἀπηλιωτικῶν ὄντες κέντρων ἢ ἐπαναφορῶν, ἐπισινεῖς δὲ ἐπὶ τῶν δυτικῶν. Ἄρης μὲν γὰρ βλέψας τὴν Σελήνην τοῦτον τὸν τρόπον ἀνατολικὴν μὲν οὖσαν τούς τε θανάτους τοὺς μητρικοὺς αἰφνιδίους καὶ τὰ σίνη περὶ τὰς ὄψεις ποιεῖ καὶ μετὰ αὐτῷ τῷ τικτομένῳ θάνατον κακὸν ποιεῖ, ἀποκρουστικὴν δὲ τούς τε θανάτους ἀπὸ ἐκτρωσμῶν ἢ τῶν τοιούτων καὶ τὰ σίνη διὰ τομῶν καὶ καύσεων, τὴν Ἀφροδίτην δὲ βλέψας τούς τε θανάτους πυρεκτικοὺς ἀπεργάζεται καὶ τὰ πάθη διὰ σκοτισμῶν καὶ παρατροπῶν αἰφνιδίων. Ὁ δὲ τοῦ Κρόνου τὴν Σελήνην βλέψας θανάτους καὶ πάθη ποιεῖ ἀνατολικῆς μὲν οὔσης διὰ ῥιγοπυρέτων, ἀποκρουστικῆς δὲ διὰ νομῶν ὑστερικῶν καὶ ἀναβρώσεως.

     Προσπαραληπτέον δὲ εἰς τὰ κατὰ μέρος εἴδη τῶν σινῶν ἢ παθῶν ἢ καὶ θανάτων καὶ τὰς τῶν δωδεκατημορίων ἐν οἷς εἰσιν οἱ τὸ αἴτιον ποιοῦντες τῆς ἰδιοτροπίας (ὑπὲρ ὧν εὐκαιρότερον ἐν τοῖς ἑξῆς ἐπεξεργαζόμεθα), καὶ ἔτι παραληπτέον ἡμέρας μὲν μάλιστα τόν τε Ἥλιον καὶ τὴν Ἀφροδίτην, νυκτὸς δὲ τὸν τοῦ Κρόνου καὶ τὴν Σελήνην. Λοιπὸν δὲ ἐπὶ τῶν κατ’ εἶδος ἐπεργασιῶν ἁρμόζον ἂν εἴη ὑποστησαμένους τὸν τῆς αἱρέσεως πατρικὸν ἢ μητρικὸν τόπον ὥσπερ ὡροσκόπον καὶ τὰ λοιπὰ ὡς ἐπὶ γενέσεως αὐτῶν τῶν γονέων σκοπεῖν. Τὸν μέντοι χρόνον τῆς κατὰ τὸ ἀποτελούμενον ἐκβάσεως εὑρίσκομεν ἔκ τε τῆς κολλήσεως τῶν ποιούντων ἀστέρων ἤτοι σωματικῶς ἢ καὶ κατὰ ἀκτῖνα καὶ τῶν ἀνατολῶν τῶν ζῳδίων ἐφ’ ὧν τυγχάνουσιν οἱ γονικοὶ τόποι. Ταῦτα μὲν εὑρίσκομεν συμφωνοῦντα ἃ καὶ ἐκτίθεται φυσικῶς καὶ θαυμαστῶς σκεπτόμενος ὁ Πτολεμαῖος.

     Ὁ δὲ Δωρόθεος ἐν τοῖς ἔπεσι συμβουλεύει τοὺς τριγωνοκράτορας τῶν φώτων σκοπεῖν καὶ αὐτὰ τὰ φῶτα ἐν ποίοις τόποις τυγχάνουσι καὶ ὁρίοις καὶ τίνες τῶν ἀστέρων σύνεισιν ἢ ὁρῶσιν, καὶ πρὸς τούτοις ἀποφαίνεσθαι χρὴ περὶ ἑκατέρου τῶν γονέων, Ἡλίου μὲν δηλονότι σημαίνοντος τὰ περὶ τὸν πατέρα, Σελήνης δὲ τὰ περὶ τὴν μητέρα. Ἐὰν μὲν οὖν συνῇ ἀγαθοποιοῖς τόποις τε καὶ ἄστρασιν ὁ Ἥλιος, ὑπονοητέον εὐτυχῆ καὶ πλούσια τὰ περὶ τὸν πατέρα καὶ αὐτῷ τῷ τέκνῳ τὰ πατρῷα φυλαχθήσεσθαι, ὁμοίως καὶ ἡ Σελήνη τυχοῦσα τὰ αὐτὰ ποιεῖ. Τὸ δὲ ἐναντίον συμβήσεται ἐναντίως εὑρεθέντων (τουτέστι κακωθέντων) τῶν φώτων· εἴωθε γὰρ πρὸς ταῖς δυσπραγίαις καὶ σίνη ἐν τοῖς σώμασι τῶν γονέων ποιῆσαι. Ἐν δὲ ταῖς ἐσχάταις μοίραις τυχόντα τῶν ζῳδίων τὰ φῶτα, μάλιστα τῶν κακοποιῶν ὁρώντων, ἄδοξα τὰ περὶ τοὺς γονεῖς σημαίνει, καὶ ἐν τοῖς ἐκλειπτικοῖς δὲ τυγχάνουσα ἡ Σελήνη, κἂν ἐν ἀγαθοποιοῦ ὁρίοις ᾖ, τὸ μὲν γένος ἐλεύθερον, πενιχρὸν δὲ καὶ ὑποτεταγμένον καὶ δούλια ἔργα ποιεῖν σημαίνει.

ἐν δ’ ἄρ’ ὑποχθονίῳ κέντρῳ κερόεσσα Σελήνη·

     ἐνταῦθα ὡς ἐπὶ τοῦ Ἡλίου σκέπτου τὴν μητέρα.

     Ἔστι δέ, φησίν, καὶ τρόπος ἄλλος· τὰς ὥρας τῆς γενέσεως λαβὼν ἔκβαλε ἀπὸ τοῦ ζῳδίου ἐν ᾧ ἐστιν ὁ Ἥλιος ἑκάστῳ ζῳδίῳ ἐφεξῆς μίαν ὥραν διδούς, καὶ εἰς ὃ ἂν λήξῃ ζῴδιον ὁ ἀριθμὸς ἐκείνου τὰ κέντρα σκόπει καὶ τὰς ἄλλας σχέσεις καὶ λέγε τὰ κατὰ τὴν μητέρα. Καὶ πάλιν ταῦτα λέγει·

Ἠέλιος δύνων τοκέων χωρισμὸν ἔτευξεν.

     Καὶ Μανέθων οὕτως·

Ἄρης ἡμερινῇσι μεσουρανέων τάδε ῥέξει·
πρῶτον μὲν γονέων βίον ὤλεσε καὶ λέχος αὐτῶν
χωρίζει θανάτῳ ἢ καὶ διχοστασίῃ.

     Ἐπισκεπτέον δὲ καὶ τὸν περὶ γονέων τόπον, τουτέστι τὸ ὑπόγειον, πῶς ἔχουσι πρὸς αὐτὸν οἵ τε ἀγαθοποιοὶ καὶ οἱ κακοποιοί· αὐτὸ γὰρ σημαίνει. Ὁ δὲ Κρόνος ἐπὶ τοῦ δυτικοῦ κέντρου ὢν καὶ ὁρῶν τὸν Δία ἐπὶ τῆς ὥρας ποιεῖ στάσιν τοῖς υἱοῖς πρὸς τοὺς γονεῖς, τρίγωνος δὲ ὢν πρὸς τὸν Δία ποιεῖ συμφωνίαν.

ε. Περὶ προτελευτῆς γονέων

     Σκέπτου ἐν τῇ γενέσει ποῖον τῶν φώτων κεκάκωται καὶ ἀπ’ ἐκείνου στοχάζου περὶ τοῦ προλαμβάνοντος θανάτῳ τῶν γονέων, καὶ τοὺς κλήρους αὐτῶν ὅρα τίς μᾶλλον κεκάκωται καὶ ὁμοίως στοχάζου. Ἐπίβλεπε δὲ καὶ τοῦτο, ποῖον τῶν φώτων ἐν τῇ γενέσει στρεφομένης τῆς τοῦ παντὸς φορᾶς πρῶτον ἔρχεται εἰς τὸ ὑπόγειον, καὶ οὕτω λογίζου τὸν προλαμβάνοντα· σημαίνει γὰρ τὴν προτελευτὴν ὁ μὲν Ἥλιος τοῦ πατρός, ἡ δὲ Σελήνη τῆς μητρός …

καὶ γενέτην ὀλέκουσι παροίτερον ἠὲ τεκοῦσαν.

     Ταῦτα μὲν ὁ Δωρόθεος· καὶ τοῦτο δέ φησιν, ὅτι Ἄρης τυγχάνων μετὰ Κρόνου, καὶ μάλιστα ἐπίκεντροι, προτελευτᾶν ποιοῦσι τὸν πατέρα τῆς μητρός. Ὁ δὲ Ἀνουβίων οὕτω φησίν· Σελήνη πλησιφωτοῦσα ἐὰν τύχῃ ἐν τοῖς Ἰχθύσι προτελευτᾶν ποιεῖ τὸν πατέρα, καὶ λειψιφωτοῦσα δ’ ὁμοίως καὶ πρὸς σύνοδον ἐρχομένη ἐὰν ἐν ἀρσενικῷ ζῳδίῳ τύχῃ προτελευτᾶν ποιεῖ τὸν πατέρα, ἐὰν δὲ ἐν θηλυκῷ ζῳδίῳ τὴν μητέρα.

ϛ. Περὶ ἀδελφῶν

     Περὶ δὲ ἀδελφῶν εἴ τις καὶ ἐνταῦθα ἐπιζητοῖ τὸ καθόλου καὶ δυνατόν, εὑρίσκει ἀκριβῶς τὸν ἀριθμὸν τῶν ὁμομητρίων ἔκ τε τοῦ μεσουρανοῦντος ζῳδίου καὶ τοῦ ἐπαναφερομένου αὐτῷ· καὶ γὰρ τὸν μητρικὸν τόπον καὶ τὸν περὶ τέκνων περιλαμβάνουσιν. Ἐὰν οὖν ἀγαθοποιοὶ συσχηματίζωνται αὐτοῖς, δαψίλειαν ἀδελφῶν ἐροῦμεν πρός τε τὸ πλῆθος τῶν ὁρώντων ἢ ἑπομένων ἀστέρων καὶ πρὸς τὴν τῶν ζῳδίων φύσιν εἴτε μονοειδῆ εἴη εἴτε πολύγονα, ἐὰν δὲ κακοποιοὶ παροδεύουσιν ἢ συσχηματίζονται τῷ τόπῳ κατὰ τετράγωνον σχῆμα ἢ διάμετρον, σπαναδελφίας εἰσὶ δηλωτικοί, μάλιστα δὲ ἐὰν καὶ τὸν Ἥλιον προσλάβωνται. Ἐὰν δὲ ἐπὶ τῶν κέντρων αἱ ἐναντιώσεις γένωνται, καὶ μάλιστα τοῦ ὡροσκοποῦντος, ἐπὶ μὲν Κρόνου πρωτότοκοι ἢ πρωτότροφοι, ἐπὶ δὲ Ἄρεως θανάτῳ τῶν λοιπῶν σπαναδελφοῦσιν.

     Ἐπὶ μέντοι τῶν διδόντων ἀστέρων ἐὰν μὲν καλῶς κατὰ τὸ κοσμικὸν τυγχάνωσι διακείμενοι, εὐσχήμονας καὶ εὐδόξους ἡγητέον τοὺς ἀδελφούς, ἐὰν δὲ ἐναντίως, ταπεινοὺς καὶ ἀνεπιφάντους, ἐὰν δὲ καὶ καθυπερτερήσωσι τοὺς διδόντας ἢ ἐπανενεχθῶσιν αὐτοῖς οἱ κακοποιοί, καὶ ὀλιγοχρονίους· δώσουσι δὲ τοὺς μὲν ἄρρενας οἱ κοσμικῶς ἠρρενωμένοι, τὰς δὲ θηλείας οἱ τεθηλυμμένοι, καὶ πάλιν τοὺς μὲν πρώτους οἱ ἀπηλιωτικώτεροι, τοὺς δὲ ὑστέρους οἱ λιβυκώτεροι. Πρὸς δὲ τούτοις ἐὰν μὲν οἱ διδόντες τοὺς ἀδελφοὺς συμφώνως ἐσχηματισμένοι τυγχάνωσι τῷ κυριεύοντι τοῦ περὶ ἀδελφῶν δωδεκατημορίου, προσφιλεῖς ποιήσουσι τοὺς διδομένους ἀδελφούς, ἐὰν δὲ καὶ τῷ κλήρῳ τῆς τύχης, καὶ κοινοβίους, ἐὰν δὲ ἐν τοῖς ἀσυνδέτοις τύχωσιν ἢ κατὰ τὴν ἐναντίαν στάσιν, φιλέχθρους καὶ φθονεροὺς καὶ ὡς ἐπίπαν ἐπιβουλευτικούς. Λοιπὸν δὲ καὶ τὰ καθ’ ἕκαστον αὐτῶν εἴ τις ἔτι πολυπραγμονοίη, συνεικάζοιτο ἂν καὶ ἐνταῦθα πάλιν τοὺς διδόντας ἀστέρας ὑποτιθεμένους κατὰ τὸν ὡροσκοπικὸν λόγον καὶ τῶν λοιπῶν ὡς ἐπὶ γενέσεως θεωρουμένων. Ὁ μὲν Πτολεμαῖος ταῦτα, ὁ δὲ Δωρόθεος οὕτως·

ὅσσοι Τοξότεω βλοσυροῦ τ’ ἐφύπερθε Λέοντος

     … Εἰ δὲ ὠφελοῦνται ἐξ ἀλλήλων σκεπτέον ἔκ τε τοῦ κλήρου τῆς τύχης καὶ τῶν κλήρων τῶν ἀδελφῶν καὶ ἐκ τῶν ὁρώντων αὐτοὺς ἀστέρων ἢ ἐπόντων.

ζ. Περὶ ἀρρενικῶν καὶ θηλυκῶν

     Τούτων προεκτεθειμένων ἑξῆς ἂν εἴη τῶν κατ’ αὐτὴν τὴν γένεσιν ἄρξασθαι καὶ πρῶτον περὶ ἀρρενικῶν καὶ θηλυκῶν. Θεωρεῖται δὲ ὁ τόπος οὗτος ἀπό τε τῶν φώτων ἀμφοτέρων καὶ τοῦ ὡροσκόπου, τῶν τε λόγον ἐχόντων πρὸς αὐτοὺς ἀστέρων, μάλιστα μὲν κατὰ τὴν τῆς σπορᾶς διάθεσιν, ὁλοσχερέστερον δὲ κατὰ τὴν τῆς ἐκτροπῆς. Τὸ δὲ ὅλον παρατηρητέον πότερον οἱ τρεῖς τόποι οἱ προειρημένοι καὶ οἱ τούτων οἰκοδεσποτοῦντες ἀστέρες ἢ πάντες ἢ οἱ πλείους τυγχάνουσι ἠρρενωμένοι πρὸς ἀρρενογονίαν ἢ τεθηλυμμένοι πρὸς θηλυγονίαν, καὶ οὕτως ἀποφαντέον. Διαιρετέον μέντοι τούς τε ἠρρενωμένους καὶ τοὺς τεθηλυμμένους τόπους καὶ ἀστέρας καθὼς ἐν ἀρχῇ ὑπεθέμεθα καὶ πρὸς τὴν κοσμικὴν θέσιν, ἐπειδήπερ ἀπηλιωτικοὶ μὲν ὄντες ἀρρενοῦνται, λιβυκοὶ δὲ θηλύνονται· πρὸς τούτοις καὶ πρὸς Ἥλιον· ἑῷοι μὲν γὰρ πάλιν ὄντες ἀρρενοῦνται, ἑσπέριοι δὲ θηλύνονται. Ἐκ δὲ τούτων πάντων τὴν κατὰ τὸ πλεῖστον ἐπικράτησιν τοῦ γένους προσήκει καταστοχάζεσθαι.

η. Περὶ διδυμογόνων

     Περὶ δὲ τῶν ἀνὰ δύο γεννωμένων ἢ πλειόνων παρατηρεῖν προσήκει τὰ δύο φῶτα ὁμοίως καὶ τὸν ὡροσκόπον· εἴωθε γὰρ τὰ τοιαῦτα τίκτεσθαι ὅταν οἱ τρεῖς τόποι ἐν δισώμοις ζῳδίοις ὦσιν, καὶ μάλιστα ὅταν καὶ οἱ οἰκοδεσποτοῦντες αὐτῶν ἀστέρες τὸ αὐτὸ πάθωσιν, τινὲς μὲν ἐν δισώμοις, τινὲς δὲ ἀνὰ δύο κείμενοι τυγχάνωσιν ἢ καὶ πλείους. Ἐὰν οὖν οὕτω τύχωσι καὶ ἐν δισώμοις, τότε καὶ πλείονα τῶν δύο κυΐσκεσθαι συμβαίνει. Καὶ τὸ μὲν πλείονα τίκτεσθαι ἐκ τούτου γινώσκεται, τὸ δὲ ποίου γένους εἶεν τὰ τικτόμενα συνεικασθήσεται ἔκ τε τῶν ἐπόντων ἀστέρων τῷ τε Ἡλίῳ καὶ τῇ Σελήνῃ καὶ τῷ ὡροσκόπῳ· ἠρρενωμένων γὰρ τῶν τόπων καὶ τῶν ἀστέρων πρὸς ἀρρενογονίαν δηλονότι παραδεκτέον, τεθηλυμμένων δὲ πρὸς θηλυγονίαν. Ὅταν δὲ τὰ φῶτα μόνον τοῦτο πάθωσι χωρὶς τοῦ ὡροσκόπου, ἐπιβλεπτέον τὸ μεσουράνημα ἀντὶ τοῦ ὡροσκόπου· ἐκ γὰρ τούτου αἱ μητέρες ὡς ἐπίπαν δίδυμα ἢ καὶ πλείονα κυΐσκουσιν.

     Ἰδίως δὲ τρεῖς μὲν ἄρρενας πληροφοροῦσι, φησίν, ὑπὸ τὴν τῶν Ἀνακτόρων γένεσιν ἅμα τοῖς κειμένοις τόποις ἐν δισώμοις σχηματισθέντες Κρόνος, Ζεύς, Ἄρης, τρεῖς δὲ θηλείας ὑπὸ τὴν τῶν Χαρίτων Ἀφροδίτη, Σελήνη μεθ’ Ἑρμοῦ τεθηλυμμένου, μίαν δὲ θήλειαν καὶ δύο ἄρρενας ὑπὸ τὴν τῶν Διοσκούρων Κρόνος, Ζεύς, Ἀφροδίτη, δύο δὲ θηλείας καὶ ἄρρενα μόνον ὑπὸ τὴν τῆς Δήμητρος καὶ Κόρης Ἀφροδίτη, Σελήνη, Ἄρης· συμβαίνει δὲ ὡς ἐπίπαν μὴ πάντα τὰ τοιαῦτα τελεσφορεῖσθαι.

θ. Περὶ τεράτων

     Ἤρτηται δὲ τῆς προειρημένης σκέψεως καὶ ὁ περὶ τεράτων λόγος· ἐπὶ γὰρ τῶν τοιούτων εὑρίσκεται τὰ μὲν φῶτα ἀποκεκλικότα ἢ ἀσύνδετα τῷ ὡροσκόπῳ ὡς ἐπίπαν, τὰ δὲ κέντρα διαγόμενα ὑπὸ τῶν κακοποιῶν. Ὅταν οὖν τοιαύτη τις ὑπ’ ὄψιν πέσῃ διάθεσις, ἐπειδὴ γίγνεται πολλάκις καὶ περὶ τὰς ταπεινὰς καὶ κακοδαίμονας γενέσεις, ἐὰν μὴ τερατώδεις ὦσιν, τότε σκοπεῖν δεήσει τὴν προγενομένην συζυγίαν συνοδικὴν ἢ πανσεληνιακὴν καὶ τὸν οἰκοδεσποτήσαντα ταύτης τε καὶ τῶν τῆς ἐκτροπῆς φώτων. Ἐὰν γὰρ οἱ τῆς ἐκτροπῆς αὐτῶν τόποι καὶ ὁ τῆς Σελήνης ἢ τοῦ ὡροσκόπου πάντες ἢ οἱ πλείονες ἀσύνδετοι τυγχάνωσιν ὄντες τῷ τῆς προγενομένης συζυγίας τόπῳ, τὸ γεννώμενον αἰνιγματῶδες ὑπονοητέον.

     Ἐὰν μὲν οὖν τούτων οὕτως ἐχόντων τά τε φῶτα ἐν τετράποσιν ἢ θηριώδεσιν εὑρίσκηται ζῳδίοις καὶ οἱ κακοποιοὶ κεκεντρωμένοι, οὐδὲ ἐξ ἀνθρώπου ἔσται τὸ γεννώμενον, μηδενὸς μὲν τοῖς φωσὶν ἀγαθοποιοῦ μαρτυροῦντος τέλεον ἀνήμερον καὶ τῶν ἀγρίαν καὶ κακωτικὴν ἐχόντων φύσιν, μαρτυροῦντος δὲ Διὸς μὲν ἢ Ἀφροδίτης τῶν ἐκθειαζομένων οἷον κυνῶν, αἰλούρων, πιθήκων ἢ τῶν τοιούτων, Ἑρμοῦ δὲ τῶν εἰς χρείαν ἀνθρωπίνην οἷον ὀρνίθων, βοῶν, συῶν, αἰγῶν καὶ τῶν τοιούτων, ἐὰν δὲ ἐν ἀνθρωποειδέσι τὰ φῶτα καταλαμβάνηται τῶν ἄλλων ὡσαύτως ἐχόντων, ὑπ’ ἀνθρώπων μὲν ἢ παρὰ ἀνθρώποις ἔσται τὰ γεγενημένα, τέρατα δὲ καὶ αἰνιγματώδη τῆς κατὰ τὸ ποῖον ἰδιότητος καὶ ἐνταῦθα συνορωμένης ἐκ τῆς τῶν ζῳδίων μορφώσεως ἐν οἷς οἱ διειληφότες τὰ φῶτα ἢ τὰ κέντρα κακοποιοὶ τυγχάνουσιν. Ἐὰν μὲν οὖν καὶ ἐνταῦθα μηδεὶς τῶν ἀγαθοποιῶν μαρτυρῇ μηδενὶ τῶν εἰρημένων τόπων, ἄλογα ὡς ἀληθῶς καὶ αἰνιγματώδη γίνεται τέλεον, ἐὰν δὲ ὁ τοῦ Διὸς καὶ ὁ τῆς Ἀφροδίτης μαρτυρήσῃ, τιμώμενόν τε καὶ εὔσχημον τὸ τοῦ τέρατος ἴδιον ὁποῖον περὶ τοὺς ἑρμαφροδίτους καὶ ἁρποκρατικοὺς καὶ τοὺς τοιούτους εἴωθε συμβαίνειν, εἰ δὲ καὶ ὁ τοῦ Ἑρμοῦ μαρτυρήσειε, μετὰ τούτων μὲν καὶ ἀποφθεγγομένους καὶ διὰ τῶν τοιούτων ποριστικούς, μόνος δὲ νωδοὺς καὶ κωφούς, εὐφυεῖς μέντοι καὶ πανούργους ἄλλως ἀπεργάζεται.

ι. Περὶ ἀτρόφων

     Ὁ δὲ περὶ ἀτρόφων τρόπος ἔχεται μὲν καὶ αὐτοῦ τοῦ περὶ χρόνων ζωῆς, οὐχ οὕτω δὲ ἐν παρατάσει θεωρεῖται ὡς ἐν ποσότητι ἐτῶν ζητεῖσθαι καθάπερ περὶ τῶν τῆς ζωῆς χρόνων, ἀλλ’ ἐν ὥραις ἢ καὶ ἡμέραις ἢ καὶ μησὶν ὀλίγοις μόγις ἐπιδέχεται τὸ ζῆν δι’ ὑπερβολὴν κακώσεως φθειρομένων, ὅθεν καὶ παρὰ τοῖς ἀρχαίοις ἑκατέρου ἑκάτερος κεχώρισται, ἐκεῖνος μὲν πολυμερεστέραν ἔχων τὴν ἐπίσκεψιν (ὁ περὶ χρόνων ζωῆς), οὗτος δὲ τὴν ὁλοσχερεστέραν. Φησὶν οὖν ὁ Πτολεμαῖος· ἁπλῶς γάρ, ἐάν τε κεκεντρωμένον ᾖ τὸ ἕτερον τῶν φώτων καὶ τῶν κακοποιῶν ὁ ἕτερος συνῇ ἢ διαμηκίζῃ, ταῦτα δὲ μοιρικῶς καὶ κατ’ ἰσοσκελίαν μηδενὸς μὲν ἀγαθοποιοῦ συσχηματιζομένου, τοῦ δὲ οἰκοδεσπότου τῶν φώτων ἐν τοῖς τῶν κακοποιῶν τόποις κατειλημμένου, τὸ γεννώμενον οὐ τραφήσεται, παρ’ αὐτὰ δὲ ἕξει τὸ τέλος τῆς ζωῆς. Ἐὰν δὲ μὴ κατ’ ἰσοσκελίαν τοῦτο συμβῇ, ἀλλ’ ἐγγὺς ἐπαναφέρωνται τοῖς τῶν φώτων τόποις αἱ τῶν κακοποιῶν βολαί, δύο δὲ ὦσιν οἱ κακοποιοὶ καὶ ἤτοι τὸ ἕτερον τῶν φώτων ἢ καὶ ἀμφότεροι βλάπτοντες ἢ κατ’ ἐπαναφορὰν ἢ κατὰ διάμετρον ἢ καὶ ἐν μέρει τὸ ἕτερον ὁ ἕτερος ἢ ὁ μὲν ἕτερος διάμετρος, ὁ δὲ ἕτερος ἐπαναφερόμενος, καὶ οὗτος ἄχρονος γίνεται τοῦ πλήθους τῶν κακώσεων ἀφανίζοντος τὸ ἐκ τοῦ διαστήματος τῆς ἐπαναφορᾶς εἰς ἐπιμονὴν ζωῆς φιλάνθρωπον. Βλάπτει δὲ ἐξαιρέτως κατὰ μὲν τὴν ἐπαναφορὰν Ἥλιον μὲν ὁ τοῦ Ἄρεως, Σελήνην δὲ ὁ τοῦ Κρόνου, κατὰ δὲ τὰς διαμετρήσεις ἢ καθυπερτερήσεις ἀνάπαλιν Ἥλιον μὲν ὁ τοῦ Κρόνου, Σελήνην δὲ ὁ τοῦ Ἄρεως, καὶ μάλιστα ἐὰν τὰ φῶτα καὶ τὸν ὡροσκόπον οἰκοδεσποτήσαντες τύχωσιν.

     Ἐὰν δὲ καὶ δύο τυγχάνωσιν διαμετρήσεις ἔτι μᾶλλον ἐπικέντρων ὄντων τῶν φώτων καὶ τῶν κακοποιῶν κατ’ ἰσοσκελίαν, τότε καὶ νεκρὰ ἢ ἡμιθανῆ τίκτεται τὰ βρέφη. Τούτων δὲ οὕτως ἐχόντων ἐὰν μὲν ἀπόρροιαν ἀπό τινος τῶν ἀγαθῶν ἔχοντα τυγχάνῃ τὰ φῶτα ἢ καὶ ἄλλως αὐτοῖς συνεσχηματισμένα ἐν τοῖς προηγουμένοις αὐτῶν μέρεσι μέντοι τὰς ἀκτῖνας αὐτοῖς ἐπιφερόντων, ἐπιζήσεται τὸ τεχθὲν ἀντὶ τοῦ μεταξὺ τῆς ἀφέσεως καὶ τῶν ἐγγυτέρων τῶν κακοποιῶν ἀκτίνων ἀριθμούντων μοιρῶν τοὺς ἴσους μῆνας ἢ ἡμέρας ἢ ὥρας πρὸς τὸ μέγεθος τῆς κακώσεως καὶ τὴν δύναμιν τῶν τὸ αἴτιον ποιούντων. Ἐὰν δὲ αἱ τῶν κακοποιῶν ἀκτῖνες ἐπὶ τὰ προηγούμενα φέρωνται τῶν φώτων, αἱ δὲ τῶν ἀγαθοποιῶν εἰς τὰ ἑπόμενα, τὸ γεννώμενον ἐκτεθὲν ἀναληφθήσεται, καὶ ἐὰν οἱ συσχηματισθέντες ἀγαθοποιοὶ καθυπερτερηθῶσιν ὑπὸ τῶν κακοποιῶν εἰς κάκωσιν καὶ ὑποταγήν, ὅταν δὲ καθυπερτερήσωσιν εἰς ὑποβολὴν ἄλλων γονέων. Εἰ δὲ καὶ τῶν ἀγαθοποιῶν τις τὴν ἀνατολὴν ποιεῖ τῆς Σελήνης, τῶν δὲ κακοποιῶν ὑπὸ δύσιν τις εἴη, ὑπ’ αὐτῶν τῶν γονέων ἀναληφθήσεται. Κατὰ τὸν αὐτὸν δὲ τρόπον καὶ ἐπὶ τῶν πλειστογονούντων ἐὰν ὑπὸ δύσιν τις ᾖ τῶν κατὰ δύο ἢ πλείους συνεσχηματισμένων ἀστέρων, ἡμιθανές τι ἢ σάρκωμα τὸ γεννώμενον ἀποτεχθήσεται, ἐὰν δὲ ὑπὸ κακοποιῶν καθυπερτερῆται, ἄτροφον ἢ ἄχρονον ἔσται τὸ ὑπὸ τῆς κατ’ αὐτὸν αἰτίας γεγενημένον.

     Ταῦτα μὲν τελείως καὶ θαυμαστῶς ἐκτίθεται ὁ Πτολεμαῖος, ἔστω δὲ καὶ ὑπόδειγμα τῶν εἰρημένων. Σελήνη ἐν Ταύρῳ ὡροσκοπεῖται μοίρᾳ κε′, μηδεὶς δὲ τῶν ἀγαθοποιῶν τὴν Σελήνην ἢ τριγωνίσει ἢ τετραγωνίσει ἢ ἄλλως πως ἐπιθεωρεῖ, τύχῃ δὲ ἡ Ἀφροδίτη ἥπερ οἰκοδεσποτεῖ τοῦ Ταύρου ἐν Κρόνου ἢ τοῦ Ἄρεως οἴκοις ἢ ὁρίοις· ἄτροφος ἐξ ἀνάγκης ὁ οὕτως ἔχων ἔσται· καὶ Ἀπολλινάριος δὲ καὶ Ἀντίοχος τούτοις συμφωνεῖ. ἀλλ’ ἔστω μὴ κατ’ ἰσομοιρίαν τὸ τοῦ κακοῦ διάμετρον· ἐνταῦθα πλήθους χρεία τῶν κακοποιῶν (β′ δὲ οὗτοι Ἄρης καὶ Κρόνος) καὶ τοῦ πλήθους τῶν κακουμένων (δύο δὲ οὗτοι Ἥλιος καὶ Σελήνη), καὶ δύο σχήματα ἰσχυρὰ τό τε διάμετρον καὶ τὸ τῆς ἐπαναφορᾶς.

     Φησὶν οὖν· ἐὰν μὴ κατ’ ἰσοσκελίαν τοῦτο συμβῇ, ἀλλ’ ἐγγὺς ἐπαναφέρωνται τοῖς τῶν φώτων τόποις αἱ τῶν κακοποιῶν βολαί, καὶ ἤτοι τὸ ἕτερον τῶν φώτων ἢ καὶ ἀμφότεροι βλάψωσιν. Ὁ δὲ τρόπος τῆς βλάβης, φησίν, κατ’ ἐπαναφορὰν ἢ κατὰ διάμετρον οἷον ἐὰν Ἄρης καὶ Κρόνος διαμετρῶσι τὸν Ἥλιον καὶ τὴν Σελήνην ἢ καὶ ἀμφοτέρους ἀμφότεροι διαμετρῶσιν ἓν μὲν δὴ τοῦτο τὸ σχῆμα, ἢ πάλιν ἐὰν ὁ Ἄρης καὶ ὁ Κρόνος ἐπαναφέρωνται ἅμα αὐτοῖς. Καὶ πάλιν ἕτερον σχῆμα, φησίν, ὅταν τὸν μὲν Ἥλιον διαμετρήσῃ ὁ Ἄρης, τῇ Σελήνῃ δὲ ἐπαναφέρηται ὁ Κρόνος, ἢ ἔμπαλιν τῷ μὲν Ἡλίῳ ἐπαναφέρηται ὁ Ἄρης, τὴν δὲ Σελήνην διαμετρῇ ὁ Κρόνος. Πάντα γὰρ ταῦτα ἀχρόνων ἐστὶ σχήματα τοῦ πλήθους τῶν κακώσεων ἀφανίζοντος τὸ ἐκ τοῦ διαστήματος τῆς ἐπαναφορᾶς εἰς ἐπιμονὴν ζωῆς φιλάνθρωπον.

     Καὶ Ἀπολλινάριός τε καὶ οἱ Αἰγύπτιοι ἀξιοῦσι σκοπεῖν καὶ τὸ προανηνεγμένον ζῴδιον τοῦ ὡροσκόπου, ὃ καὶ κακοδαιμόνημα προσαγορεύουσιν, καὶ τὸ ἐπαναφερόμενον, ὃ καὶ βίον καλοῦσιν. Τοῦ γὰρ κακοδαιμονήσαντος ὄντος ἐπὶ τῆς ὥρας πάντα τὸν κίνδυνον συμβαίνει γίνεσθαι τῇ τε τικτούσῃ καὶ τῷ γεννωμένῳ, τοῦ βρέφους εἰς τὸ στόμιον ἤδη τῆς ὑστέρας ἐμπίπτοντος καὶ τῶν ἁρμῶν τῆς κυοφορούσης λυομένων ἀμφοτέροις κίνδυνον ἰσοθάνατον ὑπάρξειν, τῷ μὲν βρέφει διὰ τὸ συμπνίγεσθαι, τῇ δὲ τικτούσῃ διὰ τὸ τοὺς πόρους τῆς γυναικείας φύσεως ὑπὲρ τὸ δέον χαλᾶσθαι. Καὶ πάλιν δὲ μετὰ τὸ γεννηθῆναι ἐὰν κακοποιοὶ εὑρεθῶσιν ἐν τῷ βίῳ καὶ διαδέξωνται τὴν Σελήνην ἢ τὸν Ἥλιον, ἀφανίζουσι τὴν ζωὴν καὶ ὀλιγοχρόνιον ποιοῦσιν.

     Πάλιν δὲ λέγει ὁ Πτολεμαῖος· βλάπτει ἐξαιρέτως κατ’ ἐπαναφορὰν Ἥλιον μὲν ὁ τοῦ Ἄρεως, Σελήνην δὲ ὁ τοῦ Κρόνου, κατὰ δὲ τὰς διαμετρήσεις ἢ καθυπερτερήσεις (τουτέστι κατὰ τὸ δεξιὸν τετράγωνον) τὸ ἀνάπαλιν Ἥλιον μὲν ὁ τοῦ Κρόνου, Σελήνην δὲ ὁ τοῦ Ἄρεως. Καὶ ἄλλοι δὲ τῶν ἀρχαίων εἰρήκασι τὰ σχήματα ταῦτα φυσικῶς σκεπτόμενα· ἄκρατον γὰρ τυγχάνων πῦρ ὁ τοῦ Ἄρεως ἐν ταῖς ἐπαναφοραῖς ἐπιτείνει τὸν Ἥλιον θερμὸν ὄντα εἰς ἀναίρεσιν, ὁ δὲ τοῦ Κρόνου ψυχρὸς τὴν Σελήνην ὑγραίνουσαν ψύχει. Λέγουσι δὲ τὴν ἐπίτασιν μάλιστα τῆς κακώσεως γίνεσθαι ὅταν οἱ κακοποιοὶ τύχωσι κατειληφότες τοὺς τόπους τῶν οἰκοδεσποτούντων τοῖς φωσίν, οἷον εἰ τὰ μὲν φῶτα εἴη ἐν Ἰχθύσιν, καθυπερτερεῖ δὲ Ἄρης ἢ Κρόνος ἐν Τοξότῃ ὅς ἐστιν οἶκος τοῦ Διὸς τοῦ καὶ οἰκοδεσποτοῦντος τοῦ τόπου τῶν φώτων (τουτέστιν Ἰχθύων). Ἐπαναφέρεσθαι δὲ δύναται εἰ τὰ μὲν φῶτα εἴη ἐν Αἰγοκέρωτι, οἱ δὲ κακοποιοὶ ὦσιν ἐν Ὑδροχόῳ, διαμετρεῖν δὲ οὐκέτι δύνανται τὰ φῶτα ἀλλ’ ἢ ἄρα ἐκ τῶν ὁρίων διὰ τὸ ἐν ἑκάστῳ ζῳδίῳ εἶναι ὅρια τῶν πέντε ἀστέρων.

     Ἐὰν δὲ δύο διαμετρήσεις τυγχάνωσι τῶν φώτων ἐπικέντρων κατ’ ἰσομοιρίαν δῆλον ὅτι, φησίν, καὶ ἡμιθανῆ τίκτεται τὰ βρέφη, ἐὰν δὲ ἀπόρροιαν ἀπό τινος τῶν ἀγαθοποιῶν ἔχοντα τὰ φῶτα τυγχάνῃ καὶ ἄλλως αὐτοῖς ἐσχηματισμένα ἐν τοῖς προηγουμένοις αὐτῶν μέρεσι μέντοι γε τὰς ἀκτῖνας αὐτοῖς ἐπιφερόντων, ἐπιζήσεται τὸ τεχθὲν ἀντὶ τοῦ μεταξὺ τῆς τε ἀφέσεως καὶ τῶν ἐγγυτέρων κακοποιῶν ἀκτίνων ἀριθμούντων μοιρῶν ἡμῶν τοὺς ἴσους μῆνας ἢ ἡμέρας καὶ ὥρας παρὰ τὸ μέγεθος τῆς κακώσεως καὶ τὴν δύναμιν τῶν τὸ αἴτιον ποιούντων. Ἐὰν γὰρ Ἥλιος καὶ ἡ Σελήνη ἀπό τινος τῶν ἀγαθοποιῶν ἀπόρροιαν ποιούμενοι τοῖς κακοποιοῖς συνάπτωσιν ἐν ταῖς ἐπαναφοραῖς αὐτῶν ὑπάρχουσι κατὰ τὸ διάστημα τὸ πρὸς τοὺς κακοποιοὺς τῆς Σελήνης καὶ τοῦ Ἡλίου κατ’ αὐτὴν τὴν ἐπαναφορὰν τοῦ κεκακωμένου ζῳδίου μόνον ζήσονται ἀντὶ τῶν κατὰ τὰς ἀναφορὰς τῶν μεριζομένων αὐτοῖς ἢ μηνῶν ἢ ἡμερῶν παρὰ τὸ μέγεθος τῆς κακώσεως γιγνομένης τῆς διαφορᾶς.

     Λέγει δὲ τούτου ὑπόδειγμα ὁ πολυμαθὴς Πορφύριος. Ἔστω, φησίν, ἐν Καρκίνῳ ὁ Ζεύς, Σελήνη δὲ ἀπορρεύσασα ἀπ’ αὐτοῦ (φερέσθω ἐπὶ η′ μοῖραν τοῦ Λέοντος), ὁ δὲ Ἄρης ἔστω ἐπαναφερόμενος τῇ Σελήνῃ ἐν Παρθένου μοίρᾳ η′. Τοσοῦτον χρόνον ζήσεται ὅσαι αἱ μεταξὺ μοῖραι τῆς η′ μοίρας τοῦ Λέοντος ἐπὶ η μοῖραν Παρθένου, ἀλλ’ οὐχὶ τῶν μεταξὺ μοιρῶν εἰς ἐνιαυτοὺς λογιζομένων ἀλλ’ εἰς μῆνας ἢ ἡμέρας ἢ ὥρας. Κἂν μὴ ὁ Ζεὺς δὲ ᾖ ἐν Καρκίνῳ, συσχηματίζεται τῇ Σελήνῃ ἐν Λέοντι οὔσῃ κατὰ τρίγωνον ἀκτῖνα ἀπὸ Κριοῦ ταύτην ἐπιθεωρῶν, βαλλέτω δὲ τὴν ἀκτῖνα μὴ εἰς τὰς μετὰ τὰς η μοίρας τοῦ Λέοντος ἀλλ’ εἰς τὰς πρὸ τῶν η· ἐὰν γὰρ μεσεμβολῆται παρὰ τοῦ Διὸς ἡ ἀκτὶς οὐδὲν πείσονται. Οὕτω δὲ ἐχόντων τῶν κακοποιῶν ἢ τῶν πρὸς τὰ φῶτα ἐπαναφορῶν ἐπιζήσεται μὲν τὸ τεχθέν, οὕτω δὲ ὀλιγοχρονήσει ὡς τὰς ἀναφερομένας μοίρας μὴ ἐτῶν παρέχειν ἀριθμὸν ἀλλὰ μηνῶν ἢ ἡμερῶν ἢ ὡρῶν.

     Ἑξῆς δέ φησιν ὁ Πτολεμαῖος· ἐὰν δὲ αἱ μὲν τῶν κακοποιῶν ἀκτῖνες εἰς τὰ προηγούμενα φέρωνται τῶν φώτων, αἱ δὲ τῶν ἀγαθοποιῶν εἰς τὰ ἑπόμενα, τὸ γεννώμενον ἐκτεθὲν ἀναληφθήσεται καὶ ζήσεται, ἐὰν μὲν οὖν συσχηματισθῇ καὶ τὰ ἑξῆς. Ἐξηγητέον καὶ ταῦτα ἐπειδὴ καὶ Ἀντίοχος καὶ Ἀπολλινάριος τὰ αὐτὰ σχεδὸν λέγουσιν, οἷον ἔστω Ἥλιος καὶ Σελήνη Λέοντι, βαλλέτωσαν δὲ ἀκτῖνας Κρόνος μὲν ἐκ Κριοῦ ἐπὶ Καρκίνον ἐκ τετραγώνων, Ἄρης δὲ ἐπὶ τὰς πρώτας μοίρας τοῦ Λέοντος κατὰ διάμετρον ἐξ Ὑδροχόου, Ἡλίου καὶ Σελήνης ἀφεστηκότων τῆς πρώτης τοῦ Λέοντος μοίρας δέκα, βαλλέτω ὁ δὲ Ζεὺς ἀκτῖνα ἐκ Τοξότου τριγωνικῶς ἐπὶ τὴν πρώτην πεντεκαιδεκάτην τοῦ Λέοντος. Τὸ δὴ οὕτω γεννώμενον ἐὰν μὴ ἐκ τῆς συνόδου τῶν φώτων ἄλλως βλάπτηται ἐκτεθὲν ἀναληφθήσεται καὶ ζήσεται, ἀλλὰ τοῦ μὲν Διὸς καθυπερτεροῦντος τριγώνῳ σχήματι τὸν Κρόνον εἰς τεκνοποιίαν ἀναληφθήσεται, εἰ δὲ καθυπερτεροῖντο οἱ ἀγαθοποιοὶ ὑπὸ τῶν κακοποιῶν ἀναληφθήσονται καὶ ζήσουσιν ἀλλὰ δουλεύσαντες. Εἰ μέντοι ἀγαθοποιοὶ ἢ τούτων τις ἀνατολικὸς εἴη ἢ τὴν συναφὴν ποιοῖτο Σελήνῃ, οἱ δὲ κακοποιοὶ πρὸς δύσιν εἶεν ἢ τούτων τις, ὑπ’ αὐτῶν ἀναληφθήσονται τῶν γονέων.

     Κατὰ τὸν αὐτὸν δὲ τρόπον, φησίν, καὶ ἐπὶ τῶν διδυμογόνων σχημάτων ἢ τῶν πλειστογονούντων συμβαίνει. Ἐθεωρεῖτο δὲ τὸ σχῆμα τοῦτο ἀπό τε τῶν φώτων καὶ τοῦ ὡροσκόπου, τῶν τε λόγον ἐχόντων πρὸς αὐτοὺς ἀστέρων καὶ τόπων. Δισώμων γὰρ ὄντων τῶν τριῶν τόπων, καὶ μάλιστα τῶν δεσποζόντων ἀστέρων τῶν τόπων ἐν δισώμοις ὁμοίως ὄντων, τῶν περὶ τὰ φῶτα καὶ τὸν ὡροσκόπον συμπτωμάτων θεωρουμένων, συμβαίνει δίδυμα γενέσθαι· ὡσαύτως περὶ τῶν διδυμογόνων ἐπεξῆλθεν. Γενέσθαι· ὡσαύτως περὶ τῶν διδυμογόνων ἐπεξῆλθεν. Ἐὰν οὖν, φησίν, ὑπὸ δύσιν τις ᾖ (καὶ διὰ τοῦτο ἐλαττούμενος) τῶν κατὰ δύο καὶ πλείους ἐσχηματισμένων ἀστέρων ἡμιθανές τι συντεχθήσεται τῷ γεννωμένῳ ἢ σάρκωμά τι ἀτελές, ὅπερ ἐπικύημα καλοῦσιν, ἐὰν δὲ μὴ ὑπὸ δύσιν ᾖ, καθυπερτερῆται δὲ ὑπὸ κακοποιῶν, ἄτροφον, φησίν, ἢ ἄχρονον ἔσται τὸ ὑπὸ τῆς κατ’ αὐτὸν αἰτίας συγγεγεννημένον. Συμβαίνει δὲ τῶν διδύμων τὸ μὲν ζῆν, τὸ δὲ παραυτίκα θνῄσκειν ἢ μετ’ ὀλίγον τινὰ χρόνον.
 
    Λέγει δὲ καὶ ταῦτα Δωρόθεος ἐν τοῖς περὶ χρόνων ζωῆς. Ἀρίθμει, φησίν, ἐπὶ τῶν νυκτὸς γεννωμένων ἀπὸ Ἄρεως ἐπὶ Κρόνον καὶ τὰ τοσαῦτα ἀπὸ ὡροσκόπου ἔκβαλλε, καὶ ἐὰν καταλήξῃ εἴς τι ζῴδιον οὗ κυριεύει Κρόνος ἐπίκεντρος ὢν ἄτροφον γεννᾶται. Ἐπὶ δὲ τῶν ἡμερινῶν ἔμπαλιν ἀπὸ Κρόνου ἐπὶ Ἄρην καὶ τὰ ἴσα ὁμοίως ἀπὸ ὡροσκόπου, καὶ ἐὰν τοῦ τόπου εἰς ὃν καταλήξει Ἄρης ἐπίκεντρος ὢν κύριος εὑρίσκηται ἄτροφον ὁμοίως ποιήσει. Κἂν Ἄρης δὲ καὶ Κρόνος ὑπόγειοι ὦσιν ἐν θηριώδεσι ζῳδίοις καὶ τὴν Σελήνην ὁρῶσιν τὸ παραπλήσιον ποιοῦσιν.

     Κριτόδημος δὲ ἐν τῷ αὐτοῦ Πίνακι ταῦτά φησιν. Οἱ φωστῆρες ἐν ταῖς ἐσχάταις μοίραις τῶν ζῳδίων ὄντες ἀχρόνους ποιοῦσιν· Σελήνη ἐν τῷ ἐκλειπτικῷ ὑπὸ Ἡλίου καὶ Ἄρεως ὁραθεῖσα ἀχρόνους ποιεῖ· Σελήνη ἐν τῷ βορείῳ μειουμένη ὑπὸ Κρόνου ὁραθεῖσα μάλιστα κατὰ τετράγωνον ἢ διάμετρον ἢ ἐν τῷ νοτίῳ μειουμένη ὁμοίως ὑπὸ Ἄρεως ὁραθεῖσα ἀχρόνους ποιεῖ· Σελήνη δύνουσα πληρουμένη τοῦ Ἄρεως ὡροσκοποῦντος, μειουμένη δὲ Κρόνου, ἀχρόνους ποιεῖ. Ἐὰν δὲ οἱ κακοποιοὶ τὰ κέντρα ἔχωσιν ἐν ἀλλοτρίοις τόποις, οἱ δὲ φωστῆρες ἐν ἀργῷ τόπῳ, ἄχρηστα καὶ κυνόβρωτα ποιεῖ· ἐὰν οἱ κακοποιοὶ ἀνατολὰς ἔχωσιν, οἱ δὲ ἀγαθοποιοὶ κρύψεις, ἄχρονα ποιοῦσι τὰ τικτόμενα. Ἐν ταῖς ἐκλείψεσιν Ἡλίου καὶ Σελήνης ἐὰν ὁ κύριος τοῦ ὡροσκόπου κρύψιν ἔχῃ καὶ μὴ σχηματίζῃ ἀχρόνους ποιεῖ. Ἐὰν δὲ τοῦ ζῳδίου τὰ ἔσχατα μέρη ὡροσκοπῇ, τὰς δὲ προτέρας μοίρας κατέχωσιν οἱ κακοποιοί, ἄχρονα γεννᾶται, ὡς ἐπίπαν δὲ καὶ οἱ τικτόμενοι ἐν ταῖς ἐκλείψεσιν ἄχρονοι ἢ τυφλοὶ τίκτονται. Καὶ ἐὰν Σελήνη ἀστέρι κακοποιῷ στηρίζοντι συνάψῃ ὀλιγοχρόνια τὰ τικτόμενα ποιεῖ.

     Ἰστέον δὲ ὅτι χρὴ σκεπτομένους τὸν περὶ χρόνων ζωῆς τόπον χρήσασθαι ταῖς τῶν ζῳδίων ἀναφοραῖς κατὰ Πτολεμαῖον οὗ καὶ τῇ μεθόδῳ ὡς ἀληθεστέρᾳ χρησόμεθα καὶ φυσικωτέρᾳ. Κατὰ γὰρ τὰς ἐκ τούτου μεθόδους σκέψασθαι χρὴ καὶ τὰς οἰκείας ἀναφοράς· οὐχ ὑπονοητέον μέντοι ὡς τῶν ἀναφορῶν ἄλλως καὶ ἄλλως εὑρισκομένων ὑπὸ τὸν αὐτὸν παράλληλον ἑτέρου καιροῦ ἂν εἴη. Πόσοι χρόνοι τοῦ ἰσημερινοῦ συναναφέρονται ἑκάστῳ ζῳδίῳ οἵπερ καὶ εἰς ἐνιαυτοὺς παραλαμβάνονται ἐκ τῶν κανόνων τῶν ἀναφορῶν ἑκάστου κλίματος γινώσκομεν ἐν τοῖς ἑξῆς πρὸς ἣν ἐκτίθεται μέθοδον. Εἰ δὲ ἀπὸ χειρὸς ὁλοσχερῶς βουληθῶμεν εὑρεῖν τὰς συναναφορὰς ἑκάστου ζῳδίου ἢ καὶ συμμεσουρανήσεις οὕτω ποιῶμεν. Ἔστω τὸν Κριὸν ἀνατέλλειν μοίραις κα′ μ′ κατὰ τοὺς παλαιούς, οἳ γίγνονται ἐνιαυτοὶ κα′ καὶ μῆνες ὀκτώ. Πολυπλασιάζω γὰρ τὰ κα′ ἔτη καὶ μῆνας η′ ἐπὶ τοὺς ιβ′ καὶ γίγνονται σξ′, οὓς μερίζω ἐπὶ τὰς λ′ μοίρας τοῦ ζῳδίου· καὶ λαγχάνει ἑκάστη μοῖρα μῆνας η′ ἡμέρας κ′, αἱ δὲ δύο μοῖραι δηλονότι μῆνας ιζ′ ἡμέρας ι′, αἱ δὲ τρεῖς ὁμοίως τὸ τριπλοῦν μέγεθος· [καὶ αὕτη ἡ ἔφοδος. Ἀναλύσαντες γὰρ εἰς τὰ ἑξηκοστὰ κα′ μ′ εὑρίσκομεν ατ′· ταῦτα μερίζομεν εἰς λ′ (τοσαῦται μοῖραι ἑκάστου ζῳδίου) καὶ ἑκάστη λαγχάνει λεπτὰ πρῶτα μγ′ καὶ δεύτερα κ′]. Καὶ αὕτη ἡ ἔφοδος ἔστω καθ’ ἕκαστον ζῴδιον καὶ κλίμα.

ια. Περὶ χρόνων ζωῆς κατὰ τὸ ἀληθὲς καὶ Πτολεμαῖον

     Τῶν δὲ μετὰ τὴν γένεσιν συμπτωμάτων, φησίν, ἡγεῖται ὁ περὶ χρόνων ζωῆς λόγος, ἐπειδήπερ πρῶτον εἰδέναι χρὴ τοὺς βιωσίμους χρόνους περὶ οὓς ἡ σκέψις, εἶτα ἐφαρμόζειν ἀκόλουθον τὰ καθ’ ἕκαστα τῶν ἀποτελουμένων. Ἤρτηται τὸ πᾶν τοῦτο κεφάλαιον ἔκ τε ἀφετικῶν τόπων καὶ τῶν ἀφέτας ἔχειν δυναμένων πρὸς ζωὴν καὶ ἔμπαλιν τῶν ἀναιρεῖν δυναμένων, διακρίνεται δὲ τούτων ἕκαστον οὕτως.

     Τόπους μὲν ἀφετικοὺς ε′ ὡρίσατο ὧν ἐν ἑνὶ χρὴ εἶναι τὸν τὴν ἄφεσιν λαμβάνοντα, τό τε περὶ τὸν ὡροσκόπον δωδεκατημόριον ἀπὸ ε′ μοιρῶν εἰς τοὐπίσω προανηνεγμένον τῆς ὡροσκοπούσης μοίρας μέχρι τῶν λοιπῶν καὶ ἐπαναφερομένων μοιρῶν κε′ ταύτῃ ὡροσκοπούσῃ καὶ ταύταις ταῖς λ′ μοίραις δεξιὰς ἑξαγώνους τοῦ ἀγαθοῦ δαίμονος καὶ τετραγώνους τοῦ ὑπὲρ γῆν μεσουρανήματος καὶ τριγώνους τοῦ καλουμένου θεοῦ καὶ διαμέτρους τοῦ δύνοντος. Ἑξαγώνους δὲ καὶ τετραγώνους καὶ τριγώνους εἶπε πλευρὰς καὶ οὐ ζῴδια διὰ τὸ μὴ πάντοτε πίπτειν εἰς τὸ ἀπὸ τοῦ ὡροσκόπου ζῴδιον ι′ ἤγουν τὸ μεσουράνημα μήτε εἰς τὸ ια′ τὸ ἀγαθοδαιμόνημα μήτε εἰς τὸ θ′ ὃ καλεῖται θεός, καὶ διὰ τούτων ὑπηνίξατο ὡς μὴ δεῖν πάντοτε λ′ μοίρας διδόναι τοῖς τρισὶ τόποις τοῖς περὶ τὸ μεσουράνημα, ἀλλ’ ἔστιν ὅτε καὶ πλείονας τὰς λ′ ποιεῖν χρή, ἔστι δὲ πάλιν ὅτε καὶ ἐλάττονας, κατὰ τὸ ἀνάλογον τῶν μεταξὺ μοιρῶν τῶν δύο κέντρων τῷ ἑκάστῳ ἐπιβαλὼν διαφόρως. Ἐὰν μὲν οὖν ὦσιν αἱ τοῦ τεταρτημορίου πλείονες μοῖραι ϙ′, πόσῳ ἂν μὲν πλείονες ὦσι τοσοῦτο προσαύξῃ τὰς μοίρας, ἐὰν δὲ ἐλάττους κατὰ τὸ ἀνάλογον ἐλαττώσῃ.

     Ἔστω δὲ ὑπόδειγμα τῶν εἰρημένων. Ὑποκείσθω ἔχειν τινὰ τὸν ὡροσκόπον αὐτῇ τῇ κε′ μοίρᾳ τοῦ Ὑδροχόου· ἀπὸ ε′ μοίρας τῶν προανηνεγμένων δηλονότι ὁ ὡροσκόπος λαμβάνεται ἀπὸ τῆς κ′ μοίρας τοῦ Ὑδροχόου ἕως Ἰχθύων μοίρας κ′, ἀπὸ δὲ κ′ μοίρας τοῦ Ὑδροχόου πρὸς τοὐπίσω ἕως Αἰγοκέρωτος μοίρας κ′ ἔσται τὸ ιβ′ καὶ κακοδαιμόνημα (ἐν αἷς μοίραις ἐὰν εὕρωμέν τινα ἀφέτην οὐ παραδεχόμεθα), ἀπὸ δὲ κ′ μοίρας τοῦ Αἰγοκέρωτος ὁμοίως ἕως Τοξότου μοίρας κ′ ἔσται τὸ ια′, ἀπὸ δὲ Τοξότου μοίρας κ′ ἕως Σκορπίου μοίρας κ′ ἔσται τὸ ι′, μεσουράνημα· πάλιν ἀπὸ Σκορπίου μοίρας κ′ ἕως Ζυγοῦ μοίρας κ′ ἔσται τὸ θ′, ἀπὸ δὲ Ζυγοῦ μοίρας κ′ ἕως Παρθένου μοίρας κ′ ἔσται τὸ η′ καὶ ἀσύνδετον τῷ ὡροσκόπῳ (καὶ αὐτὸ παραιτούμεθα εἰς ἄφεσιν), ἀπὸ δὲ Παρθένου μοίρας κ′ ἕως Λέοντος μοίρας ιε′ ἔσται τὸ δῦνον, καὶ τὰς ἄλλας ε′ μοίρας τὰς προδεδυμένας ἕως Λέοντος μοίρας κ′.

     Οἱ οὖν πλεῖστοι οὕτω διαιροῦσι τοὺς ἀφετικοὺς τόπους, Παγχάριος δὲ ὁ ὑπομνηματίζων τὸν τόπον τοῦτον ἐπεσημήνατο, ὡς προείπαμεν, μὴ δεῖν πάντοτε λ′ μοίρας διδόναι τοῖς τρισὶ τόποις περὶ τὸ μεσουράνημα, ἀλλ’ οὕτω ποιεῖν. Ἐπειδὴ γὰρ ὁ ὡροσκόπος ἐστὶν Ὑδροχόου μοίρᾳ κε′, τὸ δὲ μεσουράνημα Τοξότου ἐγγὺς μοίρᾳ ε′, ἀριθμῶ ἀπὸ τῆς ε′ μοίρας τοῦ Τοξότου ἕως Ὑδροχόου μοίρας κε′, καὶ αἱ εὑρισκόμεναι π′ ἐλλείπουσι τῶν ϙ′ μοιρῶν ι′ αἵ εἰσιν θ′ αὐτῶν. Διατάσσω ἀπὸ μεσουρανούσης μοίρας πρὸς ἀνατολὰς ἀντὶ τῶν ιε′ (τὸ ἥμισυ τοῦ ζῳδίου) μοίρας ιγ′ γ′ αἳ καὶ αὐταὶ λείπουσι τῶν ιε′ τὸ θ′ μέρος αὐτῶν, καὶ καταντᾷ ἕως Τοξότου μοίρας ιη′ γ′. Καὶ ὁμοίως τὸ τριακοντάμοιρον τοῦ ἀγαθοδαιμονήματος τάσσω παρὰ μοίρας ιγ′ γ′, τουτέστιν ἀπὸ τῆς τοῦ Τοξότου μοίρας ιη′ γ′ ἕως Αἰγοκέρωτος μοίρας ιε′. Πάλιν ὁμοίως ἀριθμοῦμεν ἀπὸ τοῦ δυτικοῦ ὁρίζοντος ἕως τῆς μεσουρανούσης μοίρας· εὑρίσκω μοίρας ρ′ αἳ πλεονάζουσι τῶν ϙ′ πάλιν τὸ θ′ μέρος αὐτῶν. Ἀπὸ ε′ ἄρα μοίρας τοῦ Τοξότου εἰς τοὐπίσω ἕως τῆς κ′ μοίρας τοῦ Σκορπίου αἵ εἰσι ιε′ (τὸ ἥμισυ τοῦ ζῳδίου)· γίγνονται μοῖραι ιϛ′ μ′. Ἐποίησα γὰρ πάλιν τὸ θ′ μέρος τούτων ιε′ πρὸς ιϛ′ μ′, καὶ καταντᾷ ἕως Σκορπίου μοίρας ιη′ γ′. Τὸ δὲ θ′ ὁμοίως πλεονάζει μοίρας γ′ γ′, καὶ καταντᾷ ἀπὸ ιη′ γ′ μοίρας τοῦ Σκορπίου ἕως Ζυγοῦ μοίρας ιε′.

     Οὕτως οὖν χρή, οἶμαι, ποιεῖν τοὺς ἀφετικοὺς ε′ τόπους μετ’ ἀκριβείας ἵνα μὴ λάθῃ ποτὲ ὁ ἀφέτης, ὥς φησιν, ἐκπεσὼν εἰς ἀργὸν τόπον καὶ μὴ ὡς ἐν ἀργῷ τιθέμεθα ἢ ὄντα ἐπὶ τοῦ μεσουρανήματος ἢ ἄλλης θέσεως παραλάβοιμεν αὐτὸν μὴ ἀληθῶς οὕτως ἔχοντα.

     Καὶ ταῦτα μὲν σαφηνείας χάριν εἰρήσθω· οὐκ ὀκνητέον γὰρ παρεκτεῖναί ποσως τὸ σκέμμα τοῦτο διὰ τὴν πολυμερῆ καὶ πολυθρύλλητον αὐτοῦ θεωρίαν. Τοὺς μὲν ἀφετικοὺς αὐτοῦ ε′ τόπους οὕτως ἔχομεν ἀφορισμένους προκρινομένων καὶ ἐν τούτοις εἰς δύναμιν ἐπικρατήσεως πρῶτον τῶν κατὰ τὸ ὑπὲρ γῆν μεσουράνημα ἑστώτων, εἶτα τῶν κατὰ τὴν ἀνατολήν, εἶτα τῶν κατὰ τὴν ἐπαναφορὰν τοῦ μεσουρανήματος, εἶτα τῶν κατὰ τὸ δῦνον, ἐπὶ πᾶσι τῶν κατὰ τὸ θ τουτέστι τὸ προηγούμενον τοῦ μεσουρανήματος. Τὸ δὲ ὑπὸ γῆν πᾶν ἡμισφαίριον, φησίν, ἀθετητέον πρὸς τὴν τηλικαύτην κυρίαν πλὴν μόνων τῶν παρ’ αὐτὴν τὴν ἐπαναφορὰν εἰς φῶς ἐρχομένων καὶ τῶν προδεδυκυιῶν μοιρῶν, τοῦ δὲ ὑπὲρ γῆν ἡμισφαιρίου οὔτε τὸ ἀσύνδετον τῷ ὡροσκόπῳ ὅπερ ἐστὶ τὸ η οὔτε τὸ δωδέκατον χρὴ παραλαμβάνειν διὰ τὸ τὰ ἄστρα, φησίν, ἐν αὐτοῖς ὄντα μετὰ τοῦ ἀποκεκλικέναι καὶ τὸ ἀνατεθυμιαμένον ἐκ τῶν τῆς γῆς ὑγρῶν παχὺ καὶ ἀχλυῶδες ἐμπόδιον ἔχειν πρὸς τὴν ἀπ’ αὐτῶν ἐπὶ τὴν γῆν ἀπόρροιαν παρ’ ὃ καὶ τοῖς χρώμασι καὶ τοῖς μεγέθεσιν οὐ κατὰ φύσιν ἔχοντες φαίνονται.

     Μετὰ τοὺς ἀφετικοὺς τόπους ἀφέτας ὡρίσατο ἡμέρας μὲν εἰ ἐπείη καὶ τῷ τόπῳ τινὶ τῶν ἀφετικῶν τὸν Ἥλιον, εἰ δὲ μὴ τὴν Σελήνην, εἰ δὲ μήτε αὐτὴ εὑρίσκοιτο ἔν τινι τούτων τὸν δυνάμενον ἀστέρα ε′ λόγους ἔχειν οἰκοδεσποτίας πρός τε τὸν Ἥλιον καὶ τὴν προγενομένην σύνοδον καὶ τὸν ὡροσκόπον, οὐχ ἵνα ἐξ ἀνάγκης πρὸς τοὺς τρεῖς ἔχῃ λόγους οἰκοδεσποτίας (τοῦτο γὰρ ἀδύνατον εἰ μὴ εἴη ἡ σύνοδος ἐπὶ τῆς ὥρας) ἀλλὰ κἂν πρὸς ἕνα τούτων (οἷον τὸν Ἥλιον ἢ τὴν προγενομένην σύνοδον ἢ τὸν ὡροσκόπον) κἂν πρὸς δύο δὲ τούτων (οἷον πρός τε Ἥλιον καὶ τὴν σύνοδον) ἢ τὸ τελευταῖον πρὸς τὰ γ′. Ὅτι δὲ οὐ πρὸς τὰ γ′ ἐξ ἀνάγκης ἐπισαφηνίζει αὐτὸς ἐν τοῖς ἑξῆς ὁ Πτολεμαῖος λέγων· ὅταν τῶν οἰκοδεσποτικῶν τόπων ε′ ὄντων τρεῖς ἔχῃ πρὸς ἕνα ἢ καὶ πλείονας (οὐ τόπους ἀφετικοὺς ἀλλ’ αὐτοὺς τοὺς ἀφέτας, λέγω δὲ τὸν Ἥλιον καὶ τὴν προγενομένην σύνοδον καὶ τὴν ὥραν) – ὅταν οὖν ε′ τόπων ὄντων οἰκοδεσποτίας (οἴκου, τριγώνου, ὁρίων, ὑψώματος, φάσεως ἢ συσχηματισμοῦ) εὑρεθῇ τις ἀστὴρ πλείονας λόγους ἔχων, ὡς ἔφην, πρὸς Ἥλιον ἢ καὶ τὴν σύνοδον ἢ καὶ τὴν ὥραν καὶ ἦν ἔν τινι τῶν ἀφετικῶν τόπων Ἡλίου μὴ οὕτως ἔχοντος, τότε ἀφέτῃ αὐτῷ χρησόμεθα, ἐὰν δὲ μὴ οὕτως εὑρεθῇ ἔν τινι ἀφετικῷ τόπῳ τὸ τελευταῖον τὴν ἄφεσιν ποιησόμεθα τῆς ὡροσκοπούσης μοίρας.

     Καὶ ταῦτα ἐπὶ μὲν τῶν ἐν ἡμέρᾳ τικτομένων ποιοῦμεν, ἐπὶ δὲ τῶν ἐν νυκτὶ ἄφεσιν πρώτην τὴν Σελήνην δεῖ λαμβάνειν εἰ ἐπείη τινὶ τῶν ἀφετικῶν τόπων, εἰ δὲ καὶ μὴ τὸν Ἥλιον (δῆλον δὲ ὡς οὐκ ἂν εὑρεθῇ ἔν τινι ἀφετικῷ τόπῳ ἐν νυκτὶ εἰ μὴ μόνον ἐν ταῖς τοῦ ὁρίζοντος πλησίον ὑπὸ γῆν ταῖς κε′ μοίραις τῆς ἐπαναφορᾶς καὶ ταῖς ε′ προδεδυκυίαις), ἐὰν δὲ μηδὲ οὕτω τύχῃ ἔν τινι ἀφετικῷ τόπῳ τὸν οἰκοδεσποτίας λόγον ἔχοντα πρὸς τὴν Σελήνην καὶ τὴν προγενομένην πανσέληνον καὶ πρὸς τὸν κλῆρον τῆς τύχης (ληπτέον ἐπὶ νυκτὸς τοῦ ἀπὸ Ἡλίου ἐπὶ Σελήνην διαστήματος τὸν ἴσον ἀπέχοντα ἀπὸ τοῦ ὡροσκόπου τόπον). Βούλεται γὰρ τρόπον τινὰ εἶναι πρὸς τὸν ὡροσκόπον, ὡς καὶ αὐτὸς ὁ Πτολεμαῖός φησιν, οὕτως τὸν ἔχοντά τινα λόγον· ὁ Ἥλιος πρὸς τὸν ἀνατολικὸν ὁρίζοντα καὶ ἡ Σελήνη πρὸς τὸν κλῆρον τῆς τύχης. Καὶ τοὺς ἀρχαίους περὶ Νεχεψὼ καὶ Πετόσιριν αἰνίττεσθαι πρὸς τὴν τοῦ αὐτοῦ θέσιν διὰ τὸ ἀνάπαλιν ἐπὶ τῶν νυκτερινῶν γεννωμένων ἀπὸ Σελήνης ἐπὶ Ἥλιον τὸ διάστημα ἐκβάλλειν (τουτέστιν εἰς τὰ προηγούμενα) ἀπὸ τῆς ὥρας.

     Ἐνταῦθα ὁ Παγχάριός φησιν· ἐπὶ ποίᾳ αἰτίᾳ ἐστὶν ἄξιον τοῦτο μόνον ἐπιστάσεως περὶ τοῦ λόγον ἔχοντος πρὸς τὴν προγενομένην πανσέληνον καὶ οὐχ ἁπλῶς πρὸς τὴν ἔγγιστα συζυγίαν; ἴσως γὰρ ἀπίθανον συμβήσειέν ποτε συνόδου προγεγονυίας τὸ τῆς πανσελήνου τῆς ὥσπερ ἀλλοτριουμένης τὸν οἰκοδεσπότην ἐξετάζειν ἐπὶ τῶν νυκτερινῶν γεννωμένων. Ἐπὶ δὲ τῶν ἡμερινῶν γεννωμένων ἐὰν ᾖ ἔγγιστα ἡ προγενομένη πανσεληνιακὴ συζυγία οὐκ ἀλόγως δοκεῖ ἐπὶ τὴν σύνοδον ἀνατρέχειν ὡς προκαταρκτικὴν συζυγίαν, ἀλλ’ ἴσως, φησίν, ἐπὶ νυκτὸς διὰ τὸ ἀφώτιστον εἶναι τὴν τῆς Σελήνης σύνοδον ἐπὶ τὴν πανσέληνον ἀνατρέχει καίτοι ἐν τοῖς ἑξῆς τὴν ἔγγιστα ζητῶν φαίνεται. Τάχα οὖν εὐλογώτερον εἶναι ὑποφαίνει εἰ τύχῃ ἡ προγενομένη συζυγία πανσεληνιακὴ καὶ αὐτῆς δεσπότην λαμβάνεσθαι, ἀλλὰ ὡς καθόλου τὴν ἔγγιστα βούλεται λαμβάνεσθαι ἐκ τῶν ἐφεξῆς εἰρημένων δίδωσιν· φησὶ γὰρ ὅτι ἐὰν μὴ ὁ οἰκοδεσπότης εὑρίσκηται ἐν τοῖς ἀφετικοῖς τόποις χρῆσθαι δεῖ ἀφέτῃ εἰ ἡ προγενομένη συζυγίαπανσεληνιακὴ εἴη τῷ κλήρῳ τῆς τύχης εἰ ἐν τοῖς ἀφετικοῖς τόποις εἴη, εἰ δὲ συνοδικὴ τῷ ὡροσκόπῳ.

     Ἐὰν δέ, φησίν, συμβαίνῃ εἶναι καὶ Ἥλιον καὶ Σελήνην κατὰ τῶν ἀφετικῶν τόπων, εἶναι δὲ καὶ τὸν τῆς οἰκείας αἱρέσεως οἰκοδεσπότην (τουτέστιν ἡμέρας μὲν τὸν τοῦ Ἡλίου ἢ τὸν τῆς συνόδου ἢ τὸν τοῦ ὡροσκόπου, νυκτὸς δὲ τὸν τῆς Σελήνης ἢ τῆς πανσελήνου ἢ τοῦ κλήρου τῆς τύχης), τότε σκοποῦμεν τίς αὐτῶν τὸν δυνατώτερον ἐπέχει τόπον καὶ πλείονας οἰκοδεσποτείας ἐπέχει λόγους κἀκείνῳ προσχρηστέον ἐπὶ τῶν τῆς ἀφέσεως λόγων.

     Ἄλλοι οὕτως ἐξηγήσαντο· ἐὰν δὲ συμβῇ καὶ τὰ φῶτα καὶ τὸν πρὸς τὴν αἵρεσιν οἰκοδεσπότην ἐν τοῖς τόποις εἶναι τοῖς ἀφετικοῖς, τὸν ἐν τῷ κυριωτέρῳ τόπῳ πως κατὰ τὴν τάξιν διαιρεῖσθαι, τότε δὲ μόνον τὸν οἰκοδεσπότην προκρίνειν ὅταν μετὰ τοῦ κυριωτέρῳ ἐπεῖναι τόπῳ καὶ πρὸς ἐκείνας τὰς αἱρέσεις οἰκοδεσποτείας λόγον ἔχῃ. Τοῦ δὲ ἀφέτου διακριθέντος καὶ τῶν ἀφέσεων δύο τρόπους παραληπτέον, τόν τε εἰς τὰ ἑπόμενα μόνον τῶν ζῳδίων ὑπὸ τὴν καλουμένην ἀκτινοβολίαν, ὅταν ἐν τοῖς ἀπηλιωτικοῖς (τουτέστι τοῖς ἀπὸ τοῦ μεσουρανήματος ἐπὶ τὸν ὡροσκόπον τόποις) ᾖ ὁ ἀφέτης, καὶ τὸν οὐ μόνον εἰς τὰ ἑπόμενα, ἀλλὰ καὶ εἰς τὰ προηγούμενα κατὰ τὴν λεγομένην ὡριμαίαν ὅταν ἐν τοῖς ἀποκεκλικόσι τοῦ μεσουρανήματος τόποις ᾖ ὁ ἀφέτης.

     Τούτων δὲ οὕτως ἐχόντων ἀναιρετικαὶ γίνονται μοῖραι κατὰ μὲν τὴν εἰς τὰ προηγούμενα τῶν ζῳδίων ἄφεσιν ἡ τοῦ δυτικοῦ ὁρίζοντος μόνη διὰ τὸ ἀφανίζειν τὸν κύριον τῆς ζωῆς, αἱ δὲ τῶν οὕτως ὑπαντώντων ἢ μαρτυρούντων ἀστέρων ἀφαιροῦσι μόνον καὶ προστιθέασιν ἔτη τοῖς μέχρι τῆς καταδύσεως τοῦ ἀφέτου συναγομένοις καὶ οὐκ ἀναιροῦσι διὰ τὸ μὴ αὐτοὺς ἐπιφέρεσθαι τῷ ἀφετικῷ τόπῳ ἀλλ’ ἐκεῖνον τοῖς αὐτῶν, καὶ προστιθέασι μὲν οἱ ἀγαθοποιοί, ἀφαιροῦσι δὲ οἱ κακοποιοί, τοῦ Ἑρμοῦ πάλιν ὁποτέροις ἂν αὐτῶν σχηματισθῇ προστιθεμένου. Ὁ δὲ ἀριθμὸς τῆς προσθέσεως ἢ ἀφαιρέσεως θεωρεῖται διὰ τῆς καθ’ ἕκαστον μοιροθεσίας· ὅσοι γὰρ ἂν ὦσι τῆς ἑκάστου μοίρας ὡριαῖοι χρόνοι ἐν τῷ οἰκείῳ κλίματι, ἡμέρας μὲν οὔσης οἱ τῆς ἡμέρας, νυκτὸς δὲ οἱ τῆς νυκτός (τουτέστιν οἱ διάμετροι), τοσοῦτον πλῆθος ἐτῶν ἔσται τὸ τέλειον ὅπερ ἐπὶ τῆς ἀνατολῆς αὐτῶν ὄντων λογιστέον, εἶτα κατὰ τὸ ἀνάλογον τῆς ἀποχωρήσεως ὑφαιρετέον ἕως ἂν πρὸς τὰς δύσεις εἰς τὸ μηδὲν καταντήσῃ.

     Τὸν ἀπὸ τοῦ μεσουρανήματος ζῳδίου τόπον ἕως τοῦ ὡροσκοποῦντος ὑπὸ τὴν ἀκτινοβολίαν καλεῖ καὶ ἑπόμενον, τὸν δὲ ἀπὸ τοῦ μεσουρανοῦντος ἀποκλίματος (τουτέστιν ἀπὸ τοῦ θ′) ἕως τοῦ δύνοντος προηγούμενον τεταρτημόριον ὀνομάζει. Ἐν τούτῳ τοίνυν τῷ τόπῳ ἐὰν εὑρεθῇ τις ἀφέτης, οὐ μόνον, φησίν, εἰς τὰ ἑπόμενα τὴν ἄφεσιν περιποιεῖται, ἀλλὰ καὶ εἰς τὰ προηγούμενα, ἀνάπαλιν δ’ ἐν ἐκείνῳ οὐκ εἰς τὰ προηγούμενα τὴν ἄφεσιν ποιήσεται. Ἐὰν δὲ ὁ ἀφέτης ᾖ ἐν ταῖς ἀποκεκλικυίαις μοίραις τοῦ μεσουρανήματος, καὶ ποιήσεται ὡς ἐπὶ τὴν δύνουσαν μοῖραν ἣν ἀναιρετικὴν καλεῖ· ἐπιφέρεσθαι γὰρ αὐτήν φησι καὶ ἀφανίζεσθαι τὸν ἀφέτην κύριον ὄντα τῆς ζωῆς ὥστε καὶ οὐκ αὐτοὶ ἐκεῖνον εἰ δὲ μεταξὺ τῆς τε ἀφετικῆς μοίρας καὶ τῆς δυνούσης ἐπιπαρόντες ἢ ἀκτῖνες ἢ ἀστέρες οὕτως ἀνελεῖν δύνανται φθοροποιοὶ ὄντες, διασῶσαι ὡς ἀγαθοποιοί, ἀλλ’ οὗτοι μὲν προσθεῖναι, ἐκεῖνοι δὲ ἀφελεῖν ἀφ’ ὅλης τῆς τάξεως τῆς μεταξὺ τοῦ τε ἀφέτου καὶ τῆς δυνούσης μοίρας, τοσαῦτα δὲ ἔτη δύνασθαι ἀφελεῖν ἢ διδόναι ὅσους ἔχει ὡριαίους χρόνους προσγεγραμμένους τῇ ἑκάστου μοίρᾳ ἐφ’ ἧς ἐστιν ἐν τῷ οἰκείῳ κλίματι, ἡμέρας μὲν τοὺς τῇ ἐκείνου μοίρᾳ παρακειμένους, νυκτὸς δὲ τοὺς τῇ διαμέτρῳ. Ἀλλὰ τούτους μὲν ἰσχύειν ὁλοκλήρους ὅταν ὦσιν ἐπὶ τοῦ ὡροσκόπου, ἀφεστῶτες δ’ ἀπ’ αὐτοῦ κατὰ τὴν ποσότητα τῶν καιρικῶν ὡρῶν τοῦ μεταξὺ διαστήματος τοσαῦτα δωδέκατα ἀφαιροῦσιν ἀπὸ τῶν ὡριαίων· οὕτω γὰρ καὶ ποιῶμεν ἕως τῆς δωδεκάτης ὥρας εἰς τὸ μηδὲν καταντησούσης, ὅθεν ὡριμαῖον ἀνεκάλεσεν τὴν τοιαύτην ἄφεσιν.

     Οἷον ἔστω τινὰ ἔχειν τὸν ὡροσκόπον Κριοῦ μοίρᾳ ι′, τὸ δὲ δῦνον Ζυγοῦ μοίρᾳ ι′ ἐν κλίματι τῷ δι’ Ἑλλησπόντου, ἀφέτην δ’ εἶναι εὑρεθέντα Τοξότου μοίρᾳ η′. Ἀπὸ δὲ τῆς η′ μοίρας τοῦ Τοξότου ἕως Ζυγοῦ μοίρας ι′ συνάγεται ἡ διάστασις ὅλη τῶν βιωσίμων ἐτῶν οε′ ἔγγιστα· εἰσαγαγὼν γὰρ εἰς τὸν κανόνα τῶν ἀναφορῶν τοῦ δι’ Ἑλλησπόντου κλίματος τὴν η′ μοῖραν τοῦ Τοξότου εὑρίσκω αὐτῇ παρακειμένους χρόνους σξϛ′ λεπτὰ λζ′, τῇ δὲ τοῦ Ζυγοῦ μοίρᾳ ι′ ρϙα′ καὶ λεπτὰ μ′, καὶ ἀφελὼν τοῦ Ζυγοῦ τὰς ἐλάττονας ἀπὸ τῶν τοῦ Τοξότου λοιποὺς εὑρίσκω χρόνους οδ′ λεπτὰ νζ′ ἀναφορικοὺς οὓς εἰς ἔτη οε′ ἔγγιστα παραλαμβάνω.

     Τούτου οὕτως εὑρεθέντος ἔστω Ἄρην εἶναι Κριοῦ μοίρᾳ ι′ ὁμομοίρως τῇ ὡροσκοπούσῃ. Ἔρχομαι εἰς τὸ αὐτὸ κλίμα καὶ εὑρίσκω παρακειμένους τῇ ι′ μοίρᾳ τοῦ Κριοῦ ὡριαίους χρόνους ιε′ καὶ λεπτὰ ἑπτά· γίνονται ἔτη ιε′ μῆνες ζ′. Ἐπεὶ οὖν ὡροσκοπεῖ Ἄρης ἀφαιρεῖ ιε′ ἔτη καὶ μῆνας ζ′ ἀπὸ τῶν οε′ ἐτῶν, καὶ λοιπὰ καταλείπονται ἔτη νθ′ μῆνες ε′ ἐάνπερ μὴ ἕτερός τις ἀφαιρῆται τῶν κακοποιῶν ἢ καὶ τῶν ἀγαθοποιῶν τις προστιθῇ. Ἐὰν δὲ ὁ Ἄρης ἐπὶ τῆς ι′ μοίρας τοῦ Ζυγοῦ ᾖ οὐδὲν ἀφαιρεῖ οὐδὲ προστίθησιν, εἰ δὲ εἴη ἐπὶ τῆς μεσουρανούσης μοίρας ἀφαιρεῖ δηλονότι τὸ ἥμισυ τῶν ιε′ ἐτῶν καὶ ζ′ μηνῶν (τουτέστιν ἔτη ζ′ καὶ μῆνας θ′ καὶ ἡμέρας ιε′), καὶ ἐπὶ τῶν λοιπῶν διαστάσεων ἀπὸ τοῦ ἀνατολικοῦ σημείου κατὰ ἀνάλογον τὰ ἔτη ἀφαιρεῖν δεῖ ἕως ἂν ἀποχωρήσαντος τοῦ ἀστέρος ἢ τῆς ἀπ’ αὐτοῦ ἀκτῖνος τῇ δύσει εἰς τὸ μηδὲν καταντήσῃ· καὶ οἱ ἀγαθοποιοὶ προσθήσουσιν ὁμοίως.

     Τὸ ἀνάλογον πρὸς τὰς ὥρας, πῶς δὲ τὰς ὥρας ἃς ἀφέξουσιν τοῦ ἀνατολικοῦ ὁρίζοντος γινώσκομεν οὕτω· τὰς μεταξὺ μοίρας τοῦ ἀστέρος ἢ τῆς ἀκτῖνος καὶ τοῦ ὡροσκόπου λαβόντες παραβάλλομεν, ἡμέρας μὲν παρὰ τοὺς ὡριαίους χρόνους τοὺς παρακειμένους τῇ τοῦ Ἡλίου μοίρᾳ τοῦ γενεθλίου, νυκτὸς δὲ παρὰ τοὺς τῇ διαμετρούσῃ· ὅσαι ἂν ὧραι ἐκβῶσιν ἢ καὶ μέρη τοσαῦτα γνῶμεν ἀπέχειν τοῦ ἀνατολικοῦ ὁρίζοντος τὸν ἀστέρα ἢ τὴν ἀκτῖνα. Ἐπὶ μὲν τοῦ καλουμένου θεοῦ ὄντος τοῦ ἀφέτου ὡς εἴπομεν, ἐὰν μὲν ἐπὶ τοῦ ὡροσκόπου εἰς τὰ προηγούμενα ποιοῦμεν τὴν ἄφεσιν, ἐὰν δὲ ἐπὶ τοῦ δύνοντος τυχὼν ὁ ἀφέτης ὅρα, φησὶν ὁ Παγχάριος, μὴ ἐὰν οὕτω ποιῶμεν (τουτέστιν εἰς τὰ προηγούμενα ἀπὸ τῆς συνεγγιζούσης τῇ δυνούσῃ μοίρᾳ ἣν ἀναιρετικὴν καλεῖ) ἄχρονος ἔσται ὁ τῆς ζωῆς κύριος.

     Τοῦτο δὲ ἢ λαθεῖν Πτολεμαῖόν φησιν ἢ μὴ λαθόντα παραπέμπειν αὐτό, ὅθεν κρίνει ὅτι ἐὰν εὑρεθῇ ὁ ἀφέτης ἐπὶ τοῦ δυτικοῦ ὁρίζοντος εἰς τὰ ἑπόμενα τὴν ἄφεσιν αὐτοῦ ποιήσωμεν· οὕτω γὰρ καὶ τὸ προαναφωνηθὲν αὐτῷ συμφωνήσει περὶ τῆς ἀφέσεως τῆς οὐ μόνον εἰς τὰ ἑπόμενα, ἀλλὰ καὶ εἰς τὰ προηγούμενα. Ἐπὶ μὲν γὰρ τῶν ε′ μοιρῶν τῶν πρὸ τῆς δυνούσης οὐδὲν ἀμφισβητήσει· δεῖ μόνον, φησίν, εἶναι ὅτι εἰς τὰ ἑπόμενα οἴσομεν τὸν ἀφέτην ἐπ’ αὐτὴν τὴν δύνουσαν, ἀλλ’ ὅμως εἰ αὕτη ἀναιρετικὴ εἴη ὀλιγοχρόνια ἔσται. Εὕρομεν δὲ πολλάκις, φησίν, τῇ πείρᾳ καὶ ἐπὶ τούτων τῶν μοιρῶν καὶ ἐπὶ τῶν ἑξῆς τῇ δυνούσῃ μοίρᾳ δυνάμενον εἶναι ἀφέτην καὶ ὀλιγοχρονίας μὴ γεγονυίας τὰς γενέσεις. Περὶ μὲν οὖν τοῦ κατὰ θεὸν ζῳδίου καὶ τοῦ δυτικοῦ ὁρίζοντος τῶν τε ἀπ’ αὐτῶν ἀφέσεων τοσαῦτα εἰρήσθω.
 
    Μεταβὰς δὲ ὁ Πτολεμαῖος ἐπὶ τὸν ἕτερον τόπον τὸν ἀπὸ τοῦ μεσουρανήματος ἕως τοῦ ὡροσκόπου καὶ αὐτὸς ταῦτά φησιν· κατὰ δὲ τὴν εἰς τὰ ἑπόμενα τῶν ζῳδίων ἄφεσιν ἀναιροῦσιν οἵ τε τῶν κακοποιῶν τόποι Κρόνου καὶ Ἄρεως ἤτοι σωματικῶς ὑπαντώντων ἢ ἀκτῖνα ἐπιφερόντων ὁθενδήποτε τετράγωνον ἢ διάμετρον, ἐνίοτε δὲ καὶ ἐπὶ τῶν ἀκουόντων ἢ βλεπόντων κατ’ ἰσοδυναμίαν ἑξάγωνον, καὶ αὐτὸς ὁ τῷ ἀφετικῷ τόπῳ τετράγωνος ἀπὸ τῶν ἑπομένων, ἐνίοτε δὲ καὶ ἐπὶ τῶν πολυχρονούντων δωδεκατημορίων κακωθεὶς ὁ ἑξάγωνος, ἐπὶ δὲ τῶν ὀλιγοχρονούντων ὁ τρίγωνος. Ἐπὶ δὲ τοῦ ἀφέτου τὴν ἄφεσιν ἀφιέντος ἐν τῷ ἑτέρῳ τόπῳ τῷ ἀπὸ τοῦ μεσουρανοῦντος ζῳδίου ἕως τοῦ ὡροσκοποῦντος παρατηρητέον, φησίν, τὰς ὑπαντήσεις τῶν κακοποιῶν Κρόνου καὶ Ἄρεως σωματικῶς ἐν τῷ αὐτῷ ζῳδίῳ ἢ καὶ ἐν τῷ ἑξῆς ἢ ἀκτῖνα ἐπιφερόντων τετράγωνον ἢ διάμετρον ὁθενδήποτε ἐν ταῖς ἑξῆς μέντοι ὁμοίως τοῦ ἀφέτου μοίραις· ὑποτίθεται γὰρ τὸν μὲν ἀφέτην ὡς ἀκίνητον, τὸν δὲ ἀναιρέτην ἐπὶ τὸν ἀφέτην παραγίνεσθαι καὶ οὕτως ἀναιρεῖν.

     Τὰ μὲν οὖν τετράγωνα σχήματα καὶ διάμετρα ὡς ἀναιρετικὰ παρειλήφαμεν, τὰ δὲ τρίγωνα ὡς συμπαθῆ καὶ τὰ ἑξάγωνα δέ, ἀλλὰ ἀσθενέστερα, ὁμοίως. Ἐνίοτε, φησίν, καὶ ἐκ τούτων ἀναίρεσις γίνεται οὐ μέντοι ἁπλῶς οὐδὲ ὡς ἔτυχεν, ἀλλ’ ὡς ἐπὶ τῶν ἀκουόντων καὶ βλεπόντων ζῳδίων κατ’ ἰσοδυναμίαν ἑξάγωνον. Ἀκούειν δὲ ἀλλήλων λέγονται τὰ ἀπὸ τῶν ἰσημερινῶν ζῳδίων κατ’ ἴσον ἀλλήλων διεστῶτα. Καὶ αὐτὰ τὰ δύο ἰσημερινὰ Θρασύλλῳ οὐ δοκεῖ ἀκούειν Κριὸν Ζυγοῦ ἢ Ζυγὸν Κριοῦ οὐδὲ βλέπειν ἄλληλα διὰ τὸ ἐπισκοπεῖν τὸ κύκλωμα τῆς γῆς (ὅπερ καὶ ἐπὶ τῶν λοιπῶν δύο τροπικῶν ζῳδίων) τὰ ἰσημερινά. Βλέποντα δὲ τὰ ἴσον ἀπέχοντα τῶν τροπικῶν καὶ αὐτὰ τὰ τροπικά, ἰσοδυναμοῦντα δὲ ἑξάγωνα ἐστὶν ὅταν ἐν β′ ζῳδίοις ἡ ἀπόστασις ἑξηκοντάμοιρος ᾖ. Οἷον ὁ ἀφέτης ἔστω Ἰχθύων μοίρᾳ α′, ὁ δὲ ἀναιρέτης Κριοῦ μοίρᾳ λ′· τοῦτο τὸ ἑξάγωνον ἀναιρετικὸν γίγνεται ὅτι κατ’ ἴσον ἀφεστήκασι τοῦ ἰσημερινοῦ (τουτέστιν ἐν τοῖς ἀκούουσι) καὶ ἑξηκοντάμοιρον ἔχει διάστασιν. ¨Ομοίως ἐπὶ τῶν βλεπόντων ἄλληλα ζῳδίων ἐὰν ᾖ ὁ ἀφέτης ἐν τῇ πρώτῃ μοίρᾳ τῶν Διδύμων, ὁ δὲ ἀναιρέτης ἐν τῇ λ′ μοίρᾳ τοῦ Καρκίνου· καὶ οὕτω γὰρ τυγχάνον τὸ ἑξάγωνον σχῆμα ἀναιρεῖ.

     Καὶ πάλιν φησίν· ἐνίοτε ἐπὶ τῶν πολυχρονούντων ζῳδίων κακωθεὶς ὁ ἑξάγωνος (δηλονότι παρεκταθεὶς εἰς τὴν τετράγωνον πλευρὰν σύνεγγυς) καὶ ἀναιρεῖ, ἐπὶ δὲ τῶν ὀλιγοχρονούντων πάλιν κακωθεὶς ὁ τρίγωνος (τουτέστιν ὑπὸ τῶν ὀλιγαναφόρων ζῳδίων συσταλεὶς εἰς τὴν τετράγωνον ὁμοίως σύνεγγυς πλευράν) καὶ ἀναιρεῖ. Τοῦτο δὲ τὸ λεχθὲν ὑπὸ Πτολεμαίου καὶ περὶ τῶν εἰρημένων μοιρῶν. Φησὶν ἐξ ἀρχῆς ὁ Παγχάριος περὶ τοῦ ἀκριβοῦς μεσουρανήματος· συνίσταται δι’ οὗ καὶ ἐκεῖ ὑπῃνίξατο ὡς μὴ δεῖν τοῖς τρισὶ τόποις τοῖς περὶ τὸ μεσουράνημα τριακοντάμοιρον διάστασιν ἀεὶ διδόναι. Ἀναιρετικοὶ δὲ τόποι διὰ μέσων τῶν ῥηθέντων, εἶπεν, καὶ αὐτὸς ὁ τῷ ἀφετικῷ τόπῳ τετράγωνος· τὴν γὰρ τετράγωνον πλευρὰν καὶ χωρὶς κακοποιοῦ ἀδύνατον ὑπερβαίνειν, ὃν καὶ ἄφευκτον ὡρίσαντο οἱ παλαιοί.

     Ἑξῆς δὲ ὁ Πτολεμαῖος γράφει. Σελήνης δὲ ἀφιείσης καὶ ὁ τοῦ Ἡλίου τόπος ἀναιρεῖ· ἰσχύουσι γὰρ κατὰ τὴν τοιαύτην ἄφεσιν αἱ ὑπαντήσεις καὶ ἀναιρεῖν καὶ σῴζειν ἐπειδὴ καὶ αὗται τῷ τοῦ ἀφέτου τόπῳ ἐπιφέρονται. Οὐ πάντοτε μέντοι τούτους τοὺς τόπους καὶ πάντως ἀναιρεῖν ἡγητέον, ἀλλὰ μόνον ὅταν ὦσι κεκακωμένοι· παραποδίζονται γὰρ ἐάν τε εἰς ἀγαθοποιοῦ ὅριον ἐκπέσωσιν, ἐάν τίς τε τῶν ἀγαθοποιῶν ἀκτῖνα ἐπιφέρῃ ἢ τετράγωνον ἢ τρίγωνον ἢ διάμετρον ἤτοι πρὸς αὐτὴν τὴν ἀναιρετικὴν μοῖραν ἢ εἰς τὰ ἑπόμενα αὐτῆς (ἐπὶ μὲν Διὸς μὴ ὑπὲρ τὰς ιβ′ μοίρας, ἐπὶ δὲ Ἀφροδίτης μὴ ὑπὲρ τὰς η′), ἐάν τε σωμάτων ὄντων ἀμφοτέρων τοῦ τε ἀφιέντος ἢ τοῦ ὑπαντῶντος μὴ τὸ αὐτὸ πλάτος ᾖ ἀμφοτέρων.

     Ὅταν οὖν ᾖ πλείονα ἑκατέρωθεν τά τε βοηθοῦντα καὶ κατὰ τὸ ἐναντίον ἀναιροῦντα, σκεπτέον τὴν ἐπικράτησιν ὁποτέρου τῶν εἰδῶν κατά τε τὸ πλῆθος τῶν συλλαμβανομένων αὐτοῖς καὶ κατὰ τὴν δύναμιν, κατὰ μὲν τὸ πλῆθος ὅταν αἰσθητῶς πλείονα ᾖ τὰ ἕτερα τῶν ἑτέρων, κατὰ δὲ δύναμιν ὅταν τῶν βοηθούντων ἢ ἀναιρούντων ἀστέρων οἱ μὲν ἐν οἰκείοις τόποις ὦσιν, οἱ δὲ μή, μάλιστα δ’ ὅταν ὦσιν οἱ μὲν ἀνατολικοί, οἱ δὲ δυτικοί. Καθόλου γὰρ τῶν ὑπὸ τὰς αὐγὰς ὄντων οὐδένα προσληπτέον οὔτε πρὸς ἀναίρεσιν οὔτε πρὸς βοήθειαν πλὴν ἢ μὴ Σελήνης ἀφέτιδος οὔσης αὐτὸς ὁ τοῦ Ἡλίου τόπος ἀνέλῃ συντετραμμένος μὲν ὑπὸ τοῦ συνόντος κακοποιοῦ, διὰ μηδενὸς τῶν ἀγαθοποιῶν ἀναλελυμένος.

     Σελήνης δὲ ἀφιείσης, φησίν, καὶ ὁ ἡλιακὸς τόπος ἀνελεῖν δύναται μάλιστα ἐὰν συντραπῇ ὑπό τινος φθοροποιοῦ συνόντος, ὑπὸ μηδενὸς δὲ ἀναλυθῇ ἀγαθοποιοῦ, καὶ πάλιν σῴζειν δύναται τὸ ἐναντίον ἔχων. Ἐπάγει δὲ καὶ ἐπὶ πάντων τὴν αὐτὴν αἰτίαν παρατηρεῖσθαι τῆς φθοροποιοῦ δυνάμεως ἐὰν εἰς ὅρια ἐκπέσωσιν ἀγαθοποιοῦ ἢ ἐὰν τῶν ἀγαθοποιῶν τις ἀκτῖνα συνεπιφέρηται τετράγωνον ἢ τρίγωνον ἢ διάμετρον ἤτοι ἰσομοίρως πρὸς αὐτὴν τὴν ἀναιρετικὴν μοῖραν ἢ εἰς τὰ ἑπόμενα αὐτῆς (ἐπὶ μὲν Διὸς μὴ ὑπὲρ τὰς ιβ′ μοίρας, ἐπὶ δὲ Ἀφροδίτης μὴ ὑπὲρ τὰς η′ μοίρας)· εἰ μέντοι κατὰ σῶμα γίνοιτο ἡ ἀναίρεσις δεῖ σκοπεῖν εἰ εἰς τὸ αὐτὸ πλάτος (κατὰ τὸν αὐτὸν ἄνεμον) τρέχουσιν ὅ τε ἀναιρέτης καὶ ὁ ἀφέτης· ἐὰν γὰρ ὦσιν οὕτως ἀναίρεσις γίνεται. Αὐτοὺς δὲ τοὺς ὑπὸ τὰς αὐγὰς ἀστέρας ἀδρανεῖς εἶναι πρὸς τὸ ἀναιρεῖν ἢ σῴζειν. Ἐπιλέγει δὲ ὡς δεήσει τά τε βοηθοῦντα καὶ τὰ βλάπτοντα συγκρίνειν ὁποῖα ἐπικρατεῖ ἔκ τε τοῦ πλήθους καὶ τῆς δυνάμεως ἑκατέρων πρὸς ἐπίτασιν ἢ ἄνεσιν τῶν ἑκατέρων.

     Ταῦτα παραγγείλας διαβαίνει εἰς τὸν περὶ διαστάσεων λόγον, τουτέστι τοὺς βιωσίμους χρόνους ὅπως χρὴ λογίζεσθαι διδάσκων καὶ αἰτιώμενος ἅμα τοὺς πρὸ αὐτοῦ οὐκ εὐλόγως τοῖς ἀναφορικοῖς χρόνοις χρωμένους μόνοις, ἀλλὰ τότε μόνοις φησὶ δεῖν χρῆσθαι ὅταν ἡ ἄφεσις ἀπὸ τοῦ ὡροσκόπου γίνηται ἤ τινος τῶν ἐπ’ αὐτοῦ ἐπόντων ἀστέρων, ἐπὶ μὲν τοῦ μεσουρανήματος τοῦ ἀφέτου ὄντος ταῖς συμμεσουρανήσεσι ταῖς ἐπὶ τῆς ὀρθῆς σφαίρας δεῖν χρῆσθαι, ἐπὶ δὲ τοῦ δυτικοῦ ὁρίζοντος ταῖς καταφοραῖς (τουτέστι ταῖς τῶν διαμέτρων ἀναφοραῖς), ἐπὶ δὲ τῶν μεταξὺ τούτων ὄντος τοῦ ἀφέτου ἀναλόγως τῇ πρὸς τὰ β′ τὰ περιέχοντα αὐτὸν κέντρα θέσει. Ὡς μὲν συντόμως εἰπεῖν τοῦτο βούλεται ἐπειδὴ αἰτίαν τῆς ἀνισότητος τῆς τοιαύτης διελεύσεως τῶν χρόνων ἀποδίδωσι διδασκαλικῶς αὐτὴν προσάγων καὶ γραμμικῶς.

     Φέρε καὶ ἡμεῖς προσθήσωμεν τῷ μέρει τούτῳ. Οἱ ἰσημερινοὶ χρόνοι, φησίν, ὁμαλῶς διέρχονται καὶ τὸν ὁρίζοντα καὶ τὸν μεσημβρινὸν ἐπὶ τῆς ὀρθῆς σφαίρας· ἀνατέλλει τε γὰρ καὶ δύνει τὰ ζῴδια τῶν αὐτῶν χρόνων ὅσων καὶ μεσουρανεῖ πανταχόθεν, καὶ διὰ τοῦτο χρησίμους ἡγεῖται εἶναι πρὸς τὸ προκείμενον. Ἐπειδὴ οὐδὲν δ’ ἕτερον πρόκειται νυνὶ ἰδεῖν μετὰ πόσους ἰσημερινοὺς χρόνους ἡ δοκοῦσα ἀναιρετικὴ μοῖρα παραγίνεται ἐπὶ τὸν τοῦ ἀφέτου τόπον καὶ ἐπειδὴ οὐκ ἐν πᾶσι δὴ τοῖς κλίμασιν ὁμαλῶς οἱ χρόνοι διέρχονται ὡς ἐπὶ τῆς ὀρθῆς σφαίρας (ἄλλοι μὲν γὰρ οἱ τῆς ἀνατολῆς, ἄλλοι τῆς μεσουρανήσεως, καὶ ἕτεροι τῆς καταδύσεως, ὧν τὴν παραλλαγὴν εὑρεῖν ἐν τοῖς ἀναφορικοῖς κανόσιν), διὰ τοῦτο ἐὰν εὑρεθῇ ἀφέτης μεταξὺ τῶν κέντρων δεῖ γνῶναι καὶ ἐνταῦθα μετὰ πόσους ἰσημερινοὺς χρόνους ἐπὶ τὴν τοιαύτην ἥξει θέσιν ἡ ἀναιρετικὴ μοῖρα. Ἀνάγκη γὰρ παραλλαγήν τινα τῶν χρόνων εἶναι τῆς διελεύσεως παρὰ τοὺς ἐν τοῖς κέντροις.
 
    Πῶς δὲ ἡ διαφορὰ καὶ τίνα τρόπον δηλοῖ διὰ τούτων. Ὅμοιος μὲν γὰρ καὶ ὁ αὐτὸς τόπος ἐστὶν ὁ τὴν ὁμοίαν καὶ ἐπὶ τὰ αὐτὰ μέρη διάθεσιν ἔξων ἅμα πρός τε τὸν ὁρίζοντα καὶ τὸν μεσημβρινόν· τοῦτο δὲ ἔγγιστα συμβέβηκε τοῖς ἐφ’ ἑνὸς κειμένοις ἡμικυκλίου τῶν γραφομένων διὰ τῶν τομῶν τοῦ μεσημβρινοῦ καὶ τοῦ ὁρίζοντος ὧν ἕκαστον κατὰ τὴν αὐτὴν θέσιν τὴν ἴσην ἔγγιστα καιρικὴν ὥραν ποιεῖ. Ὥσπερ δ’ ἂν περιάγηται περὶ τὰς εἰρημένας τομὰς ἔρχεται μὲν παρὰ τὴν αὐτὴν θέσιν καὶ τῷ ὁρίζοντι καὶ τῷ μεσημβρινῷ, τοὺς δὲ τῆς ἐλεύσεως τοῦ ζῳδιακοῦ χρόνους ἀνίσους ἐφ’ ἑκατέρου ποιεῖ, τὸν αὐτὸν τρόπον καὶ κατὰ τὰς τῶν ἄλλων ἀποστάσεων θέσεις δι’ ἀνίσων ἐκείνοις χρόνων τὰς παρόδους ἀπεργάζεται.

     Πάλιν ὁ Παγχάριος ἐξηγεῖται τὸν τόπον τοῦτον οὕτως. Ὥσπερ οὖν εἴπομεν, φησίν, ἐπὶ τῆς λοξώσεως τοῦ ζῳδιακοῦ πρὸς τὸν ἰσημερινὸν ὅμοιός ἐστι καὶ ὁ αὐτὸς ὁ τὴν ὁμοίαν καὶ ἐπὶ τὰ αὐτὰ μέρη θέσιν ἔχων ἅμα πρός τε τὸν ὁρίζοντα καὶ τὸν μεσημβρινόν· κἂν μεταξὺ γὰρ ᾖ τῶν κέντρων ἡ τοῦ ἀφέτου μοῖρα ἐπὶ τοῦ ζῳδιακοῦ τὴν αὐτὴν καὶ ἐπὶ τὰ αὐτὰ μέρη θέσιν ἔχῃ, εἰ πρὸς τὰ βορειότερα τοῦ ἰσημερινοῦ ἢ νοτιώτερα προσείη ἡ λόξωσις, καὶ ὁμοίαν ἐπὶ τοῦ μεσημβρινοῦ καὶ ὁρίζοντος ἕξει θέσιν. Συμβαίνει δέ, φησίν· ἐὰν ἡμικύκλιον ποιήσαντες ἀπὸ τῶν τομῶν τοῦ τε ὁρίζοντος καὶ τοῦ μεσημβρινοῦ (αὗται δὲ αἱ τομαί εἰσι τό τε ἔξαρμα τὸ τῆς σφαίρας καὶ τὸ διάμετρον αὐτῆς) καὶ περιστρέφοντες διαγάγωμεν διὰ τῆς μοίρας τοῦ ζῳδιακοῦ ταύτης, ζητῶμεν δὲ τὸ τὴν μὲν διάστασιν τὴν αὐτὴν ἀπὸ τοῦ μεσημβρινοῦ συναπέχον σημεῖον ἕτερον τοῦ ζῳδιακοῦ, ἕως τοῦ εἰρημένου ἡμικυκλίου περιενεχθείσης τῆς σφαίρας τὰς αὐτὰς ἔγγιστα καιρικὰς ὥρας ποιεῖ ταῖς τῆς ἐξ ἀρχῆς θέσεως ἀπὸ τοῦ μεσημβρινοῦ.

     Ὥσπερ δέ, φησίν, τῆς στροφῆς γινομένης ἡ αὐτὴ θέσις ἦν (ὥσπερ εἴπομεν) ἐπὶ τῶν κέντρων (τουτέστιν ἐπὶ τοῦ μεσημβρινοῦ καὶ τοῦ ὁρίζοντος), αἱ δὲ τοῦ ζῳδιακοῦ διελεύσεις ἄνισοι ἐφ’ ἑκατέρου εἰσίν, οὕτω κἂν μεταξὺ τούτων (τουτέστι τοῦ τε ὁρίζοντος καὶ τοῦ μεσημβρινοῦ) ᾖ ἡ θέσις, δι’ ἀνίσων ἐκείνοις χρόνων αἱ διελεύσεις ἔσονται.

     Τὴν αἰτίαν οὖν ταύτην εἰπὼν τῇ μεθόδῳ χρῆται. Λαβὼν γάρ, φησίν, τὴν μεσουρανοῦσαν μοῖραν καὶ τὴν τοῦ ἀφέτου (ἣν προηγουμένην καλεῖ) καὶ τὴν ἀναιρετικὴν μοῖραν (ἣν ἑπομένην καλεῖ) σκόπει τὴν τῆς προηγουμένης θέσιν πόσας καιρικὰς ὥρας ἀπέχει τοῦ μεσημβρινοῦ. Γίγνεται δὲ τοῦτο οὕτως (δεήσει γὰρ σαφέστερον ἐκθέσθαι τὴν μέθοδον ἐπειδὴ καὶ ἐπὶ πάσης ἐκθέσεως κέχρηται ταύτῃ ὡς ἀκριβεστάτῃ). Ὅσας οὖν ὥρας ἀπέχει τοῦ μεσημβρινοῦ ποιοῦμεν οὕτως. Ὁρῶμεν ἐπὶ τῆς ὀρθῆς σφαίρας πόσαι ἀναφορῶν μοῖραι παράκεινται αὐτῷ τῷ μεσουρανήματι καὶ πόσαι τῷ ἀφέτῃ, καὶ ἀφελόντες ἀπὸ τῶν πλειόνων τὰς ἐλάττονας τὰς λοιπὰς μερίζομεν παρὰ τὸ ὡριαῖον μέγεθος τὸ παρακείμενον τῇ τοῦ ἀφέτου μοίρᾳ ἐν τῷ οἰκείῳ κλίματι εἰ ὑπὲρ γῆν εἴη, εἰ δὲ ὑπὸ γῆν (τουτέστιν ἐν ταῖς περὶ τὸν ὁρίζοντα) τὸ τῇ διαμέτρῳ αὐτῇ παρακείμενον, καὶ τὰς ἐκ τούτου μεμερισμένας ὥρας ἢ καὶ μέρος ἔχομεν ἃς ἀπέχει ὁ ἀφέτης τοῦ μεσουρανήματος.

     Ἔπειτα τὸν ἑπόμενον τόπον ὁρῶμεν ποίαν καὶ αὐτὸς θέσιν ἔχει πρὸς τὸ μεσουράνημα, ἰδόντες πάλιν καὶ αὐτῷ τί παράκειται ἐπὶ τῆς ὀρθῆς σφαίρας καὶ συγκρίναντες πρὸς ἃς ἔχομεν τοῦ μεσουρανήματος, τουτέστιν ἀφελόντες τὰς ἐλάττονας ἀπὸ τῶν πλειόνων. Ἔχοντες οὖν τὰς ὑπολοίπους τῆς θέσεως αὐτοῦ, πάλιν δὲ ἰδόντες ἐν τῷ οἰκείῳ κλίματι τί παράκειται αὐτοῦ τοῦ ἀναιρέτου (ἑπομένου) τῇ μοίρᾳ ἐὰν ὑπὲρ γῆν ᾖ ὁ ἑπόμενος, εἰ δὲ ὑπὸ γῆν τῇ διαμέτρῳ, καὶ ἐπὶ τοῦτο τὸ ὡριαῖον πολλαπλασιάσαντες τὰς ὥρας ἃς ἀπεῖχε τοῦ μεσουρανήματος ὁ ἀφέτης (ὁ προηγούμενος), τὸν δὲ γενόμενον ἀριθμὸν συγκρινόμενοι πρὸς ὃν ἔχομεν τῆς θέσεως τοῦ ἑπομένου (τουτέστιν ἀφαιροῦμεν τὰς ἐλάττονας ἀπὸ τῶν πλειόνων) καὶ τοὺς λοιποὺς ἕξομεν χρόνους μεθ’ οὓς φήσομεν τὸν ἑπόμενον τόπον ἥξειν ἐπὶ τὸν τοῦ προηγουμένου, οἵπερ χρόνοι ἰσαρίθμους ἐνιαυτοὺς ποιοῦσιν. Ἡ μὲν δὴ μέθοδος αὕτη καθολική τέ ἐστι καὶ ἀκριβεστέρα· ἐπὶ πάσης γὰρ θέσεως ὄντος τοῦ ἀφέτου τὸ ἀκριβὲς εὑρίσκει.
 
    Ἐφοδεύεται δὲ τῷ Πτολεμαίῳ ἀπὸ τῆς προειρημένης αἰτίας· ἀναστρέψας γὰρ αὐτήν φησιν· ἐπειδὴ τὰς αὐτὰς καιρικὰς ὥρας ἀπέχοντα τὰ τοῦ μεσημβρινοῦ τμήματα τοῦ ζῳδιακοῦ καθ’ ἑνὸς καὶ τοῦ αὐτοῦ γίγνεται τῶν προειρημένων ἡμικυκλίων, δεήσει λαβεῖν μετὰ πόσους ἰσημερινοὺς χρόνους καὶ τὸ ἑπόμενον τμῆμα τὰς ἴσας καιρικὰς ὥρας ἀφέξει τοῦ μεσημβρινοῦ τῇ προηγουμένῃ. Ταῦτα μὲν εἰληφότες ἐπισκεψόμεθα πόσους κατὰ τὴν ἐξ ἀρχῆς θέσιν ἀπέχει ἰσημερινοὺς χρόνους καὶ ἡ ἑπομένη μοῖρα τῆς κατὰ τὸ αὐτὸ μεσουράνημα διὰ τῶν ἀναφορῶν πάλιν τῆς ὀρθῆς σφαίρας. Πόσας ποτὲ τὰς καιρικὰς ὥρας ἐποίει τῇ προηγουμένῃ πολυπλασιάσαντες καὶ ταύτας ἐπὶ τὸ πλῆθος τῶν τῆς ἑπομένης μοίρας ὡριαίων χρόνων (εἰ μὲν πρὸς τὸ ὑπὲρ γῆν εἴη μεσουράνημα πάλιν ἡ σύγκρισις τῶν καιρικῶν ὡρῶν τῶν ἡμερινῶν, εἰ δὲ πρὸς τὸ ὑπὸ γῆν τῶν τῆς νυκτός) καὶ τοὺς γιγνομένους ἐκ τῆς ὑπεροχῆς ἀμφοτέρων τῶν διαστάσεων λαβόντες ἔχομεν τὸ τῶν ἐπιζητουμένων ἐτῶν πλῆθος.

     Ἐν τούτοις, ὡς ἔφην, ἀναστρέψας φαίνεται τὸν λόγον ἵνα τὴν θέσιν τὴν αὐτὴν τῷ ἑπομένῳ παρασχῇ ἣν εἶχεν ὁ ἀφέτης, τὰς ἴσας αὐτῶν καιρικὰς ὥρας ἃς ἀπεῖχε τοῦ μεσουρανήματος ὁ προηγούμενος ἔκ τε τῶν ὑπολειπομένων τόπων χρόνων πλῆθος εὑρίσκων.

     Ἵνα δὲ φανερώτερον, φησίν, γένηται τὸ λεγόμενον ὑποκείσθω ὑπόδειγμα. Καὶ ὑποτίθεται τὸν μὲν ἀφέτην εἶναι ἐπὶ τῆς τοῦ Κριοῦ ἀρχῆς, τὸν δὲ ἑπόμενον ἐπὶ τῆς τῶν Διδύμων, κλίμα δὲ τὸ διὰ τῆς κάτω Αἰγύπτου. Διαφόροις δὲ ταῖς θέσεσι χρῆται. Πρῶτον μὲν ὡς ὡροσκοποῦντος τοῦ ἀφέτου, καὶ ἐπειδὴ οὗτος ἓξ ὥρας ἀπέχει μεσουρανήματος (ὡροσκόπος ἀπέχει γὰρ μοίρας ϙ′ τῆς κατὰ κορυφήν, ὡριαίων δὲ χρόνων μέγεθος ἔχει μοίρας ιε′ παρ’ ἃς μερισθεῖσαι αἱ ϙ′ ποιοῦσιν ὥρας ϛ′), λαμβάνει δὲ καὶ τοὺς ἐν τῇ ἑπομένῃ (τουτέστι τῇ τῶν Διδύμων ἀρχῇ) ὡριαίους χρόνους ἐν τῷ αὐτῷ κλίματι οἵ εἰσιν ἔγγιστα ιζ′ καὶ πολλαπλασιάζει τὰς ιζ′ ἐπὶ τὰς ἓξ ὥρας, καὶ γίνονται χρόνοι ρβ′.

     Πάλιν οὖν δεῖ λαμβάνειν αὐτῆς τῆς ἑπομένης (τῶν Διδύμων ἀρχῆς) τὴν θέσιν τὴν ἐξ ἀρχῆς πρὸς τὸ μεσουράνημα (τουτέστι πρὸς τὴν ἀρχὴν τοῦ Αἰγοκέρωτος), καὶ εὑρὼν ἐν τῇ ὀρθῇ σφαίρᾳ τὴν πρώτην τῶν Διδύμων οὖσαν ἐν χρόνοις ρμη′ καὶ ἀφελὼν τοὺς ρβ′ τῶν ϛ′ ὡρῶν λοιποὺς ἔσχε μϛ′ τῆς διαστάσεως οἵπερ ἐκ τῶν ἀναφορῶν τοῦ Κριοῦ καὶ Ταύρου συνάγονται ἐν τῷ γ′ κλίματι. Μετὰ ταῦτα ὑποτίθεται τὸν ἀφέτην πάλιν μεσουρανεῖν· ἐνταῦθα ἐπειδὴ μεσουρανούσης μοίρας ἐστὶν μόνον τῇ θέσει τοῦ ἑπομένου χρῆται ἐπὶ τῆς ὀρθῆς σφαίρας, ἀπέχει δὲ ἡ ἀρχὴ τῶν Διδύμων τῆς τοῦ Κριοῦ νη′.

     Ἐκ τρίτου ὑποτίθεται τὸν ἀφέτην δύνειν ἀπέχοντα τῆς μεσουρανούσης μοίρας ὥρας ϛ′. Ἐπὶ ταύτας πάλιν πολλαπλασιάζει τοὺς τοῦ ἑπομένου χρόνους ιζ′, καὶ γίνεται ρβ′. Ἐπειδὴ οὖν μεσουρανεῖ νῦν ἐπὶ ταύτης τῆς διαθέσεως ἡ ἀρχὴ τοῦ Καρκίνου, ἡ δὲ τῶν Διδύμων ἀρχὴ εἰς τὰ προηγούμενά ἐστι τοῦ Καρκίνου χρόνοις λβ′, διὰ τοῦτο ἀφελὼν τούτους ἀπὸ τῶν ρβ′, λοιποὶ χρόνοι ο′. Ὁ δὲ αὐτὸς ἀριθμὸς εὑρίσκεται ἐπὶ τῶν καταδύσεων Κριοῦ καὶ Ταύρου, τουτέστιν ὅσων χρόνων τὰ διάμετρα αἵ τε Χηλαὶ καὶ ὁ Σκορπίος ἀναφέρονται. Μετὰ δὲ τὴν τῶν γ′ κέντρων διαφορὰν ὑποτίθεται τὸν ἀφέτην μεταξὺ ὄντα τοῦ μεσημβρινοῦ καὶ τοῦ δυτικοῦ ὁρίζοντος καὶ ἐκτίθεται μεσουρανεῖν Ταύρου μοῖραν ιη′. Ἐπεὶ τοίνυν ἡ τοῦ Κριοῦ ἀρχὴ ἔχει μὲν ὡριαίους χρόνους ιε′, τῆς δὲ τοῦ Ταύρου μοίρας ιη′ ἀπέχει χρόνους ἐπὶ τῆς ὀρθῆς σφαίρας ἔγγιστα με′, μερίσας αὐτοὺς παρὰ τὸν ιε′ εὑρίσκει ἀπέχοντα τὸν ἀφέτην τοῦ μεσουρανήματος καιρικὰς ὥρας γ′. Καὶ ταύτας πολυπλασιάσαντες ἐπὶ τὸ ὡριαῖον τοῦ ἑπομένου μέγεθος (τουτέστιν ἐπὶ τὸν ιζ′), γίνεται να′. Ἀπέχει δὲ καὶ ἡ ἀρχὴ τῶν Διδύμων εἰς τὰ ἑπόμενα τοῦ μεσουρανήματος χρόνους ιγ′ οἷς συλλαμβάνω τοὺς να′, καὶ γίνεται ξδ′ ἔγγιστα.

     Τούτῳ μέντοι τῷ ὑποδείγματι φαίνεται οὐκ ἀκολούθως τοῖς προειρημένοις αὐτὸς κεχρημένος· ἐχρῆν γὰρ ἐπειδὴ ἐν τῷ θ′ ὑπέθετο τὸν ἀφέτην ζητεῖν πότε εἰς τὴν δύνουσαν ἥξει ἣν ἀναιρετικὴν καλεῖ, ὁ δὲ ἐζήτησε πότε ὁ ἑπόμενος τόπος ἥξει εἰς τὸν ἀφέτην, τουτέστιν ἡ ἀρχὴ τῶν Διδύμων ἐπὶ τὴν ἀρχὴν τοῦ Κριοῦ.

     Ἄλλην δὲ μέθοδον ἁπλουστέραν φησὶν ὅτι ἐὰν εὑρεθῇ ὁ ἀφέτης μεταξὺ τῶν κέντρων (φέρε εἰπεῖν τοῦ μεσουρανήματος καὶ τοῦ δύνοντος) χρὴ τὰς μεσουρανήσεις καὶ τὰς συγκαταδύσεις λαβεῖν ὡς ἐπὶ τῶν προκειμένων μεσουρανήσεων νη′, συγκαταδύσεων ο′. Ἔπειτα μαθόντες ὡς πρόκειται πόσας καιρικὰς ὥρας ἀπέχει ὁ ἀφέτης τοῦ ὁποτέρου τῶν κέντρων, ὅσον ἂν ὦσι μέρος αὗται τῶν τοῦ τεταρτημορίου καιρικῶν ὡρῶν ϛ′, τοσοῦτον μέρος τῆς ἀμφοτέρων τῶν συναγωγῶν ὑπεροχῆς προσθήσομεν ἢ ἀφελοῦμεν τῷ συγκρινομένῳ κέντρῳ. Οἷον ἐπεὶ τῶν προκειμένων ἡ ὑπεροχὴ χρόνων ἐστὶ ιβ′, ὑπέκειτο δὲ ὁ ἀφέτης ἀπέχειν τὰς τρεῖς ὥρας ἑκατέρου κέντρου αἵ εἰσιν ἥμισυ τῶν ϛ′, καὶ τὸ ἥμισυ ἄρα τῶν ιβ′ ἤτοι τοῖς νη′ προσθῶμεν ἢ ἀπὸ τῶν ο′ ἀφελοῦμεν, καὶ ἔσονται χρόνοι ξδ′. Εἰ δέ γε δύο ὥρας ἀπεῖχεν ὁ ἀφέτης ὁποτέρου τῶν κέντρων αἵ εἰσι τῶν ϛ′ ὡρῶν γ′ μέρος, τὸ γ′ πάλιν τῆς ὑπεροχῆς τῶν ιβ′ (τουτέστι δ′) εἰ μὲν ἡ τῶν β′ ὡρῶν ἀποχὴ ἀπὸ τοῦ μεσουρανήματος ὑπέκειτο προσεθήκαμεν ἂν τοῖς νη′ χρόνοις, εἰ δὲ ἀπὸ τοῦ δύνοντος ἀφείλομεν ἂν ἀπὸ τῶν ο′.

     Τὰς μὲν οὖν μεθόδους τῶν βιωσίμων χρόνων τοιαύτας ἐκτίθεται ὁ Πτολεμαῖος. Ἐπιλέγει δὲ λοιπὸν ἐπὶ πᾶσιν ὡς δεήσει διακριβεύειν τὰς οὕτω τῶν ἐνιαυτῶν εὑρισκομένας διαθέσεις ἢ ὡς τέλεον ἀναιρετικάς, ὅταν πρὸς τῷ κεκακῶσθαι τὴν ὑπάντησιν καὶ αἱ ἐπεμβάσεις αὐτῶν βλαπτικαὶ πρὸς αὐτοὺς τοὺς τόπους εὑρίσκωνται, ἢ μόνον κλιμακτηρικάς, ὅταν τις, ὡς προείρηται, παρὰ τῶν ἀγαθοποιῶν ἐπὶ τῆς γενέσεως βοήθεια ᾖ κατὰ τὸν χρόνον τῆς ὑπαντήσεως (ἡ ἐπέμβασις γὰρ αὐτῶν ἐπικουρεῖ ἰσχύουσα μᾶλλον τῶν ἐναντίων), φιλανθρωπούντων δὲ πάντων νωθρείας ἢ βλάβας μόνον ὑπονοητέον. Οὐδὲν μέντοι ἔφη κωλύειν διασταζομένης τῆς ἀφέσεως τῆς ἐκ τούτων προσυμβάντων ἐφαρμόζουσι μᾶλλον καὶ πρὸς τὰ μέλλοντα πιστεύειν ἢ κατ’ ἰσότητα εὑρισκομένων πρὸς ἅπαντα παρατηρητικῶς ἔχειν καὶ τὴν ἐπίτασιν καὶ ἄνεσιν ὡς προείρηται διακρίνοντας.

     Διὰ δὴ τούτων πάντων τὸ δύσκολον εἰς πρόγνωσιν τῆς συντελείας τῶν βιωσίμων χρόνων τούτων ὑπονοεῖν δίδωσιν ὁ Πτολεμαῖος· πολλαὶ γὰρ ἀμφίβολοι προσθῆκαι. Καὶ συμπερανθέντος μὲν τοῦ βίου ῥᾴδιον εὑρεῖν τὰς ἐναντίας διαθήκας ἐστίν, ζῶντος δὲ χαλεπόν, καὶ μάλιστα ὅταν τις ἄσκεπτος ὢν τύχῃ τῶν κατὰ τὴν ἔκβασιν τῶν ἐτῶν ἐπεμβάσεων τῶν λοιπῶν ἀστέρων. ἐφ’ ὧν μέντοι γενέσεων ἀναμφίβολος ὁ ἀφέτης καὶ ἀναιρέτης μετὰ τοῦ γνωσθῆναι καὶ τὰς κατὰ τὴν ἐτῶν ἔκβασιν ἐπεμβάσεις καὶ θέσεις τῶν ἀστέρων, ἔστιν, οἶμαι, εὐχερῶς ἀποφαίνεσθαι περὶ βίου συντελείας. καὶ Μανέθων δὲ σχεδὸν ταῦτα εἶπεν ἐν τοῖς ἔπεσι περὶ χρόνων ζωῆς.

ιβ. Περὶ μορφῆς καὶ κράσεως σωματικῆς

     Ἤδη μὲν ἐν τῷ περὶ ὡροσκόπου σκέμματι ἐμνήσθημεν ποσῶς τῆς μορφωτικῆς ἰδέας ἑκάστου τῶν τικτομένων ἀνθρώπων, καὶ ἐνταῦθα δὲ μετὰ τοῦτο ἐπισυνάπτομεν καὶ τὰ μηνυτικὰ τῶν σωματικῶν κράσεων. Ἐπειδὴ καὶ τὰ τοῦ σώματος τῶν τῆς ψυχῆς προτιμοῦνται κατὰ φύσιν, ὥς φησι Πτολεμαῖος, τοῦ μὲν σώματος διὰ τοῦ ὑλικωτέρου συγγενομένας ἔχοντος σχεδὸν τὰς τῶν ἰδιοσυγκρασιῶν φαντασίας, τῆς δὲ ψυχῆς μετὰ ταῦτα καὶ κατὰ μικρὸν τὰς ἀπὸ τῆς πρώτης αἰτίας ἐπιτηδειότητας ἀναδεικνυούσης, τῶν δ’ ἐκτὸς ἔτι μᾶλλον ὕστερον κατὰ τὸν ἐφεξῆς χρόνον ἐπισυμπιπτόντων. Παρατηρητέον οὖν καθόλου μὲν τὸν ἀνατολικὸν ὁρίζοντα καὶ τοὺς ἐπόντας ἢ τοὺς τὴν οἰκοδεσποτείαν αὐτοῦ λαμβάνοντας τῶν πλανωμένων καθ’ ὃν εἰρήκαμεν τρόπον, ἐπὶ μέρους δὲ καὶ τὴν Σελήνην ὡσαύτως· διὰ γὰρ τῆς τῶν τόπων τούτων ἀμφοτέρων καὶ τῆς τῶν οἰκοδεσποτησάντων διαμορφωτικῆς φύσεως καὶ τῆς καθ’ ἑκάτερον εἶδος συγκράσεως καὶ ἔτι τῆς τῶν συνανατελλόντων αὐτοῖς ἀπλανῶν ἀστέρων σχηματογραφίας τὰ περὶ τὰς διατυπώσεις τῶν σωμάτων θεωρεῖται πρωτευόντων μὲν τῇ δυνάμει τῶν τὴν οἰκοδεσποτείαν ἐχόντων ἀστέρων, ἐπισυνεργούσης δὲ καὶ τῆς τῶν τόπων αὐτῶν ἰδιοτροπίας. Τὸ μέντοι καθ’ ἕκαστον καὶ ὡς ἄν τις ἁπλῶς οὕτως ἀποδοίη τοῦτον ἔχει τὸν τρόπον.

     Πρῶτον γὰρ ἐπὶ τῶν ἀστέρων ὁ μὲν τοῦ Κρόνου ἀνατολικὸς ὢν τῇ μὲν μορφῇ μελιχρόας ποιεῖ καὶ εὐεκτικοὺς καὶ μελανότριχας καὶ οὐλοκεφάλους καὶ δασυστέρνους καὶ μεσοφθάλμους καὶ συμμέτρους τοῖς μεγέθεσιν, τῇ δὲ κράσει τὸ μᾶλλον ἔχοντας ἐν τῷ ὑγρῷ καὶ ψυχρῷ, δυτικὸς δὲ ὑπάρχων τῇ μὲν μορφῇ μέλανας καὶ σπινώδεις καὶ μικροὺς καὶ ἁπλότριχας καὶ ὑποψίλους καὶ ὑπορρύθμους καὶ μελανοφθάλμους, τῇ δὲ κράσει τὸ μᾶλλον ἔχοντας ἐν τῷ ξηρῷ καὶ ψυχρῷ.

     Ὁ δὲ τοῦ Διὸς οἰκοδεσποτήσας τοὺς προκειμένους τόπους ἀνατολικὸς τῇ μὲν μορφῇ ποιεῖ λευκοὺς ἐπὶ τὸ εὔχρουν καὶ μεσότριχας καὶ μεγαλοφθάλμους καὶ εὐμεγέθεις καὶ ἀξιωματικούς, τῇ δὲ κράσει τὸ πλεῖον ἔχοντας ἐν τῷ θερμῷ καὶ ὑγρῷ, δυτικὸς δὲ ὑπάρχων τῇ μὲν χρόᾳ λευκοὺς μέν, οὐκ ἐπὶ τὸ εὔχρουν δὲ ὁμοίως, τετανότριχάς τε καὶ ἀναφαλαντιαίους καὶ μεσοφαλάκρους καὶ μετρίους τοῖς μεγέθεσιν, τῇ δὲ κράσει τὸ πλεῖον ἔχοντας ἐν τῷ ὑγρῷ.

     Ὁ δὲ τοῦ Ἄρεως ὁμοίως ἀνατολικὸς τῇ μὲν μορφῇ ποιεῖ λευκερύθρους καὶ εὐμεγέθεις καὶ εὐέκτας καὶ γλαυκοφθάλμους καὶ δασεῖς καὶ μεσότριχας, τῇ δὲ κράσει τὸ πλεῖον ἔχοντας ἐν τῷ θερμῷ καὶ ξηρῷ, δυτικὸς δὲ ὑπάρχων τῇ μὲν μορφῇ ἐρυθροὺς ἁπλῶς καὶ μετρίους τοῖς μεγέθεσι καὶ μικροφθάλμους καὶ ὑποψίλους καὶ ξανθότριχας καὶ τετανούς, τῇ δὲ κράσει τὸ πλεῖον ἔχοντας ἐν τῷ ξηρῷ.

     Ὁ δὲ τῆς Ἀφροδίτης τὰ παραπλήσια ποιεῖ τῷ τοῦ Διός, ἐπὶ μέντοι τὸ εὐμορφώτερον καὶ ἐπιχαριτώτερον καὶ γυναικοπρεπωδέστερον καὶ θηλυμορφώτερον καὶ εὐχυμότερον καὶ τρυφερώτερον, ἰδίως δὲ τοὺς ὀφθαλμοὺς ποιεῖ μετὰ τοῦ εὐπρεποῦς ὑποχαροπούς.

     Ὁ δὲ τοῦ Ἑρμοῦ ἀνατολικὸς τῇ μὲν μορφῇ ποιεῖ μελίχροας καὶ συμμέτρους τοῖς μεγέθεσι καὶ εὐρύθμους καὶ μικροφθάλμους καὶ μεσότριχας, τῇ δὲ κράσει τὸ πλεῖον ἔχοντας ἐν τῷ θερμῷ, δυτικὸς δὲ ὑπάρχων τῇ μὲν μορφῇ λευκοὺς μέν, οὐκ ἐπὶ τὸ εὔχρουν δὲ ὁμοίως, τετανότριχας, μελαγχλώρους καὶ σπινοὺς καὶ ἰσχνοὺς καὶ λοξοφθάλμους τε καὶ αἰγόπους καὶ ὑπερύθρους, τῇ δὲ κράσει τὸ πλεῖον ἔχοντας ἐν τῷ ξηρῷ.

     Συνεργοῦσι δὲ ἑκάστῳ τούτων συσχηματισθέντες ὁ μὲν Ἥλιος ἐπὶ τὸ μεγαλοπρεπέστερον καὶ εὐεκτικώτερον, ἡ δὲ Σελήνη, καὶ μάλισθ' ὅταν τὴν ἀπόρροιαν αὐτῆς ἐπέχωσιν, καθόλου μὲν ἐπὶ τὸ συμμετρώτερον καὶ ἰσχνώτερον καὶ τῇ κράσει ὑγρότερον, κατὰ μέρος δὲ ἀναλόγως τῇ τῶν φωτισμῶν ἰδιότητι κατὰ τὴν ἐν ἀρχῇ τῆς συντάξεως ἐκτεθειμένην κρᾶσιν. Πάλιν δὲ καθόλου ἑῷοι μὲν ὄντες καὶ φάσεις ποιησάμενοι μεγαλοποιοῦσι τὰ σώματα, στηρίζοντες δὲ τὸ πρῶτον ἰσχυρὰ καὶ εὔτονα, προηγούμενοι δὲ ἀσύμμετρα, τὸ δὲ δεύτερον στηρίζοντες ἀσθενέστερα, δύνοντες δὲ ἄδοξα μὲν παντελῶς, οἰστικὰ δὲ κακουχιῶν καὶ συνοχῶν.

     Καὶ τῶν τόπων δὲ αὐτῶν πρὸς τοὺς σχηματισμοὺς μάλιστα τῶν διατυπώσεων καὶ τὰς κράσεις, ὡς ἔφαμεν, συνεργούντων καθόλου πάλιν τὸ μὲν ἀπὸ ἐαρινῆς ἰσημερίας ἕως θερινῆς τροπῆς ποιεῖ τὰ αὐτὰ τῷ τοῦ Διὸς ἀστέρι, τὸ δὲ ἐφεξῆς τεταρτημόριον ποιεῖ ὁμοίως τῷ τοῦ Ἄρεως, τὸ δὲ ἀπὸ μετοπωρινῆς ἰσημερίας ἕως χειμερινῆς τροπῆς παραπλήσια ποιεῖ τῷ τοῦ Ἑρμοῦ, τὸ δὲ λοιπὸν τεταρτημόριον τῷ τοῦ Κρόνου.

     Καὶ τὰ μὲν ἀνθρωποειδῆ τῶν ζῳδίων τῶν τε ἐν τῷ ζῳδιακῷ καὶ τῶν ἐκτὸς εὔρυθμα καὶ σύμμετρα ποιεῖ τὰ σώματα, τὰ δὲ ἑτερόμορφα μετασχηματίζει πρὸς τὸ τῆς οἰκείας μορφώσεως οἰκεῖόν πως. Καὶ ὁ μὲν Ταῦρος καὶ Λέων καὶ ἡ Παρθένος καὶ Τοξότης ἐπὶ τὸ μεῖζον τὰ σώματα ποιοῦσιν, οἱ δὲ Ἰχθύες καὶ ὁ Καρκίνος καὶ ὁ Αἰγόκερως ἐπὶ τὸ ἔλαττον. Καὶ πάλιν τοῦ Κριοῦ καὶ Ταύρου καὶ Λέοντος τὰ μὲν ἄνω καὶ ἐμπρόσθια ἐπὶ τὸ εὐεκτικώτερον, τὰ δὲ ὀπίσθια ἐπὶ τὸ ἀσθενέστερον, τὸ δὲ ἐναντίον ἐπὶ τοῦ Τοξότου καὶ Σκορπίου καὶ Διδύμων τὰ μὲν ἐμπρόσθια ἐπὶ τὸ ἰσχνότερον, τὰ δὲ ὀπίσθια ἐπὶ τὸ εὐεκτικώτερον. Καὶ πάλιν ἡ μὲν Παρθένος, Ζυγός, Τοξότης ἐπὶ τὸ σύμμετρον καὶ εὔρυθμον, ὁ δὲ Σκορπίος, Ἰχθύες καὶ ὁ Ταῦρος ἐπὶ τὸ ἄρρυθμον καὶ ἀσύμμετρον, ἅπερ ἅπαντα συνεφορῶντας καὶ συνεπικίρναντας προσήκει τὴν ἐκ τῆς κράσεως συνημμένην ἰδιοτροπίαν περὶ τὰς μορφώσεις καὶ τὰς κράσεις τῶν σωμάτων καταστοχάζεσθαι.

ιγ. Περὶ σινῶν καὶ παθῶν σωματικῶν

     Πάλιν καὶ ἐνταῦθα τὰ Πτολεμαίου εἰπόντες ἐπισυνήψαμεν καὶ ἕτερα, ἀκολούθως δὲ μετὰ τὰς σωματικὰς μορφὰς ἐπάγει τὰ τούτων σίνη καὶ πάθη. Καὶ σίνος μέν ἐστι τὸ ἅπαξ διατεθηκὸς τὸ σῶμα καὶ μὴ διατείνουσαν ἔχον τὴν ἀλγηδόνα, τὸ δὲ πάθος ἤτοι συνεχῶς ἢ ἐπιληπτικῶς. Δεῖ οὖν τὰ δύο κέντρα, φησίν, (τουτέστι τὸ ἀνατέλλον καὶ τὸ δύνον) καὶ τὸ προδύνον ὅ ἐστιν ϛ′ ἀπὸ τοῦ ὡροσκόπου παρατηρεῖν καὶ τοὺς κακωτικοὺς τῶν ἀστέρων πῶς ἐσχηματισμένοι πρὸς αὐτὰ τυγχάνουσιν. Ἐὰν γὰρ ὦσιν ἐν αὐτοῖς ἢ καὶ πρὸς τὰς ἀναφερομένας μοίρας αὐτῶν ἢ καὶ τετραγωνίζοντες ἢ καὶ διαμετροῦντες ἢ καὶ ὁπότερος τῶν κακοποιῶν ἢ καὶ ἀμφότεροι, σίνη καὶ πάθη σωματικὰ περὶ τοὺς γεννωμένους ὑπονοητέον, μάλιστα δὲ ἐὰν καὶ τὰ φῶτα ᾖ κεκεντρωμένα ἢ τὸ ἕτερον αὐτῶν ἢ ἀμφότερα καὶ αὐτοῖς ἐπαναφέρωνται οἱ κακοποιοὶ ἢ καὶ προανατείλαντες τύχωσιν.

     Τὰ δὲ μέρη τῶν ζῳδίων τὰ περιέχοντα τὸ ἀδικούμενον μέρος τοῦ ὁρίζοντος δηλώσει τὸ μέρος τοῦ σώματος, καὶ αἱ φύσεις δὲ τῶν ἀστέρων τῶν κακούντων μηνύουσι τὰ εἴδη καὶ τὰς αἰτίας τῶν συμπτωμάτων, παραλαμβανομένων τῶν ζῳδίων καθὼς εἰρήκαμεν Κριοῦ μὲν εἰς κεφαλήν, Ταύρου δὲ εἰς αὐχένα, Διδύμων εἰς ὤμους καὶ βραχίονας, Καρκίνου εἰς τὸ ἀνώτερον στέρνον καὶ πλευράν, Λέοντος εἰς καρδίαν καὶ στῆθος, Παρθένου εἰς τὴν γαστέρα, Ζυγοῦ εἰς γλουτοὺς καὶ ἰσχία, Σκορπίου εἰς τὴν αἰδὼ καὶ τὰ σπερματικὰ μόρια, Τοξότου εἰς τοὺς μηρούς, Αἰγοκέρωτος εἰς γόνατα, Ὑδροχόου εἰς κνήμας, Ἰχθύων εἰς πόδας.

     Τῶν ἀστέρων ὁ μὲν Κρόνος τῶν ἀνθρώπου μερῶν κυριεύει ἀκοῶν δεξιῶν καὶ σπληνὸς καὶ κύστεως καὶ φλέγματος καὶ ὀστέων, ὁ δὲ τοῦ Διὸς ἁφῆς τε καὶ πνεύμονος καὶ πλευρῶν καὶ ἀρτηριῶν καὶ σπέρματος, ὁ δὲ τοῦ Ἄρεως ἀκοῶν εὐωνύμων καὶ νεφρῶν καὶ φλεβῶν καὶ μορίων, ὁ δὲ Ἥλιος ὁράσεως καὶ ἐγκεφάλου καὶ καρδίας καὶ νεύρων καὶ τῶν δεξιῶν πάντων, ὁ δὲ τῆς Ἀφροδίτης ὀσφρήσεως καὶ ἥπατος καὶ σαρκῶν, ὁ δὲ τοῦ Ἑρμοῦ λόγου καὶ διανοίας καὶ γλώσσης καὶ χολῆς καὶ ἕδρας, ἡ δὲ Σελήνη γεύσεως καὶ καταπόσεως καὶ στομάχου καὶ κοιλίας καὶ μήτρας καὶ τῶν εὐωνύμων πάντων. Ἔστι δὲ τῶν καθόλου τὰ σίνη μὲν ὡς ἐπὶ τὸ πολὺ συμπίπτειν ἀνατολικῶν ὄντων τῶν ἀστέρων τῶν τὸ αἴτιον ποιούντων κακοποιῶν, πάθη δὲ τῶν αὐτῶν δυτικῶν ὑπαρχόντων.

     Καὶ κατὰ μέρος δὲ ἤδη παρατηρήσεως ἔτυχέν τινα· πηρώσεις γὰρ ὄψεως ἀποτελοῦνται ὅταν τὰ φῶτα ᾖ σημαντικά, περὶ μὲν τὸν ἕτερον τῶν ὀφθαλμῶν ὅταν τὸ ἕτερον τῶν φώτων ᾖ, περὶ δὲ τοὺς δύο ὅταν ἀμφότερα ᾖ. Μάλιστα δὲ ἡ Σελήνη καθ’ αὑτὴν σημαίνει τὰς πηρώσεις ἐπὶ φάσεως οὖσα ἐν τοῖς προειρημένοις κέντροις ἀποκρουστικὴ ἔχουσα τὸν τοῦ Ἄρεως ἢ τὸν τοῦ Κρόνου ἀστέρα ἢ κεκακωμένον τὸν ἀνατολικὸν ἐπιφερόμενον αὐτῇ εἰ καὶ συνάψει τινὶ τῶν νεφελοειδῶν ἐν τῷ ζῳδιακῷ συστροφῶν ὡς τῷ νεφελίῳ τοῦ Καρκίνου τῇ Φάτνῃ λεγομένῃ καὶ τῇ Πλειάδι καὶ τῇ ἀκίδι τοῦ Τοξότου καὶ τῷ κέντρῳ τοῦ Σκορπίου καὶ τοῖς περὶ τὸν Πλόκαμον μέρεσι τοῦ Λέοντος ἢ τῇ κάλπιδι τοῦ Ὑδροχόου. Ἐὰν δὲ ἀμφοτέροις τοῖς φωσὶ τοῦτο συμβῇ (τουτέστιν οἱ κεκακωμένοι καὶ οἱ κακοποιοὶ συσχηματισθῶσιν ἑῷοι μὲν τῷ Ἡλίῳ, ἑσπέριοι δὲ τῇ Σελήνῃ), περὶ ἀμφοτέρους τοὺς ὀφθαλμοὺς τὰς πηρώσεις ποιοῦσιν, μετὰ δὲ τοῦ Ἄρεως ἀπὸ πληγῆς ἢ κρούσματος, μετὰ δὲ Ἑρμοῦ συσχηματισθέντες ἐν παλαίστραις καὶ γυμνασίοις ἢ κακούργων ἐφόδοις, ἐκ δὲ Κρόνου ἀπὸ ψύξεων ἢ ὑποχύσεων ἢ γλαυκώσεων.

     Ἐκ δὲ Ἀφροδίτης συνούσης Κρόνῳ καὶ τοῦ Ἄρεως αὐτοὺς καθυπερτεροῦντος ἢ διαμετροῦντος οἱ μὲν ἄνδρες ἄγονοι γίγνονται, αἱ δὲ γυναῖκες ἐκτρωσμοῖς ἢ ὠμοτοκίαις ἢ ἐμβρυοτομίαις κυλίονται, μάλιστα ἐν Παρθένῳ καὶ Καρκίνῳ καὶ Αἰγοκέρωτι. Γίνονται δὲ εὐνοῦχοι ἢ ἑρμαφρόδιτοι ἢ ἄτρητοι ἢ ἀρρητοῦργοι γυναῖκες ὅταν ἡ Σελήνη πλήθουσα συνάψῃ Ἄρει καὶ Ἑρμῇ Κρόνου ἐπιμαρτυροῦντος. Τῶν δὲ φώτων καὶ τοῦ τῆς Ἀφροδίτης ἠρρενωμένων, ἀποκρουστικῆς δὲ τῆς Σελήνης οὔσης καὶ τῶν κακοποιῶν ἐπιφερομένων αὐτοῖς οἱ μὲν ἄρρενες ἀπόκοποι ἢ τὰ μόρια σεσινωμένοι γίγνονται, μάλιστα ἐν Κριῷ, Λέοντι, Σκορπίῳ, Αἰγοκέρωτι, Ὑδροχόῳ, αἱ δὲ γυναῖκες ἄγονοι καὶ στεῖραι. Ἐνίοτε δὲ οὐδὲ ἀσινεῖς τὰς ὄψεις διαμένουσιν, ἐμποδίζονται δὲ τὴν γλῶτταν συνόντες ἐπὶ τῶν προειρημένων κέντρων ὁ τοῦ Ἑρμοῦ καὶ ὁ τοῦ Κρόνου, μάλιστα δὲ ἐὰν καὶ ὕπαυγος ᾖ ὁ τοῦ Ἑρμοῦ τοῦ Ἡλίου δύνοντος· ἔσθ’ ὅτε γὰρ ὁ τοῦ Ἄρεως συσχηματισθεὶς τούτοις λύει τὸ τῆς γλώττης ἐμπόδιον.

     Πάλιν ἐὰν τὰ φῶτα ἐπικέντροις τοῖς κακοποιοῖς ἐπιφέρηται ἅμα ἢ καὶ κατὰ διάμετρον ἢ τοῖς φωσὶν οἱ κακοποιοὶ καὶ μάλιστα τῆς Σελήνης οὔσης ἐπὶ συνδέσμων ἢ ἐπὶ καμπίων (τουτέστιν ἐν τῷ νοτίῳ πέρατι ἢ τῷ βορείῳ) ἢ ἐπὶ τῶν ἐπαιτίων ζῳδίων οἷον Κριοῦ, Ταύρου, Καρκίνου, Σκορπίου, Αἰγοκέρωτος, γίγνονται κυρτοὶ ἢ κυλλοὶ ἢ χωλοί. Διαμηκίζοντες δὲ οἱ κακοποιοὶ ὡς ἐπίπαν ποιοῦσι κινδύνους τοὺς ἀπὸ κρημνῶν ἢ συμπτώσεων ἢ τετραπόδων ἢ λῃστηρίων, μάλιστα δὲ ὅταν καὶ Ἑρμῆς συνῇ ἢ ἴδῃ. Τὰ δὲ σίνη ὡς ἐπὶ πολὺ γίγνονται τῆς Σελήνης οὔσης περὶ τὸ ἐαρινὸν δι’ ἀλφῶν, περὶ δὲ τὸ θερινὸν διὰ λειχήνων, περὶ δὲ τὸ μετοπωρινὸν τὰ διὰ λεπρῶν, περὶ δὲ τὸ χειμερινὸν τὰ διὰ φακῶν καὶ τῶν ὁμοίων.
 
    Πάθη συμβαίνειν εἴωθεν ὅταν ἐπὶ τῶν προκειμένων συστάσεων οἱ κακοποιοὶ συσχηματισθῶσιν, κατὰ τὸ ἐναντίον μέντοι (τουτέστιν ἑσπέριοι μὲν τῷ Ἡλίῳ, ἑῷοι δὲ τῇ Σελήνῃ). Καὶ καθόλου πάλιν ὁ μὲν Κρόνος ποιεῖ φλεγματώδεις, ἰσχνούς, ψυχροκοιλίους, ὑδρωπικούς, ἰκτερικούς, βηχικούς, ἀναφορικούς, κωλικούς, ἐλεφαντιῶντας, τὰς δὲ γυναῖκας ἔτι καὶ ὑστερικάς, ὁ δὲ τοῦ Ἄρεως αἱμοπτυϊκούς, μελαγχολικούς, πνευμονικούς, ψωριῶντας, ἔτι δὲ διὰ τομῶν καὶ καύσεων κρυπτῶν τόπων συνεχῶς ἐνοχλουμένους συρίγγων ἕνεκεν ἢ καὶ αἱμορροΐδων ἢ καὶ κονδυλωμάτων ἢ καὶ τῶν ἐμπυρωδῶν ἑλκώσεων ἢ νομῶν, τὰς δὲ γυναῖκας καὶ ἐκτρωσμοῖς ἢ ἐμβρυοτομίαις εἴωθε περικυλίειν. Συνεργεῖ δὲ αὐτοῖς πρὸς τὰς ἐπιτάσεις τῶν φαύλων ὁ τοῦ Ἑρμοῦ ἀστήρ, τῷ μὲν τοῦ Κρόνου πρὸς τὸ ψυχρότερον ποιῶν τούς τε ῥευματισμοὺς καὶ τὰς τῶν ὑγρῶν ὀχλήσεις, ἐξαιρέτως δὲ τῶν περὶ τὸν θώρακα καὶ φάρυγγα καὶ στόμαχον, τῷ δὲ τοῦ Ἄρεως πρὸς τὸ ξηραντικώτερον ἰσχύων ὡς ἐπὶ τῶν ἑλκωδῶν πτιλώσεων καὶ ἐσχαρῶν καὶ ἐρυσιπελάτων καὶ λειχήνων ἀγρίων καὶ μελαίνης χολῆς ἢ μανίας ἢ νόσου ἱερᾶς.

     Ἰδίως δὲ περὶ τῆς ζωῆς τυχόντες ἐπὶ τοῦ τόπου τῶν τὸ αἴτιον ποιούντων Καρκίνος καὶ Αἰγόκερως καὶ Ἰχθύες καὶ ὅλως τὰ χερσαῖα ἢ τὰ ἰχθυϊκὰ ζῴδια τὰ διὰ τῶν νομῶν πάθη ποιεῖ καὶ λειχήνων ἢ λεπίδων ἢ χοιράδων ἢ συρίγγων ἢ ἐλεφαντιάσεων, ὁ δὲ Τοξότης καὶ οἱ Δίδυμοι τὰ διὰ πτωματισμῶν καὶ ἐπιλήψεων. Καὶ ἐν ταῖς ἐσχάταις δὲ μοίραις ὄντες οἱ ἀστέρες τῶν δωδεκατημορίων περὶ τὰ ἄκρα μάλιστα τὰ σίνη καὶ τὰ πάθη ποιοῦσιν. Τούτων δὲ οὕτως ἐχόντων ἐὰν μηδεὶς τῶν ἀγαθοποιῶν συσχηματίζηται τοῖς τὸ αἴτιον ποιοῦσιν, ἀνίατα τὰ πάθη καὶ τὰ σίνη γίγνεται, ἐποπτευόντων δὲ τούτων εὐπαρηγόρητα καὶ μέτρια, ἔσθ’ ὅτε δὲ καὶ εὐαπάλλακτα γίγνεται.

     Τὰ δὲ παρὰ Δωροθέῳ ὁμοίως σύμφωνα τούτοις. Ταῦτα σκεπτέον φησίν· τὸ ϛ′ ζῴδιον θηριῶδες ἢ δίυγρον ἢ καὶ αὐτὸς ὁ τοῦ οἴκου κύριος ἐν τοιούτῳ ζῳδίῳ σίνη ποιοῦσιν, καὶ ὁ μὲν Κρόνος τὰ διὰ ῥευμάτων, ὁ δὲ Ἄρης διὰ καύσεων ἢ θηρίων δηγμάτων ἢ καὶ δορυαλώσεων, δυτικὸς δὲ δι’ αἱμοπτυϊκῶν, ὁ δὲ Ζεὺς κεκακωμένος οὕτως ἐξ οἰνοποσίας ποιεῖ τι κακόν, ἔσθ’ ὅτε καὶ τὸ ἧπαρ οἰδαίνει.

ιδ. Περὶ κλήρου σίνους

     Ὁ δὲ κλῆρος τοῦ σίνους λαμβάνεται ἐπὶ μὲν ἡμερῶν ἀπὸ Κρόνου ἐπὶ Ἄρεα καὶ τὰ ἴσα ἀπὸ ὡροσκόπου, ἐπὶ δὲ τῶν νυκτερινῶν ἀπὸ Ἄρεως ἐπὶ Κρόνον, καὶ εἰς ὃν ἂν ἐκπέσῃ τόπον τούτου χρὴ καὶ τὸν κύριον σκοπεῖν πῶς κεῖται καὶ πρὸς ὃ σημαίνει κατὰ μέρος τὸ ζῴδιον· ἐκεῖνο λέγομεν εἶναι τὸ σίνος. Τοῦ τε ὑποχθονίου κέντρου, φησὶ Δωρόθεος, τοὺς τριγωνοκράτορας σκοπεῖν, καὶ τὸν μὲν τῆς αἱρέσεως δέχου εἰς τὴν τοῦ θανάτου ποιότητα, τὸν δὲ δεύτερον εἰς τὸ σίνος. Χρὴ οὖν σκοπεῖν ἐν τῇ γενέσει πῶς κεῖται οὗτος πρὸς αὑτὸν καὶ τὸν κλῆρον τοῦ σίνους ὃν προείπομεν, καὶ οὕτως ἀποφαίνεσθαι· τὸ γὰρ ἐκ πολλῶν σύμφωνον εὔγνωστον φέρει τὴν ἀλήθειαν. …

εὖτε μεσουρανέοντος ὑπὲρ ζῴοιο φέρηται.

     Οὐ μόνον δὲ ἐν τῷ ὑποχθονίῳ κέντρῳ, ὡς εἶπεν, οὔσης τῆς Σελήνης γεννῶνται μικροφυεῖς, ἀλλὰ καὶ αὖθις οὔσης ἐγγὺς τῆς συνόδου μετὰ Κρόνου καὶ ἐν τῷ δυτικῷ ὁρίζοντι· ἀπὸ παρατηρήσεως γὰρ καὶ οὕτως εὑρέθη.

ιε. Περὶ ποιότητος ψυχῆς

     Ἤδη μὲν ἐν τοῖς πρὸ τούτων ἐμνήσαμεν καὶ τῶν τοιούτων· ταῖς γὰρ σωματικαῖς κράσεσι ποσῶς ἕπονται καὶ αἱ ψυχικαὶ ποιότητες. Ἐπεὶ δὲ ὁ Πτολεμαῖος ἰδιαζόντως μνημονεύει τούτων, πάλιν ἐκ τῶν ἑαυτοῦ συντέμνοντες τὰ κεφαλαιωδέστερα παρατιθέμεθα. Καταλαμβάνονται μὲν αἱ τοιαῦται ποιότητες αἱ μὲν περὶ τὸ νοερώτερον καὶ λογικὸν μέρος διὰ τῆς κατὰ τὸν τοῦ Ἑρμοῦ ἀστέρα θεωρουμένης περιστάσεως, αἱ δὲ περὶ τὸ ἠθικὸν καὶ ἄλογον ἀπὸ τῆς Σελήνης καὶ τῶν πρὸς τὰς ἀπορροίας ἢ καὶ τὰς συναφὰς αὐτῆς ἐσχηματισμένων ἀστέρων καὶ τῶν ζῳδίων ἐν οἷς εὑρίσκονται ὅ τε Ἑρμῆς καὶ ἡ Σελήνη, καὶ ἔτι ἐκ τῶν ἐπικράτησιν αὐτῶν εἰληφότων ἀστέρων καὶ ἔτι τῶν σχηματισμῶν αὐτῶν πρὸς Ἥλιόν τε καὶ τὰ κέντρα.
 
    Τῶν μὲν οὖν ζῳδίων καθόλου τὰ μὲν τροπικὰ δημοτικωτέρας ποιεῖ τὰς ψυχάς, ὀχλικῶν τε καὶ πολιτικῶν πραγμάτων ἐπιθυμητικάς, καὶ φιλοδόξους καὶ εὐφυεῖς καὶ εὐκινήτους καὶ ζητητικάς, ἀστρολογικὰς ἔσθ’ ὅτε καὶ μαντικάς, τὰ δὲ δίσωμα ποικίλας καὶ εὐμεταβόλους, δυσκαταλήπτους, κούφας, διπλάς, ἐρωτικάς, πολυτρόπους, ῥαθύμους, φιλομούσους, τὰ δὲ στερεὰ δικαίας, ἀκολακεύτους, ἐπιμόνους, φιλοπόνους, ὑπομονητικάς, σκληράς, ἐγκρατεῖς, μνησικάκους, ἐριστικάς, φιλοτίμους, στασιώδεις, πλεονεκτικάς, ἀμεταθέτους.

     Τῶν δὲ σχηματισμῶν οἱ μὲν ἑῷοι ἐλευθερίους καὶ ἁπλᾶς καὶ αὐθάδεις καὶ ἰσχυρὰς καὶ εὐφυεῖς ἀπεργάζονται, οἱ δὲ ἑῷοι στηριγμοὶ καὶ αἱ μεσουρανήσεις ἐπιλογιστικάς, ἐπιμόνους, μνημονικάς, βεβαίας, συνετάς, μεγαλόφρονας, ἐμπράκτους, ὠμάς, κολαστικάς, κριτικάς, ἐπιστημονικάς, αἱ δὲ προηγήσεις καὶ αἱ δύσεις ἀβεβαίους, εὐμεταθέτους, ἀσθενεῖς, ἀφερεπόνους, ἐμπαθεῖς, ταπεινάς, δειλάς, ἀμφιβόλους, θρασυδείλους, ἀμβλείας, βλακώδεις, δυσκινήτους. Οἱ δὲ ἑσπέριοι στηριγμοὶ καὶ αἱ ὑπὸ γῆν μεσουρανήσεις, ἔτι δὲ ἐφ’ Ἑρμοῦ καὶ Ἀφροδίτης ἡμέρας μὲν αἱ ἑσπέριοι δύσεις, νυκτὸς δὲ αἱ ἑῷοι, εὐφυεῖς μὲν καὶ φρενήρεις, οὐ λίαν δὲ μνημονικὰς οὐδὲ ἐπιμόχθους, διερευνητικὰς δὲ τῶν ἀποκρύφων, οἷον μαγικάς, μετεωρολογικάς, μηχανικάς, ἀστρολογικάς, θαυματοποιούς, οἰωνοσκοπικάς, ὀνειροκριτικάς, φιλοσόφους καὶ τὰς ὁμοίας.

     Πρὸς τούτοις δὲ ἐν οἰκείοις μὲν τόποις ὄντες καὶ αἱρέσεσι οἱ τὴν κυρίαν ἔχοντες τὴν ψυχικὴν προφανῆ καὶ ἀπαραπόδιστα καὶ εὐεπίτευκτα ποιοῦσι τὰ ἰδιώματα, καὶ μάλισθ' ὅταν οἱ αὐτοὶ τούτων τῶν δύο τόπων ἐπικρατήσωσιν ἅμα (τουτέστι τῷ μὲν τοῦ Ἑρμοῦ τυγχάνωσιν ὁπωσδήποτε ἐσχηματισμένοι, τὴν δὲ τῆς Σελήνης ἀπόρροιαν ἢ καὶ συναφὴν συνέχοντες), μὴ οὕτως δὲ διακείμενοι ἀλλ’ ἐν ἀνοικείοις ὄντες τόποις τὰ μὲν τῆς ἑαυτῶν φύσεως οἰκεῖα πρὸς τὴν ψυχικὴν ἐνέργειαν ἀνεπίφαντα καὶ ἀμαυρὰ καὶ ἀτελείωτα καὶ ἀπρόκοπα καθιστᾶσιν, τὰ δὲ τῆς τῶν κρατησάντων ἢ καὶ ὑπερτερησάντων ἰσχυρά τε καὶ ἐπιβλαβῆ τῶν ἐπικειμένων ὡς οἵ τε διὰ κακοποιῶν οἰκείωσιν ἄδικοι καὶ πονηροὶ κρατούντων μὲν αὐτῶν εὐπροχείριστον καὶ ἀνεμπόδιστον ἔχουσιν τὴν πρὸς τὸ κακῶς ἄλλους ὁρμὴν ποιεῖν, κρατουμένων δὲ ὑπὸ τῶν τῆς ἐναντίας αἱρέσεως καταφορικοὶ καὶ ἀνεπίτευκτοι γίνονται. Καὶ πάλιν διὰ τὴν τῶν ἀγαθοποιῶν πρὸς τοὺς εἰρημένους τόπους οἰκείωσιν ἀγαθοὶ καὶ δίκαιοι ἀκαθυπερτερήτων μὲν ὄντων αὐτοί τε χαίρουσι καὶ εὐφημοῦνται ἐπὶ ταῖς τῶν ἄλλων εὐποιίαις καὶ ὑπὸ μηδενὸς ἀδικούμενοι ἀλλ’ ὀνησιφόρον ἔχοντες τὴν δικαιοσύνην διατελοῦσιν, κρατουμένων δὲ ὑπὸ τῶν ἐναντίων ἀνάπαλιν δι’ αὐτὸ τὸ πρᾶον καὶ φιλάνθρωπον καὶ ἐλεητικὸν εὐκαταφρόνητοί τε καὶ ἐπίμεμπτοι ἢ καὶ ὑπὸ τῶν πλείστων εὐαδίκητοι τυγχάνουσιν. Ὁ μὲν οὖν καθόλου τρόπος, φησίν, τῆς ἠθικῆς ἐπισκέψεως τοιοῦτός τις ἂν εἴη.

     Τῶν δὲ κατὰ μέρος ἀπ’ αὐτῆς τῆς τῶν ἀστέρων φύσεώς τε καὶ δυνάμεως κατὰ τὴν τοιαύτην κυρίαν ἀποτελουμένων ἰδιοτροπίας καταστοχάζεσθαι χρὴ ὡς ὁ μὲν τοῦ Κρόνου ἀστὴρ μόνος τὴν οἰκοδεσποτίαν τῆς ψυχῆς λαβὼν καὶ αὐθεντήσας τοῦ τε Ἑρμοῦ καὶ τῆς Σελήνης, ἐὰν μὲν ἐνδόξως ἔχῃ πρὸς τὸ κοσμικὸν καὶ τὰ κέντρα, ποιεῖ φιλοσωμάτους, ἰσχυρογνώμονας, βαθύφρονας, αὐστηρούς, μονογνώμονας, ἐπιμόχθους, ἐπιτακτικούς, κολαστικούς, περιουσιαστικούς, φιλοχρημάτους, θησαυρικούς, φθονερούς, ἐναντίως δὲ καὶ ἀδόξως κείμενος ῥυπαρούς, μικρολόγους, μονογνώμονας, φιλερήμους, φιλοθρήνους, ἀηδεῖς, δεισιδαίμονας, ἀστόργους, ἐπιβουλευτικοὺς τῶν οἰκείων, ἀνευφράντους, μισοσωμάτους. Συνοικειωθεὶς τῷ τοῦ Διὸς ἐνδόξως κείμενος ποιεῖ ἀγαθούς, τιμητικούς, καλογνώμονας, μεγαλοψύχους, ἐπὶ δὲ τῶν ἐναντίων διαθέσεων ἀπειροκάλους καὶ μανιώδεις καὶ ψοφοδεεῖς, δεισιδαίμονας, μισοτέκνους, ἀφίλους, ἐνδομύχους, σκαιοὺς καὶ τὰ τοιαῦτα.

     Τῷ δὲ τοῦ Ἄρεως συνοικειωθεὶς ἐπὶ μὲν ἐνδόξων διαθέσεων ποιεῖ ὀχληρούς, παρρησιαστικούς, ῥιψοκινδύνους, θρασυδείλους, ἀνελεήμονας, τραχεῖς, δολίους, δυσμήνιδας, ὀχλοκόπους, τυραννικούς, πλεονέκτας, φιλοθορύβους, φορτικούς, καὶ πάντα πάλιν τὰ τοιαῦτα, ἐπὶ δὲ τῶν ἐναντίων ἅρπαγας, νοθευτάς, λῃστάς, αἰσχροκερδεῖς, ὑβριστάς, ἐπιβούλους, κλέπτας, ἐπιόρκους, ἀνδροφόνους, ἀθεμιτοφάγους, ἀσεβεῖς καὶ ὅλως παγκάκους. Τῷ δὲ τῆς Ἀφροδίτης συνοικειωθεὶς ἐπὶ μὲν ἐνδόξων διαθέσεων ποιεῖ μισογυναίους, φιλερήμους, ἀηδεῖς πρὸς τὰς ἐντεύξεις, μισοκάλους, φθονερούς, φοιβαστικούς, θρησκευτάς, ἐπὶ δὲ τῶν ἐναντίων λάγνους, αἰσχροποιούς, ἀκαθάρτους πρὸς τὰς συνουσίας, ἀθεμίτους πρὸς τὰς συνελεύσεις, ἐπιβουλευτικοὺς θηλυκῶν προσώπων καὶ μάλιστα τῶν οἰκειοτάτων, θρασεῖς, παμψόγους, ἀδιαφόρους, πρὸς πᾶσαν μῖξιν καὶ ἕως θηριωδῶν ἐπιθυμητάς, θεῶν καταφρονητὰς καὶ μυστηρίων. Τῷ δὲ τοῦ Ἑρμοῦ συνοικειωθεὶς ἐπὶ μὲν ἐνδόξων ὁμοίως διαθέσεων ποιεῖ περιέργους, φιλοπεύστας, νομίμων ζητητικούς, φιλιάτρους, μυστικούς, ἀγχίφρονας, ἀκριβεῖς, νήπτας, φιλοπόνους, ἐπιτευκτικούς, ἐπὶ δὲ τῶν ἐναντίων ἰώδεις, μνησικάκους, φιλοβαναύσους, ἀνευφράντους, νυκτιρέμβους, ἐνεδρευτάς, προδότας, φαρμακευτάς, πλαστογράφους, ῥᾳδιουργούς, ἀποτευκτικούς.
 
    Ὁ δὲ τοῦ Διὸς ὁμοίως μόνος λαβὼν τὴν οἰκοδεσποτείαν τῆς ψυχῆς ἐπὶ μὲν ἐνδόξων διαθέσεων ποιεῖ μεγαλοψύχους, χαριστικούς, θεοσεβεῖς, φιλανθρώπους, ἐπὶ δὲ τῶν ἐναντίων τὰς ὁμοίας ποιεῖ φαντασίας ταῖς ψυχαῖς, ἐπὶ δὲ ταπεινότερον· ἀντὶ μὲν μεγαλοψυχίας ἀσωτίαν, ἀντὶ δὲ θεοσεβείας δεισιδαιμονίαν, ἀντὶ δὲ αἰδοῦς δειλίαν, ἀντὶ δὲ σεμνότητος οἴησιν, ἀντὶ δὲ φιλανθρωπίας εὐήθειαν, ἀντὶ δὲ φιλοκαλίας φιληδονίαν, ἀντὶ δὲ μεγαλοφροσύνης βλακείαν, ἀντὶ δὲ ἐλευθεριότητος ἀδιαφορίαν, καὶ ὅσα τούτοις παραπλήσια. Τῷ δὲ τοῦ Ἄρεως συνοικειωθεὶς ἐπὶ μὲν ἐνδόξων διαθέσεων ποιεῖ μαχίμους, κεκινημένους, ἀνυστικούς, ἀρχικούς, ἐναντίως δὲ ὠμούς, στασιαστάς, ἐριστικούς, διαβόλους, κούφους, εὐμεταβόλους, προπετεῖς. Τῷ δὲ τῆς Ἀφροδίτης συνοικειωθεὶς ἐνδόξως μὲν ποιεῖ καθαρίους, ἀπολαυστικούς, φιλοκάλους, φιλοτέκνους, φιλομούσους, ἐναντίως δὲ λάγνους, θηλυψύχους, φιλοκόσμους, ἀπομαλάκους. Τῷ δὲ τοῦ Ἑρμοῦ συνοικειωθεὶς ἐνδόξως μὲν ποιεῖ φιλολόγους, γεωμέτρας, μαθηματικούς, φρονίμους, ἐναντίως δὲ ληρώδεις, ἀλαζονικούς, ἐπιτηδευτάς, μαγευτικούς, πολυίστορας καὶ μνημονικούς.

     Ὁ δὲ τοῦ Ἄρεως μόνος λαβὼν τὴν τοιαύτην οἰκοδεσποτίαν καὶ καλῶς κείμενος ποιεῖ γενναίους, θυμικούς. Καὶ τὰ ἄλλα δὲ ὁμοίως χρὴ καταστοχάζεσθαι ἐπὶ πάντων τῶν σχηματισμῶν οἰκείως πρὸς τὴν ἑκάστου ἀστέρος φύσιν καὶ δύναμιν ἵνα μὴ ἐπὶ μακρὸν ἐκτείνωμεν τὴν συναγωγὴν τῶν παρόντων λόγων.

     Τούτων δὲ οὕτως ἐχόντων καὶ αἱ τῆς Σελήνης καταστάσεις συμβάλλονται· ἐπὶ μὲν τοῖς καμπίοις τυγχάνουσα (τουτέστιν ἐπὶ τοῦ νοτίου καὶ βορείου πέρατος) συνεργεῖ τοῖς ψυχικοῖς ἰδιώμασιν ἐπὶ τὸ πολυτροπώτερον καὶ εὐμεταβολώτερον, ἐπὶ δὲ τῶν συνδέσμων ἐπὶ τὸ ὀξύτερον καὶ πρακτικώτερον καὶ εὐκινητότερον, ἔτι δὲ ἐν μὲν ταῖς ἀνατολαῖς καὶ ταῖς τῶν φώτων αὐξήσεσι ἐπὶ τὸ εὐφυέστερον καὶ προφανέστερον καὶ βεβαιότερον καὶ παρρησιαστικώτερον, ἐν δὲ ταῖς μειώσεσι τῶν φώτων ἢ ταῖς κρύψεσιν ἐπὶ τὸ ὁλοσχερέστερον καὶ ἀμβλύτερον. Συμβάλλεται δὲ καὶ ὁ Ἥλιος συνοικειωθείς πως τῷ τῆς ψυχικῆς κράσεως οἰκοδεσποτήσαντι κατὰ μὲν τὸ ἔνδοξον πάλιν τῆς διαθέσεως ἐπὶ τὸ δικαιότερον καὶ ἀνυστικώτερον, κατὰ δὲ τὸ ἐναντίον ἐπὶ τὸ ταπεινότερον καὶ ἐπιπονώτερον καὶ ἀγνωμονέστερον.

ιϛ. Περὶ παθῶν ψυχικῶν

     Ὁμοίως καὶ περὶ τούτων ἤδη ἐμνήσθημεν, ἐπειδὴ δὲ καὶ ἰδικῶς ἐκτίθεται, καὶ ἡμεῖς ἀκολουθοῦντες αὐτῷ τὰ αὐτὰ παρατιθέμεθα συντόμως. Τὰ μὲν γὰρ πλεῖστα μετριωτέρων παθῶν σχεδὸν ἐν τοῖς ἀνωτέροις περὶ τῶν τῆς ψυχῆς ἰδιωμάτων ῥηθεῖσι διακέκριται τῆς ἐπιτάσεως αὐτῶν ἐκ τῆς τῶν κακούντων ὑπερβολῆς συνορᾶσθαι δυναμένης, ἐπειδήπερ ἤδη τις ἂν εἰκότως εἴποι πάθη καὶ τὰ ἄκρα τῶν ἠθῶν καὶ ἤτοι ἐλλείποντα ἢ πλεονάζοντα τῆς μεσότητος, τὰ δὲ ἐξαίρετον ἔχοντα τὴν ἀμετρίαν καὶ ὥσπερ νοσηματώδη καὶ παρὰ ὅλην τὴν φύσιν καὶ περὶ αὐτὸ τὸ διανοητικὸν τῆς ψυχῆς μέρος καὶ περὶ τὸ παθητικὸν ὡς ἐν τύπῳ τοιαύτης ἔτυχε παρατηρήσεως.

     Ἐπιληπτικοὶ μὲν γὰρ ὡς ἐπὶ τὸ πολὺ γίνονται ὅσοι τῆς Σελήνης καὶ τοῦ τοῦ Ἑρμοῦ, ὥσπερ εἴπομεν, ἢ ἀλλήλοις ἢ τῷ ἀνατολικῷ ὁρίζοντι ἀσυνδέτων ὄντων τὸν μὲν τοῦ Κρόνου ἡμέρας, τὸν δὲ τοῦ Ἄρεως νυκτός, ἔχουσιν ἐπίκεντρον καὶ κατοπτεύοντα τὸ προκείμενον σχῆμα, μανιώδεις δὲ ὅταν ἐπὶ τῶν αὐτῶν ἀνάπαλιν ὁ μὲν τοῦ Κρόνου νυκτός, ὁ δὲ τοῦ Ἄρεως ἡμέρας, κεκυριευκὼς ᾖ τοῦ σχήματος, καὶ μάλιστα ἐν Καρκίνῳ ἢ Παρθένῳ ἢ Ἰχθύσιν, δαιμονιόπληκτοι δὲ καὶ ὑγροκέφαλοι ὅταν οὕτως ἔχοντες οἱ κακοποιοῦντες ἐπὶ φάσεως οὖσαν κατέχωσι τὴν Σελήνην, ὁ μὲν τοῦ Κρόνου συνοδεύουσαν, ὁ δὲ τοῦ Ἄρεως πανσεληνιάζουσαν, μάλιστα δὲ ἐν Τοξότῃ καὶ Ἰχθύσιν. Μόνοι μὲν οὖν οἱ κακοποιοὶ κατὰ τὸν προειρημένον τρόπον τὴν ἐπικράτησιν τοῦ σχήματος λαβόντες ἀνίατα μὲν ἀνεπίφαντα δὲ ὅμως καὶ ἀπαραδειγμάτιστα ποιοῦσι τὰ προκείμενα τοῦ διανοητικοῦ τῆς ψυχῆς νοσήματα.

     Συνοικειωθέντων δὲ τῶν ἀγαθοποιῶν Διός τε καὶ Ἀφροδίτης ἐπὶ μὲν τῶν λιβικῶν μερῶν ὄντες αὐτοὶ τῶν ἀγαθοποιῶν ἐν τοῖς ἀπηλιωτικοῖς κεκεντρωμένων ἰάσιμα μὲν εὐπαραδειγμάτιστα δὲ ποιοῦσι τὰ πάθη, ἐπὶ μὲν τοῦ τοῦ Διὸς διὰ θεραπειῶν ἰατρικῶν καὶ ἤτοι διαιτητικῆς ἀγωγῆς ἢ φαρμακείας, ἐπὶ δὲ τοῦ τῆς Ἀφροδίτης διὰ χρησμῶν καὶ τῆς ἀπὸ θεῶν ἐπικουρίας, ἐπὶ δὲ τῶν ἀπηλιωτικῶν αὐτοὶ κεκεντρωμένοι τῶν ἀγαθοποιῶν δυνόντων ἀνίατά τε ἅμα καὶ πολυθρύλλητα καὶ ἐπιφανέστατα ποιοῦσι τὰ νοσήματα, κατὰ μὲν τὰς ἐπιληψίας συνεχείαις καὶ περιβοησίαις καὶ κινδύνοις θανατικοῖς τοὺς πάσχοντας περικυλίοντες, κατὰ δὲ τὰς μανίας καὶ ἐκστάσεις ἀκατασχεσίαις καὶ ἀπαλλοτριώσεσι τῶν οἰκείων καὶ γυμνητείαις καὶ βλασφημίαις καὶ τοῖς τοιούτοις, κατὰ δὲ τὰς δαιμονιοπληξίας ἢ τὰς τῶν ὑγρῶν ὀχλήσεις ἐνθουσιασμοῖς καὶ ἐξαγορείαις καὶ αἰκίαις καὶ τοῖς ὁμοίοις τῶν παραδειγματισμῶν. Ἰδίως δὲ καὶ τῶν τὸ σχῆμα περιεχόντων τόπων οἱ μὲν Ἡλίου καὶ οἱ τοῦ Ἄρεως πρὸς τὰς μανίας μάλιστα συνεργοῦσιν, οἱ δὲ τοῦ Διὸς καὶ Ἑρμοῦ πρὸς τὰς ἐπιληψίας, οἱ δὲ τῆς Ἀφροδίτης πρὸς τὰς θεοφορίας καὶ ἐξαγορείας, οἱ δὲ τοῦ Κρόνου καὶ Σελήνης πρὸς τὰς τῶν ὑγρῶν ὀχλήσεις καὶ τὰς δαιμονιοπληξίας.
 
    Ἡ μὲν οὖν περὶ τὸ ποιητικὸν τῆς ψυχῆς καθ’ ὅλας τὰς φύσεις νοσηματικὴ παραλλαγὴ σχεδὸν ἔν τε τοῖς τοιούτοις ἐστὶν εἴδεσι καὶ διὰ τῶν τοιούτων ἀποτελεῖται σχηματισμῶν, ἡ δὲ τῶν περὶ τὸ παθητικὸν κατὰ τοῦτο πάλιν τὸ ἐξαίρετον θεωρουμένη καταφαίνεται μάλιστα περὶ τὰς κατ’ αὐτὸ τὸ γένος τοῦ ἄρρενος καὶ θήλεως ὑπερβολὰς καὶ ἐλλείψεις τοῦ κατὰ φύσιν, διαλαμβάνεται δὲ ἐπισκεπτικῶς κατὰ τὸν ὅμοιον τῷ προκειμένῳ τρόπον, τοῦ Ἡλίου μέντοι μετὰ τῆς Σελήνης ἀντὶ τοῦ Ἑρμοῦ παραλαμβανομένου καὶ τῆς τοῦ Ἄρεως σὺν τῷ τῆς Ἀφροδίτης πρὸς αὐτοὺς συνοικειώσεως.

     Τούτων γὰρ οὕτως ὑπ’ ὄψιν πιπτόντων ἐὰν μὲν μόνα τὰ φῶτα ἐν ἀρσενικοῖς ᾖ ζῳδίοις, οἱ μὲν ἄνδρες ὑπερβάλλουσι τοῦ κατὰ φύσιν, αἱ δὲ γυναῖκες τοῦ παρὰ φύσιν πρὸς τὸ ἔπανδρον ἁπλῶς τῆς ψυχῆς καὶ δραστικώτερον, ἐὰν δὲ καὶ ὁ τοῦ Ἄρεως καὶ ὁ τῆς Ἀφροδίτης ἤτοι ὁπότερος ἢ καὶ ἀμφότεροι ἠρρενωμένοι ὦσιν, οἱ μὲν ἄνδρες πρὸς τὰς κατὰ φύσιν συνουσίας γίνονται καταφερεῖς καὶ μοιχικοὶ καὶ ἀκόρεστοι καὶ ἐν παντὶ καιρῷ πρόχειροι πρός τε τὰ αἰσχρὰ καὶ τὰ παράνομα τῶν ἀφροδισίων, αἱ δὲ γυναῖκες πρὸς τὰς παρὰ φύσιν ὁμιλίας λάγνοι καὶ ῥιψόφθαλμοι καὶ αἱ καλούμεναι τριβάδες. Διατιθέασι γὰρ θηλείας ἀνδρῶν ἔργα ἐπιτελούσας, κἂν μὲν μόνος ὁ τῆς Ἀφροδίτης ἠρρενωμένος ᾖ, λάθρᾳ καὶ οὐκ ἀναφανδόν, ἐὰν δὲ καὶ ὁ τοῦ Ἄρεως, ἄντικρυς ὥστε ἐνίοτε καὶ νομίμους ὥσπερ γυναῖκας τὰς διατιθεμένας ἀναδείκνυται.

     Τῶν δὲ φώτων ὄντων ἐν θηλυκοῖς ζῳδίοις μόνον αἱ μὲν γυναῖκες ὑπερβάλλουσι τοῦ κατὰ φύσιν, οἱ δὲ ἄνδρες τοῦ παρὰ φύσιν πρὸς τὸ εὔθρυπτον καὶ τεθηλυμμένον τῆς ψυχῆς. Ἐὰν δὲ καὶ ὁ τῆς Ἀφροδίτης ᾖ τεθηλυμμένος, αἱ μὲν γυναῖκες καταφερεῖς καὶ μοιχάδες καὶ πορνικώταται, οἱ δὲ ἄνδρες μαλακοὶ καὶ θρασεῖς πρὸς τὰς παρὰ φύσιν συνουσίας καὶ γυναικῶν ἔργα διατιθέμενοι, ἀποκρύφως μέντοι καὶ λεληθότως, ἐὰν δὲ καὶ ὁ τοῦ Ἄρεως ᾖ τεθηλυμμένος, ἄντικρυς μετὰ παρρησίας ἀναισχυντοῦσιν. Συμβάλλονται δὲ οἱ μὲν ἀνατολικοὶ ἑῷοι συσχηματισμοὶ τοῦ τε Ἄρεως καὶ τοῦ τῆς Ἀφροδίτης πρὸς τὸ ἐπανδρότερον, οἱ δὲ ἑσπέριοι καὶ δυτικοὶ πρὸς τὸ θηλυκώτερον, ὁμοίως δὲ καὶ ὁ τοῦ Κρόνου προσγενόμενος ἐπὶ τὸ ἀσελγέστερον καὶ ἀκαθαρτότερον, ὁ τοῦ Διὸς δὲ πρὸς τὸ εὐσχημονέστερον καὶ αἰδημονέστερον, ὁ δὲ τοῦ Ἑρμοῦ πρὸς τὸ βοητότερον καὶ τὸ τῶν παθῶν εὐκινητότερον.

ιζ. Περὶ τύχης κτητικῆς

     Ἀκολούθως ἐν τοῖς ἐκτὸς συνημμέναι χρὴ ὥσπερ καὶ προηγεῖσθαι τὰ περὶ κτῆσιν τοῖς σωματικοῖς. Σκοπεῖν οὖν δεήσει τὸν κλῆρον τῆς τύχης, ὡς λέγει Πτολεμαῖος ἐπιστημονικῶς, τὸν τὴν ἀπὸ τοῦ Ἡλίου ἐπὶ τὴν Σελήνην διάστασιν ἔχοντα ἀεί ποτε καὶ ἀπὸ τοῦ ὡροσκόπου ἐκβαλλόμενον. Τοῦ οὖν δωδεκατημορίου εἰς ὃ ἐμπίπτει ἐπισκέψασθαι χρὴ τοὺς οἰκοδεσποτίαν λαβόντας καὶ πῶς ἔχουσιν οὗτοι δυνάμεως καὶ οἰκειότητος, ἔτι δὲ τοὺς συσχηματιζομένους αὐτοῖς ἢ τοὺς καθυπερτεροῦντας τῶν τῆς αὐτῆς ἢ τῆς ἐναντίας αἱρέσεως. Ἐν δυνάμει μὲν γὰρ ὄντες οἱ τὴν οἰκοδεσποτίαν λαμβάνοντες τοῦ κλήρου ποιοῦσι πολυκτήμονας, καὶ μάλιστα ὅταν ὑπὸ τῶν φώτων οἰκείως τύχωσι μαρτυρηθέντες, ἀλλ’ ὁ μὲν τοῦ Κρόνου διὰ γεωργιῶν ἢ διὰ θεμελίων ἢ ναυκληριῶν, ὁ δὲ τοῦ Διὸς διὰ πίστεων ἢ δι’ ἐπιτροπῶν ἢ ἱερατειῶν, ὁ δὲ τοῦ Ἄρεως διὰ στρατειῶν ἢ ἡγεμονιῶν, ὁ δὲ τῆς Ἀφροδίτης διὰ φιλιῶν ἢ γυναικείων δωρεῶν, ὁ δὲ τοῦ Ἑρμοῦ διὰ λόγων ἢ ἐμποριῶν.

     Ἰδίως δὲ ὁ τοῦ Κρόνου συνοικειούμενος τῇ κτητικῇ τύχῃ ἐὰν τῷ τοῦ Διὸς συσχηματισθῇ κληρονομίας περιποιεῖ, καὶ μάλιστα ὅταν ἐν τῷ ἄνω κέντρῳ τοῦτο συμβῇ τοῦ Διὸς ἐν δισώμῳ ὄντος καὶ τὴν συναφὴν τῆς Σελήνης ἐπέχοντος (τότε γὰρ καὶ εἰς παιδοποιίαν ἀχθέντες ἀλλότρια κληρονομοῦσιν), καὶ χωρὶς δὲ τοῦ κλήρου τῆς τύχης ἁπλῶς ἐν τῇ γενέσει τρίγωνος ὢν τῷ Διὶ πολυκτήμονας ποιεῖ. Κἂν μὲν οἱ τῆς αὐτῆς αἱρέσεως τοῖς οἰκοδεσπόταις τὰς μαρτυρίας τοῦ κλήρου τύχωσι ποιούμενοι, τὰς κτήσεις ἀκαθαιρέτους διαφυλάττουσιν, ἐὰν δὲ οἱ τῆς ἐναντίας αἱρέσεως καθυπερτερήσωσι τοὺς οἰκείους τόπους ἢ ἐπανενεχθῶσιν αὐτοῖς, καθαιρέσεις ποιοῦσι τῶν ὑπαρχόντων τοῦ καθολικοῦ καιροῦ λαμβανομένων διὰ τῆς τῶν τὸ αἴτιον ποιούντων πρὸς τὰ κέντρα καὶ τὰς ἐπαναφορὰς προσνεύσεως.

ιη. Περὶ τύχης ἀξιωματικῆς

     Καὶ ἡ ἀξιωματικὴ δὲ τύχη συνῆπτε ὥσπερ ταῖς τῆς ψυχῆς οἰκειώσεσιν. Τὰ οὖν τῆς ἀξίας καὶ τῆς τοιαύτης εὐδαιμονίας δεήσει σκοπεῖν ἀπὸ τῆς τῶν φώτων διαθέσεως καὶ τῆς τῶν δορυφορούντων ἀστέρων οἰκειώσεως αὐτῶν. Ἀρσενικοῖς μὲν γὰρ ζῳδίοις ὄντων ἀμφοτέρων τῶν φώτων ἐπικέντρων ἤτοι ἀμφοτέρων πάλιν ἢ καὶ τοῦ ἑτέρου, μάλιστα δὲ τοῦ τῆς αἱρέσεως, καὶ δορυφορουμένων ὑπὸ τῶν ε′ πλανωμένων πρὸς Ἥλιον μὲν ἑῴων, πρὸς Σελήνην δὲ ἑσπερίων, οἱ γεννώμενοι βασιλεῖς ἔσονται. Καὶ ἐὰν οἱ δορυφοροῦντες ἀστέρες καὶ αἴτιοι ἐπίκεντροι ὦσιν, μεγάλοι καὶ δυναμικοὶ καὶ κοσμοκράτορες γίγνονται, καὶ ἔτι μᾶλλον εὐδαίμονες ἐὰν οἱ δορυφοροῦντες δεξιοὶ τοῖς ὑπὸ γῆν κέντροις σχηματίζωνται.

     Ἐὰν δὲ τῶν ἄλλων οὕτως ἐχόντων μόνος ὁ Ἥλιος ᾖ ἐν ἀρσενικῷ, ἡ δὲ Σελήνη ἐν θηλυκῷ, ἐπίκεντρον δὲ τὸ ἕτερον τῶν φώτων, ἡγεμόνες ἔσονται ζωῆς καὶ θανάτου κύριοι, ἐὰν δὲ πρὸς τούτοις μήτε οἱ δορυφοροῦντες ἐπίκεντροι ὦσιν ἢ μαρτυρῶσιν τοῖς κέντροις, μεγάλοι μόνον ἔσονται καὶ ἐν ἀξιώμασι τοῖς ἀπὸ μέρους στεφανηφόροις ἢ ἐπιτροπικοῖς ἢ στρατοπεδαρχικοῖς καὶ οὐχὶ τοῖς ἡγεμονικοῖς. Ἐὰν δὲ τὰ φῶτα μὴ ᾖ ἐπίκεντρα, τῶν δὲ δορυφορούντων ἀστέρων οἱ πλεῖστοι ἤτοι ἐπίκεντροι ὦσιν ἢ καὶ συσχηματίζωνται τοῖς κέντροις, ἐν ἀξιώμασι μὲν ἐπιφανεστέροις οὐ γενήσονται, ἐν προαγωγαῖς δὲ πολιτικαῖς καὶ μετριότητι περὶ τὰς κατὰ τὸν βίον προλήψεις, μηδὲ τῶν δορυφορούντων μέντοι κέντροις συνοικειωθέντων ἀνεπίφαντοι ταῖς πράξεσι καὶ ἀπρόκοποι καθίστανται. Τέλεον δὲ ταπεινοὶ καὶ κακοδαίμονες ταῖς τύχαις γίγνονται ὅταν μήθ’ ἕτερον τῶν φώτων μήτε κεκεντρωμένον ἐν ἀρσενικῷ ζῳδίῳ τυγχάνῃ μήτε δορυφορῆται ὑπὸ τῶν ἀγαθοποιῶν.

     Καὶ ταῦτα μὲν οἷς συντίθεται Πτολεμαῖος καὶ τὰ παρὰ τοῖς ἄλλοις τε καὶ Δωροθέῳ ἐκτιθέμεθα ἵν’ ἐκ πολλῶν δοκίμων τῆς ἀληθείας τὴν συμφωνίαν λάβοιμεν. Σκέπτεται οὖν ὁ Δωρόθεος ἀπὸ τῶν τριγωνοκρατόρων οὕτως·

τριπλεύρου κρατέοντας ἐν ᾧ θεὸς Ἥλιός ἐστιν.

     Φησὶ δὲ δεῖν καὶ τῆς ὥρας τὸν κύριον καὶ τοῦ μεσουρανοῦντος καὶ τοῦ βίου πῶς κεῖνται ἐν τῇ γενέσει σκοπεῖν (ἐὰν γὰρ εὑρεθῶσι καλῶς κείμενοι καλὰ σημαίνουσιν, ἂν δὲ ἐναντίως ἐναντία, ἂν δὲ μέσως μέσα), καὶ τὸν κλῆρον δὲ τῆς τύχης τὸν κατ’ αὐτόν (τουτέστιν ἐπὶ μὲν ἡμερινῶν γενέσεων τὸν ἀπὸ Ἡλίου ἐπὶ Σελήνην καὶ τὰ ἴσα ἀπὸ ὡροσκόπου, ἐπὶ δὲ νυκτερινῶν γενέσεων ἀπὸ Σελήνης ἐπὶ Ἥλιον καὶ τὰ ἴσα ὁμοίως ἀπὸ ὡροσκόπου) καὶ τοὺς ὁρῶντας αὐτὸν ἀστέρας ποῖοί τέ εἰσι καὶ πῶς κεῖνται. Ἐὰν οὖν ὁ τοῦ κλήρου κύριος εὑρεθῇ ἐν κακῷ τόπῳ καὶ οἱ ἀγαθοποιοὶ ἀπόστροφοι ὦσι τῆς Σελήνης, οἱ δὲ κακοποιοὶ κεκεντρωμένοι ἢ ἐπανερχόμενοι, γνῶθι δυστυχῆ εἶναι τὸν οὕτω τυχόντα. Ἐὰν δὲ ἐν οἰκείοις ὦσι τόποις καὶ τὴν Σελήνην ἀγαθοὶ ἐποπτεύωσιν, εὐτυχῆ γνῶθι, δηλονότι αὐτῶν ὁρώντων καὶ τὸν κλῆρον. Ἐὰν δὲ πάλιν ἐν ταῖς γενέσεσιν εὕρωμεν τοὺς κακοποιοὺς ἐπικέντρους, τοὺς δὲ ἀγαθοποιοὺς ἐπανερχομένους, καὶ πάλιν ἐὰν ἡ Σελήνη ἀπορρεύσῃ μὲν τῶν κακοποιῶν, συνάψῃ δὲ τοῖς ἀγαθοποιοῖς, οἱ τοιοῦτοι τὰ ὕστερα τοῦ βίου εὐτυχῶς ἕξουσιν.

     Δεύτερον τόπον

βιότοιο λαχόντες …

     Ἄλλοι μέντοι τῶν ἀρχαίων εἰρήκασιν ἐν τῷ τόπῳ τούτῳ τῷ ια′ μὴ κακοποιεῖν τοὺς κακοποιοὺς παρατυχόντας (ὧν εἷς καὶ Πορφύριος)· ὅμως χρὴ παραδέχεσθαι αὐτοὺς ποσῶς βλάπτοντας προϊούσης τῆς ἡλικίας. Πάλιν, φησίν, ἀρίθμει ἀπὸ τοῦ κυρίου τοῦ δευτέρου τόπου ἕως αὐτοῦ τοῦ δευτέρου καὶ τὸν ἴσον ἀριθμὸν ἔκβαλλε ἀπὸ τῆς ὥρας, καὶ εἰς ὃ ζῴδιον ἐκπέσῃ ἐκεῖνο πάλιν σκόπει ποῖον τῶν ἀστέρων ἔχει καὶ πῶς κεῖται ὁμοίως τοῖς ἄνω πρὸς τὸν τόπον καὶ ἀποφαίνου. Καὶ ἐὰν μὲν ἀγαθοποιοὶ ἴδωσι τὸν τόπον ἀγαθὰ σημαίνουσιν, εἰ δὲ κακοποιοὶ κακά, ἐὰν δέ τις τῶν ἀγαθοποιῶν ἴδῃ τὸν τόπον δυτικὸς ὢν καὶ μέλλῃ μετὰ ζ′ ἡμέρας ἀνατολικὸς εἶναι, καὶ οὕτως ὄλβον καὶ πλοῦτον παρέξει.

     Καὶ περὶ πάντων δὲ τῶν κλήρων ἐντέλλεται οὕτως· ἐὰν καλὸν ζῴδιον ἐπέχῃ ὁ κλῆρος καὶ ὁ τούτου κύριος ἤτοι ὢν ἐν αὐτῷ ἢ ἐν τοιούτῳ καλῷ καὶ ἔξαυγος, ἀγαθὰ πάμπολλα φέρει τῇ γενέσει, ἐὰν δὲ ᾖ ὕπαυγος ἢ μέλλῃ κρύπτεσθαι ἐγγύς, φησίν, ὁπόσα σημαίνουσιν

εἰς ὀλίγον λάμψαντα μαραίνεται αἶψα πεσόντα.

     Λέγει δὲ καὶ τοῦτο· σκέπτου τίς πρῶτος τῶν ἀστέρων ἐν τῇ γενέσει ἔρχεται εἰς τὸν τῆς Σελήνης τόπον ἢ καὶ τὸν τοῦ ὡροσκόπου· ὁ γὰρ προλαμβάνων ἐλθεῖν εἰς τοὺς τόπους τούτους οὗτος μηνύσει τὰ μέτρα τῆς τύχης. Σκέπτεται δὲ τὰς γενέσεις οὕτως ὡς ἐκτίθεται·

καὶ γενέσεως τὰ ἑκάστα διίξομεν ὄφρα δαείης.

     Φέρε δὴ καὶ ἐνταῦθα προσθῶμεν τὸν τρόπον καθ’ ὃν καὶ ἄλλοι ἐπισκέπτονται τὰς γενέσεις οἱ περὶ Πετόσιριν καὶ Νεχεψὼ καὶ ἐξ αὐτῶν Ἀντίγονος ὁ Νικαεύς. Ἐγένετο, φησίν, τις ἔχων τὸν μὲν Ἥλιον Ὑδροχόου μοίρᾳ η′, τὴν δὲ Σελήνην καὶ τὸν Δία καὶ τὸν ὡροσκόπον τοὺς γ′ ἐπὶ τῆς πρώτης μοίρας τοῦ αὐτοῦ ζῳδίου Ὑδροχόου, τὸν δὲ Κρόνον Αἰγοκέρωτος μοίρᾳ ι′, τὸν δὲ Ἑρμῆν μετ’ αὐτοῦ μοίρᾳ ιβ′, τὴν δὲ Ἀφροδίτην Ἰχθύων μοίρᾳ ιβ′, τὸν δὲ Ἄρεα μετ’ αὐτῆς μοίρᾳ κβ′, τὸ δὲ μεσουράνημα Σκορπίου μοίρᾳ κβ′. Ὁ τοιοῦτος υἱοθετηθεὶς ὑπό τινος αὐτοκράτορος συγγενοῦς αὐτὸς περὶ τὸ μβ′ ἔτος ὁμοίως αὐτοκράτωρ ἐγένετο, καὶ φρόνιμος καὶ πεπαιδευμένος καὶ ὡς θεὸς ἐτιμήθη ναοῖς καὶ τεμένεσιν, καὶ γυναικὶ μιᾷ συζευχθεὶς ἀπὸ παρθενίας ἐγένετο ἄτεκνος, καὶ ἀδελφὴν μίαν ἔσχεν, ἐν ἀπονοίᾳ δὲ καὶ στάσει ἐγένετο πρὸς τοὺς ἰδίους. Περὶ δὲ ξγ′ ἔτη γενόμενος τελευτᾷ ὑδρωπικῇ δυσπνοίᾳ πεσών.
 
    Διὰ τί δὲ ἐν τούτοις ἐγένετο ἐπεξεργάζεται οὕτως. Γέγονε δὴ αὐτοκράτωρ οὗτος διὰ τὰ δύο φῶτα τὰ ὄντα ἐπὶ τῆς ὥρας καὶ μάλιστα διὰ τὴν οὖσαν Σελήνην τῆς αἱρέσεως καὶ συνάπτουσαν μοιρικῶς τῇ τε ὥρᾳ καὶ τῷ Διὶ μέλλοντι καὶ αὐτῷ ἑῴαν φάσιν ποιήσασθαι μεθ’ ἑπτὰ ἡμέρας, καὶ αὐτῶν τῶν δορυφορούντων αὐτῶν ἀστέρων οἰκείως εὑρεθέντων, τῆς μὲν Ἀφροδίτης ἐν ἰδίῳ ὑψώματι ὑπαρχούσης, τοῦ δὲ Ἄρεως ἐν ἰδίῳ τριγώνῳ καὶ ἐν ἰδίαις μοίραις τὴν στάσιν ἔχοντος, ἀμφοτέρων ἰδιοτοπούντων καὶ ἐπαναφερομένων τῇ Σελήνῃ. Προσέτι δὲ καὶ ὁ κοσμοκράτωρ Ἥλιος ἐδορυφόρει αὐτὴν ὢν ἐν ταῖς ἑξῆς αὐτῆς μοίραις καὶ αὐτὸς δορυφορούμενος παρά τε τοῦ Κρόνου ὄντος ἐν τῷ ἰδίῳ οἴκῳ καὶ Ἑρμοῦ, ἀμφοτέρων ὄντων ἐπὶ ἑῴας ἀνατολῆς. Ἐπισημαντέον δὲ ὅτι καὶ ἡ Σελήνη ἔμελλε συνάπτειν λαμπρῷ τινι τῶν ἀπλανῶν τῷ ἐπὶ τῆς κ′ μοίρας· οὐ γὰρ μόνον ἐπὶ τῶν πλανωμένων ἀστέρων τὴν συναφὴν τῆς Σελήνης δεῖ σκοπεῖν ἀλλὰ καὶ τῶν ἀπλανῶν.

     Εὐμεγέθης δὲ καὶ ἀνδρεῖος καὶ εὔχαρις ἐγένετο διὰ τὸ τὰ δύο φῶτα κεκεντρῶσθαι μάλιστα ἐπὶ τοῦ ὡροσκόπου καὶ ἐν ἀνθρωποειδεῖ καὶ ἀρρενικῷ εἶναι ζῳδίῳ. Φρόνιμος δὲ καὶ πεπαιδευμένος καὶ βαθὺς ὑπῆρχε διὰ τὸ τὸν Ἑρμῆν ἐπὶ ἑῴας φάσεως μετὰ Κρόνου ἐν τῷ ιβ′ ζῳδίῳ τυγχάνειν καὶ δορυφορεῖν τὸν Ἥλιον. Καὶ ἐκ νέας ἡλικίας τοιοῦτος ἀπετελέσθη διὰ τὴν φάσιν· ἀεὶ γὰρ αἱ μὲν ἑῷοι ἀνατολαὶ ἐκ νεότητος ποιοῦσιν, αἱ δὲ ἑσπέριοι ἐπὶ προβάσεως δηλοῦσι τὰς πράξεις.

     Δεῖ δὲ σκοπεῖν καὶ τοῦ κατὰ κορυφὴν τόπου τὸν κύριον εἰ καλῶς κεῖται καὶ ὁρᾷ τὸν τόπον· ἀνατολικὸς γὰρ ὢν ἐπισήμους καὶ ἐμπράκτους καὶ δυσκαταγωνίστους ποιεῖ καὶ ἑσπέριος δὲ εἰ ᾖ καλῶς κείμενος ὥσπερ ἐπὶ τοῦ προκειμένου θέματος (ὁ κύριος τοῦ Σκορπίου Ἄρης καὶ ἀκάκωτος ὢν ἐν Ἰχθύσι τῷ ἰδίῳ τριγώνῳ καὶ ταῖς ἰδίαις μοίραις καὶ ὁρῶν τὸν κατὰ κορυφὴν τόπον), ἐὰν δὲ κακῶς κεῖται ὁ τοῦ κατὰ κορυφὴν τόπου κύριος τὰ ἐναντία ποιεῖ. Ἐὰν δέ ποτε οἱ τῶν ἀχρηματίστων τόπων δεσπόται ἐπὶ τῶν χρηματιστικῶν τόπων τύχωσι, μετριότητα βίου δηλοῦσιν· τὸ γὰρ δοξαστικὸν καὶ μεγαλόφρον καὶ δωρητικὸν καὶ ἀνυστικὸν τοῦ προκειμένου διαθέματος ὁ τοῦ Διὸς παρέσχεν ὢν ἐν τῷ ὡροσκόπῳ καὶ δορυφορῶν τὸν Ἥλιον καὶ ὁμόκεντρος ὢν τῇ Σελήνῃ. Ἡ δὲ αἰτία τοῦ πολλοὺς ἀντιδίκους καὶ ἐπιβούλους ἐσχηκέναι ἐγένετο ἐκ τοῦ τὰ δύο φῶτα δύναμιν περιέχοντα ἐμπεριέχεσθαι ὑπὸ τῶν δύο κακοποιῶν, τοῦ μὲν Κρόνου ὄντος ἐπὶ τῆς ἑῴας ἀνατολῆς καὶ δορυφορίας, τοῦ δὲ Ἄρεως ἐπὶ τῆς ἑσπερίας. Τὸ δὲ περιγενέσθαι τὸ ἐχθρὸν τῶν τοιούτων συνέβαινε μάλιστα διὰ τὸν Ἑρμῆν ἐν Κρόνου οἴκῳ ὄντα μετὰ Κρόνου καὶ ἐν τῷ ιβ′ τυγχάνειν ἀμφοτέρους.

     Τὸ δὲ τιμᾶσθαι αὐτὸν καὶ προσκυνεῖσθαι παρὰ πάντων συνέβη διὰ τὸ τὸν τοῦ Διὸς ἀστέρα ἐπίκεντρον ὄντα δορυφορεῖν τὸν Ἥλιον· ὁ γὰρ ἀεὶ οὕτως δορυφορῶν τὸν Ἥλιον καὶ τὴν Σελήνην ποιεῖ ὑπὸ τῶν ὁμοτίμων ἢ καὶ κρειττόνων δοξάζεσθαι καὶ δορυφορεῖσθαι καὶ προσκυνεῖσθαι, καὶ τὸ εὐεργετικὸν δὲ ἔσχεν διὰ τὸν Δία οὕτως τυχόντα. Τὸ δὲ καὶ πολλοὺς οὕτως εὐεργετεῖν καὶ ὑπὸ πολλῶν, ὡς ἔφην, προσκυνεῖσθαι συνέβη διὰ τὴν τοῦ Ἡλίου καὶ τῆς Σελήνης στάσιν ἐπίκεντρον δορυφορεῖσθαι οἰκείως παρὰ τῶν ε′ πλανωμένων· πάντοτε γὰρ Ἥλιος ἢ καὶ Σελήνη ἢ καὶ ἀμφότεροι μάλιστα περὶ τὰ πρακτικὰ κέντρα τυχόντες (τουτέστι τὸ ὡροσκοπικὸν ἢ τὸ μεσουράνημα) καὶ κατὰ τρόπον ὑπὸ πάντων τῶν ἀστέρων δορυφορούμενοι ποιοῦσι τοὺς ἐπὶ τοιαύτης καταστάσεως γεννωμένους βασιλεῖς παμπόλλων ἐθνῶν κρατοῦντας.

     Ἑρμῆς δὲ καὶ Κρόνος ἐν τῷ ιβ′ τυχόντες ἐπὶ ἑῴας ἀνατολῆς καὶ δορυφοροῦντες τὸν Ἥλιον ποιοῦσι φρόνιμον, πεπαιδευμένον καὶ μᾶλλον οὐκ ἀγαθοθελῆ ἀλλὰ δολερόν. Τὸν δὲ τοιοῦτον συνέβη μιᾷ γυναικὶ συζευχθῆναι ἀπὸ παρθενίας οὐ διὰ τὴν Ἀφροδίτην ἐνταῦθα, ἀλλὰ διὰ τὴν Σελήνην ὑπὸ τὰς αὐγὰς τοῦ Ἡλίου φερομένην. Καθολικῶς δέ σοι νοείσθω ἐπὶ παντὸς θέματος, ἐπὰν ἡ Ἀφροδίτη ἐπί τινος κέντρου τύχῃ ἢ ἐπαναφορᾶς, τῇ δὲ Ἀφροδίτῃ ἡ Σελήνη συναφὴν ποιῆται καὶ ἑτέροις ἀστράσι συμπαρατετευχόσι τῇ Ἀφροδίτῃ ἢ καὶ ἐπιμαρτυροῦσιν αὐτῇ, τοὺς γάμους περιποιεῖ τῷ οὕτω γεννωμένῳ, ἐὰν δὲ μόνη ἡ Σελήνη τῇ Ἀφροδίτῃ τὴν συναφὴν ποιῆται, μονογαμίας ἐστὶ δηλωτική, ἐὰν δὲ καὶ ἡ Σελήνη μήτε τῇ Ἀφροδίτῃ συνάπτῃ μήτε μήν τινι τῶν συνόντων αὐτῇ ἢ καὶ συμμαρτυρούντων, ἐπὶ φάσιν δὲ φέρηται συνοδικὴν ἢ καὶ πανσεληνιακήν, αὐτὴ δὲ ἡ Ἀφροδίτη σύν τινι ἀστέρι παρῇ, καὶ οὕτω μονογάμους ποιεῖ ὥσπερ ἐπὶ τῆς προκειμένης γενέσεως.

     Καὶ ὁ τῆς μοναδελφίας τρόπος τῷ οὕτω γεννωμένῳ κατὰ τὸ ὅμοιον ἐκ τῆς συναφῆς τῆς Σελήνης ἀποδειχθήσεται· ἡ γὰρ Σελήνη μόνῳ τῷ τοῦ Διὸς συνῆψε μέχρι τῆς πρὸς τὸν Ἥλιον συνοδικῆς φάσεως. Εἰ δὲ καὶ πλείοσι τὴν συναφὴν ἐπεποίητο ἤτοι κατὰ κόλλησιν ἢ καὶ ἐπιμαρτύρησιν, καὶ πλείονας ἂν ἀδελφοὺς εἶχεν· ὅσοι γὰρ ἔχουσιν ἐπὶ γενέσεως τὴν Σελήνην μέχρι τινὸς φάσεως συνάπτουσάν τισιν ἀστράσι, τοσούτους ἀδελφοὺς ἕξουσιν οἱ οὕτω γεννώμενοι. Νοείσθω οὖν σοι καὶ τοῦτο ὡς κατὰ τὴν τῆς Σελήνης συναφὴν τῶν μὲν ἀγαθοποιῶν διδόντων ἀδελφούς, τῶν δὲ κακοποιῶν παραιρουμένων, καὶ οἱ μὲν ἀγαθοποιοὶ μερισταὶ ἀγαθῶν ἀδελφῶν γίνονται ἐπὶ τῶν κέντρων ἢ καὶ ἐπὶ τῶν ἀναφορῶν φανέντες ἐπειδὰν τοῖς φωστῆρσι οἰκείως συμπαρατύχωσιν, οἱ δὲ κακοποιοὶ παραιρέται γίγνονται ὅταν καὶ αὐτοὶ ἀνοικείως τοῖς φωστῆρσι συμπαρατύχωσιν. Ἐπιβλεπτέον δὲ καὶ τὰς τῶν ζῳδίων διαφορὰς ἐπειδήπερ ἐὰν τύχῃ δίσωμα ἢ τροπικὰ ἢ καὶ πολύσπερμα τὰ τὸν ἀδελφικὸν λόγον παρέχοντα πολυαδελφίας γίγνονται αἴτια. Διὰ τί δὲ οὐχὶ ἄρρενα ἀδελφὸν δέδωκεν ἡ Σελήνη συνάπτουσα τῷ τοῦ Διὸς ἀρρενικῷ ὄντι; Διότι ὁ Ἥλιος ὡροσκοπῶν ἐν ἀρρενικῷ ζῳδίῳ καὶ τὴν συναφὴν τῆς Σελήνης ἀποδεχόμενος ὡς ἐπὶ τὸ πλεῖστον ἀρρένων σπαναδελφίας αἴτιος γίνεται.
 
    Τὸ μὲν οὖν ἄτεκνον τοῦτον γεγενῆσθαι ἡ τοῦ Ἡλίου περὶ τὸ ὡροσκοποῦν στάσις ἀπετέλεσεν· ἀεὶ γὰρ ὁ Ἥλιος ἐπὶ τῶν ἀναφορῶν χρηματίσας ἀτεκνίας αἴτιος γίνεται. Διὰ τί δὲ ἐν προσκρούσει γέγονε πρὸς τοὺς συγγενεῖς; διὰ τὴν τοῦ Ἑρμοῦ μετὰ Κρόνου στάσιν. Τίς δ’ ἡ αἰτία τοῦ τὸν τοιοῦτον υἱοποιηθῆναι; Ὁ τοῦ Διὸς ὁμόκεντρος τῇ Σελήνῃ φανεὶς ἐν α′ ζῳδίῳ. Πόθεν δὲ αὐτῷ αἴτιον ἐγίνετο τοῦ ὕδρωπος καὶ δυσπνοίας καὶ τοῦ θανάτῳ κακῷ μεταστῆναι τοῦ βίου; Διότι τῶν κακοποιῶν ἐμπεριεχόντων τὰ δύο φῶτα, πάντων τῶν ἀστέρων ἐν καθύγροις ζῳδίοις τὴν στάσιν ἐσχηκότων, τοῦ δυτικοῦ ἐν χερσαίῳ ζῳδίῳ ὑπάρχοντος καὶ ὑπὸ τῶν κακοποιῶν ἀνὰ σχῆμα ἐμπεριεχομένου, εἴποιμεν ἂν ὅτι ἐκ τῶνδε τὸ αἴτιον τοῦ ὕδρωπος καὶ τὸ τῆς δυσπνοίας πρόδηλον γενέσθαι· ἀεὶ γὰρ οἱ φθοροποιοὶ ἐμπεριέχοντες τὸν Ἥλιον ἢ καὶ Σελήνην ἢ καὶ ἀμφοτέρους κατὰ τὰ κέντρα κακοθανασίας αἴτιοι γίνονται.

     Οὐ μόνον δὲ δεῖ ταῦτα σκοπεῖν, ἀλλὰ καὶ τὴν τριταίαν καὶ ἑβδομαίαν καὶ τεσσαρακοσταίαν ἡμέραν τῆς ἐκτροπῆς, ὥσπερ ἐπὶ τῆς προκειμένης γενέσεως ἐν τῇ τεσσαρακοσταίᾳ ἡμέρᾳ εὑρίσκεται ἡ Σελήνη Καρκίνῳ, ὁ δὲ Ἄρης Κριῷ, καὶ συνέβη τοὺς δύο κακοποιοὺς ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ὁρᾶν τὴν Σελήνην, Κρόνον μὲν ἐκ διαμέτρου, Ἄρεα δὲ ἐκ δεξιοῦ τετραγώνου· καὶ τοῦτο οὖν κακοθανασίας αὐτῷ αἴτιον γέγονεν. Καὶ οὐ μόνον δεῖ τὴν Σελήνην παρατηρεῖν ἐν ταύταις ταῖς ἡμέραις ἀλλὰ καὶ τοὺς ἄλλους ἀστέρας πῶς κεῖνται ὡς ἐπὶ γενέσεως.

     Πόσους δ’ ὁ τοιοῦτος πληρώσας ζωτικοὺς χρόνους τελευτήσει; Αὕτη γὰρ ἀφέτης γίγνεται ἐπὶ τῆς τοῦ ὡροσκόπου μοίρας εὑρεθεῖσα, καὶ ὅσαι μοῖραι τοῦ ἀναφορικοῦ ἀπ’ αὐτῆς ἕως τῆς τετραγώνου πλευρᾶς (τουτέστι Ταύρου μοίρας α′) τοσαῦτα ἔτη βιώσας τελευτήσει, συνάπτουσα δὲ κακοποιοῖς ἐν ταῖς μεταξὺ μοίραις ἢ καὶ τῷ Ἡλίῳ κλιμακτῆρας ποιεῖ.

     Τοσαῦτα μὲν ὡς ἐν συντομίᾳ ἐκ τῶν παρὰ τοῖς ἀρχαίοις εἰρημένων ἐκτίθεται ὁ Ἀντίγονος περὶ τῆς πρώτης γενέσεως· ἑξῆς καὶ δευτέρας μνημονεύει οὕτως. Ἔστω τινὰ ἔχειν τὸν Ἥλιον ἐν Κριῷ περὶ μοίρας ιθ′ ὁρίοις Ἑρμοῦ, Σελήνην ἐν Διδύμοις μοίρᾳ ιε ὁρίοις Ἀφροδίτης, Κρόνον Ζυγῷ περὶ μοίρας κ′ ἀκρόνυχον, Δία Ὑδροχόῳ μοίρᾳ ϛ′ ὁρίοις Ἑρμοῦ ἐπ’ ἀνατολῆς ἑῴας, Ἄρην δὲ ἐν Κριῷ περὶ μοίρας ιε′ ὁρίοις Ἑρμοῦ, Ἀφροδίτην ὁμοίως Κριῷ περὶ μοίρας ε′ ὁρίοις Διός, Ἑρμῆν δὲ ἐν Κριῷ περὶ μοίρας ϛ′ ὁρίοις Διός, τῶν τριῶν ἔτι ὑπὸ δύσιν ὄντων, ὁ δὲ ὡροσκόπος Καρκίνῳ μοίρᾳ κδ′· οἰκοδεσποτήσει τῆς γενέσεως, φησίν, ὁ Ἄρης. Ἡ δὲ τριταία τῆς Σελήνης ἐν Καρκίνῳ ἔσται, ἡ ἑβδομαία ἐν Παρθένῳ, ἡ δὲ τεσσαρακοσταία ἐν Σκορπίῳ.

hephaestion horocsope

     Ὁ οὕτως ἔχων τοὺς ἀστέρας ἔσται προφανὴς ἐκ προφανῶν, ἐξουσιαστικὸς καὶ πολλοὺς κολάζων, πολυχρήματος διὰ τὸ τρίγωνον (Κρόνου καὶ Διὸς καὶ Σελήνης ἐν τῷ αὐτῷ ὄντων), ἀδίκως δὲ μὴ κατηγορούμενος διὰ τὴν τοῦ Ἄρεως καὶ Ἑρμοῦ στάσιν ἐπὶ τοῦ μεσουρανήματος ἀμφοτέρων ὄντων ὑπαύγων, προφανὴς δὲ διὰ τὸ τοὺς δ′ ἀστέρας ἐν τῷ μεσουρανήματι τυγχάνειν καὶ τὴν προγενομένην σύνοδον· οὐ γὰρ μικρὰ δύναμις τυγχάνει τῇ προγενομένῃ συνόδῳ ὁπόταν κατὰ κέντρον τύχῃ, μάλιστα τό τε ὡροσκοποῦν καὶ μεσουράνημα. Πρὸς δὲ τὰς θηλείας μίξεις ἀνεπίστροφος τυγχάνει καὶ ῥυπαρὸς πρὸς τὰς ἀρρενικὰς μάλιστα μὲν διὰ τὸ τὸν Ἄρεα μετὰ τῆς Ἀφροδίτης καὶ Ἑρμοῦ τὴν στάσιν ἔχειν καὶ ἐν Κριῷ ἀσελγεῖ ὄντι καὶ ὁρᾶσθαι καὶ τὴν Ἀφροδίτην ἐκ διαμέτρου ὑπὸ Κρόνου, προσέτι τῷ πάντας αὐτοὺς τοὺς ἀστέρας ἐν ἀρσενικοῖς ζῳδίοις εἶναι.

     Ὁ γὰρ Ἥλιος ἐπὶ τοῦ ἰδίου ὑψώματος ὢν καὶ ἐπὶ τοῦ μεσουρανήματος καὶ δορυφορούμενος παρά τε τῶν προανηνεγμένων αὐτοῦ ἀστέρων ἔν τε τῷ αὐτῷ ζῳδίῳ καὶ τοῦ Διὸς ἐν Ὑδροχόῳ (ἀεὶ γὰρ δορυφοροῦσιν ἕως τετραγώνου στάσεως τῆς προανηνεγμένης) οὕτως λαμπρὸν τυχόν, ὡς ἔφην, καὶ ἔνδοξον σφόδρα τὸ θέμα ἀπετελέσατο. Ὁμοίως καὶ ἡ Σελήνη πλήθουσα ἐν τριγωνικῷ σχήματι πρός τε Κρόνον καὶ Δία εὐδαίμονα καὶ πολυχρήματον ἀπειργάσατο καὶ τῇ πατρίδι πολλὰ ἀναθήματα καὶ δωρεὰς παρέχοντα. Μὴ λαθέτω δέ σε μηδὲ τοῦτο ὡς τῶν ἀστέρων ὄντων πάντων ἢ τῶν πλείστων ἐν ἰδίοις ζῳδίοις ἢ τόποις συμβαίνει ποιεῖν ἀξιωματικοὺς καὶ ἐπισήμους ἄνδρας. Οἱ δὲ ζωτικοὶ τούτου χρόνοι γνωρίζονται ἀπὸ τῆς τοῦ Ἡλίου ἀφέσεως καὶ τῆς τετραγώνου αὐτοῦ στάσεως διὰ τὸ εἶναι αὐτὸν ἐν ἐπικαίρῳ τόπῳ καὶ τὴν προγενομένην σύνοδον ἐν τῷ αὐτῷ ζῳδίῳ γεγενῆσθαι.

     Οὕτω μὲν οὖν χρὴ σκέψασθαι τὰς διδομένας γενέσεις· καὶ τρίτης δὲ ἄλλης γενέσεώς τινος μνημονεύει οὕτως, ὅν φησι ἐν ὀλέθρῳ τῷ τε ἰδίῳ καὶ τῶν πατέρων γεγενῆσθαι περὶ κε′ ἔτος. Τὸν μὲν Ἥλιον καὶ τὸν ὡροσκόπον εἶχε Κριῷ, Σελήνην Ταύρῳ, Κρόνον Κριῷ μετὰ ἡμέρας τρεῖς ἐπὶ ἑῴας ἀνατολῆς τὴν φάσιν ποιούμενον, Ἑρμῆν ὁμοίως ἐν Κριῷ ἐπὶ ἑῴας δύσεως, Δία ἐν Ἰχθύσι ἐπὶ ἑῴας ἀνατολῆς, Ἀφροδίτην ἐν Ἰχθύσι ἐπὶ στηριγμοῦ ἑῴου, Ἄρεα Ὑδροχόῳ ἐπὶ ἀνατολῆς ἑῴας, ὁ κλῆρος τῆς τύχης εἰς Ταῦρον πίπτει· οἰκοδεσποτήσει, φησίν, ὁ τοῦ Ἄρεως ἀστὴρ τῆς γενέσεως. Ἡ τριταία τῆς Σελήνης Διδύμοις, ἡ ἑβδομαία ἐν Λέοντι, ἡ τεσσαρακοσταία ἐν Ζυγῷ.

     Ὁ τοιοῦτος ἐκ μεγίστου γένους καὶ περιφανοῦς, λέγω δὴ πατρὸς καὶ μητρός, ἐνδοξοτάτων μέν, βιαιοθανατησάντων δέ· οὗτος γὰρ ἐλπίδων μεγάλων γενόμενος καὶ δοκῶν ἤδη ἐπὶ βασιλείαν ἐλθεῖν, κακόβουλος γενόμενος περὶ τὸ κε′ ἔτος ἐσφάλη καὶ ἐν κατηγορίᾳ πρὸς τὸν βασιλέα γενόμενος ἀνῃρέθη μετά τινος πρεσβύτου τῶν τοῦ γένους αὐτοῦ (ἐν διαβολῇ καὶ αὐτοῦ γενομένου δι’ αὐτόν) πρὸς ταπεινοὺς ἀπηλλαγμένων. Τὸ μὲν οὖν προφανῆ αὐτὸν γεγενῆσθαι διὰ τὸ τὸν Ἥλιον ἐν τῷ ὡροσκόπῳ εἶναι καὶ δορυφορεῖσθαι, τὸ δὲ κακόβουλον γεγενῆσθαι διὰ τὸ τὸν τοῦ Ἑρμοῦ καὶ Κρόνου ἐν Ἄρεως οἴκῳ τετυχέναι καί τινα τῶν τοῦ γένους ἀπολέσθαι διὰ τὸ αὐτὸ σχῆμα, τὸ δὲ καὶ αὐτὸν κατακοπῆναι διὰ τὸ τὴν Σελήνην εἶναι ἐν Ταύρῳ μελεοκοπουμένῳ ζῳδίῳ καὶ ἀκτινοβολεῖν τὸν Ἄρεα ἐπὶ τῆς ἐπαναφορᾶς τοῦ μεσουρανήματος, τὸ δὲ καὶ ἐξ ἀνθρώπου εἶναι τὴν βλάβην διὰ τὸ τὸν Ἄρεα εἶναι ἐν ἀνθρωποειδεῖ ζῳδίῳ· ἐρωτικὸς μὲν διὰ τὴν Ἀφροδίτην καὶ τὸν Δία, φιλομόναχος δὲ διὰ τὸν τοῦ Ἄρεως ὄντα ἐπὶ τῆς ἐπαναφορᾶς τοῦ μεσουρανήματος καὶ τὸν Ἑρμῆν ὄντα ἐν οἴκῳ τοῦ Ἄρεως, τὸ δὲ περὶ κε′ ἔτος τεθνάναι αὐτὸν κακῶς εἶπε διὰ τὴν ἀναφοράν (οἶμαι τοῦ Ταύρου καὶ τοῦ Ὑδροχόου) τὴν αὐτὴν οὖσαν.
 
    Ἐφεξῆς δὲ καὶ ἑτέρων γενέσεων μνημονεύσας τοιουτοτρόπως σκέπτεται, ἐν αἷς φησιν ὅτι μονογενῶς ἡ Ἀφροδίτη ἀεὶ ἀποκεκλικυῖα τοῦ κατὰ κορυφὴν τόπου ἐπὶ τῶν ἀνδρῶν ἀκαταστασίαν ἐν τοῖς κατὰ γυναικῶν ποιεῖ, ὁ δὲ τοῦ Ἄρεως ὁμοίως μονογενῶς καὶ αὐτὸς ἀποκεκλικὼς τοῦ κατὰ κορυφὴν ἐπὶ τῶν γυναικῶν ἀκαταστασίαν ἐν τοῖς κατ’ ἀνδρῶν ποιεῖ. Φησὶ δὲ ὅτι πάντοτε ἡ Σελήνη ἢ καί τινες τῶν πλανωμένων ἀστέρων τυχόντες ἐπί τινος κέντρου προσθετικοὶ τῷ μήκει καὶ πλάτει μετά τινος τῶν λαμπρῶν ἀπλανῶν, οἷον Λέοντος τοῦ ἐπὶ τῆς καρδίας τοῦ καλουμένου Βασιλίσκου περὶ μοῖραν ε′, ποιοῦσι τὰς τύχας μείζονας καὶ ἐνδοξοτάτας, τὸ δὲ αὐτὸ καὶ ἐπὶ τῆς Ὑδροχόου μοίρας κ′ ποιοῦσιν. Καὶ ἐπὶ τῆς ιε′ μοίρας τοῦ Ταύρου παραβάλλουσα ἡ Σελήνη καὶ τῷ πλάτει πλουσίους, οἰκονομικοὺς ποιεῖ καὶ μεγιστᾶνας, ἐπὶ δὲ τῆς κζ′ μοίρας τυχοῦσα ὁμοίως ποιεῖ λαμπροὺς ἄρχοντας, χρηματιστικοὺς δὲ πάντας καὶ εὐσεβεῖς, τῷ δὲ λαμπρῷ ἀστέρι παραβάλλουσα τῷ ἐπὶ τῆς λ′ μοίρας ποιεῖ ἄρχοντας ἢ ναυάρχους λαμπρούς. Τὸ δὲ ὅμοιον γίνεται καὶ ἐπὶ τῆς ζ′ μοίρας τοῦ Σκορπίου· ποιεῖ φίλους βασιλέων ἢ διαδόχους ὠμοὺς καὶ παραβούλους καὶ ἀποδημητικούς, στρατιωτικούς. Οὕτως οὖν, φησίν, καὶ ἐπὶ τῶν ἄλλων ἀπλανῶν ἀστέρων καταστοχαστέον.

     Πάλιν δὲ λέγει ὅτι οἱ ἔχοντες τὴν Σελήνην ἀγαθοποιοῖς συνάπτουσαν, τὴν δὲ ἀπόρροιαν ἀπὸ λαμπρῶν ἀστέρων ποιουμένην, οὗτοι ὑποτάσσονται τοῖς ἔχουσι τὴν Σελήνην παραβάλλουσαν λαμπρῷ τινι τῶν κατὰ ζῴδιον. Καὶ αὐτοὶ οὔκ εἰσι βιαιοθάνατοι· εἰσὶ γάρ τινες ἐξυπηρετούμεναι μοῖραι, καθὼς ὁ βασιλεὺς Νεχεψὼς ἐν τῇ καθολικῇ λέγει. Ἐπὶ δὲ τῶν ἀδόξων γενέσεων εὑρήσεις τὴν Σελήνην ἀφαιροῦσαν τῷ μήκει καὶ τῷ πλάτει καὶ τῷ φωτὶ καὶ πρὸς κακοποιοὺς φερομένην· οὕτω γὰρ ποιεῖ τοῖς τε σώμασιν ἀσθενεῖς καὶ ταῖς ψυχαῖς προσκοπτικούς.

     Καὶ ἐκ τῶν Σαλμεσχοινιακῶν δὲ βιβλίων ἀναλεξάμενος ὡς ἔστιν ἐκεῖ οὕτως λέγει. Σκοπητέον δὲ καὶ τοὺς δεκανοὺς ἐπειδήπερ ὁ μὲν πρῶτος τοῦ ὡροσκόπου χρηματίζει περὶ τοκετοῦ, ὁ δὲ ἀπὸ τούτου δεκανὸς κη′, ὃς μεσουρανεῖ πρωΐ, χρηματίζει περὶ βίου, ὁ δὲ κε′, ὃς μεσουρανεῖ μεσημβρίαν, χρηματίζει περὶ ἀρρωστίας, ὁ δὲ ιθ′, ὃς ἀνατέλλει ἐν τῷ ἀπηλιώτῃ ὀψέ, χρηματίζει περὶ σίνους, ὁ δὲ ιζ′, ὃς ἀνατέλλει ἐν τοῖς λιβυκοῖς, χρηματίζει περὶ γάμου καὶ γυναικῶν, ὁ δὲ η′, Ἅιδου θύρα, χρηματίζει περὶ τέκνων, ὁ δὲ ἐν τῷ ὑπὸ γῆν χρηματίζει περὶ θανάτου. Οὗτοί εἰσιν οἱ τόποι οἷς χρῶνται ἐπὶ πάσης γενέσεως οἱ παλαιοὶ Αἰγύπτιοι. Τοσαῦτα μὲν οὖν ἐκκείσθω περὶ ψυχῆς καὶ βίου καὶ προκοπῆς, ἑτέρου δὲ σκέμματος κατὰ τὸ ἑξῆς ὁμοίως ἀρξώμεθα.

ιθ. Περὶ πράξεως ποιότητος

     Λαμβάνεται δὲ καὶ γνωρίζεται ἡ ποιότης τῆς πράξεως ἀπὸ τοῦ Ἡλίου καὶ τοῦ μεσουρανοῦντος ζῳδίου. Σκοπεῖν γὰρ δεήσει τὸν τὴν φάσιν ἑῴαν ἔγγιστα πρὸς Ἥλιον πεποιημένον καὶ τὸν ἐπὶ τοῦ μεσουρανήματος ὅταν μάλιστα τὴν συναφὴν τῆς Σελήνης ἐπέχῃ, κἂν μὲν ὁ αὐτὸς ᾖ ἀστὴρ ὁ ἀμφότερα ἔχων τὰ εἰρημένα τούτῳ μόνῳ προσχρηστέον, κἂν μὲν εὑρεθῇ δὲ εἷς ἔχων ἀμφότερα ἀλλὰ πρὸς ἕνα μόνον ἔχῃ ὁμοίως αὐτῷ χρησώμεθα, ἐὰν δὲ ἕτερος ᾖ ὁ τὴν ἔγγιστα φάσιν πεποιημένος καὶ ἕτερος ὁ τῷ μεσουρανήματι ἢ καὶ τῇ Σελήνῃ συνοικειούμενος ἀμφοτέροις χρηστέον τὰ πρῶτα διδόντας τῷ κατ’ ἐπικράτησιν πλείους ἔχοντι ψήφους εἰς τὴν οἰκοδεσποτείαν ἐν τοῖς ε′ τρόποις. Ἐὰν δὲ μηδὲ εἷς εὑρίσκηται μήτε φάσιν ἔχων μήτε ἐπὶ τοῦ μεσουρανήματος, τὸν κύριον αὐτοῦ τοῦ μεσουρανήματος παραληπτέον, πρὸς ἐπιτηδεύσεις μέντοι τὰς κατὰ καιρούς, ἄπρακτοι δὲ οἱ τοιοῦτοι γίνονται. Ὁ μὲν οὖν τῆς πράξεως τὴν οἰκοδεσποτείαν λαβὼν ἀστὴρ οὕτω διακριθήσεται, τὸ δὲ ποῖον τῆς πράξεως ἔκ τε τῆς ἰδιοτροπίας τῶν γ′ ἀστέρων Ἄρεως, Ἀφροδίτης, Ἑρμοῦ καὶ τῆς τῶν ζῳδίων ἐν οἷς ἂν τύχωσι παραπορευόμενοι, καὶ ἔτι ἐκ τῆς ἐπιπλοκῆς τῶν ἄλλων ἀστέρων πρὸς τοὺς γ′ Ἄρην, Ἀφροδίτην, Ἑρμῆν.

     Ταὐτὰ σχεδόν φησι Δωρόθεος λέγων οὕτως·

δίζεο καὶ πρῆξιν τίς τ’ ἀνέρος ἐστὶν ἑκάστου.

     Τῶν μέντοι κέντρων προτάττει τὸ μεσουράνημα, β′ τὸ ὑποχθόνιον, τρίτον τὸν ὡροσκόπον, δ′ τὸν κλῆρον τῆς τύχης· τοῦ γὰρ δύνοντος οὐ μνημονεύει. Καὶ ὅταν, φησίν, τοὺς τόπους τούτους πάντας ἐρήμους εὕρῃς ἀπὸ τῶν τριῶν ἀστέρων Ἄρεως, Ἀφροδίτης, Ἑρμοῦ, τότε σκέπτου τίς τὴν συναφὴν τῆς Σελήνης ἔσχεν ἐν τῇ γενέσει, ἢν δὲ καὶ ταύτην ἔρημον εὕρῃς σκόπει τίς πρὸς τὸν Ἥλιον ἔσχεν. Ἡγοῦμαι ἐνταῦθα μὴ δεῖν τὸν συνάπτοντα τῷ Ἡλίῳ λαμβάνειν (ὕπαυγος γὰρ ἔσται), ἀλλὰ μᾶλλον τὸν τὴν φάσιν τὴν ἑῴαν ἔγγιστα πρὸς αὐτὸν πεποιημένον ὥς φησι καὶ Πτολεμαῖος. Ἐὰν δὲ καὶ οὕτω μὴ εὕρῃς τότε τὸ ϛ′ ζῴδιον ἀπὸ τῆς ὥρας, τελευταῖον δὲ πάντων τὸ δεύτερον ζῴδιον ὅ ἐστι τρίγωνον ἀριστερὸν τῷ μεσουρανήματι. Χρὴ οὖν σκοπεῖν τά τε πρῶτα ἐν τούτοις καὶ τὸν ἐνδύναμον τῶν γ′ ἀστέρων ἐπικείμενον καὶ τούτῳ προσνέμειν τὸ ποιὸν τῆς πράξεως.

     Ὁ μὲν οὖν Ἑρμῆς τὸ πράσσειν παρέχων ποιεῖ τοὺς ἀνὰ λόγον ἔχοντας τὸ ζῆν καὶ ἐμπόρους, ἂν δὲ καὶ ὁ τοῦ Κρόνου αὐτῷ συμπαρῇ ἀλλοτρίων οἰκονόμους, ὀνειροκρίτας ἢ ἐν ἱεροῖς ἀναστρεφομένους προφάσει μαντειῶν καὶ ἐνθουσιασμῶν, ὁ δὲ τοῦ Διὸς νομογράφους καὶ ῥήτορας, σοφιστάς.

     Ὁ δὲ τῆς Ἀφροδίτης τὸ πράσσειν παρέχων ποιεῖ τοὺς παρ’ ὀσμαῖς ἀνθῶν ἢ μύρων ἢ οἴνοις ἢ χρώμασιν ἢ βαφαῖς τὰς πράξεις ἔχοντας, κἂν μὲν ὁ τοῦ Κρόνου μαρτυρήσῃ ἐμπόρους τῶν πρὸς ἀπόλαυσιν καὶ κόσμον, γόητας δὲ καὶ φαρμακοὺς καὶ προαγωγούς, ἐὰν δὲ ὁ τοῦ Διὸς ἀθλητάς, στεφανηφόρους, τιμῶν καταξιουμένους, ὑπὸ θηλυκῶν προσώπων προβιβαζομένους.

     Ὁ δὲ τοῦ Ἄρεως μετὰ μέντοι τοῦ Ἡλίου σχηματισθεὶς τοὺς διὰ πυρὸς ἐργαζομένους ποιεῖ οἷον μαγείρους, χωνευτάς, χαλκέας, χωρὶς δὲ τοῦ Ἡλίου τοὺς διὰ σιδήρου οἷον τέκτονας, ναυπηγούς, γεωργούς, λατόμους, κἂν μὲν ὁ τοῦ Κρόνου αὐτῷ μαρτυρήσῃ ναυτικούς, ὑπονομευτάς, θηριοτρόφους, περιχύτας, ἐὰν δὲ ὁ τοῦ Διὸς στρατιώτας, τελώνας, πορθμέας, πανδοκέας.
 
    Πάλιν δὲ δύο τῶν τὰς πράξεις παρεχομένων εὑρεθέντων ἐὰν μὲν ὁ τοῦ Ἑρμοῦ καὶ ὁ τῆς Ἀφροδίτης λάβωσι τὴν οἰκοδεσποτίαν, ἀπὸ μουσικῶν καὶ ὀργάνων καὶ μελῳδιῶν ἢ ποιημάτων καὶ ῥυθμῶν ποιοῦσι τὰς πράξεις, καὶ μάλιστα ὅταν τοὺς τόπους ὦσιν ἀμφιλαχόντες ἀποτελοῦσι θυμελικούς, ὑποκριτάς, ὀρχηστάς, ὀργανοποιούς, ξορδοστρόφους, ὑφάντας, ζωγράφους, κηροπλάστας, ἐὰν δὲ καὶ ὁ τοῦ Κρόνου πάλιν αὐτοῖς συσχηματισθῇ ποιεῖ αὐτοὺς καὶ τὰ γυναικεῖα κόσμια ἐμπορευομένους, ἐὰν δὲ ὁ τοῦ Διὸς δικολόγους, λογιστηρίων προϊσταμένους, διδασκάλους, ὄχλων προεστῶτας.

     Ἐὰν δὲ ὁ τοῦ Ἑρμοῦ καὶ ὁ τοῦ Ἄρεως ἅμα τὴν κυρίαν λάβωσι τῆς πράξεως ποιοῦσιν ἀνδριαντοποιούς, ὁπλουργούς, ἱερογλύφους, ζῳοπλάστας, παλαιστάς, ἰατρούς, χειρουργούς, κατηγόρους, μοιχικούς, κακοπράγμονας, πλαστογράφους, κἂν μὲν ὁ τοῦ Κρόνου αὐτοῖς μαρτυρήσῃ φονέας, λωποδύτας, λῃστάς, ἀπελάτας, ῥᾳδιουργούς, ἐὰν δὲ ὁ τοῦ Διὸς φιλόπλους, φιλομάχους, δραπέτας, πράκτορας, δεινούς, ἀλλοτρίων ὑπεξερχομένους καὶ διὰ τῶν τοιούτων πορίζοντας.

     Ἐὰν δὲ ὁ τῆς Ἀφροδίτης καὶ ὁ τοῦ Ἄρεως ἅμα τὴν οἰκοδεσποτίαν λάβωσι ποιοῦσι μυρουργούς, βαφέας, κασσιτερουργούς, μολυβδουργούς, χρυσοχόους, ἀργυροκόπους, ὁπλορχηστάς, φαρμακοποιούς, ἰατρούς, κἂν μὲν ὁ τοῦ Κρόνου αὐτοῖς μαρτυρήσῃ ἱερῶν ζῴων θεραπευτὰς ἢ ἀνθρώπων ἐνταφιαστάς, θρηνῳδούς, στωμύλους, τυμβαύλας, ἐνθουσιαστάς, ἐὰν δὲ ὁ τοῦ Διὸς ἱεροπλόκους, οἰωνιστάς, γυναικῶν προϊσταμένους, γάμων ἑρμηνευτὰς καὶ διὰ τῶν τοιούτων ζῶντας ἀπολαυστικῶς ἅμα καὶ ῥιψοκινδύνους.

     Καὶ τῶν ζῳδίων δὲ ἐν οἷς ἂν ὦσιν οἱ τὸ πράσσειν παρέχοντες αἱ φύσεις καὶ ἰδιοτροπίαι παραλαμβάνονται πρὸς τὸ ποικίλον τῶν πράξεων. Τὰ μὲν ἀνθρωποειδῆ συνεργεῖ πρὸς τὰς ἐπιστημονικὰς καὶ περὶ τὴν ἀνθρωπίνην χρείαν, τὰ δὲ τετράποδα πρὸς τὰς μεταλλικὰς καὶ οἰκοδομικὰς καὶ τεκτονικάς, τὰ δὲ τροπικὰ καὶ ἰσημερινὰ πρὸς τὰς ἑρμηνευτικάς, μεταβολικὰς καὶ μετρικὰς καὶ ἰατρικάς, τὰ δὲ χερσαῖα καὶ κάθυγρα πρὸς τὰς ἐν ὑγροῖς ἢ δι’ ὑγρῶν καὶ τὰς βοτανικὰς καὶ ναυπηγικάς, ἔτι δὲ περὶ ταφὰς ἢ ἁλείας.

     Ἰδίως δὲ καὶ ἡ Σελήνη ὅταν τὸν πρακτικὸν τόπον ἐπισχῇ τὸν ἀπὸ συνόδου δρόμον ποιουμένη σὺν τῷ τοῦ Ἑρμοῦ, ἐν μὲν Ταύρῳ καὶ Αἰγοκέρωτι, Καρκίνῳ ποιεῖ μάντεις, θύτας, λεκανομάντεις, ἐὰν δὲ ἐν Τοξότῃ καὶ Ἰχθύσι νεκυομάντεις καὶ δαιμόνων κινητικούς, ἐν δὲ Παρθένῳ καὶ Σκορπίῳ μάγους, ἀστρολόγους, ἀποφθεγγομένους, προγνώσεις ἔχοντας, ἐν δὲ Ζυγῷ καὶ Κριῷ καὶ Λέοντι θεολήπτους, ἐφορκιστάς, ὀνειροκρίτας.

     Τὸ μὲν οὖν αὐτῶν τῶν πράξεων εἶδος διὰ τῶν τοιούτων καταστοχαστέον, τὸ δὲ μέγεθος αὐτῶν ἐκ τῆς τῶν οἰκοδεσποτησάντων γνωρίζεται ἀστέρων δυνάμεως. Ἀνατολικοὶ γὰρ ὄντες ἢ ἐπίκεντροι ποιοῦσι τὰς πράξεις αὐθεντικάς, δυτικοὶ δὲ ἢ ἀποκεκλικότες τῶν κέντρων ὑποτακτικάς, καὶ ὑπὸ μὲν ἀγαθοποιῶν ὁρώμενοι ἐνδόξους καὶ ἐπικερδεῖς, ὑπὸ δὲ κακοποιῶν ταπεινὰς καὶ ἀδόξους καὶ ἀπερικτήτους, Κρόνου μὲν οὖν ἐναντιουμένου καταψύξεις, Ἄρεως δὲ ῥιψοκινδυνίας.

     Ἐκκείσθω πάλιν τὰ παρὰ Δωροθέῳ τοιαῦτα οὕτω περὶ κλήρου στρατιᾶς.

Ὅσσοι δ’ ἐν στρατίῃσι φιλοπτολέμοισιν ἔσονται
τῇδε διδαγμοσύνῃ πεπνυμένος ἐξαγορεύσεις.
πρῶτα μὲν ἐκ Φαίνοντος ἀρίθμεε μέχρι Σελήνης,
ἐξ ὥρης δὲ μεταῦθις, ἐπὴν δὲ τοιοῦτος ἀριθμός
Σκορπίον εἰσαφίκηται ἢ ἐς δέμας Ἀρνειοῖο
οἴκους εἰς Ἄρεως ἢ ἀστέρος ἀγκυλομήτεω
Αἰγοκέρωτα καὶ Ὑδροχόον, στρατίῃσιν ἔνεσται
κεῖνος ἀνήρ. κἂν κέντρον ἔχῃ πτολιπόρθιος Ἄρης
λεύσσων ἀγλαὰ φῶτα καὶ ἢν βεβάῃσιν ἐν ὥρῃ
αὐγή, εἴσπρηξιν δὲ λάχει βιότοιο μερίζει.
οὐ μὴν ἐν στρατίῃ ποτὲ κύδιμος ἔσσεται ἀνήρ
εὖτέ νυ μὴ σύγκρασιν ἔχῃ Κρονίδης τε καὶ Ἄρης.

κ. Περὶ δούλων

     Περὶ δούλων σκέπτου τὸν κλῆρον αὐτῶν. Οὗτος δὲ λαμβάνεται ἀπὸ Ἑρμοῦ ἐπὶ Σελήνην καὶ τὰ ἴσα ἀπὸ τοῦ ὡροσκόπου ἐπὶ ἡμέρας, νυκτὸς ἔμπαλιν. Σκόπει οὖν τὸν τόπον εἰς ὃν ἂν πέσῃ ὁ κλῆρος καὶ τοὺς ἐσχηματισμένους ἀστέρας πρὸς αὐτόν· ἀγαθῶν μὲν γὰρ ὁρώντων ἀγαθοὶ καὶ ἐπὶ καλῷ οἱ δοῦλοι ἔσονται, κακῶν δὲ τὸ ἐναντίον. Ἄλλοι δὲ ἔλαβον οὕτως τὰ περὶ δούλων· ἀπὸ Ἑρμοῦ λαβόντες ἕως τοῦ τῆς τύχης κλήρου καὶ τὰ ἴσα ἀπὸ ὡροσκόπου ἐξέβαλον.

κα. Περὶ γάμου ἤτοι συναρμογῶν

     Καὶ ἐνταῦθα τὰ παρὰ Πτολεμαίου πρῶτον ἐκτιθέμεθα. Ὥς φησιν, περὶ μὲν τῶν κατὰ νόμους ἀνδρῶν καὶ γυναικῶν συμβιώσεων οὕτω σκεπτέον. Ἐπὶ μὲν τῶν ἀνδρῶν ἀφορᾶν δεῖ τὴν Σελήνην αὐτῶν πῶς διάκειται. Ἐὰν γὰρ εὑρεθῇ ἐν τοῖς ἀπηλιωτικοῖς τεταρτημορίοις (ἀπηλιωτικὰ δὲ αὐτῆς εἰσι τὰ ἀπὸ συνόδου ἢ καὶ πανσελήνου μέχρι τῆς διχοτόμου) νεογάμους ποιεῖ τοὺς ἄνδρας ἢ νεωτέραις παρ’ ἡλικίαν συμβάλλοντας, ἐὰν δὲ εὑρεθῇ ἐν τοῖς λιβυκοῖς (λιβυκὰ δὲ τὰ ἀπὸ πρώτης διχοτόμου ἕως πανσελήνου καὶ τὰ ἀπὸ δευτέρας ἕως συνόδου) βραδυγάμους ἢ πρεσβυτέραις συνιόντας, εἰ δὲ καὶ ὑπ’ αὐγὰς εἴη καὶ Κρόνῳ συσχηματιζομένη τέλεον ἀγάμους ποιεῖ.

     Ἔπειτα ἐὰν μὲν ἐν μονοειδεῖ ζῳδίῳ ἢ καὶ ἑνὶ τῶν ἀστέρων συνάπτουσα τύχῃ μονογάμους ἀποτελεῖ, ἐὰν δὲ ἐν δισώμῳ ἢ καὶ πολυμόρφῳ ἢ καὶ πλείοσιν ἐν τῷ αὐτῷ ζῳδίῳ τὴν συναφὴν ἐπέχουσα πολυγάμους. Κἂν μὲν οἱ τὰς συναφὰς ἐπέχοντες τῶν ἀστέρων ἤτοι κατὰ κολλήσεις ἢ μαρτυρίας ἀγαθοποιοὶ τυγχάνωσι λαμβάνουσι γυναῖκας ἀγαθάς, ἐὰν δὲ κακοποιοὶ τὰς ἐναντίας. Κρόνος μὲν γὰρ ἐπισχὼν τὴν συναφὴν περιποιεῖ γυναῖκας ἐπιπόνους καὶ αὐστηράς, Ζεὺς δὲ σεμνὰς καὶ οἰκονομικάς, Ἄρης δὲ θρασείας καὶ ἀνυποτάκτους, Ἀφροδίτη δὲ εὐμόρφους καὶ ἐπιχαρίτους, ἱλαράς, Ἑρμῆς δὲ συνετὰς καὶ ὀξείας, ἔτι δὲ ἡ Ἀφροδίτη μετὰ μὲν Διὸς ἢ Κρόνου ἢ μεθ’ Ἑρμοῦ βιωφελεῖς καὶ φιλάνδρους καὶ φιλοτέκνους, μετὰ δὲ Ἄρεως μοιχικὰς καὶ ἀστάτους.

     Ἐπὶ δὲ τῶν γυναικῶν ἀφορᾶν δεῖ τὸν Ἥλιον αὐτῶν ἐπειδήπερ καὶ αὐτὸς ἐν τοῖς ἀπηλιωτικοῖς πάλιν τυχὼν τεταρτημορίοις (τὰ δὲ ἀπηλιωτικὰ ἐνταῦθα πάλιν ἐπὶ τοῦ Ἡλίου τὰ ἀπὸ τοῦ ὡροσκόπου μέχρι τοῦ μεσουρανήματος καὶ ἀπὸ τοῦ δύνοντος μέχρι τοῦ ὑπογείου) ποιεῖ τὰς ἐχούσας αὐτὸν οὕτω διακείμενον ἤτοι νεογάμους ἢ νεωτέροις συμβαλλούσας, ἐν δὲ τοῖς λιβυκοῖς (τοῖς διαμέτροις ἐναντίως δηλονότι τῶν προειρημένων) βραδυγάμους ἢ πρεσβυτέροις παρ’ ἡλικίαν ζευγνυμένας, κἂν μὲν ἐν μονοειδεῖ ζῳδίῳ τύχῃ ἢ μεθ’ ἑνὸς ἑῴου τῶν ἀστέρων μονογάμους, ἐὰν δὲ ἐν δισώμῳ ἢ πολυμόρφῳ ἢ πάλιν πλείοσιν ἑῴοις συσχηματισθεὶς πολυγάμους, Κρόνου μὲν συσχηματισθέντος τῷ Ἡλίῳ ἐπιπόνους, καθεστῶτας καὶ χρησίμους, Διὸς δὲ σεμνούς, Ἄρεως δὲ ἀστόργους, δράστας, Ἀφροδίτης δὲ καθαρίους καὶ εὐμόρφους, Ἑρμοῦ δὲ βιωφελεῖς, Ἀφροδίτης δὲ μετὰ μὲν Κρόνου νωχελεῖς καὶ ἀσθενεστέρους ἐν τοῖς ἀφροδισίοις, μετὰ δὲ Ἄρεως θερμοὺς καὶ καταφερεῖς καὶ μοιχώδεις, μετὰ δὲ Ἑρμοῦ περὶ παῖδας ἐπτοημένους.

     Διαμένουσι δὲ ἐπίπαν αἱ συμβιώσεις ὅταν ἀμφοτέρων τῶν γενέσεων τὰ φῶτα τύχῃ συμφώνως συσχηματιζόμενα (τουτέστιν ἢ τρίγωνα ἀλλήλοις ἢ ἑξάγωνα), καὶ μάλιστα ὅταν ἐναλλὰξ τοῦτο συμβῇ, πολὺ δὲ πλέον ὅταν ἡ τοῦ ἀνδρὸς Σελήνη τῷ τῆς γυναικὸς Ἡλίῳ. Διαλύονται δὲ ἐκ τῶν τυχόντων καὶ ἀπαλλοτριοῦνται τέλεον, ὅταν αἱ προειρημέναι τῶν φώτων στάσεις ἢ ἐν ἀσυνδέτοις ζῳδίοις τύχωσιν ἢ ἐν διαμέτροις ἢ τετραγώνοις. Κἂν μὲν οἱ ἀγαθοποιοὶ τοὺς συμφώνους τῶν φώτων συσχηματισμοὺς ἐπιθεωρήσωσιν ἡδείας καὶ προσηνεῖς τὰς διαμονὰς τηροῦσιν, ἐὰν δὲ οἱ κακοποιοὶ μαχίμους καὶ ἐπιζημίους. Καὶ πάλιν ἐπὶ τῶν ἀσυμφώνων στάσεων οἱ μὲν ἀγαθοποιοὶ τοῖς φωσὶ μαρτυρήσαντες οὐ τέλεον ἀποκόπτουσι τὰς συμβιώσεις, ἀλλὰ ποιοῦσιν ἐπανόδους συντηρούσας τὸ φιλόστοργον, οἱ δὲ κακοποιοὶ μετά τινος ἐπηρείας καὶ ὕβρεως ποιοῦσι τὰς διαλύσεις· τοῦ μέντοι Ἑρμοῦ μόνου σὺν αὐτοῖς γενομένου περιβοήσεσι καὶ ἐγκλήμασι περικυλίονται, μετὰ δὲ τοῦ τῆς Ἀφροδίτης ἐπιμοιχίαις καὶ φαρμακείαις ἢ τοῖς τοιούτοις.
 
    Πρὸς δὲ τούτοις ὁ τῆς Ἀφροδίτης μετὰ τοῦ Ἄρεως ἁπλῶς ἐρωτικὰς διαθέσεις ποιεῖ, προσόντος δὲ καὶ τοῦ Ἑρμοῦ περιβοησίας, ἐν δὲ τοῖς ζῳδίοις Αἰγοκέρωτι καὶ Ἰχθύσιν ἀδελφῶν ἢ συγγενῶν ἐπιπλοκάς. Κἂν μὲν ἐπὶ τῶν ἀνδρῶν ἡ Σελήνη αὐτοῖς συμπαρῇ ποιεῖ δυσὶν ἀδελφαῖς ἢ συγγενέσι συνερχομένους, ἐὰν δὲ ἐπὶ τῶν γυναικῶν ὁ τοῦ Διὸς δυσὶν ἀδελφοῖς ἢ συγγενέσιν. Πάλιν δὲ μετὰ Κρόνου ὁ τῆς Ἀφροδίτης τυχὼν ἁπλῶς μὲν ἡδείας καὶ εὐπαθεῖς ποιεῖ τὰς συμβιώσεις, προσόντος δὲ τοῦ Ἑρμοῦ καὶ βιωφελίμους, προσγενομένου δὲ τοῦ Ἄρεως ἀστάτους καὶ βλαβερὰς καὶ ἐπιζήλους· κἂν μὲν ὁμοιοσχήμων ᾖ αὐτοῖς πρὸς ὁμήλικας ποιεῖ τὰς ἐπιπλοκάς, ἐὰν δὲ ἀνατολικώτερος αὐτῶν πρὸς νεωτέρους ἢ νεωτέρας, ἐὰν δὲ δυτικώτερος πρὸς πρεσβυτέρους ἢ πρεσβυτέρας. Ἐὰν δὲ ἐν τοῖς ἐπικοίνοις ὦσι ζῳδίοις ὁ τῆς Ἀφροδίτης καὶ ὁ τοῦ Κρόνου (τουτέστιν Αἰγοκέρωτι καὶ Ζυγῷ) συγγενικὰς ποιοῦσι τὰς συνελεύσεις.

     Ὡροσκοπήσαντι δὲ ἢ μεσουρανήσαντι Σελήνη μὲν συμπροσγενομένη ποιεῖ τοὺς μὲν ἄρρενας μητράσιν ἢ μητρὸς ἀδελφαῖς ἢ μητρυιαῖς συνέρχεσθαι, τὰς δὲ θηλείας υἱοῖς ἢ υἱῶν ἀδελφοῖς ἢ θυγατέρων ἀνδράσιν, Ἥλιος δὲ μάλιστα δυτικῶν ὄντων τῶν ἀστέρων τοὺς μὲν ἄρρενας θυγατράσι ἢ θυγατέρων ἐξ ἑτέρου γάμου ἀδελφαῖς ἢ γυναιξὶν υἱῶν, τὰς δὲ θηλείας πατράσιν ἢ πατέρων ἀδελφοῖς. Ἐὰν δὲ οἱ προκείμενοι συσχηματισμοὶ τῶν μὲν συγγενικῶν ζῳδίων μὴ τύχωσιν, ἐν θηλυκοῖς δ’ ὦσι τόποις καὶ προσώποις, ποιοῦσι καὶ οὕτω καταφερεῖς, ἐπ’ ἐνίων δὲ μορφώσεων καὶ ἀσελγεῖς ὡς ἐπὶ τῶν ἐμπροσθίων τοῦ Κριοῦ καὶ τῆς Ὑάδος καὶ τῶν ὀπισθίων τοῦ Λέοντος καὶ τοῦ προσώπου τοῦ Αἰγοκέρωτος. Ὄντες δὲ κατὰ μὲν τῶν πρώτων δύο κέντρων τοῦ τε ἀπηλιωτικοῦ καὶ τοῦ μεσημβρινοῦ παντελῶς ἀναδεικνύουσι τὰ πάθη καὶ ἐπὶ δημοσίων τόπων προάγουσιν, κατὰ δὲ τῶν ἐσχάτων δύο τοῦ τε λιβυκοῦ καὶ τοῦ βορεινοῦ κρύφια τὰ πάθη ἢ στείρας καὶ ἀτρήτους, Ἄρεως δὲ προσόντος ἀποκόπους ἢ τριβάδας.

     Καθόλου δὲ καθαρίους καὶ σεμνοὺς τοὺς ἄνδρας ποιεῖ, περὶ δὲ ἀφροδίσια ἕνεκα φυσικῆς χρείας καταγινομένους ὁ τοῦ Ἄρεως χωρισθεὶς μὲν τοῦ τῆς Ἀφροδίτης καὶ τοῦ Κρόνου, μαρτυρηθεὶς δὲ ὑπὸ τοῦ Διός. Μετὰ Κρόνου δὲ μόνου τυχὼν ὀκνηροὺς καὶ εὐλαβεῖς καὶ καταψύχρους ποιεῖ, ἅμα δὲ Ἀφροδίτῃ καὶ Διὶ ἢ καὶ αὐτοῖς συσχηματισθεὶς εὐκινήτους μέν, ἐγκρατεῖς δὲ ἀπεργάζεται· κἂν ὁ μὲν ᾖ ἑσπέριος τῶν ἀστέρων, ὁ δὲ ἑῷος, πρὸς ἄρρενας καὶ θηλείας, ἐὰν μὲν ἐν ἀρρενικοῖς πρὸς ἄρρενας μόνον, ἐὰν δὲ ἐν θηλυκοῖς πρὸς θηλείας μόνον. Ἐὰν μὲν ὁ τῆς Ἀφροδίτης δυτικὸς ταπειναῖς ἢ δούλαις ἢ ἀλλοφύλοις συνερχομένους ποιεῖ, ἐὰν δὲ ὁ τοῦ Ἄρεως ὑπερεχούσαις ἢ ὑπάνδροις ἢ δεσποίναις.

     Γυναῖκας ὁμοίως ὁ τῆς Ἀφροδίτης ποιεῖ σώφρονας καὶ καθαρίους συσχηματισθεὶς τῷ τοῦ Διὸς καὶ τῷ τοῦ Κρόνου, μετὰ δὲ τοῦ Ἑρμοῦ ὀρεκτικὰς μέν, εὐλαβεῖς δέ. Ἄρει δὲ μόνῳ συνὼν ἢ συσχηματισθεὶς ὁ τῆς Ἀφροδίτης ποιεῖ λάγνους καὶ καταφερεῖς, ἐὰν δὲ ὁ τοῦ Διὸς αὐτοῖς προσγένηται, κἂν μὲν ὁ τοῦ Ἄρεως ὑπὸ τὰς αὐγὰς ᾖ συνέρχονται εἰς δούλους ἢ ταπεινοτέρους ἢ ἀλλοφύλους, ἐὰν δὲ ὁ τῆς Ἀφροδίτης ὑπερέχουσιν ἢ δεσπόταις αὑτῶν. Ἐὰν δὲ ὁ τοῦ Κρόνου συνοικειωθῇ αὐτοῖς ἐν θηλυκοῖς ζῳδίοις ἀσελγειῶν αἴτιος γίγνεται, ἐὰν δὲ καὶ ἀνατολικὸς ᾖ καὶ ἠρρενωμένος ἐπὶ τέγους ἵστησιν ἢ τῶν ἐπὶ τέγους ἐραστὰς ἀπεργάζεται, τοῦ Διὸς πάλιν πρὸς τὸ εὐσχημονέστερον τῶν παθῶν παραλαμβανομένου, τοῦ δὲ Ἑρμοῦ πρὸς τὸ διαβοητότερον.

     Πάλιν δὲ καὶ τὰ ἐν τοῖς ἔπεσι Δωροθέου ἐκ τῶν Νεχεψὼ καὶ τῶν ἄλλων σύνθετα ἐπισυνάψωμεν.

αὐτίκα δ’ ἀμφὶ γάμοιο διίξομεν ἱμερόεντος.

     Ὅταν οἱ μὲν τριγωνοκράτορες ἐν κακοῖς ὦσι τόποις, ἡ δὲ Ἀφροδίτη ἐν καλοῖς, καὶ οὕτω καλῶς γαμοῦσιν, μετά τινος μέντοι ζημίας, ἐὰν δὲ ἡ Ἀφροδίτη ἐν κακοῖς, οἱ δὲ τριγωνοκράτορες ἐν καλοῖς, Ζεὺς δὲ καὶ Ἄρης αὐτὴν ἐπίδωσιν, ποιεῖ, φησίν,

ῥεμβάδα καὶ φοιτῶσαν ὅπῃ κύρσειεν ἑταίρους.

     Ἡνίκα δὲ ὁ μὲν πρῶτος τριγωνοκράτωρ καλῶς κεῖται, ὁ δὲ δεύτερος κακῶς, τὰ πρῶτα τῆς συναφῆς τοῦ γάμου καλὰ σημαίνει, τὰ δὲ ἔσχατα φαῦλα, ἐναντίως δὲ ἐχόντων ἐναντία. Καὶ τὰ περὶ τοῦ γάμου νόει·

πάντοτε δ’ Ἀφρογενὴς κέντρον δυτικὸν κατέχουσα

     … Ἐὰν δὲ ᾖ Ἀφροδίτη ὁμοῦ καὶ Ζεύς, Κρόνος δὲ ἀλλαχόθεν ἴδῃ αὐτοὺς ἢ καὶ Ἄρης, ταῖς δεσποίναις ἑαυτῶν συγκοιμῶνται, καὶ ἐπὶ τῶν θηλειῶν τὸ αὐτό σοι νοείσθω. Ἀφροδίτη ὡρονομοῦσα παρὰ τὴν αἵρεσιν ἤτοι μεσουρανοῦσα ὑπὸ τὰς αὐγὰς τοῦ Ἄρεως κεκεντρωμένου πρὸς αὐτὴν ποιεῖ γάμον ἐκ ταπεινοῦ, καὶ Ἑρμοῦ ἐποπτεύσαντος δημοσίαν καὶ μιγάδα ἄξει εἰς γάμον.
 
    Ἐὰν δὲ τὸ ζ′ ζῴδιον ἀπὸ τῆς ὥρας κακωθῇ ὑπὸ κακοποιοῦ ἢ καὶ ὑπαύγου τάδε ποιεῖ· Κρόνος μὲν τὸν γάμον διαφέρει ἕνεκα ἀρχαίων ἢ ἀποθανόντων ἢ πατέρων, ὁ δὲ Ζεὺς ἕνεκα δημοσίων, ὁ δὲ Ἑρμῆς ἕνεκα λογιστικῶν καὶ τοιούτων ἢ καὶ γυναῖκας ποιεῖ ῥυπαίνεσθαι παρὰ δούλων, ὁ δὲ Ἄρης μοιχικάς, ἐὰν δὲ αὐτῷ οὕτως ἔχοντι καὶ ὁ Ἑρμῆς συμπαρῇ αὐτοχείρους ποιοῦσι τῶν ἰδίων γυναικῶν, ἡ δὲ Ἀφροδίτη ζῆλον καὶ δυσγαμίαν παρέχει.

     … Καὶ ἐὰν εὑρεθῇ οὕτως ὁ Κρόνος γεραιός τίς ἐστιν ὁ συγκοιμώμενος ἢ καὶ φθείρας, εἰ δὲ Ἄρης ταπεινός τις ἤτοι σώματος ἔμπορος, εἰ δὲ Ζεὺς πλούσιός τις, εἰ δὲ Ἀφροδίτη ἐν εὐφροσύνῃ καὶ μέθῃ, εἰ δὲ Ἑρμῆς ἐξ ἀπάτης καὶ ὑποσχέσεως καὶ τῶν τοιούτων. Κατὰ δὲ πάροδον, φησίν, ἐπὶ τῶν ἐν ἡλικίαις Ζεὺς ἐπισυμβαίνων τοῖς τῆς Ἀφροδίτης τόποις ἢ καὶ Κρόνος ποιεῖ γάμους, καὶ Ἀφροδίτη δὲ ἐν τοῖς ἰδίοις τόποις. Ταῦτα δὲ χρὴ στοχάζεσθαι ἐπὶ τῶν ἐγγὺς ὑπόπτων γαμούντων, σκεπτέον δὲ ὁμοίως καὶ τοὺς γαμικοὺς κλήρους τότε.

κβ. Περὶ τέκνων

     Ἐπειδὴ δὲ τῷ περὶ γάμου τόπῳ καὶ ὁ περὶ τέκνων ἀκολουθεῖ σκοπεῖν δεήσει τοὺς τῷ κατὰ κορυφὴν τόπῳ ἢ τῷ ἐπιφερομένῳ (τουτέστι τῷ τοῦ ἀγαθοῦ δαιμονήματος) προσόντας ἢ συσχηματιζομένους, εἰ δὲ μὴ τοὺς τοῖς διαμέτροις αὐτῶν, καὶ Σελήνην μὲν καὶ Δία καὶ Ἀφροδίτην πρὸς δόσιν τέκνων παραλαμβάνειν, Ἥλιον δὲ καὶ Κρόνον καὶ Ἄρεα πρὸς ἀτεκνίαν ἢ ὀλιγοτεκνίαν, τὸν δὲ τοῦ Ἑρμοῦ πρὸς ὁποτέρους ἂν αὐτῶν τύχῃ συσχηματισθεὶς ἐπίκοινον, καὶ ἔτι δοτῆρα μὲν ὅταν ἀνατολικός, ἀναιρέτην δὲ ὅταν δυτικός.

     Οἱ μὲν οὖν δοτῆρες ἁπλῶς μὲν οὕτω κείμενοι καὶ κατὰ μόνας ὄντες μοναχὰ διδόασι τέκνα, ἐν δισώμοις δὲ καὶ θηλυκοῖς ζῳδίοις, ὁμοίως ἐν πολυσπέρμοις οἷον Καρκίνῳ, Αἰγοκέρωτι, Ἰχθύσι καὶ Σκορπίῳ, δισσὰ ἢ καὶ πλείονα, καὶ ἠρρενωμένοις μὲν τοῖς ζῳδίοις καὶ τοῖς πρὸς Ἥλιον ἑῷοι ἢ ἀνατολικοὶ συσχηματισμοῖς ἄρρενα, τεθηλυμμένοις δὲ θήλεια· καθυπερτερηθέντες ὑπὸ τῶν κακοποιῶν ἢ καὶ ἐν στειρώδεσι ζῳδίοις τυχόντες (οἷον Λέοντι ἢ Παρθένῳ) διδόασι μέν, οὐκ ἐπὶ καλῷ δὲ οὐδ’ ἐπὶ διαμονῇ. Ἥλιος δὲ καὶ οἱ κακοποιοὶ διακατασχόντες τοὺς εἰρημένους τόπους ἐὰν μὲν ἐν ἀρσενικοῖς ὦσι καὶ στειρώδεσι ζῳδίοις καὶ ὑπὸ τῶν ἀγαθοποιῶν ἀκαθυπερτέρητοι τελείας ἀτεκνίας εἰσὶ δηλωτικοί, ἐπὶ θηλυκῶν δὲ ἢ πολυσπέρμων ζῳδίων τυχόντες ἢ ὑπὸ ἀγαθοποιῶν μαρτυρηθέντες διδόασι ἐπισινῆ τε καὶ ὀλιγοχρόνια.

     Τῶν δὲ κακοποιῶν καὶ τῶν ἀγαθοποιῶν ἅμα λόγον ἐχόντων πρὸς τὰ τεκνοποιὰ ζῴδια τῶν δοθέντων τέκνων ἀποβολαὶ γενήσονται πάντων ἢ ὀλίγων πρὸς τὰς ὑπεροχὰς τῶν καθ’ ἑκατέραν αἵρεσιν μαρτυρησάντων, ὁποτέρους ἂν εὑρίσκωμεν ἤτοι πλείους ἢ δυνατωτέρους ἢ ἐπικεντροτέρους ὑπάρχειν ἢ καθυπερτέρους ἢ ἐπιφέρεσθαι. Ἐὰν μὲν οὖν οἱ κυριεύσαντες τῶν προειρημένων ζῳδίων ἀνατολικοὶ τυγχάνωσι, δοτῆρες ἔσονται τέκνων· εἰ ἐν ἰδίοις ὦσι τόποις ἔνδοξα καὶ ἐπιφανῆ ποιοῦσι τὰ δοθέντα τέκνα, ἐὰν δὲ ἐν τοῖς δυτικοῖς καὶ ἐν τοῖς τῆς ἀλλοτρίας αἱρέσεως τόποις ταπεινὰ καὶ ἀνεπίφαντα.

     Κἂν μὲν σύμφωνοι τῇ ὥρᾳ καὶ τῷ κλήρῳ τῆς τύχης καταλαμβάνωνται προσφιλῆ τοῖς γονεῦσι καὶ ἐπαφρόδιτα καὶ κληρονομοῦντα τὰς οὐσίας αὐτῶν, ἐὰν δὲ ἀσύνδετοι ἢ ἀντικείμενοι μάχιμα καὶ ἐχθροποιούμενα καὶ ἐπιβλαβῆ καὶ μὴ παραλαμβάνοντα τὰς τῶν γονέων οὐσίας, ὁμοίως δὲ κἂν μὲν ἀλλήλοις ὦσι συνεσχηματισμένοι συμφώνως οἱ τὰ τέκνα ποιοῦντες διαμένουσιν οἱ δοθέντες φιλάδελφοι καὶ τιμητικοὶ πρὸς ἀλλήλους, ἐὰν δὲ ἀσύνδετοι καὶ διάμετροι φιλέχθρως καὶ ἐπιβουλευτικῶς διακείμενοι. Τὰ δὲ κατὰ μέρος πάλιν ἄν τις καταστοχάζοιτο χρησάμενος ἐφ’ ἑκάστου τῷ τὴν δόσιν πεποιημένῳ τῶν ἀστέρων ὡροσκοπίῳ καὶ ἀπὸ τῆς λοιπῆς διαθέσεως ὡς ἐπὶ γενέσεως τὴν ἐπὶ τῶν ὁλοσχερεστέρων ἐπίσκεψιν ποιούμενος.

     Καὶ ταῦτα μὲν ὁ Πτολεμαῖος ἐκ τῶν Πετοσίριδος ἐκτίθεται, πάλιν δὲ ὁ Δωρόθεος περὶ τέκνων σκεπτόμενος λέγει. Δεῖ τοὺς τριγωνοκράτορας τοῦ Διὸς σκοπεῖν πῶς κεῖνται ἐν τῇ γενέσει εἴτ’ ἐν καλοῖς τόποις ἢ ἐναντίοις, ἢ ὃς μέν ἐστιν, ὃς δὲ οὐ, καὶ πρὸς αὐτοὺς ἀποτελεῖν. … τήν τε πρώτην καὶ δευτέραν πρᾶξιν ὁμοίως αὐτοῖς διασημαίνειν. Σκέπτου εἰ ἐν καλοῖς τόποις ὁ κλῆρος εἴη καὶ μὴ ἐν ἀσπόροις ἐπειδήπερ ἐὰν εὑρεθῇ ἐν τῷ ϛ′ ἢ ἐν τῷ ιβ′ ἢ ἄγονος, φησίν, ἔσται ἢ κλαύσει τὰ τικτόμενα. Ἐὰν δὲ ὁ κλῆρος καὶ τὸ δῦνον αὐτοῖς ὁμοίως καὶ τὰ τετράπλευρα χηρεύῃ ἄστρων καὶ μάλιστα ἀγαθῶν

φράζεο τούσδε γονῆς ἐπιδευέας αἰὲν ἐόντας.

     Εἰ δὲ τὰ ζῴδια τὰ παρέχοντα τὰ τέκνα καὶ οἱ ἐπόντες ἀστέρες θηλυκῆς ὦσι φύσεως θηλυκὰ ἔσται τὰ τικτόμενα, εἰ δὲ ἀρρενικὰ ἢ μεμιγμένα ὁμοίως ἀρρενικὰ ἢ καὶ μεμιγμένα.

κγ. Περὶ φίλων καὶ ἐχθρῶν

     Τῶν δὲ φιλικῶν διαθέσεων καὶ τῶν ἐναντίων αἱ μέν εἰσι μεγάλαι καὶ πολυχρόνιοι συμπάθειαι καὶ ἔχθραι, αἱ δὲ πρόσκαιροι φιλίαι καὶ ἀποσιωπήσεις. Ἐπὶ μὲν οὖν τῶν κατὰ μεγάλα συμπτώματα θεωρουμένων παρατηρεῖν δεῖ τοὺς ἀμφοτέρων τῶν γενέσεων κυριωτέρους τόπους, τουτέστι τόν τε ἡλιακὸν τόπον καὶ τὸν σεληνιακὸν καὶ τὸν ὡροσκοπικὸν καὶ τὸν τοῦ κλήρου τῆς τύχης τόπον, ἐπειδήπερ κατὰ μὲν τῶν αὐτῶν τυχόντες δωδεκατημορίων ἢ ἐναλλάξαντες τοὺς τόπους ἢ οἱ πάντες ἢ οἱ πλείους, καὶ μάλιστα ὅταν οἱ ὡροσκοποῦντες περὶ τὰς ιζ′ ἥμισυ μοίρας ἀλλήλων ἀπέχωσι, ποιοῦσι συμπαθείας ἀπταίστους καὶ ἀδιαλύτους καὶ ἀνεπηρεάστους. Κατὰ δὲ τῶν ἤτοι διαμετρούντων ἢ τετραγωνιζόντων σταθέντες ἔχθρας μεγίστας καὶ ἐναντιώσεις πολυχρονίους, μηθετέρως δὲ τυχόντες ἀλλὰ μόνον ἐν τοῖς συσχηματιζομένοις δωδεκατημορίοις, εἰ μὲν οὖν ἐν τοῖς τριγώνοις εἶεν ἢ ἐν ἑξαγώνοις ἥττονας ποιοῦσι τὰς συμπαθείας ὡς γενέσθαι τινὰς κατὰ καιροὺς ἐν μὲν ταῖς φιλίαις ὑποσιωπήσεις καὶ μικρολογίας ὅταν οἱ κακοποιοὶ συσχηματισμὸν παροδεύσωσιν, ἐν δὲ ταῖς ἔχθραις σπονδὰς καὶ ἀποκαταστάσεις κατὰ τὰς τῶν ἀγαθοποιῶν τοῖς συσχηματισμοῖς ἐπεμβάσεις.

     Ἐπειδὴ δὲ καὶ φιλίας καὶ ἔχθρας εἴδη τρία (ἢ γὰρ ἁπλῶς διὰ προαίρεσιν οὕτως ἔχουσι πρὸς ἀλλήλους ἢ διὰ χρείαν ἢ δι’ ἡδονὴν καὶ διὰ λύπην), ὅταν μὲν οἱ τῶν φώτων τόποι μόνον οἱ αὐτοὶ ὦσιν, ὑπονοητέον τὴν φιλίαν διὰ προαίρεσιν βελτίστην, ὅταν δὲ ἀσυμφωνήσωσιν ὁμοίως δι’ αὐθαίρετον ἔχθραν καὶ ἀπιστίαν, ὅταν δὲ οἱ κλῆροι διὰ χρείαν, ὅταν δὲ οἱ ὡροσκόποι δι’ ἡδονὰς ἢ λύπας, καὶ ὅταν πάντες ἢ οἱ πλείους τῶν εἰρημένων τόπων οἰκειωθῶσι πρὸς ἀλλήλους ἐκ πάντων ἡ φιλία συνάγεται τῶν εἰδῶν ὥσπερ ὅταν ἀνοικείως ἡ ἔχθρα.

     Καὶ ἐφ’ ὧν γενέσεων τὰ φιλίαν ποιοῦντα σχήματα ὑπὸ κακοποιῶν θεωρῆται ἢ τούτοις ἐπαναφέρωνται ἐκείνῃ προσνεμητέον τὸ αὐθεντικώτερον τῆς ἔχθρας. ἐφ’ ὧν μὲν γὰρ γενέσεων ἡ τοῦ σχηματισμοῦ καθυπερτέρησις ἐν τῷ αὐτῷ ᾖ ἢ τῷ ἔγγιστα ζῳδίῳ (τῇ ἐπαναφερομένῃ) ἐκείνῃ προσνεμητέον τὸ αὐθεντικώτερον ἢ ἐπιληπτικώτερον τῆς φιλίας καὶ τῆς ἔχθρας, ἐφ’ ὧν δὲ ἡ θεώρησις τῶν ἀστέρων βελτίων πρὸς ἀγαθοποιῶν δύναμιν ἐκείνῃ τό τε ἐκ τῆς φιλίας ὠφελιμώτερον καὶ τὸ ἐκ τῆς ἔχθρας κατορθωτικώτερον ἀποδοτέον ὥσπερ ἔμπαλιν ὑπὸ ἀγαθοποιῶν ἐκείνῃ τὸ ἐκ τῆς φιλίας ὠφελούμενον.

     Ἐπὶ δὲ τῶν κατὰ χρόνους συνισταμένων, φησίν, συναστριῶν τε καὶ ἐναντιώσεων προσεκτέον ταῖς καθ’ ἑκατέραν γένεσιν κινήσεσι τῶν ἀστέρων κακοποιοὺς ἐπαγόντων χρόνους ἢ ἀγαθοποιοὺς ὅταν αἱ τῶν τῆς ἑτέρας γενέσεως ἀστέρων ἀφέσεις ἐπέρχονται τοῖς τόποις τῶν τῆς ἑτέρας γενέσεως ἀστέρων· γίνονται γὰρ κατὰ τούτους φιλίαι μερικαὶ καὶ κρατοῦσι χρόνον ὀλιγοστὸν μὲν τὸν μέχρι τῆς διαλύσεως αὐτῆς, πλεῖστον δὲ τὸν μέχρι τῆς ἑτέρου τινὸς τῶν ἐπιφερομένων ἀστέρων καταλήψεως.

     Κρόνος μὲν οὖν καὶ Ζεὺς ἐπελθόντες τοῖς ἀλλήλων τόποις ποιοῦσι φιλίας διὰ συστάσεως ἢ γεωργίας ἢ κληρονομίας, Κρόνος δὲ καὶ Ἄρης μάχας καὶ ἐπιβουλάς, Κρόνος καὶ Ἀφροδίτη συνεπιπλοκὰς διὰ συγγενικῶν προσώπων ταχὺ μέντοι καταψυχούσας, Κρόνος καὶ Ἑρμῆς συμβιώσεις καὶ κοινωνίας καὶ ἐμπορίας, Ζεὺς καὶ Ἄρης ἑταιρίας δι’ ἀξιωματικῶν ἢ οἰκονομιῶν, Ζεὺς καὶ Ἀφροδίτη διὰ θηλυκῶν προσώπων καὶ τῶν ἐν ἱεροῖς θρησκειῶν, Ζεὺς καὶ Ἑρμῆς διὰ λόγους καὶ ἐπιστήμας καὶ προαίρεσιν φιλόσοφον, Ἄρης καὶ Ἀφροδίτη δι’ ἔρωτας ἢ μοιχίας, Ἄρης καὶ Ἑρμῆς ἔχθρας καὶ περιβοησίας καὶ δίκας διὰ φαρμακίας, Ἀφροδίτη καὶ Ἑρμῆς διὰ τέχνην μουσικὴν καὶ ἀπὸ γραμμάτων.

     Τὴν μὲν οὖν ἐπὶ τὸ μᾶλλον καὶ ἧττον ἐπίτασιν καὶ ἄνεσιν τῶν συναστριῶν ἢ τῶν ἐναντιώσεων διακριτέον ἐκ τῆς τῶν ἐπιλαμβανομένων τόπων πρὸς τοὺς πρώτους καὶ κυριωτάτους δ τόπους διαθέσεως, ἐπειδήπερ κατὰ κέντρων μὲν ἢ κλήρων ἢ τῶν φώτων τυχόντες ἐπιφανεστέρας ποιοῦσι τὰς σημασίας, ἀλλοτριωθέντες δὲ αὐτῶν ἀνεπιφάντους, τὴν δὲ ἐπὶ τὸ βλαβερώτερον ἢ ὠφελιμώτερον τοῖς ἑτέροις ἐκ τῆς τῶν ἐπιθεωρούντων ἀστέρων τοὺς προειρημένους τόπους ἐπὶ τὸ ἀγαθὸν ἢ τὸ κακὸν ἰδιοτροπίας. Ἰδίως δὲ ὁ περὶ δούλων λόγος καὶ τῆς τῶν δεσποτῶν πρὸς αὐτοὺς συμπαθείας ἐκ τοῦ κακοδαιμονοῦντος ζῳδίου λαμβάνεται καὶ τῆς τῶν ἐπιθεωρούντων ἀστέρων τὸν τόπον κατά τε τὴν γένεσιν αὐτὴν καὶ κατὰ τὰς ἐπεμβάσεις ἢ διαμετρήσεις φυσικῆς ἐπιτηδειότητος, καὶ μάλιστα ὅταν οἱ τοῦ δωδεκατημορίου κυριεύοντες ἤτοι συμφώνως τοῖς αὐθεντικοῖς τῆς γενέσεως τόποις ἢ ἐναντίως ποιῶνται τοὺς σχηματισμούς.

     Ἐκκείσθω δὲ πάλιν καὶ τὰ παρὰ Δωροθέῳ σφόδρα καλῶς εἰρημένα. Ἄλλοι δέ, φησίν, ἐπιβλέπουσι τὸν κλῆρον τοῦ ἔρωτος, δηλονότι πῶς κεῖται, ὑπὸ ποίων ἀστέρων θεωρεῖται, καὶ πρὸς αὐτὸν τὰ περὶ φιλίας σκοποῦσιν.

Ἄρης δ’ εὖτέ κεν ᾖ καθυπέρτερος Ἑρμείαο,

     ὁμῶς ἐὰν ᾖ ἐν τοῖς ἀκούουσι ζῳδίοις ἤτοι ἐν τοῖς βλέπουσιν, συμπαθεῖς ἔσονται αἱ γενέσεις. Ἀκούει δὲ ἀλλήλων τὰ ἴσον ἀπέχοντα τοῦ ἰσημερινοῦ ζῳδίου, οἷον Ταῦρος καὶ Ἰχθύες, Δίδυμοι καὶ Ὑδροχόος, καὶ ἐφεξῆς τὰ ἄλλα ζῴδια· Κριὸς δὲ καὶ Ζυγός, φησὶν ἀκολουθῶν Θρασύλλῳ, οὐκ ἀκούει ἀλλήλων. Βλέποντα δὲ ζῴδια τὰ ἴσον ἀπέχοντα τῶν τροπικῶν ζῳδίων. Κριὸς δὲ ἐπιτάττει τῷ Ζυγῷ διὰ τὸ ἐν μὲν Κριῷ αὔξειν τὴν ἡμέραν, ἐν δὲ Ζυγῷ μειοῦν· ὁμοίως καὶ Ταῦρος Παρθένῳ ἐπιτάττει τῷ αὐτῷ τρόπῳ, καὶ τὰ ἄλλα. Καὶ τὰ ἰσανάφορα δὲ ζῴδια συμπαθῆ ἐστιν ἀλλήλοις, μάλιστα ἐὰν τῶν δύο γενέσεων οἱ κλῆροι τοῦ ἔρωτος ἐμπέσωσιν εἰς αὐτά. Ἔστι δὲ καὶ ἐν τούτοις πλείων ἰσχὺς καὶ ἐλάττων, πλείων μὲν ἐν τοῖς ἀπὸ Κριοῦ ἕως Παρθένου καὶ αὐτῆς, ἐλάττων δὲ ἐν τῷ ἄλλῳ ἡμισφαιρίῳ. Οὐ μόνον δὲ χρὴ ἐπὶ τῶν φίλων τὰ περὶ φιλίας σκοπεῖν ἐν τοῖς προεκτεθειμένοις σχήμασιν, ἀλλὰ καὶ ἐπὶ γυναικὸς καὶ ἀνδρός, καὶ πατρὸς καὶ μητρὸς καὶ τέκνων.

κδ. Περὶ ξενιτείας

     Τὰ δὲ περὶ ξενιτείας σκοποῦσιν ἀπὸ τῆς τῶν φώτων πρὸς τὰ κέντρα στάσεως, ἀμφοτέρων μέν, μάλιστα δὲ τῆς Σελήνης· δύνοντα γὰρ ἢ ἀποκεκλικότα τῶν κέντρων ξενιτείας ποιεῖ. Καὶ ὁ τοῦ Ἄρεως δὲ ἐν τῷ θ′ ὤν, τουτέστιν ἀποκεκλικὼς τοῦ κατὰ κορυφὴν τόπου, ἢ δύνων ποιεῖ, ὅταν μάλιστα τοῖς φωσὶ διάμετρον στάσιν ἔχῃ ἢ τετράγωνον. Καὶ ἐὰν ὁ κλῆρος τῆς τύχης ἐν τοῖς ποιήσασι ζῳδίοις τὴν ἀποδημίαν ἐκπέσῃ καὶ τοὺς βίους ὅλους καὶ τὰς ἀναστροφὰς ἐπὶ ξένης ποιοῦσιν. Ἀγαθοποιῶν μὲν οὖν ἐπιθεωρούντων τοὺς τόπους τοὺς προειρημένους ἢ ἐπαναφερομένων αὐτοῖς ἐνδόξους ἕξουσι καὶ ἐπικερδεῖς τὰς ἐπὶ ξένης πράξεις καὶ τὰς ἐπανόδους ταχείας καὶ ἀνεμποδίστους, κακοποιῶν δὲ ἐπιπόνους καὶ ἐπιβλαβεῖς καὶ δυσανακομίστους, μεμιγμένων δὲ δηλονότι μεμιγμένας. Ὡς ἐπίπαν δὲ ἐν μὲν τοῖς τῶν ἑῴων τεταρτημορίων ἀποκλίμασιν ἐκπεσόντων τῶν φώτων πρὸς ἀνατολὰς καὶ μεσημβρίας συμβαίνει γίνεσθαι τὰς ἐκδημίας, ἐν δὲ τοῖς τῶν λιβυκῶν ἢ ἐν αὐτῷ τῷ δύνοντι εἰς τὰ πρὸς ἄρκτους καὶ δυσμάς. Καὶ ἂν μὲν μονοειδῆ τύχῃ τὰ τὴν ξενιτείαν ποιήσαντα ζῴδια ἤτοι αὐτὰ ἢ καὶ οἱ οἰκοδεσποτήσαντες αὐτῶν ἀστέρες, διὰ μακροῦ καὶ κατὰ καιροὺς ποιοῦσι τὰς ξενιτείας, ἐὰν δὲ δίσωμα καὶ δίμορφα συνεχῶς καὶ ἐπὶ τὸ πλεῖστον.

     Ζεὺς μὲν οὖν καὶ Ἀφροδίτη κυριεύσαντες τῶν τὴν ξενιτείαν ποιούντων τόπων καὶ φώτων οὐ μόνον ἀκινδύνους, ἀλλὰ καὶ θυμήρεις τὰς ξενιτείας ποιοῦσιν, προσγενομένου δὲ αὐτοῖς τοῦ τοῦ Ἑρμοῦ βελτίονας διὰ δωρεῶν καὶ τιμῶν. Κρόνος δὲ καὶ Ἄρης ἐπιβλέψαντες τὰ φῶτα, μάλιστα ἐὰν διαμηκίσωσιν, κινδυνώδεις καὶ ἀχρήστους, ἐν μὲν τοῖς καθύγροις ζῳδίοις τυχόντες διὰ δυσπλοιῶν καὶ ναυαγιῶν ἢ ἐρημιῶν, ἐν δὲ τοῖς στερεοῖς διὰ κρημνισμῶν καὶ πνευμάτων, ἐν δὲ τοῖς τροπικοῖς καὶ ἰσημερινοῖς δι’ ἔνδειαν τῶν ἐπιτηδείων μετὰ τοῦ νοσεῖν, ἐν δὲ τοῖς ἀνθρωποειδέσι διὰ λῃστηρίων καὶ ἐπιβουλῶν, ἐν δὲ τοῖς χερσαίοις διὰ θηρίων ἢ σεισμῶν, Ἑρμοῦ δὲ προσγινομένου καὶ διὰ κατηγοριῶν, ἔτι δὲ ἑρπετῶν καὶ ἰοβόλων. Τὰς δὲ ἐπισημασίας τοῦ τοῦ ξενιτεύειν καιροῦ καταστοχαστέον ἐκ τῆς τῶν κατὰ χρόνους ἐπεμβάσεων ποιότητος.

     Πάλιν δὲ τὰ ἔπη ταύτην ἑρμηνεύοντα προσγράφομεν τοῦ εὐχεροῦς καὶ μνήμης χάριν. Τὴν τριταίαν ἡμέραν τῆς γενέσεως σκέπτου, φησίν, ἐν ᾗ τὸ βρέφος ἄρχεται τρέφεσθαι εἰ ὁ Ἄρης τότε συνέστη τῇ Σελήνῃ ἢ τετραγωνίζει ἢ διαμετρεῖ ἢ ἐν αὐτῇ ἡ Σελήνη τότε γίνοιτο …

Φαίνων καὶ Πυρόεις, νυκτὸς Κρόνος, ἤματι δ’ Ἄρης

     Σκόπει δὲ πάλιν καὶ τοὺς τριγωνοκράτορας τοῦ τῆς αἱρέσεως φωτός· εἰ μὲν εἶεν ἐν οἰκείοις τόποις οὐ ποιοῦσι ξενιτείας, εἰ δὲ ἐν ἀλλοτρίοις ποιοῦσιν.

κε. Περὶ θανάτου ποιότητος

     Φυσικῶς καὶ ἐντέχνως καὶ ἐνταῦθα ὁ Πτολεμαῖος σκέπτεται τὰ περὶ θανάτου. Φησὶ μὲν γάρ· εἰ μὲν κατὰ ἄφεσιν καὶ ὑπάντησιν (ὡς ἐδίδαξε ἐν τῷ περὶ χρόνων ζωῆς) ἡ ἀναίρεσις γίνεται τὸν τῆς ὑπαντήσεως τόπον εἰς τὴν τοῦ θανάτου ποιότητα προσήκει τηρεῖν, εἰ δὲ κατὰ τὴν ἐπὶ τὸ δῦνον καταφορὰν αὐτὸν τὸν δυτικὸν τόπον. Ὁποῖοι γάρ εἰσι οἵ τε ἐπόντες τοῖς εἰρημένοις τόποις ἢ ἐὰν μὴ ἐπῶσιν οἱ πρῶτοι τῶν ἄλλων αὐτοῖς ἐπιφερόμενοι τοιούτους καὶ θανάτους ἔσεσθαι διαληπτέον συλλαμβανομένων ταῖς πτώσεσι αὐτῶν πρὸς τὸ ποικίλον τῶν συμπτωμάτων τῶν τε συσχηματιζομένων ἀστέρων καὶ τῆς αὐτῶν τῶν προειρημένων ἀναιρετικῶν τόπων ἰδιοτροπίας ζῳδιακῶς τε καὶ κατὰ τὴν τῶν ὁρίων φύσιν.

     Ὁ μὲν οὖν τοῦ Κρόνου τὴν κυρίαν τοῦ θανάτου λαβὼν ποιεῖ διὰ νόσων πολυχρονίων ἢ φθίσεων καὶ ῥευματισμῶν καὶ ῥιγοπυρέτων καὶ ὑδρωπικῶν καὶ κοιλιακῶν καὶ ὑστερικῶν διαθέσεων καὶ ὅσα κατὰ πλεονασμὸν ὑγροῦ συνίστανται. Ὁ δὲ τοῦ Διὸς ποιεῖ τοὺς θανάτους ἀπὸ συνάγχης καὶ περιπνευμονίας καὶ κεφαλαλγίας καὶ καρδιακῶν διαθέσεων καὶ ἀποπληξίας καὶ ὅσα κατὰ πνεύματος ἀμετρίαν. Ὁ δὲ τοῦ Ἄρεως διὰ πυρετῶν συνεχῶν καὶ ἡμιτριταϊκῶν καὶ αἰφνιδίων πληγῶν καὶ νεφριτικῶν καὶ αἱμοπτυϊκῶν καὶ αἱμορραγίας καὶ ἐκτρωσμῶν καὶ ἐρυσιπελάτων, ὀλέθρων καὶ ὅσα τῶν νοσημάτων κατ’ ἐκπύρωσιν καὶ ἀμετρίαν τοῦ θερμοῦ. Ὁ δὲ τῆς Ἀφροδίτης διὰ στομαχικῶν καὶ ἡπατικῶν καὶ λειχήνων καὶ δυσεντερικῶν διαθέσεων καὶ συρίγγων καὶ ὅσα τοῦ ὑγροῦ φθαρέντος ἢ πλεονάσαντος ἀποτελεῖται συμπτώματα. Ὁ δὲ τοῦ Ἑρμοῦ διὰ μανιῶν καὶ ἐκστάσεων καὶ μελαγχολιῶν καὶ πτωματισμῶν καὶ ἀναφορικῶν νοσημάτων καὶ ὁπόσα τοῦ ξηροῦ πλεονάσαντος ἢ φθαρέντος συνίσταται.

     Ἰδίοις μὲν οὖν τελευτῶσι θανάτοις οἱ κατὰ τὸν εἰρημένον τρόπον μεταστάντες τοῦ ζῆν ὅταν οἱ τὴν κυρίαν τοῦ θανάτου λαχόντες ἐπὶ τῆς ἰδίας ἢ οἰκείας φυσικῆς ἰδιοτροπίας τύχωσιν ὄντες ὑπὸ μηδενὸς καθυπερτερηθέντες τῶν κακῶσαι καὶ ἐπιφανέστερον τὸ τέλος ποιῆσαι δυναμένων, ἐπισήμοις δὲ καὶ βιαίοις ὅταν ἀμφότεροι κυριεύσωσιν οἱ κακοποιοὶ τῶν ἀναιρετικῶν τόπων ἤτοι συνόντες ἢ τετραγωνίζοντες ἢ διαμηκίζοντες, ἢ ὁπότερος αὐτῶν ἢ ἀμφότεροι Ἥλιον καὶ Σελήνην ἢ καὶ ἀμφότερα τὰ φῶτα καταλάβωσιν, τῆς μὲν τοῦ θανάτου κακώσεως ἀπὸ τῆς αὐτῶν συνελεύσεως συνισταμένης, τοῦ δὲ μεγέθους ἀπὸ τῆς τῶν φώτων μαρτυρήσεως, τῆς δὲ ποιότητος πάλιν ἀπὸ τῆς τῶν λοιπῶν ἀστέρων ἐπιθεωρήσεως καὶ τῶν τοὺς κακοποιοὺς περιεχόντων ζῳδίων.

     Ὁ μὲν γὰρ τοῦ Κρόνου τὸν Ἥλιον παρὰ τὴν αἵρεσιν τετραγωνίσας ἢ διαμηκίσας ἐν μὲν τοῖς στερεοῖς ποιεῖ αὐτοὺς καταθλίψει ὄχλων ἢ ἀγχόναις ἢ στραγγουρίαις ἀπολλυμένους, ὁμοίως δὲ κἂν δύνῃ τῆς Σελήνης ἐπιφερομένης. Ἐν δὲ τοῖς θηριώδεσι ὑπὸ θηρίων διαφθειρομένους, κἂν ὁ τοῦ Διὸς μαρτυρήσῃ κεκακωμένος καὶ αὐτὸς ἐν δημοσίοις τόποις ἢ ἡμέραις ἐπισήμοις θηριομαχοῦντας, ἀνθωροσκοπήσας δὲ ὁποτέρου τῶν φώτων ἐν εἱρκταῖς ἀπολλυμένους.

     Ὁ δὲ τοῦ Ἑρμοῦ συσχηματισθείς, καὶ μάλιστα περὶ τοὺς ἐν τῇ σφαίρᾳ ὄφεις ἢ τὰ χερσαῖα, ὑπὸ δακετῶν ἰοβόλων ἀποθνῄσκοντας, Ἀφροδίτης δὲ αὐτοῖς προσγενομένης ὑπὸ φαρμακειῶν ἢ γυναικείων ἐπιβουλῶν. Ἐν Παρθένῳ δὲ καὶ Ἰχθύσιν ἢ τοῖς καθύγροις ζῳδίοις τῆς Σελήνης συσχηματισθείσης ὑποβρυχίους καὶ ἐν ὕδασιν ἀπολλυμένους, περὶ δὲ τὴν Ἀργὼ καὶ ναυαγίοις περιπίπτοντας, ἐν δὲ τοῖς τροπικοῖς Ἡλίῳ συνὼν ἢ διαμηκίσας ἢ ἀντὶ τοῦ Ἡλίου τῷ τοῦ Ἄρεως ὑπὸ συμπτώσεως καταλαμβανομένους, ἐὰν δὲ καὶ μεσουρανήσωσιν ἢ καὶ ἀντιμεσουρανήσωσιν ἀπὸ ὕψους κατακρημνιζομένους.

     Ὁ δὲ τοῦ Ἄρεως τῷ Ἡλίῳ ἢ τῇ Σελήνῃ παρ’ αἵρεσιν τετράγωνος ἢ καὶ διάμετρος σταθεὶς ἐν μὲν τοῖς ἀνθρωποειδέσι ζῳδίοις ἐν στάσεσιν ἐμφυλίοις ἢ ὑπὸ πολεμίων σφαζομένους, διὰ γυναικὸς δὲ ἢ καὶ γυναικῶν φονέας ὅταν καὶ ὁ τῆς Ἀφροδίτης καὶ αὐτῷ ἐπιμαρτυρήσῃ, ἐὰν δὲ καὶ ὁ τοῦ Ἑρμοῦ συσχηματισθῇ ὑπὸ πειρατῶν ἢ λῃστηρίων ἢ κακούργων ἀπολλυμένους. Ἐπὶ δὲ τῶν μελεοκοπουμένων καὶ ἀτελῶν ζῳδίων ἢ κατὰ τὸ Γοργόνιον τοῦ Περσέως ἀποκεφαλιζομένους ἢ μελεοκοπουμένους, ἐν δὲ Σκορπίῳ ἢ Ταύρῳ καύσεσιν ἢ τομαῖς ἢ ἀποτομαῖς τῶν ἰατρῶν καὶ σπασμοῖς ἀποθνῄσκοντας. Ἐπὶ δὲ τοῦ μεσουρανήματος σταυροῖς ἀνορθουμένους, καὶ μάλιστα περὶ τὸν Κηφέα καὶ τὴν Ἀνδρομέδαν, ἐπὶ δὲ τοῦ δύνοντος ἢ ἀνθωροσκοποῦντος ζῶντας καιομένους. Ἐν δὲ τοῖς τετράποσιν ἀπὸ συμπτώσεων καὶ θραυσμῶν καὶ συρμάτων ἀποθνῄσκοντας, τοῦ δὲ Διὸς τούτῳ συμμαρτυρήσαντος καὶ συγκακωθέντος ἐπισήμοις πάλιν ἀπόλλυνται κατακρίσεσι καὶ χόλοις ἡγεμόνων ἢ βασιλέων.
 
    Συγγενόμενοι δὲ ἀλλήλοις οἱ κακοποιοὶ καὶ οὕτω διαμηκίσαντες ἐπί τινος τῶν εἰρημένων αἰτιατικῶν διαθέσεων ἐνεργοῦσι μᾶλλον πρὸς τὴν τοῦ θανάτου κάκωσιν τῆς κατὰ τὸ ποῖον κυρίας περὶ τὸν ἐπ’ αὐτοῦ τοῦ ἀναιρετικοῦ τόπου τυγχάνοντα γιγνομένης ἢ καὶ διπλῶν τῶν θανατικῶν συμπτωμάτων ἢ κατὰ τὸ ποῖον ἢ τὸ πόσον ἀποτελουμένων ὅταν ἀμφότεροι λόγον ἔχωσι πρὸς τοὺς ἀναιρετικοὺς τόπους. Οἱ τοιοῦτοι δὲ καὶ ταφῆς ἄμοιροι καταλείπονται, δαπανῶνται δὲ ὑπὸ θηρίων ἢ οἰωνῶν ὅταν εἰς τὰ θηριώδη τῶν ζῳδίων οἱ κακοποιοὶ τυγχάνωσι μηδενὸς τῶν ἀγαθοποιῶν τῷ ὑπὸ γῆν ἢ τοῖς ἀναιρετικοῖς τόποις μαρτυρήσαντος. Ἐπὶ ξένης δὲ οἱ θάνατοι γίνονται τῶν τοὺς ἀναιρετικοὺς τόπους κατασχόντων ἀστέρων ἐν ἀποκλίμασιν ἐμπεσόντων, καὶ μάλιστα ὅταν καὶ ἡ Σελήνη παροῦσα ἢ τετραγωνίζουσα ἢ διαμηκίζουσα τύχῃ τοὺς εἰρημένους τόπους.

     Ἄλλοι δὲ περισκοποῦσι τὰ περὶ θανάτου ποιότητος ἐκ τοῦ η′ τόπου, τὸ εἶδος καὶ τὴν φύσιν αὐτοῦ ὁρῶντες καὶ τὸν τούτου δεσπότην, ἔτι δὲ καὶ τοὺς συσχηματιζομένους ἀστέρας, καὶ ἐκ τούτων ἀποφαίνονται καὶ τὰ εἴδη τοῦ θανάτου ὁμοίως ταῖς προλελεγμέναις φύσεσιν ἀστέρων τε καὶ ζῳδίων.

Ἄλλοι δ’ ἐκ Μήνης εἰς ὄγδοον ὡρονόμοιο
ζῷον ἀριθμήσαντες, ἀπὸ Κρόνου αὖθις ἔδωκαν·
εἰς ὃν δὴ λήξειε τόπον καὶ ἄνακτα τόποιο
σκέπτονται τούτων ἐπιμάρτυρας οἵτινές εἰσιν·
τῶν ἄπο δὴ φράσσαντο τέλος αἰσχρόν τε καὶ ἐσθλόν.

κϛ. Περὶ χρόνων διαιρέσεως

     Καὶ ἐνταῦθα πρῶτον θεωρήσωμεν κατὰ Πτολεμαῖον φυσικῶς τε καὶ καθολικῶς πάλιν ἐφοδευκότα τὴν παροῦσαν σκέψιν. Φησὶν ὁ ἀνὴρ ὅτι ὥσπερ ἐπὶ τῶν ἁπλῶς γενεθλιαλογικῶν τόπων προϋφέστηκέ τις τῶν ἐπὶ μέρους εἱμαρμένη μείζων, ἡ τῆς τῶν χωρῶν αὐτῶν, ᾗ τὰ καθ’ ἕκαστον ὁλοσχερῶς θεωρούμενα περὶ τὰς γενέσεις ὑποπίπτειν πέφυκεν ὡς αἱ τῶν σωμάτων μορφαὶ καὶ αἱ τῶν ψυχῶν ἰδιοτροπίαι καὶ αἱ τῶν νομίμων ἐναλλαγαί, καὶ δεῖ τὸν φυσικῶς σκεπτόμενον τῆς πρώτης καὶ κυριωτέρας αἰτίας κρατεῖν, εἶτα τὰς κατὰ μέρος πρὸς τὸ μᾶλλον ἢ ἧττον ἐφαρμόζειν. Οὕτω καὶ ἐπὶ τῶν χρονικῶν διαιρέσεων τὰς τῶν ἡλικιῶν διαφορὰς καὶ ἐπιτηδειότητας πρὸς ἕκαστα τῶν ἀποτελεσμάτων ἀναγκαῖον προϋποτίθεσθαι καὶ σκοπεῖν δεόντως ὅπως μὴ λάθωμέν ποτε τῷ μὲν βρέφει γάμον παρέχοντες, τῷ δὲ σφόδρα γέροντι τεκνοποιίαν ἤ τι τῶν νεανικωτέρων, ἀλλὰ κατὰ τὸ παρόμοιον καὶ ἐνδεχόμενον ταῖς ἡλικίαις θεωρήσωμεν καὶ ἐφαρμόσωμεν.

     Ἔστι δέ, φησίν, μία ἐπιβολὴ φυσικὴ καθόλου τῶν χρονικῶν διαφορῶν ἡ αὐτὴ ἐπὶ πάντων ἀνθρώπων καθ’ ὁμοιότητα καὶ παραβολὴν τῆς τάξεως τῶν ἑπτὰ πλανωμένων ἀρχομένη μὲν ἀπὸ τῆς πρώτης ἡλικίας καὶ τῆς πρώτης ἀφ’ ἡμῶν σφαίρας τῆς Σελήνης, λήγουσα δὲ ἐπὶ τὴν ἐσχάτην τῶν ἡλικιῶν καὶ τῶν πλανωμένων σφαιρῶν τὴν ὑστάτην, Κρόνου δὲ προσαγορευομένην. Καὶ συμβέβηκεν ὡς ἀληθῶς ἑκάστῃ τῶν ἡλικιῶν τὰ οἰκεῖα τῇ φύσει τοῦ παραβεβλημένου τῶν πλανωμένων ἃ δεήσει παρατηρεῖν ὅπως τὰ μὲν καθόλου τῶν χρονικῶν ἐντεῦθεν σκοπῶμεν, τὰς δὲ τῶν κατὰ μέρος διαφορὰς ἀπὸ τῶν ἐν ταῖς γενέσεσιν εὑρισκομένων ἰδιωμάτων.

     Μέχρι μὲν γὰρ σχεδὸν τεσσάρων ἐτῶν κατὰ τὸν οἰκεῖον ἀριθμὸν τῆς τετραετηρίδος τὴν τοῦ βρέφους ἡλικίαν ἡ Σελήνη λαχοῦσα τήν τε ὑγρότητα καὶ ἀπηξίαν τοῦ σώματος καὶ τὸ τῆς αὐξήσεως ὀξὺ καὶ τὸ τῶν τροφῶν ὑδατῶδες καὶ τὸ τῆς ἕξεως εὐμετάβλητον καὶ τὸ τῆς ψυχῆς ἀτελὲς καὶ διόρθωτον ἀπεργάζεται τοῖς περὶ τὸ ποιητικὸν ἑαυτῆς συμβεβηκόσιν οἰκείως. Ἐπὶ δὲ τὴν ἑξῆς δεκαετίαν τὴν παιδικὴν ἡλικίαν δεύτερος καὶ δευτέραν λαχὼν ὁ τοῦ Ἑρμοῦ ἀστὴρ κατὰ τὸ ἥμισυ μέρος τοῦ τῆς εἰκοσαετηρίδος ἀριθμοῦ τό τε διανοητικὸν καὶ τὸ λογικὸν τῆς ψυχῆς ἄρχεται διαρθροῦν ὥσπερ καὶ διαπλάττειν καὶ μαθημάτων ἐντιθέναι σπέρματα, τῶν τε ἠθῶν καὶ τῶν ἐπιτηδειοτήτων ἐμφᾶναι τὰς ἰδιοτροπίας, διδασκαλίαις ἤδη καὶ παιδαγωγίαις καὶ τοῖς πρώτοις γυμνασίοις ἐγείρων τὰς ψυχάς.

     Ὁ δὲ τῆς Ἀφροδίτης τὴν μειρακιώδη καὶ τρίτην ἡλικίαν παραλαβὼν ἐπὶ τὴν ἑξῆς ὀκταετίαν κατὰ τὸν ἴσον ἀριθμὸν τῆς ἰδίας περιόδου εἰκότως κίνησιν τῶν σπερματικῶν πόρων ἄρχεται ποιεῖν καὶ ὁρμὴν ἐπὶ τὴν τῶν ἀφροδισίων συνέλευσιν, ὅταν λύσσα τις ἐγγίνηται ταῖς ψυχαῖς καὶ ἀκρασία καὶ πρὸς τὰ τυχόντα τῶν ἀφροδισίων ἔρως καὶ φλογμὸς καὶ ἀπάτη καὶ τοῦ προπετοῦς ἀβλεψία. Τὴν δὲ τετάρτην καὶ τάξει μέσην ἡλικίαν λαβὼν ὁ Ἥλιος ἐπὶ τὰ τῆς ἐννεακαιδεκαετηρίδος αὐτοῦ ἔτη τὸ οἰκοδεσποτικὸν ἤδη καὶ τὸ αὐθεντικὸν τῶν πράξεων ἐμποιεῖ τῇ ψυχῇ, βίου τε καὶ δόξης καὶ καταστάσεως ἐπιθυμίαν τε καὶ μετάβασιν ἀπὸ τῶν παιγνιωδῶν καὶ ἀνεπιστάτων ἁμαρτημάτων ἐπὶ τὸ προσεκτικὸν καὶ αἰδημονικὸν καὶ φιλότιμον.
 
    Μετὰ δὲ τὸν Ἥλιον πέμπτος ὁ τοῦ Ἄρεως ἐπιλαβὼν τὸ τῆς ἡλικίας ἀνδρῶδες ἐπὶ τὰ ἴσα ἔτη τῆς ἰδίας περιόδου δεκαπέντε τὸ αὐστηρὸν καὶ κακοπαθὲς εἰσάγει τοῦ βίου, μερίμνας τε καὶ σκυλμοὺς ἐμποιεῖ τῇ ψυχῇ καὶ τῷ σώματι καθάπερ αἴσθησίν τινα ἤδη καὶ ἔννοιαν ἐνδιδοὺς τῆς παρακμῆς καὶ ἐπιστρέφων πρὸς τὸ πρὶν ἐγγὺς ἐλθεῖν τοῦ τέλους ἀνύσαι τι λόγου ἄξιον μετὰ πόνου τῶν χειριζομένων. Ἕκτος δὲ ὁ τοῦ Διὸς τὴν πρεσβυτικὴν λαβὼν ἡλικίαν ἐπὶ τὴν τῆς οἰκείας πάλιν περιόδου δωδεκαετίαν τὸ μὲν αὐτουργὸν καὶ ἐπίπονον καὶ ταραχῶδες καὶ παρακεκινδυνευμένον τῶν πράξεων ἀποστρέφεσθαι ποιεῖ, τὸ δὲ εὔσχημον καὶ προνοητικὸν καὶ ἀνακεχωρηκός, ἔτι δὲ ἐπιλογιστικὸν πάντων καὶ νουθετικὸν ἀντεισάγει τιμῆς τε μάλιστα καὶ ἐπαίνου καὶ ἐλευθεριότητος ἀντιποιεῖσθαι κελεύων μετ’ αἰδοῦς καὶ σεμνοπρεπείας.

     Τελευταῖος δὲ ὁ τοῦ Κρόνου τὴν ἐσχάτην καὶ γεροντικὴν ἡλικίαν ἀπεκληρώθη μέχρι τῶν ἐπιλοίπων τῆς ζωῆς χρόνων κατεψυγμένων ἤδη καὶ ἐμποδιζομένων τῶν τε σωματικῶν καὶ τῶν ψυχικῶν κινήσεων ἐν ταῖς ὁρμαῖς καὶ ἀπολαύσεσι καὶ ἐπιθυμίαις, καὶ ταχείας τῆς ἐπὶ τὴν φύσιν παρακμῆς ἐπιγινομένης ἐν βίῳ κατεσκληκότι καὶ ῥαθύμῳ καὶ ἀσθενικῷ καὶ εὐπροσκόπῳ καὶ πρὸς ἅπαντα δυσαρέστῳ κατὰ τὸ οἰκεῖον τῆς τῶν κινήσεων νωχελίας.

     Αἱ μὲν οὖν κατὰ τὸ κοινὸν καὶ καθόλου τῆς φύσεως θεωρούμεναι τῶν χρόνων ἰδιοτροπίαι τοῦτον τὸν τρόπον προϋποτετυπώσθωσαν, τῶν δὲ ἐπὶ μέρους κατὰ τὸ τῶν γενέσεων ἴδιον ὀφειλουσῶν λαμβάνεσθαι τὰς μὲν κατὰ τὸ προϋποτεθειμένον πάλιν καὶ ὁλοσχερέστερον ἀπὸ τῶν κυριωτάτων ἀφέσεων ποιησώμεθα, πασῶν μέντοι καὶ οὐκ ἀπὸ μιᾶς ὥσπερ ἐπὶ τῶν τῆς ζωῆς χρόνων, ἀλλὰ τὴν μὲν ἀπὸ τοῦ ὡροσκόπου πρὸς τὰ σωματικὰ τῶν συμπτωμάτων καὶ τὰς ξενιτείας, τὴν δὲ ἀπὸ τοῦ κλήρου τῆς τύχης πρὸς τὰ τῆς κτήσεως, τὴν δὲ ἀπὸ τῆς Σελήνης πρὸς τὰ τῆς ψυχῆς πάθη καὶ τὰς συμβιώσεις, τὴν δὲ ἀπὸ τοῦ Ἡλίου πρὸς τὰ κατ’ ἀξίαν καὶ δόξαν, τὴν δὲ ἀπὸ τοῦ μεσουρανήματος πρὸς τὰς λοιπὰς καὶ κατὰ μέρος τοῦ βίου διαγωγὰς οἷον πράξεις, φιλίας τε καὶ τεκνοποιίας.

     Οὕτω γάρ, φησίν, ἐν ταῖς τοσαύταις ἀφέσεσιν οὐχ εὑρίσκεται εἷς κύριος ἀγαθοποιὸς ἤτοι κακοποιὸς ἐν τοῖς αὐτοῖς καιροῖς πολλῶν ὡς ἐπὶ τὸ πολὺ συμβαινόντων τῶν ἐναντίων συμπτωμάτων, ὡς ἐάν τις ἀποβαλὼν πρόσωπον οἰκεῖον λάβῃ κληρονομίαν ἢ νόσῳ καταληφθεὶς καὶ κατὰ τὸ αὐτὸ τύχῃ ἀξίας καὶ προκοπῆς ἢ ἐν ἀπραγίᾳ τυγχάνων τέκνων πατὴρ γένηται καὶ ὅσα τοιαῦτα συμβαίνειν εἴωθεν. Οὐ γὰρ τὸ αὐτὸ διὰ πόνων σώματος καὶ ψυχῆς καὶ κτήσεως καὶ ἀξιώματος καὶ τῶν συμβαινόντων ἀγαθῶν ἢ κακῶν ὡς ἐξ ἀνάγκης ἐν τούτοις πᾶσιν εὐτυχεῖν τινας ἢ πάλιν ἀτυχεῖν, ἀλλὰ συμβαίνει μὲν ἴσως καὶ τὸ τοιοῦτον ἐπὶ τῶν τέλεον εὐδαιμονιζομένων καιρῶν ὅταν ἐν πάσαις ἢ ταῖς πλείσταις ἀφέσεσι συνδράμωσιν ὑπαντήσεις ἀγαθοποιῶν πάντων ἢ πάλιν πάντων κακοποιῶν, σπανίως δὲ καὶ διὰ τῆς ἀνθρωπίνης φύσεως, ἀτελὲς μὲν πρὸς ἑκατέραν τῶν ἀκροτήτων, εὐκατάφορον δὲ πρὸς τὴν ἐκ τῆς ἑκάστης ἐναλλαγῆς τῶν ἀγαθῶν καὶ κακῶν συμμετρίαν.

     Τοὺς μὲν ἀφετικοὺς τόπους κατὰ τὸν προειρημένον τρόπον διακρινοῦμεν, τοὺς δὲ ἐν ταῖς ἀφέσεσιν ὑπαντῶντας οὐ μόνον τοὺς ἀναιρέτας ὥσπερ ἐπὶ τῶν τῆς ζωῆς χρόνων ἀλλὰ καὶ πάντας ἁπλῶς παραληπτέον, καὶ ὁμοίως οὐ τοὺς σωματικῶς μόνον ἢ κατὰ διάμετρον ἢ τετράγωνον στάσιν συναντῶντας ἀλλὰ καὶ τοὺς κατὰ τρίγωνον ἢ ἑξάγωνον σχηματισμόν. Καὶ πρῶτον μὲν δοτέον τοὺς χρόνους καθ’ ἑκάστην ἄφεσιν τῷ κατ’ αὐτῆς τῆς ἀφετικῆς μοίρας τυχόντι ἢ συσχηματισθέντι, ἐὰν δὲ μὴ οὕτως τύχῃ τῷ τὴν ἔγγιστα προήγησιν ἐπιλαβόντι μέχρι τοῦ τὴν ἑξῆς εἰς τὰ ἑπόμενα μοῖραν ἐπιθεωρήσαντος, εἶτα τούτῳ μέχρι τοῦ ἑξῆς, καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως παραλαμβανομένων εἰς οἰκοδεσποτείαν καὶ τῶν τὰ ὅρια ἐπεχόντων ἀστέρων. Δοτέον δὲ καὶ ταῖς τῶν διαστάσεων μοίραις ἔτη κατὰ μὲν τὴν τοῦ ὡροσκόπου ἄφεσιν ἰσάριθμα τοῖς τοῦ οἰκείου κλίματος χρόνοις ἀναφορικοῖς, κατὰ δὲ τὴν τοῦ μεσουρανήματος ἰσάριθμον τοῖς χρόνοις τῶν μεσουρανημάτων, κατὰ δὲ τὰς ἀπὸ τῶν λοιπῶν ἀνάλογον τῷ πρὸς τὰ κέντρα συνεγγισμῷ τῶν ἀναφορῶν ἢ καταφορῶν ἢ μεσουρανήσεων καθάπερ καὶ ἐπὶ τῶν τῆς ζωῆς χρόνων διωρισάμεθα.
 
    Τοὺς μὲν οὖν καθολικοὺς χρονοκράτορας ληψόμεθα τὸν εἰρημένον τρόπον, τοὺς δὲ ἐνιαυσιαίους ἐκβάλλοντες τὸ πλῆθος τῶν ἀπὸ τῆς γενέσεως ἐτῶν ἀφ’ ἑκάστου τῶν ἀφετικῶν τόπων εἰς τὰ ἑπόμενα κατὰ ζῴδιον ἓν καὶ τοῦ συντελειουμένου ζῳδίου τὸν οἰκοδεσπότην συμπαραλαβόντες, τὸ δὲ αὐτὸ καὶ ἐπὶ τῶν μηνῶν ποιήσομεν ἐκβάλλοντες πάλιν καὶ τούτων τὸ ἀπὸ τοῦ γενεθλιακοῦ μηνὸς πλῆθος ἀπὸ τῶν τὴν κυρίαν τοῦ ἔτους λαβόντων τόπων κατὰ ζῴδιον ἡμέρας κη′, ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἡμερῶν· τὰς γὰρ ἀπὸ τῆς γενεθλιακῆς ἡμέρας ἐκβαλοῦμεν ἀπὸ τῶν μηνιαίων τόπων κατὰ ζῴδιον ἡμέρας δύο τρίτον. Προσεκτέον δὲ καὶ ταῖς ἐπεμβάσεσι ταῖς πρὸς τοὺς τῶν χρόνων τόπους γιγνομέναις ὡς οὐ τὸ τυχὸν καὶ αὐταῖς συμβαλλομέναις πρὸς τὰ τῶν καιρῶν ἀποτελέσματα, ταῖς μὲν τοῦ Κρόνου πρὸς τοὺς καθολικοὺς τῶν χρόνων τόπους, ταῖς δὲ τοῦ Διὸς πρὸς τοὺς τῶν ἐνιαυσιαίων, ταῖς δὲ τοῦ Ἡλίου καὶ Ἄρεως καὶ Ἀφροδίτης καὶ Ἑρμοῦ πρὸς τοὺς τῶν μηνιαίων, ταῖς δὲ τῆς Σελήνης παρόδοις πρὸς τοὺς τῶν ἡμερησίων ὡς τῶν μὲν καθολικῶν χρονοκρατόρων κυριωτέρων ὄντων πρὸς τὴν τοῦ ἀποτελέσματος τελείωσιν, τῶν δὲ ἐπὶ μέρους συνεργούντων ἢ ἀποσυνεργούντων κατὰ τὸ οἰκεῖον ἢ ἀνοίκειον τῶν φύσεων, τῶν δὲ ἐπεμβάσεων τὰς ἐπιτάσεις καὶ τὰς ἀνέσεις τῶν συμπτωμάτων ἀπεργαζομένων.

     Τὸ μὲν γὰρ καθόλου τῆς ποιότητος ἴδιον καὶ τὴν τοῦ χρόνου παράτασιν ὅ τε τῆς ἀφέσεως τόπος καὶ ὁ τῶν καθολικῶν χρόνων κύριος μετὰ τοῦ τῶν ὁρίων διασημαίνει διὰ τὸ συνοικειοῦσθαι τῶν ἀστέρων ἕκαστον ἐπ’ αὐτοῖς τοῖς τῆς γενέσεως τόποις ὧν ἀπ’ ἀρχῆς ἔτυχον λαβόντες τὴν οἰκοδεσποτείαν, τὸ δὲ πότερον ἀγαθὸν ἢ τοὐναντίον ἔσται τὸ σύμπτωμα καταλαμβάνεται διὰ τῆς τῶν χρονοκρατόρων φυσικῆς τε καὶ συγκρατικῆς ἰδιοτροπίας εὐποιητικῆς ἢ κακωτικῆς ὡς τῆς ἀπ’ ἀρχῆς πρὸς τὸν ἐπικρατούμενον τόπον συνοικειώσεως ἢ ἀντιπαθείας, τὸ δὲ ἐν ποίοις χρόνοις μᾶλλον ἐπισημανθήσεται τὸ ἀποτέλεσμα δείκνυται διὰ τῆς τῶν ἐνιαυσιαίων καὶ μηνιαίων ζῳδίων οἰκειώσεώς τε καὶ ἐπεμβάσεως καὶ σχηματισμῶν Ἡλίου τε καὶ Σελήνης καὶ τῶν ἀστέρων· οἱ μὲν γὰρ συμφώνως ἔχοντες πρὸς τοὺς διατεθειμένους ἀπὸ τῆς ἐν τῇ γενέσει καταρχῆς καὶ κατὰ τὰς ἐπεμβάσεις συμφώνως αὐτοῖς σχηματισθέντες ἀγαθῶν εἰσι πρὸς τὸ ὑποκείμενον εἶδος ἀπεργαστικοὶ καθάπερ ἐὰν ἐναντιωθῶσι φαύλων, οἱ δὲ ἀσυμφώνως καὶ παρ’ αἵρεσιν διαμηκίσαντες μὲν ἢ τετραγωνίσαντες ταῖς παρόδοις κακῶν εἰσι παραίτιοι, κατὰ δὲ τοὺς ἄλλους σχηματισμοὺς οὐκέτι.

     Κἂν μὲν οἱ αὐτοὶ καὶ τῶν χρόνων καὶ τῶν ἐπεμβάσεων κυριεύσωσιν ἀστέρες, ὑπερβάλλουσα καὶ ἄκρατος γίνεται τοῦ ἀποτελέσματος ἡ φύσις ἐάν τε ἐπὶ τὸ ἀγαθὸν ἐάν τε ἐπὶ τὸ φαῦλον ῥέπῃ, πολὺ δὲ πλέον ἐὰν μὴ μόνον διὰ τὸ χρονοκράτορας εἶναι κυριεύσωσι τοῦ τῆς αἰτίας εἴδους, ἀλλὰ καὶ διὰ τὸ κατ’ αὐτὴν τὴν ἀρχὴν τῆς γενέσεως τὴν οἰκοδεσποτείαν κεκυριευκέναι. Κατὰ πάντα δὲ ὁμοῦ δυστυχοῦσιν ἢ εὐτυχοῦσιν ὅταν ἤτοι τόπος εἷς καὶ ὁ αὐτὸς ὑπὸ πασῶν ἢ τῶν πλείστων ἀφέσεων τύχῃ καταληφθεὶς ἢ τούτων διαφόρων οὐσῶν οἱ αὐτοὶ χρόνοι πάσας ἢ τὰς πλείστας ὑπαντήσεις ὁμοίως ἢ ἀγαθοποιοὺς ἢ κακοποιοὺς τύχωσιν ἐσχηκότες. Ταῦτα μὲν οὖν ὁ Πτολεμαῖος φυσικῶς καὶ καθολικῶς ἐπεκτίθεται περὶ τῆς τῶν καιρῶν ἐπισκέψεως, τῶν δὲ κατὰ μέρος ἐπιβολῶν τῆς ποιότητος τοῦ ἀποτελέσματος ἑκάστου ἀφῆκεν ἡμᾶς καταστοχάζεσθαι ἐκ τῶν καθολικῶν. Ἐφεξῆς δὲ τὰ παρὰ τοῖς ἄλλοις ἐκτιθέμεθα περὶ τῶν αὐτῶν καὶ ἃ ἡμεῖς σκεπτόμενοι τῇ πείρᾳ εὑρίσκομεν ἀληθῆ.

     Ὁ δὲ Δωρόθεος διαιρῶν τοὺς χρόνους κέχρηται πρώτῳ ἀφέτῃ εἰ μὲν εἴη ἡμερινὴ ἡ γένεσις καὶ ὁ Ἥλιος ἐπὶ τοῦ ὡροσκόπου ἢ ἐν τῷ μεσουρανήματι ἢ ἐν τῷ ἑνδεκάτῳ τῷ κυρίῳ τῶν ὁρίων αὐτοῦ· οὐχ ἁπλῶς κέχρηται, ἀλλὰ χρή, φησίν, αὐτὸν ὁρᾶν τὰ ἴδια ὅρια. Εἰ δὲ μὴ εἴη οὕτως, ἕτερος δέ τις ἀστὴρ ὁρᾷ τὸν Ἥλιον ἔχοντα τὸν ἴδιον οἶκον, οὗτος λαμβάνεται, εἰ δὲ καὶ οὗτος ἀπόστροφος εἴη τοῦ Ἡλίου, ἄλλος δέ τις ἴδοι αὐτὸν ἐπέχοντα τὸ ἴδιον ὕψωμα, καὶ οὗτος λαμβάνεται, εἰ δὲ καὶ οὗτος ἀπόστροφος εἴη τοῦ Ἡλίου ἄλλος λαμβάνεται ὁ ὁρῶν τὸν Ἥλιον ἐπέχοντα τὸ ἴδιον τρίγωνον. Ταῦτα μὲν ἐπὶ ἡμερινῆς γενέσεως ἐὰν ᾖ ὁ Ἥλιος ἐν ἐπικαίροις τόποις καὶ ὁρώμενος παρὰ τοῦ κυρίου τῶν ὁρίων αὐτοῦ ἢ τοῦ οἴκου ἢ τοῦ ὑψώματος ἢ τοῦ τριγώνου. Εἰ δὲ μὴ αὐτὸς εἴη, τύχῃ δὲ ἡ Σελήνη, αὐτῆς τὸν κύριον προκρίνομεν τῷ αὐτῷ τρόπῳ, εἰ δὲ μὴ αὐτῆς τὸν κύριον τοῦ κλήρου τῆς τύχης, εἰ δὲ πάλιν ὁ κλῆρος μὴ εὑρεθῇ εἰ μὲν εἴη ἡ προγενομένη συζυγία συνοδικὴ ἐν ἐπικαίρῳ τόπῳ τὸν κύριον αὐτῆς, εἰ δὲ πανσεληνιακὴ ὁμοίως τὸν κύριον αὐτῆς. Εἰ δὲ τούτων ὁ κύριος μὴ εὑρεθῇ τελευταῖον πάντων τὸν τοῦ ὡροσκόπου λαμβάνομεν τῷ αὐτῷ τρόπῳ ὥς φησιν·

πάντως δ’ οὖν ἀφέτην χρῆν μάρτυρα τῶνδε τετύχθαι.

     Ἐπὶ δὲ νυκτερινῆς γενέσεως τὴν Σελήνην προκρίνομεν ἐν ἐπικαίρῳ οὖσαν τόπῳ. Ἐὰν δὲ αὐτὴν μὴ εὑρίσκωμεν, τύχῃ δὲ ὁ Ἥλιος ἐν ταῖς παρὰ τὸν ὡροσκόπον ἐγγὺς ὑπὸ γῆν μοίραις, τῷ κυρίῳ πάλιν αὐτοῦ χρησώμεθα. Πρὸς τούτοις δὲ χρὴ σκοπεῖν τοὺς ἀφετικοὺς τόπους καὶ προκρίνειν τὸν ἀπηλλαγμένον καὶ ἐλεύθερον κακοποιοῦ συστάσεως. Δίδοται παρ’ ἑκάστου τῶν ἀστέρων τῇ τάξει τῶν ὁρίων ἐφεξῆς ὁ χρόνος κατὰ τὰς ἀναφοράς, φησίν, τοῦ οἰκείου κλίματος. Ἔστω δὲ καὶ τὸ ὑπόδειγμα αὐτοῦ περὶ τούτων· …

κζ. Περὶ ἐνιαυτοῦ

     Ἀπὸ τοῦ ὡροσκόπου τὸ πλῆθος τῶν ἐτῶν ἔκβαλλε, καὶ εἰς ὃ ἂν καταλήξῃ ζῴδιον τὸν κύριον ἐκείνου σκόπει εἰ ὁρᾷ αὐτὸν καὶ εἰ ἀνατολικός ἐστι καὶ εἰ προσθετικὸς καὶ εἰ ἐν ἰδίοις τόποις, τουτέστιν ὁρίοις ἢ οἴκῳ ἢ τριγώνῳ ἢ ὑψώματι. Ὅτι δεῖ καὶ τὸν ὡροσκόπον τοῦ ἐνιαυτοῦ στῆσαι ἐν τῇ ἀντιγενέσει καὶ τοὺς θεωροῦντας αὐτόν τε καὶ τὸν κύριον αὐτοῦ κατὰ πῆξιν καὶ κατὰ πάροδον. Ὅτι οἱ ἀστέρες ἰδιοθρονοῦντες χαίρουσι κἂν ὕπαυγοι εἶεν· οἱ μὲν ἀγαθοὶ ἐπαύξουσι τὰ ἀγαθά, οἱ δὲ φθοροποιοὶ μεταβάλλονται εἰς ἀγαθοποιίαν. Ὅτι οἱ ἀστέρες ἐναντιώμενοι τοῖς ἰδίοις οἴκοις κακύνονται. Ὅτι ἐν ταῖς τῶν χρόνων διαιρέσεσι ἡνίκα ποιοῦμεν τοὺς τῶν ἀστέρων περιπάτους δεῖ γινώσκειν ὅτι αἱ κολλήσεις τῶν πλανωμένων καὶ τοῦ ὡροσκόπου καὶ τοῦ μεσουρανήματος καὶ τοῦ κλήρου τῆς τύχης αἱ πρὸς τοὺς ἀπλανεῖς μεγίστην ἰσχὺν καὶ ἐνέργειαν ἔχουσι κατὰ τὰς κράσεις αὐτῶν, καὶ μάλιστα εἰ καὶ τὸν αὐτὸν ἄνεμον ἔχοιεν. Ὅτι πρὸ πάντων δεῖ ζητεῖν τὸν ἐνιαυτοκράτορα καὶ τὴν κρᾶσιν αὐτοῦ καὶ τὴν θέσιν καὶ φάσιν, καὶ τοὺς ὁρῶντας αὐτὸν κατά τε πῆξιν καὶ πάροδον, καὶ πῶς ἔκειτο ἐπὶ τῆς γενέσεως, καὶ πῶς εὑρέθη ἐπὶ τῆς παρόδου.

     Ὅτι οἱ συνοδικοὶ ἀστέρες δυναμοῦνται διὰ τὴν μετουσίαν τοῦ ἡλιακοῦ φωτός, τὰς δὲ ἐνεργείας ἐν τοῖς ὕστερον χρόνοις ἀποδιδόασιν. Εἰ δὲ καὶ εἴη ὑπὸ ἀγαθοποιῶν καλῶς ἐσχηματισμένος ἀποφαίνου τὸν ἐνιαυτὸν κάλλιστον εἶναι, εἰ δὲ εὑρέθη ἢ ἐν τοῖς ἐναντίοις τῶν προειρημένων ἐναντίον δηλονότι ὑπονοητέον, εἰ δὲ καὶ ἐν ἀλλοτρίῳ οἴκῳ τύχῃ χαλεπώτερος ἔσται, καὶ εἰ μὲν εἶεν οἱ κακοποιοὶ οὕτως ἔχοντες ἐν ἀλλοτρίῳ ἔτι χαλεπώτερος (ἢ γὰρ νόσους ἢ κρίσεις ἢ ξενιτείας ποιοῦσιν), εἰ δὲ ἀγαθοποιοὶ κουφότερος καὶ μετριώτερος (καὶ μετεωρισμοὺς ποιοῦσιν· ἐπὶ μὲν Διὸς δαπάνας ἑκουσίᾳ γνώμῃ, ἐπὶ δὲ Ἀφροδίτης γυναικείους τινὰς μώμους ἐπιφέρει, ἐπὶ δὲ Ἑρμοῦ ζημίας καὶ ἀξυνθήκας). Καλῶς οὖν κείμενοι καὶ οἱ κακοποιοὶ ἐν τῇ ἀντιγενέσει καλὰ ποιοῦσιν, ὁ μὲν Ἄρης πράξεις μετὰ θερμότητος, ὁ δὲ Κρόνος ὁμοίως ἐνεργῶς περὶ γεωπονίας ἢ οἰκοδομίας. Οἱ δὲ ἀγαθοποιοὶ βελτίονα παρέχουσιν, ὁ μὲν Ζεὺς σύστασιν καὶ εὐγαμίαν καὶ φιλίαν καὶ εὔκλειαν, ἔσθ’ ὅτε καὶ τέκνωσιν, ἡ δὲ Ἀφροδίτη ὁμοίως τὰ αὐτὰ καὶ χάριν παρὰ θηλείας, ὁ δὲ Ἑρμῆς ἐκ λόγων κέρδη.

ἢν δὲ μόλῃ λυκάβαντος ἀφ’ ὡρονόμοιο δοθέντος …

κη. Περὶ μηνῶν καὶ ἡμερῶν

     Καὶ περὶ τῶν μηνῶν δὲ καὶ ἡμερῶν ὡσαύτως σκέπτου τοὺς ἐπιόντας ἢ καὶ ὁρῶντας τῶν ἀστέρων τὸ ζῴδιον εἰς ὃ ἐμπίπτει ὁ μὴν ἢ καὶ ἡμέρα, καὶ οὕτως στοχάζου. Γινώσκεται δὲ τὸ ζῴδιον εἰς ὃ ἐμπίπτει ἀπὸ τοῦ πλήθους τῶν μηνῶν ἐκβαλλομένου ἀπὸ τοῦ γενεθλιακοῦ μηνὸς κατὰ τὸ ἓν ζῴδιον ἑνὸς μηνὸς ἐφεξῆς ἀπὸ τοῦ τὸν ἐνιαυτὸν λαχόντος ζῳδίου. Ἐπιτήρει δέ, φησίν, καθ’ ἕκαστον ἔτος τὰ τετράγωνα καὶ τὰ διάμετρα σχήματα τῶν κακοποιῶν πρὸς τὸ λαχὸν ζῴδιον τὸν ἐνιαυτόν, καὶ τὰς συνόδους δὲ καὶ πανσελήνους ὁμοίως εἰ πρὸς ἀγαθοποιοὺς ἐγένοντο ἢ ἐναντίους ἐν τοῖς τέσσαρσι τούτοις τόποις ἐπισκεπτέον.

     Περὶ δὲ ἡμέρας ἔκβαλλε τὸ πλῆθος τῶν ἡμερῶν τῶν ἀπὸ τῆς γενεθλίας ἡμέρας τοῦ μηνιαίου ζῳδίου κατὰ ζῴδιον ἓν ἡμέρας δύο ἥμισυ, καὶ εἰς ὃ ἂν λήξῃ ἐκεῖνο ἕξει τὰς ἡμέρας. Ὁ δὲ Δωρόθεος περὶ μηνὸς καὶ ἡμέρας ταῦτα λέγει·

ἔστω σοι καὶ μῆνα δοκευέμεν ὧδ’ ἐρέοντι …

κθ. Διαίρεσις ι′ ἐτῶν καὶ μηνῶν θ′

     Ἤδη δέ τινες τῶν ἀρχαίων Αἰγυπτίων συνθέντες τὰς περιόδους ὁμοῦ τῶν ζ′ ἀστέρων συντεινούσας εἰς ἔτη δέκα καὶ μῆνας θ′, ἀρξάμενοι ἀπὸ πρώτου καὶ αἱρετικοῦ φωτὸς ἐμέρισαν τοῖς ἐφεξῆς ἀστράσι κατὰ τὰ ἐφεξῆς ζῴδια ἑκάστῳ διδόντες τὴν ἰδίαν περίοδον, ἔτι δὲ καὶ ἐπιμερισμὸν κατὰ ἀναλογίαν ἑκάστης περιόδου εἰς βραχυτέρους χρόνους ποιησάμενοι ἀπὸ τοῦ χρονοκράτορος τοῖς ἐφεξῆς ὁμοίως δεδώκασιν. Οἷον ἔστω Κρόνος ὁ τοὺς καθολικοὺς χρόνους ἔχων, τουτέστι τὰ ἔτη ι′ καὶ μῆνας θ′· ἐκ τούτων μερίζει ἑαυτῷ μὲν μῆνας λ′, Διὶ δὲ (ἐὰν ᾖ ἐφεξῆς) μῆνας ιβ′, καὶ Ἄρει πάλιν (εἰ ἐφεξῆς εἴη) μῆνας ιε′, καὶ τοῖς ἐφεξῆς ὁμοίως ἀστράσιν, Ἡλίῳ μὲν μῆνας ιθ′, Ἀφροδίτῃ δὲ η′, Ἑρμῇ δὲ κ′, Σελήνῃ δὲ κε′. Καὶ αὕτη μὲν ἡ πρώτη καὶ ἀκροτάτη διαίρεσις. Ἐν δὲ τῇ ὑποδιαιρέσει Κρόνος ἀφ’ ὧν λαμβάνει μηνῶν λ′ κατὰ ἀναλογίαν μερίζει ἑαυτῷ ἡμέρας σι′, Διὶ ἡμέρας πδ′, Ἄρει ἡμέρας ρε′, Ἡλίῳ ἡμέρας ρλγ′, Ἀφροδίτῃ ἡμέρας νϛ′, Ἑρμῇ ἡμέρας ρν′, Σελήνῃ ἡμέρας ροε′·

     Πάλιν Ζεὺς ἐκ τῶν αὐτοῦ μηνῶν ιβ′ ἐπιμερίζει ἑαυτῷ ἡμέρας λδ′, Κρόνῳ ἡμέρας πε′, Ἄρει ἡμέρας μβ′, Ἡλίῳ ἡμέρας νδ′, Ἀφροδίτῃ ἡμέρας κβ′, Ἑρμῇ ἡμέρας νζ′, Σελήνῃ ἡμέρας οα′· Ἄρης ἐκ τῶν ἑαυτοῦ μηνῶν ιε′ ἑαυτῷ ἐπιμερίζει ἡμέρας νβ′, Ἡλίῳ ἡμέρας ξϛ′, Ἀφροδίτῃ ἡμέρας κη′, Ἑρμῇ ἡμέρας ο′, Σελήνῃ ἡμέρας πζ′, Κρόνῳ ἡμέρας ρε′, Διὶ ἡμέρας μβ′· Ἥλιος ἐκ τῶν αὑτοῦ μηνῶν ιθ′ ἑαυτῷ ἐπιμερίζει ἡμέρας πγ′, Σελήνῃ ριη′, Κρόνῳ ρλ′, Διὶ νβ′, Ἄρει ξδ′, Ἀφροδίτῃ λε′, Ἑρμῇ πζ′· Ἀφροδίτη ἐκ τῶν ἑαυτῆς μηνῶν η′ ἑαυτῇ ἐπιμερίζει ἡμέρας ιε′, Ἡλίῳ λϛ′, Σελήνῃ μζ′, Κρόνῳ νζ′, Διὶ κβ′, Ἄρει κη′, Ἑρμῇ λη′· Ἑρμῆς ἐκ τῶν ἑαυτοῦ μηνῶν κ′ ἑαυτῷ ἐπιμερίζει ἡμέρας ϙϛ′, Ἡλίῳ ϙ′, Σελήνῃ ριζ′, Κρόνῳ ἡμέρας ρμα′, Διὶ νϛ′, Ἄρει ο′, Ἀφροδίτῃ λϛ′· Σελήνη ἐκ τῶν ἑαυτῆς μηνῶν κε′ ἑαυτῇ μερίζει ἡμέρας ρμη′, Ἡλίῳ ριε′, Κρόνῳ ροζ′, Διὶ οα′, Ἄρει πζ′, Ἀφροδίτῃ μζ′, Ἑρμῇ ριθ′.

     Ἐξ εὐχεροῦς δὲ καὶ διὰ μνήμης ἔχων ποιήσεις τὴν ἀναλογίαν τοῦ ἐπιμερισμοῦ οὕτως. Ἐπὶ μὲν Κρόνου τοὺς λ′ μῆνας ἀναλύσας εἰς ἡμέρας ϡ′ μέριζε εἰς τοὺς ρκθ′ μῆνας τὰς κοινῇ αὐτῶν περιόδους· γίνονται ζ′ ἔγγιστα. Ἑπτάκις οὖν ἑκάστου ἀστέρος τὴν περίοδον ποίει, καὶ εὑρήσεις τὸν λεπτότερον ἐπιμερισμὸν ἐπὶ τῆς αὐτοῦ δεκαετηρίδος· ὅσον γὰρ μέρος εἰσὶν οἱ λ′ μῆνες τῶν ρκθ′ μηνῶν τοσοῦτον μέρος γίγνονται οἱ ζ′ μῆνες (τουτέστιν ἡμέρας σι′) τῶνδε λ′ μηνῶν (τουτέστιν ἡμέρας ϡ′), καὶ ἐπὶ μὲν Κρόνου οὕτως· ἐπὶ δὲ Διὸς ἑπτάκις πάλιν τοὺς δώδεκα αὐτοῦ μῆνας ποιήσεις, καὶ εὑρήσεις ἡμέρας πδ′· καὶ ἐπὶ τῶν λοιπῶν ἀστέρων ἐφεξῆς. Ἐπὶ δὲ τοῦ λεπτοτέρου μέρους τοῦ Διὸς ἐν τῇ ἰδίᾳ δωδεκαετηρίδι πάλιν μέρισον αὐτὴν τὴν περίοδον (τουτέστι τὸν ἐνιαυτόν) ἐπὶ τὰ ρκθ′· γίγνονται δύο C 2 γ′ ἔγγιστα ἅτινα ὁμοίως πολλαπλασίασον ἐπὶ τὴν ἑκάστου περίοδον. Tοῖς ιβ′ μησὶ ἐφ’ ἑκάστου ἐνιαυτοῦ συλλαμβάνουσι καὶ τὴν πενθήμερον.

     Ἰστέον μέντοι ὅτι εὑρίσκομεν τὰ ἀποτελέσματα μᾶλλον συμφωνοῦντα ἐπὶ τῶν χρονοκρατόρων τῆς δεκαετηρίδος ὅταν ἀπὸ τοῦ αἱρετικοῦ φωτὸς ἐπικέντρου ὄντος τὴν ἄφεσιν τῶν χρόνων μερίσωμεν· ἀποκλίνοντος γὰρ καὶ ἀσυνδέτου ὄντος τῷ ὡροσκόπῳ οὐχ ὁμοίως εὑρίσκομεν συμφώνως τὰ ἀποτελέσματα. Ὅταν οὖν μὴ εὕρωμεν καλῶς κείμενον τὸ τῆς αἱρέσεως φῶς, ἄλλον δέ τινα τῶν ἀστέρων ἐπίκεντρον καὶ δυναμικώτερον, ἐκείνῳ διδόναι τὴν προτερίαν ὀφείλομεν τῆς τῶν τοιούτων χρόνων ἀφέσεως.

λ. Περὶ χρονοκρατορίας Κρόνου

     Ὁ τοῦ Κρόνου λαμβάνων τοὺς καθολικοὺς χρόνους ἢ καὶ τοὺς μερικοὺς ἐπὶ μὲν ἡμερινῆς γενέσεως χωρὶς τῆς πρὸς Ἄρεα διαμετρήσεως ἢ τετραγώνου στάσεως καὶ ἐπὶ ἀνατολῆς ἑῴας οὐ κακὸς ἀνεγράφη ἀλλ’ ὠφέλιμος, καὶ ἀπὸ παλαιῶν πραγμάτων ἢ μυστηρίων ἢ κληρονομιῶν ποιεῖ κέρδος, ἀπό τε συγγενικῶν προσώπων καὶ μάλιστα πρεσβυτέρων, ἔτι δὲ καὶ γεωπονεῖν παρασκευάζει, καὶ εἰς πάντα οἱ χρόνοι ἀγαθοὶ καὶ ἐπιτευκτικοὶ γενήσονται. Ἐπὶ δὲ νυκτερινῆς γενέσεως χαλεπὸς ἐν πᾶσι τοῖς ἐγχειριζομένοις γενήσεται (οὐ γὰρ διαλείπουσι κίνδυνοι τὸν χρόνον καὶ ἀπραγίαι καὶ σωματικαὶ ἀσθένειαι), ποιεῖ δὲ καὶ ἀποβολὰς καὶ ζημίας καὶ λύπας καὶ κρίσεις καὶ θανάτους οἰκείων καὶ παλαιῶν ἀνασκευὰς καὶ φίλων ἐπιθέσεις καὶ συκοφαντίας, παρά τε ἐγγαίων καὶ θεμελίων ποιεῖ γενέσθαι λύπας.

     Ἂν μὲν ἐν ἡλιακῷ ζῳδίῳ τύχῃ ἐξ ὑπερεχόντων βιασθήσεται ἐν ζημίαις καὶ κινδύνοις, ἀλγήσει δὲ καὶ νεῦρα καὶ νόσους πολυχρονίους ἕξει καὶ πατρικῶν βλάβας. Ἐπὶ δὲ νυκτερινῆς γενέσεως ἐν σεληνιακῷ τυχὼν ζῳδίῳ ποιεῖ στομαχικοὺς κινδύνους καὶ ἀπραγίας. Ἐὰν δὲ Σελήνη τύχῃ λήγουσα ἐπὶ νυκτερινῆς γενέσεως ποιεῖ λύπας καὶ μερίμνας καὶ θλίψεις βιωτικὰς καὶ ἐξ ὑγρῶν ὀχλήσεις καὶ νόσους μητρὶ ἢ ἀδελφοῖς πως· ἔχουσι καὶ θηλυκῶν προσώπων κινδύνους, ἡμέρας δὲ καὶ τῆς Σελήνης αὐξιφωτούσης ἀγαθὸς καὶ πρακτικὸς ἐν πᾶσι γενήσεται ὁ χρόνος.

     Ἐν δὲ ἰδίοις τόποις τυχὼν ἡμέρας ἀγαθός (περίκτησιν γὰρ σημαίνει), νυκτὸς δὲ κακῶν πλείστων αἴτιος γενήσεται ὁ χρόνος, ὁ δὲ ἐν ἰδίοις τόποις λαχὼν στομαχικαῖς καὶ ἔχθραις αἰφνιδίοις περιπεσών. Ἐν δὲ Διὸς τόποις ἡμέρας ἐν πᾶσιν ἔσται ἀγαθός (καὶ γὰρ κληρονομίας καὶ δόξας περιποιεῖ καὶ κέρδη καὶ προκοπὰς καὶ πράξεις), νυκτερινῆς δὲ ἐν τῇ ἀρχῇ ἀπραγήσει καὶ ἀνωμαλήσει, ὕστερον δὲ εὖ πράξει καὶ ἐχθρῶν περιγενήσεται. Ἐν δὲ Ἄρεως τόποις ἐπὶ νυκτερινῆς γενέσεως ψῦξιν πράξεως καὶ πραγμάτων ἐκκοπὰς καὶ ἐχθρῶν ἐπαναστάσεις καὶ θλίψεις βιωτικὰς καὶ ψυχοπονίας καὶ ἀπραγίας ἀποτελεῖ καὶ σωματικὰς ἀσθενείας. Ἐν δὲ τῆς Ἀφροδίτης ψόγον οἴσει διὰ γυναικὸς καὶ βλαβήσεται καὶ θορύβους ἕξει, τισὶ δὲ καὶ νόσους γυναικὸς ἢ πένθος κατεργάζεται, καὶ ἐν πᾶσι λυπηρὸς καὶ ἀηδὴς ὁ χρόνος ἔσται. Ἐν δὲ τόποις Ἑρμοῦ συκοφαντίας ποιήσει καὶ πένθος συγγενικῶν, τέκνων φθορὰς καὶ κρίσεις καὶ φόβους καὶ διαβολάς, τισὶ δὲ ἐπὶ θρεπτῶν τέκνων λύπας φέρει καὶ ἔχθρας καὶ δόλους καὶ ψευδοκατηγορίας καὶ μετάβασιν ἕνεκα ἐχθρῶν καὶ παλαιῶν πραγμάτων ἀνασκευὰς καὶ ἐπιθέσεις.

     Τῷ δὲ τοῦ Διὸς ἐπιμερίζων μῆνας καὶ ἡμέρας ὁ Κρόνος ἐπὶ ἡμερινῆς γενέσεως ἀγαθὰ σημαίνει καὶ πράξεις· ποιεῖ περίκτησιν γὰρ καὶ κέρδη καὶ σώματος εὐρωστίαν, ἤτοι γὰρ κληρονομοῦσιν ἢ προκόπτουσιν, καὶ ἐν ταῖς πράξεσιν εὐημεροῦσιν καὶ φιλίας ἐπισήμους ἕξουσιν. Ἐπὶ δὲ νυκτερινῆς οὐ καλῶς ἀνεγράφη· ἐναντιώματα γὰρ καὶ ἀπραγίας παρέχει καὶ βιωτικὰς θλίψεις καὶ ψύξεις καὶ ταραχὰς καὶ οἰκειακὰς μέμψεις καὶ σωματικὰς ἀσθενείας.

     Κρόνος τῷ Ἄρει ἐπιμερίζων ἐπὶ ἡμερινῆς γενέσεως κακὸς καὶ βλαπτικὸς πέφυκεν (ἐπιφέρει γὰρ νόσους καὶ ταραχὰς καὶ ἀνασκευὰς πραγμάτων καὶ λύπας καὶ πένθη καὶ ἀποβολὰς πατρικὰς καὶ ἐναντιώσεις καὶ ἀνεπιτευξίας πραγμάτων), καὶ ἐπίμοχθος ὁ πᾶς διανύεται χρόνος, ἢ ξενιτείας ἀθέτους καὶ ἐπικινδύνους παρέχεται ἢ οἰκειακὰς λύπας καὶ συγγενικὰ πένθη ἀνωφελῆ. Ἐπὶ δὲ νυκτερινῆς μέτρια τὰ φαῦλα γενήσεται καὶ μετὰ βραδύτητος, καὶ δυσπραξίας περιγενήσεται τῶν χρόνων καὶ πράξεις ἕξει καὶ σώματος εὐρωστίαν καὶ τῶν φαύλων κατόρθωσιν, καὶ ἐπιτευκτικὸς ὁ χρόνος ἔσται πλὴν μετὰ μόχθων καὶ θορύβων.

     Κρόνος Ἀφροδίτῃ ἐπιμερίζων μῆνας καὶ ἡμέρας ἐπὶ ἡμερινῆς γενέσεως προκοπὰς καὶ συστάσεις ἐκ φίλων ποιεῖ, συκοφαντίας ἐπιπλοκὴν καὶ βίου κατόρθωσιν, μάλιστα καὶ τῆς Ἀφροδίτης ἀθεωρήτου οὔσης ὑπὸ κακοποιῶν. Ἐπὶ δὲ νυκτερινῶν εἰς μὲν τὰς πράξεις ἔσται ἀγαθή, ἐπιφέρει δὲ κωλυσμοὺς καὶ λύπας καὶ βλάβας διὰ γυναῖκας, εἰ δὲ καὶ ὕπαυγος ᾖ ἡ Ἀφροδίτη ὑπὸ κακοποιῶν θεωρουμένη ποιεῖ στομαχικοὺς καὶ οἰκειακὰς λύπας καὶ μερίμνας καὶ δαρμοὺς καὶ κλοπάς, καὶ ὁ χρόνος νοσώδης καὶ ἀηδὴς ἔσται.

     Κρόνος Ἑρμῇ ἐπιμερίζων μῆνας καὶ ἡμέρας ἐπὶ ἡμερινῆς γενέσεως ὡς ἐπ’ ἀνατολικῆς τυχόντι μετρίας μὲν τὰς πράξεις καὶ κέρδη ποιεῖ καὶ ἀπὸ λόγων καὶ πραγμάτων κρυπτῶν, καὶ φίλων εὐεργεσίας, πάντα δὲ μετὰ βραδύτητος καὶ ἀγωνίας διανύεται τὰ πράγματα. Ἐπὶ δὲ νυκτὸς καὶ τοῦ Ἑρμοῦ ἐπὶ δύσεως ἑσπερίας ὄντος ἢ ὑπὸ κακοποιοῦ θεωρουμένου κακὸς καὶ ἀηδὴς γενήσεται ὁ χρόνος (ἀπραγίας γὰρ σημαίνει καὶ ἔχθρας καὶ δίκας καὶ ζημίας ἀρχαίων πραγμάτων, ἀργυρικῶν δανείων ἢ ἐγγυητικῶν προσώπων), καὶ ἐν θορύβοις ἔσται καὶ δίκαις, καὶ ὅρκους ποιήσεται καὶ ὁδοὺς καὶ βλάβας καὶ ἀσθενείας καὶ βρόχους, καὶ αὐτὸς ποιήσει πόνον καὶ οἰκειακὰς λύπας χάριν θρεπτῶν, καὶ εἰς μεσιτείας καὶ κοινωνίας καὶ συναλλαγὰς βλαπτικὸς καὶ ἄπρακτος γενήσεται ὁ χρόνος.

     Κρόνος Σελήνῃ ἐπιμερίζων μῆνας καὶ ἡμέρας ἐπὶ ἡμερινῆς γενέσεως ἐπὶ ἀνατολῆς φερομένῃ κατόρθωσιν τῶν πραγμάτων καὶ ἀποφυγὴν τῶν κακῶν ἀπεργάζεται καὶ πρᾶξιν καὶ φιλίαν, τῆς Σελήνης μειουμένης μετὰ ἀνωμαλίας καὶ σκυλμῶν καὶ θορύβων καὶ ἀπιστιῶν καὶ μόχθων περιγενήσεται τῶν πραγμάτων, καὶ σύστασιν καὶ κέρδη παρὰ προσδοκίαν ἕξει. Νυκτὸς δὲ μειουμένης τῆς Σελήνης νόσους σωματικὰς καὶ πόνους ἐν κρυπτοῖς ποιήσει καὶ βῆχα, στομάχων πόνον καὶ μοχθηρὸν ποιήσει καιρόν, ζημίας καὶ κινδύνους, καὶ θορυβώδης ὁ χρόνος ἔσται, καὶ θάνατος τοῖς ἔχουσι γυναικὸς ἢ θηλυκοῦ προσώπου ἀποβολήν.

     Κρόνος Ἡλίῳ ἐπιμερίζων ἐπὶ νυκτερινῆς γενέσεως κινδύνους παρέχει καὶ ἀπραγίας καὶ θανάτους οἰκείων προσώπων καὶ φόβους καὶ σωματικὰς ἀσθενείας καὶ ἐπανάστασιν ἐχθρῶν καὶ ἐπιπλοκὰς ἐξ ὑπερεχόντων προσώπων καὶ φόβους καὶ σωματικὰς ἀσθενείας, καὶ ἀσχοληθήσονται ἀπραγοῦντες καὶ πράξεις ἀπράκτους καὶ μοχθηροὺς ἕξουσιν καὶ ἐξ ἰδίων ἐπιβουλὰς καὶ τῷ σώματι πυρετόν, τισὶ δὲ καὶ ῥίγους ἕνεκεν ἀπραγίας ἐκ δημοσίων, καὶ ὁ χρόνος μετέωρος καὶ κινδυνώδης γενήσεται. Ἐπὶ δὲ ἡμερινῆς γενέσεως μετὰ ἀνωμαλίας καὶ μόχθου καὶ ἀπιστιῶν καὶ ἀντιζηλιῶν φίλων ποιεῖ περιγενέσθαι τῶν κακῶν, καὶ ἐχθρῶν καθαίρεσιν καὶ πρᾶξιν σημαίνει, καὶ σύστασιν ἐκ φιλίας ὑπερεχόντων καὶ τῶν ἀπραγιῶν μεταβολήν, ἔπειτα κέρδος ὄψεται.

λα. Περὶ Διὸς χρονοκρατορίας

     Ὁ δὲ τοῦ Διὸς λαβὼν τὴν χρονοκράτησιν ἐπὶ ἡμερινῆς γενέσεως ἐπί τινος κέντρου ἢ ἐπαναφορᾶς τυχὼν χωρὶς τῆς πρὸς Ἄρεα διαμετρήσεως ἢ τετραγώνου στάσεως, ἀγαθὸς καὶ ὠφέλιμος γενήσεται ὁ χρόνος (καὶ γὰρ περίκτησιν βιωτικὴν ποιήσει) καὶ δοξαστικὸς ἐν παντὶ γενήσεται σύστασιν ποιῶν καὶ φιλίαν ἀφ’ ὧν περίκτησιν λαμβάνουσι καὶ ἀπόλυσιν τῶν κακῶν, καὶ μακαρισθήσεται, καὶ κακῶν ἐχθρῶν περιγενήσεται, καὶ ἐπιτευκτικὸς ἔσται ὁ χρόνος. Ἐπὶ δὲ νυκτὸς καλῶς κείμενος ἀγαθὰ ἀποτελεῖ, ἀλλὰ καὶ μετὰ μόχθου καὶ ἀπιστίας, κακῶς δὲ κείμενος ποιήσει λύπας καὶ μόχθους, ἀμφισβητήσεις πρὸς ὑπερέχοντας καὶ ζημίας καὶ ξενιτείας καὶ ἀπραγίας καὶ διαβολὰς ποιήσει, καὶ κρίσεις καὶ φθόνους καὶ μερίμνας ἕνεκεν δημοσίων καὶ οἰκειακὰς ἐπηρείας μεγάλων προσώπων καὶ στενοχωρίας βιωτικὰς ἀπεργάζεται.

     Καὶ ἐὰν μὲν ἐν ἡλιακῷ ζῳδίῳ τύχῃ καλῶς κείμενος προκοπὰς παρέχει καὶ πράξεις ἀφ’ ὧν δοξασθήσεται καὶ ὠφεληθήσεται, καί τι μὲν πρὸς ὑπερέχοντα πρόσωπα ἕξει. Ἐν δὲ Σελήνης τόποις μείζονας τὰς πράξεις ποιεῖ καὶ ἐπικερδεῖς, καὶ μάλιστα τῆς Σελήνης αὐξιφωτούσης, καὶ προκοπὰς καὶ κέρδη παρέχεται καὶ ἐκ θηλυκῶν προσώπων ὠφελείας.

     Ἐν δὲ ἰδίοις τόποις τυχὼν καὶ ὠφέλιμος γενήσεται, καὶ γὰρ κληρονομίας δίδωσι καὶ προκοπὰς ἐπισήμους καὶ πράξεις καὶ ἐχθρῶν ἐπικράτησιν. Ἐν δὲ Ἄρεως τόποις συμφώνως πρὸς αὐτὸν τυχὼν παρέχει ἐκ δημίων καὶ στρατιωτικῶν, ἀνδρῶν ἐπισήμων εὐεργεσίας, ἐὰν δὲ τετράγωνος τύχῃ ἢ διάμετρος ἀνωμαλίας καὶ βλάβας καὶ θορύβους καὶ ἔχθρας ποιήσει, καὶ εἰς ὃ ἂν ἐπιβάληται οὐκ ἐπιτευκτικὸν ἕξει τὸν καιρόν. Ἐν δὲ τῆς Ἀφροδίτης τόποις τυχών, ἐπιχαρὴς ἔσται ὁ χρόνος καὶ προσχαρὴς ἔσται ταῖς πράξεσι καὶ προκοπαῖς καὶ φιλίαις ἐπισήμοις καὶ συνήθειαν καὶ ἐπιπλοκὰς γυναικῶν παρέχει· ἐπικερδῆ καὶ ἱλαρὸν ἕξει καιρόν· ἀγάμοις γάμον, τοῖς δὲ ἔχουσι γάμον σπορὰν τέκνων. Ἐν δὲ Ἑρμοῦ τόποις πρακτικούς τε σημαίνει τοὺς χρόνους καὶ ἐπικερδεῖς καὶ σύστασιν καὶ πίστιν ἐκ μεγάλων προσώπων, καὶ ἐν πᾶσιν ὁ χρόνος ἱλαρὸς καὶ ἐπικερδὴς ἔσται, μάλιστα δὲ τοῦ Ἑρμοῦ καλῶς κειμένου ταῦτα ποιεῖ, κακῶς δὲ τυχόντος ἀπραγίας καὶ στενοχωρίας, ἀνασκευὰς καὶ ἔχθρας ἀπεργάζεται.

     Ζεὺς Κρόνῳ ἐπιμερίζων μῆνας καὶ ἡμέρας ἐπὶ ἡμερινῆς γενέσεως δόξαν καὶ σύστασιν καὶ εὐρωστίαν σώματος ἀποτελεῖ καὶ κέρδη καὶ φιλίας ἐπισήμους καὶ προκοπὰς καὶ ἐχθρῶν ἐπικράτησιν καὶ ἀπόλυσιν κακῶν, καὶ τόπους μεταβάλλει ἐπὶ τὸ εὔκρατον, καὶ βίου πρόσθεσιν καὶ κέρδη ἀπεργάζεται. Ἐπὶ δὲ νυκτὸς ἀποβολὰς βιωτικὰς σημαίνει καὶ ἀηδίας καὶ λύπας καὶ σκυλμοὺς καὶ ταραχώδεις χρόνους καὶ διαβολὰς ἐκ φίλων καὶ ἐξ ἰδίων προδοσίας καὶ ἐγκλήματα καὶ στενοχωρίας καὶ συνοχὰς ἐξ ὑπερεχόντων προσώπων ἀπεργάζεται, καὶ εἰς πάντα ψυκτικὸς ὁ χρόνος καὶ ἀηδὴς ἔσται ἔν τε ἀσθενείαις κρυπταῖς καὶ νόσοις μακραῖς καὶ μετεωρισμοῖς ψυχικοῖς.

     Ζεὺς Ἄρει ἐπιμερίζων μῆνας καὶ ἡμέρας ἐπὶ ἡμερινῆς γενέσεως οὐκ ἀγαθός (λύπας γὰρ παρέχει καὶ ἐπιβουλὰς ἐξ ἰδίων ἢ καὶ ἔχθρας), καὶ εἰκαίας φήμας ἀκούσεται, καὶ μετεωρισμοὺς ἕξει καὶ φόβον καὶ ἀπραγίας, ζημίας, κινδύνους ἐξαίφνης, συκοφαντίας, κατηγορίας καὶ δημοσίων πραγμάτων ταραχὰς καὶ χόλων ἀρχοντικῶν ἐναντιώσεις, ἕξει δὲ τιμὴν καὶ οἰκειακὰς λύπας. Ἐπὶ δὲ νυκτερινῆς γενέσεως μετὰ σκυλμῶν καὶ μόχθων πράξεις καὶ στρατείας, ἀγαθούς τε καὶ ἐπικερδεῖς καὶ ἐπιτευκτικοὺς τοὺς χρόνους σημαίνει.

     Ζεὺς Ἀφροδίτῃ ἐπιμερίζων μῆνας καὶ ἡμέρας ἐπὶ ἡμερινῆς καὶ νυκτερινῆς γενέσεως ἀπὸ ξένης ἐπὶ τὰ ἴδια φέρει, καὶ κέρδη παρέχει καὶ πράξεις, καὶ ἐχθρῶν ἐπικράτησιν ποιεῖ, καὶ γυναιξὶ δὲ συνελεύσονται καὶ φιλίας ἕξουσιν, καὶ ἀγάμοις γάμον, γεγαμηκόσι τέκνα ποιήσει, καὶ ἱλαρὸς ὁ χρόνος ἔσται καὶ ἐν τέχναις καὶ ἐπιτηδεύμασι καὶ πίστεσι πρὸς φίλους, τῆς δὲ Ἀφροδίτης ὑπὸ κακοποιοῦ θεωρουμένης καὶ οὔσης ἑσπερίας ἐξ ὄχλων λύπας καὶ θορύβους καὶ ζημίας καὶ κρίσεις καὶ μερίμνας καὶ ἀπραγίας, καὶ καθόλου οἱ χρόνοι ἄπρακτοι καὶ ἐνδεεῖς γενήσονται.

     Ζεὺς Ἑρμῇ ἐπιμερίζων νυκτὸς καὶ ἡμέρας ποιεῖ προκοπὴν καὶ πίστιν καὶ διὰ λόγων εὐφημίας καὶ ἐκ θηλυκῶν προσώπων ὠφελείας καὶ φιλίας ἀγαθάς, τοῦ δὲ Ἑρμοῦ ὑπὸ κακοποιῶν θεωρουμένου, ὑπαύγου ὄντος, βλαπτικὸς ὁ χρόνος ἔσται· ἔχθρας γὰρ καὶ ζημίας καὶ ἀπραγίας καὶ θορύβους ποιήσει.

     Ζεὺς Ἡλίῳ ἐπιμερίζων μῆνας καὶ ἡμέρας ἐπὶ ἡμερινῆς γενέσεως μετεωρισμοὺς καὶ στενοχωρίας καὶ κρίσεις καὶ πρὸς ἰδίους φίλους αἰφνιδίους ἔχθρας ἀπεργάζεται περὶ ἀρχαίων πραγμάτων, μάλιστα ἐν ἀρχῇ τῶν χρόνων, καὶ σκυλμὸν σωματικὸν καὶ κεφαλῆς καὶ στομάχου πόνον ποιεῖ, ὕστερον δὲ περιγίνονται πάντων μετὰ μόχθου ὀλίγου καὶ χαιρήσουσι καὶ ἐπισήμων ἀνδρῶν δόξας ἔχουσιν. Ἐπὶ δὲ νυκτερινῆς γενέσεως οὐ καλὸς ὁ χρόνος ὑπάρχει (ἀπωλείας γὰρ καὶ διαβολὰς καὶ ζημίας ὁ χρόνος καὶ πένθη καὶ κινδύνους πρὸς τοῖς ἔχουσι σημαίνει), καὶ δυσφημίας καὶ κρίσεις καὶ ἐπιβουλὰς ἀπό τε φίλων καὶ ἔχθρας συγγενικῶν προσώπων πρὸς ὑπερέχοντας καὶ ἐξ ἰδίων προδοσίας καὶ δαπάνας καὶ ἐχθρῶν ἐπαναστάσεις ποιήσει, εἰ δὲ Ἄρης ἐπέλθοι Ἡλίῳ ἔχοντι τοὺς χρόνους νόσους σωματικάς, αἱμαγμοὺς καὶ φρενοβλαβίας ποιεῖ.

     Ζεὺς Σελήνῃ μερίζων ἐπὶ νυκτὸς καὶ ἡμέρας τῆς Σελήνης ἐξ ἀνατολῆς φερομένης ὠφέλειαν καὶ προκοπὴν καὶ περίκτησιν καὶ νίκην κατ’ ἐχθρῶν σημαίνει καὶ χαρὰν ἐπί τε οἴκῳ καὶ ἀναστροφῇ (καὶ γὰρ ξενιτείας καὶ ἀλλαγὰς τόπων ποιεῖ ἐπὶ συμφέροντι), τῆς δὲ Σελήνης ἐξ ἀποκρούσεως φερομένης ἄχρηστον ποιήσει καιρόν, καὶ ζημίας καὶ ἔχθρας δικαίας ἕξει καὶ κρίσεις.

λβ. Ἄρεως χρονοκρατορία

     Ὁ δὲ τοῦ Ἄρεως λαμβάνων τοὺς χρόνους ἐπὶ νυκτερινῆς γενέσεως ἐπί τινος κέντρου ἢ ἐπαναφορᾶς χωρὶς τῆς πρὸς Κρόνον διαμετρήσεως ἢ τετραγώνου στάσεως ἔμπρακτος εἰς πάντα καὶ ἐπικερδὴς καὶ δοξαστικὸς καθέστηκεν (ποιεῖ γὰρ προκοπὰς καὶ περίκτησιν καὶ σύστασιν πρὸς ὑπερέχοντα πρόσωπα καὶ εὐφημίας ὀχλικάς), καὶ μυστικὸς ὁ χρόνος ἔσται. Ἐπὶ δὲ ἡμερινῆς γενέσεως, μάλιστα ὕπαυγος, ποιεῖ ἀσθενείας καὶ κινδύνους καὶ διαβολὰς καὶ ἐπηρείας καὶ σκυλμοὺς εἰ μή πως αὐτὸν ἀγαθοποιὸς ἰδὼν τοὺς μόχθους ἀναλύσει.

     Καὶ ἐν Ἡλίου οἴκῳ οὐκ ἔστιν ἀγαθός (ξενιτείας γὰρ ἔχει καὶ χειμασίας πραγμάτων καὶ νόσους καὶ κινδύνους, τομάς τε σιδήρου), εἰ δὲ Κρόνος ἐπιβῇ καὶ οἰκείων θανάτους ὄψεται πρεσβυτικῶν, ἐὰν δὲ ὁ Κρόνος ἐπ’ Ἄρεα ὢν θεωρήσῃ τὸν Ἥλιον ἐκ κοιλιακῆς διαθέσεως κινδυνεύσει καὶ πατρικὸν κίνδυνον ποιεῖ τοῖς ἔχουσι καὶ ὀφθαλμῶν πόνους. Ἐν δὲ Σελήνης τόποις στομαχικοὺς καὶ ζημίας καὶ ἀπραγίας καὶ νωθρείας σώματος, λειχῆνας καὶ ψώρας καὶ ἐπιβουλὰς καὶ κρίσεις καὶ λύπας χάριν θηλυκῶν προσώπων, τισὶ δὲ καὶ μητρὸς λύπας ἤ τινος τῶν ἀπὸ γένους θάνατον καὶ ἀκαταστασίαν καὶ ἀμφισβήτησιν πρὸς ἰδίους ποιεῖ καὶ ἐκ δημοσίων βλάβας καὶ κινδύνους ἐκ κοιλιακῆς νόσου καὶ ὀφθαλμῶν πόνον, μάλιστα ἐὰν αὔξῃ ἡ Σελήνη.

     Ἐν ἰδίοις οἴκοις Ἄρης τυχὼν ἐπὶ νυκτερινῆς γενέσεως καλὸς ἐν πᾶσι τοῖς ἐγχειριζομένοις (εὔπρακτος γὰρ καὶ ἐπικερδὴς ὁ χρόνος), ἐφ’ ἡμερινῆς δὲ φαῦλος καὶ ζημίας καὶ ταραχὰς παρέχων. Ἐν δὲ Διὸς τόποις ἡμέρας μετεωρισμοὺς χάριν ὀχλικῶν ἢ δημοσίων πραγμάτων καὶ ἀνεπιτεύκτους ἐν ταῖς πράξεσι καὶ ἔχθρας καὶ διαβολὰς πρὸς ὑπερέχοντα πρόσωπα καὶ κρίσεις καὶ ζημίας παρέχων αἰφνιδίους, νυκτὸς δὲ τυχὼν καλὸς ἐν πᾶσι τοῖς ἐγχειριζομένοις, σύστασιν καὶ προκοπὴν καὶ κέρδη καὶ νίκην κατὰ τῶν ἐχθρῶν. Ἐν δὲ Κρόνου τόποις καλὸς ἐν πᾶσιν ὁμοίως, καὶ θερμοτέρας πράξεις παρέχει ἀπό τε παλαιῶν καὶ ἀπροσδοκήτων πραγμάτων, καὶ θάνατον ὄψεταί τινων πρεσβυτέρων ἀφ’ ὧν μόχθους καὶ μάχας μετὰ ὠφελείας ἕξει. Ἐν δὲ τοῖς τῆς Ἀφροδίτης ψόγους ποιήσει καὶ ἐπηρείας καὶ ἔχθρας καὶ στομάχους καὶ οἰκειακὰς μέμψεις διὰ θηλυκὰ πρόσωπα καὶ χωρισμοὺς ἢ καὶ κινδύνους γυναικῶν τοῖς ἔχουσιν, εἰς δὲ τὰς πράξεις ἀγαθός ἐστιν. Ἐν δὲ Ἑρμοῦ τόποις κρίσεις καὶ ἀνωμαλίας καὶ διαβολὰς καὶ ἐχθρῶν ἐπαναστάσεις καὶ ζημίας καὶ ψευδοκατηγορίας πρὸς ἰδίους καὶ φίλους, ἔτι δὲ ἐξ ἰδίων θρεπτῶν ἢ δούλων λύπας· εἰς γὰρ κλοπὰς καὶ ἁρπαγμοὺς ὁ χρόνος πᾶς ἔσται.

     Ἄρης Κρόνῳ ἐπιμερίζων μῆνας καὶ ἡμέρας ἐπιταραχώδεις τοὺς χρόνους σημαίνει καὶ ἀκαταστάτους εἰς γάμον καὶ βίον καὶ τέκνα, καὶ ἀπραγίας καὶ κρίσεις καὶ βίας καὶ ἔχθρας καὶ ἐπιβουλὰς καὶ λύπας καὶ ἀπροκοπίας καὶ πένθος σημαίνει, ἀνωφελῶν γονέων λύπας, μερίμνας βιωτικάς, καὶ καθόλου βλαπτικοὶ καὶ ἄπρακτοι γενήσονται. Ἐπὶ δὲ ἡμερινῆς παγκάκιστος· σημαίνει γὰρ δήμου ἐπηρείας καὶ κατακρίσεις, καταπλοκάς, νόσους τε μακρὰς καὶ πένθη καὶ βλάβας εἰ μή πως ἢ Διὸς ἢ Ἀφροδίτης ἐπιμαρτυρίαν ἕξουσι καὶ λύσιν τῶν κακῶν.

     Ἄρης Διὶ ἐπιμερίζων μῆνας καὶ ἡμέρας ἐπὶ ἡμερινῆς γενέσεως ἐν πᾶσιν ἀγαθοὺς τοὺς χρόνους σημαίνει, καὶ συστάσεις καὶ φιλίας πρὸς ὑπερέχοντας παρέχει ἀφ’ ὧν δόξας καὶ προκοπὰς καὶ εὐφημίας καὶ ἀρχὰς λαμβάνουσιν, καὶ ἐχθρῶν ταπείνωσιν καὶ λύσιν κακῶν καὶ κατόρθωσιν πάντων τῶν πραγμάτων (καὶ εἰς πάντα πρακτικὸς ὁ χρόνος ἔσται) καὶ εὐρωστίαν σώματος. Ἐπὶ δὲ νυκτερινῆς γενέσεως ἐν ἀρχῇ ἔχθρας καὶ θορύβους καὶ ἀπραγίας καὶ ψύξεις, ὕστερον δὲ περιγενήσεται τῶν φαύλων καὶ συστάσεις καὶ κέρδη καὶ φιλίας ἕξουσιν, καὶ ὀλίγα βλαβέντες πολλῶν περιγενήσονται.

     Ἄρης Ἀφροδίτῃ ἐπιμερίζων ἐπὶ μὲν νυκτὸς ἀγαθοὺς καὶ πρακτικοὺς τοὺς χρόνους ἀποτελεῖ, καὶ ἐχθρῶν ταπείνωσιν καὶ συναρμογὰς γυναικῶν ἀλλὰ σὺν ψόγῳ, καὶ περίκτησιν ἕξει καὶ κέρδη, μάλιστα τῆς Ἀφροδίτης ἑῴας ἀνατολικῆς οὔσης, εἰ δὲ Κρόνος θεωρήσῃ ἐκ θηλυκῶν προσώπων λύπας καὶ μερίμνας ποιεῖ, εἰς δὲ τὰ λοιπὰ ἀγαθή ἐστιν. Ἐπὶ δὲ ἡμερινῆς γενέσεως εἰς μὲν τὰς πράξεις ἀγαθή, πλὴν ἐπιφέρει θορύβους καὶ ἔχθρας γυναικῶν καὶ ἐκτρωσμοὺς καὶ φίλων ἀχαριστίας καὶ ψόγον διὰ γυναῖκα καὶ διαθέσεις ἐρωτικὰς ἢ μοιχείας καὶ χωρισμοὺς γυναικῶν καὶ συγκρούσεις ἢ καὶ διαβολὰς καὶ κατάγνωσιν.

     Ἄρης Ἑρμῇ ἐπιμερίζων ἐπὶ νυκτερινῆς καὶ ἡμερινῆς γενέσεως, ὑπὸ δὲ τούτου διαμετρούμενος ἢ καὶ τετραγωνιζόμενος, κακουργίας πραγμάτων καὶ λῃστρικὰς ἐπιθέσεις καὶ κρίσεις καὶ συνοχὰς ἔκ τε φίλων καὶ δούλων ἐπιβουλὰς καὶ πλοκὰς καὶ ἐπηρείας καὶ συκοφαντίας πραγμάτων καὶ χάριν δανείων ἢ ἐγγυητικῶν προσώπων θορύβους καὶ ἐγκλήματα καὶ ἐναντιώσεις φίλων καὶ δούλων καὶ σώματος κίνδυνον ποιεῖ εἰ μή πως Ζεὺς ἐπιθεωρήσας ποιήσει πράξεις ἀγαθὰς καὶ ἀναστροφὰς καὶ ἐχθρῶν ἐπικράτησιν.

     Ἄρης Ἡλίῳ ἐπιμερίζων ἐπὶ ἡμέρας τοῦ Ἡλίου κεκακωμένου ποιεῖ κινδύνους, ταραχάς, δικολογίας ἕνεκεν δημοσίων πραγμάτων καὶ ζημίας καὶ ξενιτείας καὶ πατρικῶν ἀποστέρησιν ἢ πατρὸς κίνδυνον τοῖς ἔχουσι καὶ ἐχθρῶν ἐπανάστασιν καὶ ἐπηρείας καὶ νόσους καὶ ἀπὸ κρημνοῦ πτῶσιν ἢ ἀπόπληξιν ἢ ἀγχόνην καὶ μετεωρισμὸν παρέχεται εἰ μή πως Ζεὺς ἢ Ἀφροδίτη θεωρήσαντες θεραπεύσωσι καὶ ποιήσωσι πρᾶξίν τινα καὶ ἀναστροφὰς μετὰ μόχθων καὶ ἀπιστιῶν, πλὴν ἐπιφέρει νόσους χάριν οἰκείων δούλων ἢ καὶ τέκνων, ἐπαναστάσεις ὄχλων, καταβολὰς καὶ κεφαλῆς καὶ ὀφθαλμῶν πόνον ἕξουσιν. Ἐπὶ νυκτὸς ἀγαθὸς καὶ πρακτικὸς ἐν πᾶσι καθέστηκε, καὶ πράξεις καὶ φιλίας καὶ ἀπόλυσιν κακῶν παρέχεται μετὰ μόχθου καὶ ἀπιστίας.

     Ἄρης Σελήνῃ ἐπιμερίζων ἐπὶ νυκτερινῆς γενέσεως τῆς Σελήνης ἐξ ἀνατολῆς φερομένης χαλεποὺς χρόνους σημαίνει καὶ ἐπικινδύνους· ἐπιφέρει γὰρ φόβους καὶ αἰφνιδίων πραγμάτων ταραχὰς καὶ ζημίας καὶ πένθη θηλυκοῦ προσώπου (μητρὸς ἢ καὶ συγγενικῆς κεφαλῆς), ἀκαταστατήσει δὲ καὶ ἀσθενήσει καὶ αἱμαγμοὺς καὶ ἐκτρωσμοὺς ἕξει καὶ τόπων ἀλλαγὰς εἰ μή πως ἀγαθοποιὸς ἰδὼν ἀποφυγὴν δώσει τῶν κακῶν. Ἐξ ἀποκρούσεως δὲ φερομένης τῆς Σελήνης ἐπὶ νυκτερινῆς εἰς πάντα ἀγαθὸς καὶ ὠφέλιμος ἔσται, καὶ προκοπὴν καὶ σύστασιν εὐεργεσίας χάριν καὶ κέρδη καὶ βίου κατόρθωσιν, ἡμέρας δὲ ταράττει καὶ βλάπτει, ἀλλὰ μεταβάλλει τὸ κακὸν καὶ ἐπὶ τὸ κρεῖσσον μετὰ μόχθων καὶ θορύβων διαλύσει.

λγ. Ἡλίου χρονοκρατορία

     Ἥλιος ἑαυτῷ ἐπιμερίζων ἐπὶ ἡμερινῆς γενέσεως ἐπὶ τοῦ ὡροσκόπου τυχὼν ἐμπράκτους τοὺς χρόνους ποιεῖ πρὸς ὑπερέχοντα πρόσωπα καὶ σύστασιν, ἀποδημίας ἐμπράκτους καὶ πίστιν καὶ φιλίας παρέχεται καὶ ἀπὸ παλαιῶν πραγμάτων ὠφελείας, καὶ ἐν πᾶσιν ὁ χρόνος ἀγαθὸς καὶ ἐπικερδής. Νυκτὸς δὲ ἀκτινοβολούμενος ὑπὸ κακοποιοῦ μετεωρισμοὺς καὶ περὶ μεγάλων προσώπων ἀμφισβήτησιν ποιεῖ, καὶ ἐὰν τύχῃ πράσσων ἀπραγήσει καὶ ταραχθήσεται καὶ ἀθυμήσει καὶ νοσήσει, καὶ κρίσεις ποιεῖ καὶ βίας καὶ στενοχωρίας καὶ ὀφθαλμῶν ἄλγησιν, καὶ πληγὴν σιδήρου ἐπιφέρει καὶ πατρὸς κίνδυνον καὶ πατρικῶν ἐλάττωσιν, καὶ πράγματα κεφαλικὰ ἐπάγει καὶ καρδίας ἄλγησιν, καὶ εἰς ὃ ἂν ἐπιβάλληται ἀνωφελὴς ὁ χρόνος.

     Ἐν δὲ Ἄρεως οἴκῳ τυχὼν νόσους κοιλιῶν ποιεῖ καὶ πλευρῶν πόνους καὶ τραύματα, καὶ αἷμα δείξει, καὶ ἕνεκεν ἐχθρῶν πολλὰ κακὰ ποιήσει χάριν ἐπιβουλῆς καὶ βλάβας καὶ ζημίας καὶ ἐξ ὄχλων καὶ ἰδίων προδοσίας, νυκτὸς δὲ μετριώτερα τὰ φαῦλα ἔσται. Ἐν δὲ Κρόνου οἴκοις δυσεντερίας καὶ στραγγουρίας καὶ ἀποστήματα, ἐὰν δὲ καὶ πατέρα ἔχῃ κινδυνεύσει, καὶ ἀπραγίας καὶ νόσους παρέχει, μάλιστα νυκτός, ἡμέρας δὲ μετὰ ἀπιστίας καὶ βραδύτητος ἀνύει τὰ πράγματα. Ἐν δὲ Ἑρμοῦ τόποις δίκας αἱρεῖ πρὸς ὑπερέχοντας καὶ ἔχθρας ἐπεγείρει καὶ ψῦξιν πραγμάτων καὶ ζημίας καὶ ἐπιθέσεις, μάλιστα νυκτός, ἡμέρας δὲ περιγενέσθαι τῶν φαύλων ποιεῖ. Ἐν δὲ τοῖς τῆς Ἀφροδίτης τόποις διὰ θηλυκὰ πρόσωπα μετεωρισμοὺς ποιεῖ, καὶ ψόγον καὶ λύπας καὶ μερίμνας παρέχει. Ἐν δὲ τοῖς ἰδίοις ἡμέρας μὲν καλῶς κείμενος πρὸς ὑπερέχοντας σύστασιν καὶ δόξαν περιποιεῖ, νυκτὸς δὲ μέτριος. Ἐν δὲ Διὸς τόποις νυκτὸς τὰ φαῦλα μέτρια γενήσεται, καὶ ἐπικράτησιν τῶν ἐχθρῶν ποιεῖ, πλὴν λύπην ἐπάγει τινῶν ἰδίων, ἡμέρας δὲ ἀγαθός, καὶ δόξαν ποιεῖ ἐν πᾶσι τοῖς ἔργοις. Ἐν δὲ Σελήνης τόποις χαλεπὸς καὶ ἄπρακτος ἔσται, τόπους ἐκ τόπων μεταλαμβάνων, καὶ θορύβους καὶ ἀσθενείας καὶ ὀφθαλμῶν πόνον ποιεῖ καὶ στομάχου, μάλιστα νυκτός, ἡμέρας δὲ ἀγαθὸς καὶ ἔμπρακτος ἐὰν αὐξίφως ᾖ Σελήνη.

     Ἥλιος Σελήνῃ ἐπιμερίζων μῆνας καὶ ἡμέρας ἐπὶ ἡμερινῆς γενέσεως οὐκ ἀγαθός (φθόνους γὰρ φέρει καὶ ζημίας πρὸς χρόνον ὀλίγον καὶ δαπάνας καὶ ξενιτείας καὶ πρὸς θηλυκὰ πρόσωπα ἀηδίας καὶ ἔχθρας πρὸς ἰδίους), εἰ δὲ αὐξίφως ᾖ Σελήνη βλάπτει, καὶ μετὰ μόχθων ἀποφυγὴ ἔσται τῶν κακῶν ἡμέρας. Νυκτὸς δὲ τῆς Σελήνης ἐξ ἀνατολῆς φερομένης καλλίστου καιροῦ γενομένου συμφωνία καὶ κέρδη εὐημερίαν ἔχοντα.

     Ἥλιος Κρόνῳ ἐπιμερίζων ἐπὶ νυκτὸς κινδύνους καὶ ἀπραγίας καὶ ψῦξιν πράξεων καὶ κρίσεις καὶ ἀνασκευὰς ἐπιφέρει καὶ νευρικῶν ἀλγηδόνας καὶ λύπας καὶ δάκρυα σὺν θορύβοις καὶ ἔχθρας πρὸς πρεσβυτέρους, καὶ θανάτους οἰκείων προσώπων ὄψεται καὶ φόβους καὶ μερίμνας, καὶ εἰς πάντα βλαβερὸς ὁ χρόνος ἔσται. Ἐπὶ ἡμερινῆς μέτρια τὰ φαῦλα, καὶ πρᾶξιν καὶ σύστασιν παρέχει καὶ ἄνυσιν πραγμάτων πλὴν μετὰ βραδύτητος.

     Ἥλιος Διὶ ἐπιμερίζων ἐπὶ ἡμερινῆς γενέσεως μεγάλας πράξεις καὶ περίκτησιν καὶ ἐξ ὄχλου δόξας πολιτικὰς παρέξει, καὶ ἐν ἅπασι καλὸς ὁ χρόνος ἔσται, καὶ νίκην κατ’ ἐχθρῶν δώσει καὶ κληρονομίας καὶ μεγάλας ἀνδρῶν φιλίας. Νυκτὸς δὲ κακῶν πλείστων αἴτιος ἔσται (μετρίως γὰρ τοὺς χρόνους καὶ ἀπράκτους καὶ ζημιώδεις ἀπεργάζεται καὶ σκυλτικούς), καὶ προκοπῶν ἐγκοπὰς καὶ ἔχθρας καὶ θορύβους ποιήσει καὶ σωματικὰς ὀχλήσεις, μάλιστα ἐὰν ὑπὸ κακοῦ θεωρηθῇ.

     Ἥλιος Ἄρει ἐπιμερίζων ἐπὶ ἡμερινῆς γενέσεως οὐκ ἀγαθός (κακῶν γὰρ πλείστων αἴτιος γενήσεται), καὶ ἐμπτώσεις καὶ ἐπιθέσεις καὶ διαβολὰς καὶ κινδύνους καὶ νόσους καὶ αἱμαγμοὺς καὶ πτώσεις ἐξ ὕψους ἢ ἀπὸ τετραπόδων καὶ ὀφθαλμῶν πόνον καὶ ἐξ ἰδίων προδοσίας καὶ ἐξ οἰκείων θορύβους καὶ φίλων ἔχθρας καὶ αἰφνιδίους συμφορὰς καὶ πατρικὰς ἐπιφέρει λύπας τοῖς ἔχουσιν, καὶ ἔχθρας ἐγείρει. Νυκτὸς δὲ μέτρια τὰ φαῦλα καὶ ἀποφυγὴ ἔσται τῶν κακῶν φιλανθρώπως.

     Ἥλιος Ἀφροδίτῃ ἐπιμερίζων ἐπὶ ἡμερινῆς καὶ νυκτερινῆς γενέσεως ἀμαρτυρήτου οὔσης ὑπὸ τῶν κακοποιῶν πρᾶξιν καὶ ἐπίκτησιν σημαίνει, μάλιστα ἀνατολικῆς οὔσης· καλοὶ οἱ χρόνοι ἐν πᾶσιν ἀνεγράφησαν (ἤτοι γὰρ διὰ θηλυκοῦ προσώπου ἢ φίλου ἢ ἐπιτηδεύματός τινος εὐημερίας παρέχει καὶ ὠφελείας), καὶ ἐν πᾶσιν ἐπιχαρὴς ὁ χρόνος ἔσται, καὶ εἰς ὃ ἂν ἐπιβάληται ἐπιτυγχάνει. Τῆς δὲ Ἀφροδίτης θεωρουμένης ὑπὸ κακοποιῶν ἢ δυτικῆς οὔσης ἑσπερίας μέτριοι χρόνοι καὶ ἄπρακτοι καὶ ἐπιτάραχοι καὶ ἐπιβλαβεῖς, καὶ ἐπιθέσεις ἐξ ἰδίων καὶ θηλυκῶν ἐπηρείας καὶ βλάβας ποιεῖ.

     Ἥλιος Ἑρμῇ ἐπιμερίζων ἐπὶ ἡμερινῆς καὶ νυκτερινῆς γενέσεως καλοὺς τοὺς χρόνους καὶ ἐπιτευκτικοὺς καὶ ἐμπράκτους ποιεῖ καὶ εὐημερίας ἔκ τε πραγμάτων ἢ πίστεως ἢ συναλλαγῶν, κοινωνίας καὶ ἀγορασμοὺς καὶ οἰκονομίας ἀποτελεῖ, καὶ εἰς πάντα ὁ χρόνος ἱλαρὸς ἔσται. Τοῦ δὲ Ἑρμοῦ ἐπὶ δύσει ὄντος ἑσπερίου καὶ ὑπὸ κακοῦ θεωρουμένου πραγμάτων ἐγκοπὰς καὶ θορύβους καὶ ἐπιβουλὰς καὶ ζημίας καὶ φίλων ἀχαριστίας καὶ ἀπροσωπίας καὶ θλίψεις βιωτικὰς καὶ ἐκ δούλων ἐπιθέσεις ἢ δρασμοὺς ἢ κλοπὰς ἢ νόσους θρεπτῶν καὶ στομάχου καὶ ἔχθρας αἰφνιδίους εἰ μή πως ἀστὴρ ἀνατολικὸς ὢν φανεῖ καὶ ἀποφυγὴν τῶν κακῶν ποιήσει.

λδ. Ἀφροδίτης χρονοκρατορία

     Ἀφροδίτη λαμβάνουσα τοὺς χρόνους ἐπὶ ἑῴας ἀνατολῆς ἐπίκεντρος χωρὶς τῆς πρὸς Κρόνον θεωρίας ἀγαθοὺς τοὺς χρόνους σημαίνει, ἐπιτευκτικοὺς καὶ πρακτικοὺς καὶ δοξαστικοὺς καὶ σύστασιν ἔχοντας πρὸς ὑπερέχοντας, καὶ πράξεις ἐπικερδεῖς καὶ χαρὰν ἐπὶ οἰκείοις καὶ προκοπάς, ἔτι δὲ καὶ πρὸς θηλυκὰ πρόσωπα φιλίας καὶ ἐρεθισμοὺς ἀφ’ ὧν ὠφελοῦνται, καὶ ἐν τέχναις ἢ ἐπιτηδεύμασιν εὐημεροῦσι καὶ καλωνυμοῦνται καὶ ἐχθρῶν περιγίγνονται, θεωρουμένη δὲ ὑπὸ κακοποιῶν θορύβους καὶ κρίσεις καὶ ἀπραγίας καὶ μερίμνας ἐπάγει, καὶ ἐν πᾶσιν ὁ χρόνος βλαπτικός. Ὁμοίως καὶ ἐπὶ ἡμερινῆς ἔσται ἀγαθὴ ἀθεώρητος οὖσα ὑπὸ τῶν κακοποιῶν, ὕπαυγος δὲ οὖσα καὶ ὑπὸ τῶν κακοποιῶν θεωρουμένη ταραχὰς καὶ μάχας καὶ ἐκ θηλυκῶν προσώπων καὶ φίλων παραβάσεις καὶ ἔχθρας ἐπιφέρει, καὶ ἀπραγίας καὶ ψύξεις πράξεων καὶ κινδύνους καὶ ἐκτρωσμοὺς καὶ αἱμαγμοὺς γυναικῶν ἀπεργάζεται καὶ νόσους.

     Καὶ ἐὰν ἐν Ἡλίου οἴκῳ ἡ Ἀφροδίτη τύχῃ αἰσχρὰ πράγματα διαπράσσεται, μοιχείας καὶ χωρισμοὺς προπετεῖς, ἐν δὲ Σελήνης τόποις ζηλοτυπίας καὶ ἔχθρας διὰ γυναῖκα, εἰς δὲ τὰ λοιπὰ ἐν πᾶσιν εὔπρακτος καὶ ἐπικερδής ἐστιν. Ἐν δὲ ἰδίοις τόποις ἀγαθὸς καὶ ἐπικερδὴς ὁ χρόνος, εἰς δὲ τὰ θηλυκὰ πρόσωπα καὶ πρᾶξιν καὶ βίου συναλλαγὴν παρέχει καὶ φίλων σύστασιν. Ἐν δὲ Κρόνου τόποις φθόνους καὶ μετεωρισμοὺς ἀπεργάζεται καὶ νόσους μακρὰς καὶ μερίμνας διὰ γυναῖκα, καὶ θορυβώδης καὶ μετέωρος καὶ ἄπρακτος ὁ χρόνος, καὶ ὀνείρων φαντασίαν. Ἐν δὲ Διὸς τόποις μεγάλας προκοπὰς σημαίνει, ἀγάμοις γάμον, γεγαμηκόσι τέκνα, καὶ ἐν πᾶσιν ἱλαρὸς ἔσται ὁ χρόνος. Ἐν δὲ Ἄρεως τόποις … ἐν δὲ Ἑρμοῦ τόποις ἐπιχαρῆ τὸν χρόνον σημαίνει, καὶ πράξεις καὶ ὠνὰς παίδων μεμουσωμένων, καὶ αὐτοὶ δὲ Μούσης τινὸς ἐρασταὶ γενήσονται καὶ σύστασιν φιλίας ἕξουσιν.

     Ἀφροδίτη Κρόνῳ ἐπιμερίζουσα μῆνας καὶ ἡμέρας ἐπὶ νυκτερινῆς γενέσεως κινδύνους θανατηφόρους γυναικῶν ποιεῖ καὶ σύγχυσιν, ἐπηρείας καὶ διὰ θηλυκοῦ προσώπου λύπας, καὶ εἰς πάντα ὁ χρόνος ἀηδὴς καὶ νοσώδης καὶ ἄπρακτος ἔσται (ἢ γὰρ φαρμάκων ὑπονοίας ἢ ἐπιβουλὰς παρέχεται), καὶ πᾶν ὅ τι ἂν πράξουσι χάριν οὐχ ἕξουσιν, ἀλλὰ μέμψιν ὑπομένουσι καὶ εὐεργετήσαντες ἀχαριστοῦνται, καὶ πράξεων ἐγκοπὰς ἀπό τε περιψυγμῶν ἢ ῥευμάτων ἢ βασάνων ἢ σπληνὸς πόνου ὥστε καὶ ἐπὶ θεοὺς καταφυγεῖν προφάσει μόχθων καὶ νόσων. Ἐπὶ δὲ ἡμερινῆς γενέσεως ἀποφυγὴν τῶν κακῶν ἀπεργάζεται καὶ πρᾶξιν καὶ κέρδη καὶ τῶν μὴ ἐλπιζομένων πραγμάτων προκοπὰς ἐπὶ τὸ κρεῖττον, καὶ ὠφέλιμος ἔσται ὁ χρόνος.

     Ἀφροδίτη Διὶ ἐπιμερίζουσα μῆνας καὶ ἡμέρας ἐπὶ ἡμερινῆς καὶ νυκτερινῆς γενέσεως καλὴ ἐν πᾶσιν ἔσται, καὶ προκοπὰς ποιεῖ καὶ κέρδη καὶ ἀγάμοις γάμον καὶ ἀτέκνοις τέκνα καὶ ἐχθρῶν ἐπικράτησιν, καὶ σύστασιν καὶ εὐφημίαν ἔχοντας ἀπό τε φίλων καὶ θηλυκῶν προσώπων, διά τε λόγων καὶ πραγμάτων ἢ καὶ ἐπιτηδευμάτων καὶ πολλὰ κτήσονται καὶ ψευδόμενοι πιστευθήσονται καὶ ἐν ταῖς πράξεσιν ἐπιτυγχάνουσι καὶ ἐξ ἐμπορικῶν ἢ κοινωνικῶν πραγμάτων ὠφελοῦνται, ἐπί τε οἴκῳ καὶ παντὶ πράγματι ἐπιχαρὴς ἔσται ὁ χρόνος, καὶ ἀγορασμοὺς καὶ ἔμμουσα πράγματα. Εἰ δὲ ὕπαυγος εἴη ἡ Ἀφροδίτη ψόγον καὶ θορύβους καὶ ζημίας καὶ ἐναντιώσεις ἐπάγει ἕνεκα γυναικὸς καὶ διαβολὰς καὶ φίλων ἀχαριστίας.

     Ἀφροδίτη Ἄρει ἐπιμερίζουσα …

     Ἀφροδίτη Ἑρμῇ ἐπιμερίζουσα …

    Ἀφροδίτη Ἡλίῳ ἐπιμερίζουσα ἐπὶ ἡμερινῆς γενέσεως μὴ οὖσα ὕπαυγος μηδὲ ὑπὸ κακοποιῶν θεωρουμένη μεγάλας πράξεις καὶ ἐπίκτησιν καὶ σύστασιν καὶ κέρδη, ἔκ τε θηλυκῶν προσώπων καὶ φίλων εὐεργεσίας ἐπισήμων, καὶ χαιρήσουσιν ἐπί τε οἴκῳ καὶ πράξεσιν ἐν πᾶσιν εὐφημούμενοι. Θεωρουμένη δὲ ὑπὸ κακοποιῶν ἢ Διός, μάλιστα νυκτός, χωρισμοὺς γυναικῶν ἀποτελεῖ καὶ ἔχθρας καὶ ψόγον καὶ θορύβους διὰ γυναῖκα, εἰς δὲ τὰς πράξεις ἀγαθὴ καὶ ἐπικερδής.

     Ἀφροδίτη Σελήνῃ ἐπιμερίζουσα νυκτὸς καὶ ἡμέρας τῆς Σελήνης ἐξ ἀνατολῆς φερομένης ἀντιδικίας, ἐναντιώσεις καὶ ἔχθρας ἀνασκευάζει, ἀπραγίας τε καὶ ἐγκοπὰς πραγμάτων ποιεῖ καὶ ψύξεις καὶ χωρισμοὺς γυναικῶν καὶ ἔχθρας καὶ γυναικῶν δρασμοὺς ἢ νόσους καὶ οἰκετικῶν ἐλάττωσιν, καὶ φαρμακείας ὑπομένουσι καὶ εἰς γυναῖκα ὑποψίαν ἕξουσιν, ζηλοτυπίας καὶ δειγματισμοὺς καὶ οἰκειακὰς ἀηδίας καὶ ἀναστατώσεις ποιεῖ, καὶ πᾶν τὸ εἰσερχόμενον δαπανηθήσεται εὐθέως· δικάζονται πολλάκις πρός τινας. Ἐξ ἀποκρούσεως δὲ φερομένη μετρίως ὠφελεῖ καὶ πράξεις καὶ κέρδη ἀπροσδοκήτως παρέξει.

λε. Ἑρμοῦ χρονοκρατορία

     Ἑρμῆς λαβὼν τὴν ἐπικράτησιν τῶν χρόνων ἐπὶ ἡμερινῆς καὶ νυκτερινῆς γενέσεως ἐπὶ ἀνατολῆς ἑῴας τυχὼν καὶ ἐπίκεντρος χωρὶς κακοποιοῦ θεωρίας ἀγαθοὺς καὶ πρακτικοὺς καὶ ἐπικερδεῖς καὶ συστατικοὺς καὶ εὐφήμους ἀποτελεῖ, καὶ προσόδους ἀπό τε λόγων καὶ πραγμάτων ἢ πίστεως ἢ τέχνης ἢ ἐπιτηδευμάτων καὶ ἐχθρῶν καθαίρεσιν, οἰκείων τε χαρὰν καὶ πάντων ἐπίτευξιν. Ἐὰν δὲ ὑπὸ κακοποιῶν θεωρηθῇ, θορύβους, δίκας καὶ ἐγκλήματα ἐπάγει.

     Καὶ ἐν μὲν ἡλιακῷ ζῳδίῳ τυχὼν ποιεῖ πράξεις καὶ κέρδη χαρίζεται. Ἐν δὲ σεληνιακῷ ζῳδίῳ νυκτὸς μὲν αὐξιφώτου οὔσης τῆς Σελήνης καὶ πρᾶξιν καὶ σύστασιν καὶ δόξαν καὶ προκοπὴν ποιεῖ, ληγούσης δὲ τῆς Σελήνης ἐν ἀρχῇ μὲν ἀπραγίαν, ὕστερον δὲ πρᾶξιν καὶ ἐπιτευκτικὸν ποιήσει καιρὸν καὶ ὠφέλιμον ἔν τε προκοπῇ καὶ συστάσει καὶ φιλίᾳ.

     Ἐν δὲ ἰδίοις τόποις καλὸς καὶ πρακτικὸς καὶ δοξαστικός. Ἐν δὲ Κρόνου ψύξεις πραγμάτων καὶ ἀποβολάς, ἀπραγίας καὶ ἀρχαίων πραγμάτων ἀνασκευὰς καὶ ἔχθρας. Ἐν δὲ Ἄρεως ζῳδίοις θορύβους καὶ ἐπιβουλὴν πραγμάτων καὶ κατηγορίας καὶ θλίψεις καὶ διαβολὰς καὶ ἐχθρῶν ἐπανάστασιν καὶ δούλων καὶ λύπας καὶ ἐνέδραν πραγμάτων. Ἐν δὲ Διὸς τόποις ἐπιχαρὴς καὶ ἐπικερδὴς καὶ δοξαστικὸς ἔσται, καὶ ἀγορασμοὺς ποιήσει, καὶ Μούσης τινὸς προθύμως ἐρασθήσονται.

     Ἑρμῆς Κρόνῳ ἐπιμερίζων καὶ ὑπὸ τοῦ Διὸς θεωρούμενος ἀπραγίας καὶ ζημίας καὶ ἀρχαίων πραγμάτων ἀνασκευὰς καὶ κρυπτῶν ἔργων ἐλέγξεις καὶ οἰκετῶν λύπας ἢ τέκνων θρεπτῶν καὶ νόσους καὶ κινδύνους ἐπάγει, περὶ τὰ νεώτερα πράγματα αἰτίας καὶ σωματικὰς ὀχλήσεις ἕνεκα κρυπτῶν πόνων, καὶ εἰς πάντα ἀηδὴς ὁ χρόνος.

     Ἑρμῆς Διὶ ἐπιμερίζων ἐπὶ νυκτὸς καὶ ἡμέρας πρακτικοὺς σημαίνει τοὺς χρόνους καὶ περίκτησιν καὶ κέρδη καὶ ἐχθρῶν καθαίρεσιν καὶ χαρὰν ἐπὶ οἴκῳ καὶ εὐφημίαν καὶ ἀγορὰς ποιήσει καὶ προκοπὰς διά τε λόγων καὶ γραπτῶν καὶ ἐμποριῶν καὶ μισθωτικῶν, εἰ δὲ ὕπαυγοι ὦσι καὶ ὑπὸ κακοποιῶν θεωρηθῶσι (μάλιστα Ἑρμῆς) ἔχθρας καὶ ζημίας καὶ δίκας ἢ διαβολὰς καὶ φθόνον καὶ ἐνέδραν καὶ μετεωρισμοὺς παρέξει ἀπὸ μεγάλων προσώπων.

     Ἑρμῆς Ἄρει ἐπιμερίζων ὑπό τε τούτου θεωρούμενος ἐπιταράχους τοὺς χρόνους σημαίνει καὶ θλίψεις ἢ συκοφαντίας καὶ ἔχθρας ἢ ῥᾳδιουργίας καὶ λῃστρικὰς ἐπιθέσεις καὶ ἀποστερήσεις καὶ ἐπιορκίας ἐκ φίλων, ἐπανάστασίν τε ἐχθρῶν καὶ ζημίας ἀπό τε λόγων ἢ πραγμάτων ἀργυρικῶν, καὶ τὰς ἄλλων ἁμαρτίας οὗτοι λαμβάνουσι καὶ κατηγορίας, καὶ πρὸς ἀποδημίας ἀθετεῖ (καὶ γὰρ ἐπὶ τετραπόδων καθῆσθαι κωλύει διὰ πτῶσιν), καὶ τέκνων ἢ θρεπτῶν λύπας καὶ δούλων δρασμὸν καὶ στομάχου πόνον ἢ καὶ καρδίας, μάλιστα ἡμέρας, νυκτὸς δὲ περιγενέσθαι τῶν φαύλων ποιεῖ.

     Ἑρμῆς Ἀφροδίτῃ ἐπιμερίζων ἐπὶ ἡμερινῆς καὶ νυκτερινῆς γενέσεως Ἀφροδίτης οὔσης ἑῴας ἀνατολικῆς καὶ ἐπικέντρου ἐπιπλοκὰς καὶ συνήθειαν γυναικῶν ποιεῖ, καὶ ἐπιχαρὴς καὶ ἐπικερδής, καὶ ἐκ φίλων εὐεργεσίας καὶ ἀνάπαυσιν κακῶν, καὶ πᾶν ὅ τι ἂν λέγωσι πιστευθήσονται, καὶ μουσικῶν ἢ ὀρχηστικῶν ἐρασθήσονται· ἐὰν ὑπὸ κακοποιῶν θεωρηθῇ ὕπαυγος μόχθους καὶ λύπας ἐπάγει χάριν γυναικός, καὶ ἀγγελίαν ἐπίλυπον καὶ οἰκείας ἀηδίας ἀπεργάζεται.

     Ἑρμῆς δὲ Ἡλίῳ ἐπιμερίζων, μάλιστα ἀνατολικὸς ἐπὶ ἡμέρας, ξενιτείας σημαίνει καὶ μεταβολὰς τόπων, καὶ πίστιν καὶ μυστήρια τελοῦσι καὶ πολιτικὰς ἀηδίας διαλύουσι καὶ δημόσια πιστευθήσονται, καὶ καλὸς ὁ χρόνος ἔσται, εἰ δὲ ὕπαυγος τῷ Ἡλίῳ τύχῃ πόνον καὶ πρός τινας ἔχθρας καὶ ταραχθῆναι καὶ ὕστερον περιγενέσθαι. Νυκτὸς δὲ ὕπαυγος τυχὼν μετέωρον χρόνον σημαίνει καὶ βλαπτικόν, καὶ ἐκ μεγάλης κεφαλῆς ἀπειλὰς καὶ ἐπανάστασιν ἐχθρῶν καὶ μόχθους καὶ κατηγορίας καὶ δαπάνας ποιήσει· ἐκ δούλων λοιδορίας καὶ βλάβας ἕξει.

     Ἑρμῆς Σελήνῃ ἐπὶ νυκτὸς καὶ ἡμέρας ἐπιμερίζων καὶ τῆς Σελήνης ἐξ ἀνατολῆς φερομένης πρακτικοὺς τοὺς χρόνους σημαίνει καὶ ἐπικερδεῖς, τῆς δὲ Σελήνης ἐξ ἀποκρούσεως φερομένης μικροψυχίας παρέχει καὶ παρ’ ἐλαχίστων προσώπων καὶ ἀηδίας γυναικὸς καὶ μερίμνας καὶ φιλονεικίας πραγμάτων καὶ λύπας καὶ διαβολάς, καὶ ἐπὶ τοῖς μὴ γεγονόσι πιστεύονται καὶ νοσοῦσι καὶ ζημιωθήσονται ἕνεκα γραπτῶν ἢ λόγων, καὶ τὸ λαμπρὸν τούτοις οὐκ ἔσται λαμπρόν, τὸ χαλεπὸν τούτοις ὀξὺ καὶ μετέωρον.

λϛ. Σελήνης χρονοκρατορία

     Σελήνη λαμβάνουσα τοὺς χρόνους ἐπὶ νυκτερινῆς γενέσεως ἐπίκεντρος οὖσα καὶ αὐξιφαὴς καλὴ καὶ ἔμπρακτος καὶ ξενιτείας ἀγαθὰς παρέχει καὶ σύστασιν καὶ εὐφημίας, τισὶ δὲ ἀπὸ μητρὸς τοῖς ἔχουσιν ἢ θηλυκοῦ προσώπου ὠφελείας παρέξει, λειψιφαὴς δὲ οὖσα ἀτονώτερον ποιεῖ καιρόν. Ἐπὶ δὲ ἡμέρας αὐξίφως οὐ καλὴ μὲν ἀνεγράφη εἰς πάντα, μετὰ βραδύτητος δὲ καὶ μόχθου ἐπιτελεῖ τὰς πράξεις, λειψιφαὴς δὲ ἐπὶ ἡμέρας ἐν παντὶ βλαπτική· καὶ γὰρ δυναστευθήσονται καὶ ξενιτείας ἀνωφελεῖς ποιήσουσιν καὶ φόβους καὶ κινδύνους ἕξουσιν καὶ καθαιρηθήσονται. Ἐὰν δὲ κακοποιὸς ἐμβῇ εἰς τοὺς Σελήνης τόπους αὐτῆς ἐχούσης τοὺς χρόνους κινδυνεύει εἰς τὸ ζῆν καὶ νόσους ἀθλήσει, ἀγαθοποιοῦ δὲ θεωρήσαντος σκεπασμὸς τῶν κακῶν ἔσται, καὶ ποιήσει στομάχου πόνον καὶ ὀφθαλμίας καὶ ἐντέρων κακώσεις καὶ θάνατον οἰκείων καὶ μερίμνας καὶ θορύβους ἰσχυρούς.

     Καὶ εἰ ἐν ἰδίῳ ζῳδίῳ τύχῃ μικροψυχίας καὶ κενὰς ἀγγελίας ποιήσει, μάλιστα ἐπὶ ἡμέρας, νυκτὸς δὲ λυπηρὸς ἔσται ὁ χρόνος. Ἐν δὲ τοῖς τοῦ Κρόνου σωματικὰς ἀσθενείας καὶ ῥευματισμοὺς καὶ παλαιῶν πραγμάτων ἀνασκευὰς καὶ ζημίας καὶ ἐχθρῶν ἔγερσιν, καὶ ἐν πᾶσιν ἀηδὴς ὁ χρόνος, μάλιστα δὲ ἐὰν ᾖ λειψίφως, ἐὰν δὲ αὐξίφως οὐκ ἔστι βλαπτική. Ἐν δὲ τοῖς τοῦ Ἡλίου τόποις ταραχὰς καὶ σκυλμοὺς καὶ λύπας πρὸς ἰδίους ποιεῖ. Ἐν δὲ τοῖς τοῦ Διὸς ἀπόλυσιν κακῶν ποιεῖ καὶ σύστασιν καὶ δόξαν καὶ ἐχθρῶν καθαίρεσιν, καὶ μάλιστα ἐπ’ ἀνατολῆς οὖσα, λειψιφαὴς δ’ οὖσα οὐκ ἀγαθή, ἀλλὰ μετρίας τὰς εὐεργεσίας ποιεῖ. Ἐν δὲ τοῖς τοῦ Ἄρεως ὀμμάτων ἀσθενείας ποιεῖ, μάλιστα ἐπὶ ἡμέρας, καὶ αὐξίφως οὖσα πυρετούς, αἱμαγμούς, κινδύνους, στομάχου πόνον καὶ ἀνασκευὰς ποιεῖ, νυκτὸς δὲ ἐν πᾶσιν ἀγαθὴ τοῖς ἐγχειριζομένοις, καὶ ὀξέως τὰς πράξεις διαλύσει, καὶ δοκοῦντες βλάπτεσθαι ἀπροσδοκήτως ὠφελοῦνται. Ἐν δὲ τοῖς τῆς Ἀφροδίτης ζηλοτυπίας πραγμάτων καὶ ἀντικατάστασιν γυναικῶν ποιεῖ· οὐ μέντοι βλαπτική, ἀλλ’ ὠφέλιμος ἐν παντὶ πράγματι, καὶ ἐχθρῶν οὗτοι περιγίνονται, εἰς δὲ τὰ θηλυκὰ πρόσωπα ταραξώδης ἔσται ὁ χρόνος. Ἐν δὲ τοῖς τοῦ Ἑρμοῦ ἐξ ἀρχῆς ἀνασκευὰς πραγμάτων, ὕστερον δὲ περιγενέσθαι ποιεῖ καὶ πιστὸν ἀπεργάζεται.

     Σελήνη Κρόνῳ ἐπιμερίζουσα ἐπὶ νυκτὸς λειψιφαὴς ἀνενδεὴς καθέστηκεν, ἢ καὶ ἀνωφελείας καὶ δυσπραξίας σημαίνει καὶ παροδικὰς ἀσθενείας καὶ κρίσεις καὶ ζημίας, καὶ εἰς πάντα ἀηδὴς πλὴν μετρίως, αὐξίφως δὲ οὖσα καὶ ὑπὸ ἀγαθοποιοῦ θεωρουμένη σύστασιν καὶ πρᾶξιν καὶ βίου κατόρθωσιν μετὰ μόχθου ποιεῖ. Ἐπὶ δὲ ἡμερινῆς αὐξίφως οὖσα αὔξει, καὶ εἰς πάντα ἀγαθὴ καὶ τῶν μὴ προσδοκωμένων πραγμάτων ἀνυστική, εἰ δὲ λειψιφαὴς εἴη ἐπὶ ἡμέρας νόσους ἐπιφέρει καὶ κινδύνους, κρυπτῶν τόπων πόνους καὶ κοιλίας, καὶ μακροχρονίων καὶ παλαιῶν πραγμάτων ἀνάμνησιν καὶ λύπας καὶ διαβολὰς καὶ μερίμνας γυναικῶν, ἔτι δὲ ὀφθαλμίαν καὶ ῥίγη καὶ πυρετοὺς εἰ μή πως Ζεὺς ἐπιδὼν σώσει λήθην τῶν κακῶν παρέχων.

     Σελήνη Διὶ ἐπιμερίζουσα ἐπὶ ἡμέρας αὐξίφως ἀγαθὰ σημαίνει καὶ νίκην κατ’ ἐχθρῶν καὶ δόξας πολιτικὰς καὶ εὐρωστίαν σώματος καὶ ἐκ θηλυκῆς κεφαλῆς σύστασιν καὶ ὠφέλειαν, καὶ εὐφημίας ἀποτελεῖ, λειψιφαὴς δὲ μετὰ μόχθου καὶ ἀπιστιῶν παρέξει τὰ ἀγαθά. Ἐπὶ δὲ νυκτὸς αὐξίφως ἀγαθὴ καὶ ὠφέλιμος, λειψιφαὴς δὲ ἀηδὴς καὶ ἄπρακτος ὁ χρόνος, καὶ μετὰ ἀγωνίας καὶ φόβου ἐκφεύξεται τὰ φαῦλα.

     Σελήνη Ἄρει ἐπιμερίζουσα ἐπὶ νυκτερινῆς γενέσεως αὐξίφωτος οὖσα ἀγαθὴ καὶ ἔμπρακτός ἐστιν ἐν συστάσει, καὶ προκοπὰς ἐξ ὑπερεχόντων προσώπων καὶ κτῆσιν ποιεῖ ἐκ δημοσίων πραγμάτων καὶ ἐξ ὄχλων εὐφημίας καὶ ἐκ στρατιωτικῶν προσώπων, καὶ εἰς πάντα ὁ χρόνος ἐστὶν ἐπιτευκτικός (εἰς πίστιν, εἰς ἀρχάς, εἰς μεταβολὴν ἐπίδοξον), καὶ γάμον καὶ συνήθειαν γυναικὸς σημαίνει ἐπὶ καλῷ, καὶ μάλιστα τῆς Σελήνης ἐχούσης τρίγωνον θέσιν πρὸς αὐτόν, τῆς δὲ Σελήνης ἐξ ἀποκρούσεως φερομένης οὐ κακὸς μὲν ἔσται ὁ χρόνος, ἐπιτάραχος δὲ καὶ σκυλτικὸς ἐν ἀρχῇ, ὕστερον δὲ καὶ κέρδη ποιήσει καὶ προκοπὰς καὶ ἐχθρῶν ταπείνωσιν. Ἐπὶ δὲ ἡμερινῆς λειψιφαὴς ἀγαθὴ μὲν ἔσται, ἀλλ’ οὐ τοσοῦτον ὠφέλιμος, μετὰ δὲ θορύβων καὶ ἐναντιωμάτων καὶ ἐχθρῶν ἐνστάσεως περιγίνονται τῶν φαύλων, αὐξίφως δὲ ἐπὶ ἡμέρας κακὴ καὶ ἀηδής· κινδύνους γὰρ καὶ ἔχθρας καὶ ζημίας καὶ ἔφοδόν τινων λῃστῶν καὶ φόβους ἐκ δημοσίων, δειγματισμοὺς καὶ ἀπειλὰς ἐξ ὑπερεχόντων, ἔτι δὲ καὶ λύπας δούλων ἢ κλοπάς, σωματικάς τε νόσους καὶ ἐκ σιδήρου ἢ πυρὸς καὶ πτώσεων κίνδυνον καὶ ξενιτείας σκυλτικὰς καὶ ὀφθαλμίας καὶ ἐκτρωσμοὺς ποιεῖ, καὶ καθόλου βλαπτικοὶ οἱ χρόνοι.

     Σελήνη Ἡλίῳ ἐπιμερίζουσα ἐν θηλυκοῖς ὄντι ζῳδίοις ἢ καὶ ἀμφότερα ἄνδρας ὑποταγῆναι ποιεῖ δι’ ἐρωτικήν τινα συμπάθειαν. Κἂν δὲ ὁ Ἥλιος ᾖ πάλιν ἐν θηλυκῷ ζῳδίῳ, Σελήνη δὲ ἐν ἀρσενικῷ, μερίμνας διὰ γυναῖκα καὶ ἀντιζηλίας ποιεῖ, καὶ ἐξ ἰδίων ὠφελοῦνται ταραχθέντες πρῶτον. Εἰ δὲ ὁ Ἥλιος ἐν ἀρσενικῷ, ἡ δὲ Σελήνη ἐν θηλυκῷ, τῆς Σελήνης αὐξιφωτούσης ἔσται ἐν πᾶσιν ἀγαθὸς καὶ ἐπικερδὴς ὁ χρόνος· καὶ γὰρ σύστασιν καὶ φιλίας ἐπισήμους καὶ γυναικὸς συνήθειαν καὶ γάμον ἢ μοιχείαν ποιεῖ, καὶ ἐπικερδῆ τὸν χρόνον, καὶ δημοσίας πράξεις καὶ ἐχθρῶν ἐπικράτησιν. Ἐὰν δὲ Σελήνη λειψιφαὴς τυγχάνῃ οὐκ ἀγαθή (φθόνους γὰρ καὶ ζημίας καὶ μέμψεις καὶ ἔχθρας ποιεῖ καὶ ἐξ ὑγρῶν ὄχλησιν), εἰ δὲ καὶ κακοποιὸς θεωρήσει καὶ κινδύνους περὶ τὴν ζωὴν ποιήσει.

     Σελήνη Ἀφροδίτῃ ἐπιμερίζουσα λειψιφαὴς ἐπὶ νυκτὸς ἀγαθὴ καὶ ὠφέλιμος καθέστηκεν (ποιεῖ γὰρ γάμου σύστασιν ἢ γυναικὸς καὶ ἐκ γυναικείων προσώπων κέρδη, καὶ δόξας δὲ καὶ ἱλαρίας καὶ πράξεις παρέξει), αὐξίφως δὲ ἡ Σελήνη ποιεῖ θορύβους καὶ οἰκομαχίας διὰ γυναῖκα καὶ ἐναντιώσεις καὶ μετεωρισμοὺς καὶ ζηλοτυπίας καὶ ψόγον καὶ ἔχθρας, ποιεῖ δὲ περιγενέσθαι ὕστερον. Ὁμοίως δὲ καὶ ἐπὶ ἡμέρας ἐὰν αὐξίφως τύχῃ ἡ Σελήνη τῆς Σελήνης ὑπὸ ἀγαθοποιῶν θεωρουμένης ἢ ὑπαύγου τῷ Ἡλίῳ ψόγον καὶ ἐπήρειαν γυναικῶν ποιήσει ἢ φίλων ὑποκρίσεις καὶ βλάβας καὶ οἰκειακὰς ἀηδίας καὶ θρεπτῶν ἢ δούλων νόσους, καὶ ἐν πᾶσι στασιώδεις οἱ χρόνοι, καὶ σωματικὰς ὀχλήσεις καὶ ἐξ ἀπεψιῶν τροφῆς ἢ πολυοινίας ἢ ψυγμῶν ἢ βαλανείων ἢ βρωτῶν ἢ ἐξ ἐρωτικῆς τινος ἀφορμῆς ἢ ἀκαιροδαπανίας κακοπραγμονοῦσιν.

     Σελήνη Ἑρμῇ ἐπιμερίζουσα ἐπὶ ἡμέρας καὶ νυκτὸς αὐξίφως πρακτικοὺς τοὺς χρόνους σημαίνει, καὶ σύστασιν καὶ φιλίαν καὶ δόξαν καὶ κέρδη καὶ ἐπίτευξιν καὶ εὐφημίαν, καὶ δριμεῖς ἔσονται ἐν ταῖς πράξεσιν ὡς δυνάσται πολλὰ ἀνύοντες, καὶ ἐχθρῶν περιγίνονται. Λειψίφως δὲ οὖσα ἔλλειψις χρημάτων ποιεῖ καὶ ἐπιβουλὰς καὶ ἀντιλογίας καὶ παραβάσεις καὶ φίλων ἀχαριστίας, πλὴν οὐ πάντῃ ἄπορος ὁ χρόνος, καὶ εἰ μὲν ὑπὸ Κρόνου θεωρηθῇ ζημίας ἐπιφέρει ἐκ δούλων ἢ δρασμοὺς ἢ στομαχικὰς διαθέσεις, εἰ δὲ ὑπὸ Ἄρεως θεωρηθῇ ἕνεκεν γραπτῶν ποιεῖ δίκας, ἐγκλήματα, πλαστογραφίας, ἐπιβουλάς, καὶ κλοπὰς ἐπιφέρει καὶ δόλους, καὶ εἰς πάντα ὁ χρόνος ἀνεπιτήδειος.

     Ἔστι διὰ μνήμης πως καὶ ταῦτα τὰ ἀποτελέσματα ἔχειν σκοποῦντα ἐκ τῆς φύσεως τοῦ τε μερίζοντος ἀστέρος καὶ τοῦ λαμβάνοντος, καὶ κατὰ τὸν αὐτὸν τρόπον ταῖς ἐπεμβάσεσι σχεδὸν εὑρήσεις τὰ αὐτὰ ἀποτελέσματα. Ὅτι τινὲς τοὺς ἐνιαυτοὺς διαιροῦσιν εἰς τοὺς χρόνους, καὶ τὸν ἐνιαυτὸν δέ τινες διαιροῦσιν εἰς τοὺς ζ′ θεοὺς ἐξ ἀναλογίας τῶν ἐλαχίστων περιόδων αὐτῶν· Κρόνῳ μὲν ἡμέρας πε′, Διὶ δὲ λδ′, Ἄρει μβ′, Ἡλίῳ νδ′, Ἀφροδίτῃ κβ′, Ἑρμῇ νβ′, Σελήνῃ οα′. Καὶ ἀπὸ τῆς γενεθλιακῆς ἡμέρας ἀπὸ τοῦ κυρίου τοῦ παροδικοῦ ἐνιαυτὸν μερίζουσι τοῖς ἑξῆς ἄστρασι καθὼς ἐπὶ τῆς γενέσεως κεῖνται.

     Πάλιν ὁ λεπτότερος τούτων ἐπιμερισμός ἐστιν οὕτως· Κρόνος ἀπὸ τῶν πε′ μερίζει ἑαυτῷ πρῶτον ἡμέρας κ′, Διὶ η′, Ἄρει δὲ ι′, Ἡλίῳ ιγ′, Ἀφροδίτῃ ε′, Ἑρμῇ ιδ′, Σελήνῃ ιϛ′· Ζεὺς ἀπὸ τῶν λδ′ ἑαυτῷ πρῶτον ἡμέρας γ′, Κρόνῳ η′, Ἄρει δ′, Ἡλίῳ ε′, Ἀφροδίτῃ β′, Ἑρμῇ ε′, Σελήνῃ ζ′· Ἄρης ἀπὸ τῶν μβ′ ἑαυτῷ πρῶτον ἡμέρας ε′, Κρόνῳ ι′, Διὶ δ′, Ἀφροδίτῃ γ′, Ἡλίῳ ε′, Ἑρμῇ ζ′, Σελήνῃ η′· Ἥλιος ἀπὸ τῶν νδ′ ἑαυτῷ ἡμέρας η′, Κρόνῳ ιβ′, Διὶ ε′, Ἄρει ϛ′, Ἀφροδίτῃ δ′, Ἑρμῇ η′, Σελήνῃ ια′· Ἀφροδίτη ἀπὸ τῶν κβ′ ἑαυτῇ ἡμέρας μίαν, Κρόνῳ ε′, Διὶ β′, Ἄρει γ′, Ἡλίῳ γ′, Ἑρμῇ δ′, Σελήνῃ γ′· Ἑρμῆς ἀπὸ τῶν νζ′ ἑαυτῷ ἡμέρας θ′, Κρόνῳ ιγ′, Διὶ ε′, Ἄρει θ′ ἡμέρας, Ἡλίῳ η′ ἡμέρας, Ἀφροδίτῃ γ′ ἡμέρας, Σελήνῃ ι′· Σελήνη ἀπὸ τῶν οα′ ἑαυτῇ ἡμέρας ιδ′, Κρόνῳ ιϛ′ ἡμέρας, Διὶ ζ′ ἡμέρας, Ἄρει η′ ἡμέρας, Ἡλίῳ ια′ ἡμέρας, Ἀφροδίτῃ δ′ ἡμέρας, Ἑρμῇ ια′.

     Ἄλλοι δὲ μερίζουσι τοῖς ζ′ θεοῖς ἀπὸ τοῦ δεσπότου τοῦ λαχόντος τὸν ἐνιαυτόν, τῷ μὲν ἑαυτοῦ κυρίῳ τὴν ἑαυτοῦ περίοδον ἐν ἡμέραις, καὶ ἑξῆς τῷ τοῦ ἑξῆς κυρίῳ. Καὶ συνάγονται ἡμέραι τῶν δώδεκα ζῳδίων ρπδ′· τῷ γὰρ Κρόνῳ δίδονται ἡμέραι μόναι λ′ διὰ τὸ ἑξῆς αὐτῷ εἶναι τοὺς οἴκους. Οἷον ἔστω τινὰ τὸν ἐνιαυτὸν ἔχειν ἐν Κριῷ· τῷ Ἄρει πρῶτον ἡμέρας ιε′ παρέχομεν, Ἀφροδίτῃ η′, Ἑρμῇ κ′, Σελήνῃ κε′, Ἡλίῳ ιθ′, Ἑρμῇ κ′, Ἀφροδίτῃ η′, Ἄρει ιε′, Διὶ ιβ′, Κρόνῳ λ′, Διὶ ιβ′· καὶ συνάγονται ρπδ′. Καὶ πάλιν τῷ κυρίῳ τοῦ Κριοῦ παρέχομεν ἡμέρας ιε′ καὶ τοῖς ἐφεξῆς ἐκ δευτέρας ἕως οὗ ὁ ἐνιαυτὸς πληρωθῇ. Καὶ οὗτοι οἱ μερισμοὶ οὐ πάνυ ἡμῖν συμφωνοῦσιν, ὑπὲρ δὲ τοῦ μὴ λαθεῖν αὐτοὺς ἐξεθέμεθα.