![]()
ΑΝΘΟΛΟΓΙΑ, ΒΙΒΛΙΟΝ Γ′ – μέρος α′
ἑλληνικὸ πρωτότυπο μὲ ἀγγλικὴ μετάφραση, τοῦ Mark T. Riley, 1995
❧
ΠΕΡΙΕΧΟΜΕΝΑ
1. Περὶ ἐπικρατήσεως
2. Περὶ μοιρῶν ἐπισήμων τῶν κέντρων
3. Περὶ ἀφέσεως
4. Περὶ ἀνέμων τῶν ἀστέρων καὶ τῶν ὑψωμάτων καὶ βαθμῶν
5. Περὶ αἱρέσεως τῶν ἀστέρων
6. Τῶν προκειμένων κεφαλαίων ὑποδείγματα
7. Ἄλλως περὶ ἐχθρῶν τόπων καὶ ἀφέσεων ἐκ τῶν Κριτοδήμου
8. Περὶ ἐχθρῶν ἀστέρων καὶ κλιμακτηρικῶν τόπων περὶ τὸ α′ ὄργανον Κριτοδήμου
9. Περὶ ἀνέμων καὶ τροπῶν
10. Ἐκ τῶν Βάλεντος περὶ ἀριθμίου κλήρου καὶ χρόνων ζωῆς· ὁ δὲ αὐτὸς καὶ εἰς τὸ περὶ ἐμπράκτων χρόνων μεθ’ ὑποδειγμάτων
11. Περὶ κλιμακτῆρος ἑβδομαδικῆς καὶ ἐννεαδικῆς ἀγωγῆς
12. Συνοδικὴ καὶ πανσεληνιακὴ ἀγωγὴ καὶ σπορίμη πρὸς τὸν ἀναβιβάζοντα περὶ χρόνων ζωῆς μεθ’ ὑποδειγμάτων
1. Περὶ ἐπικρατήσεως
Περὶ μὲν οὖν τῆς ὑποστάσεως τῶν ζωτικῶν χρόνων ἄλλοι μὲν ἀλλοίως παρέδωκαν· ἐπεὶ δὲ δοκεῖ ποικίλος καὶ πολυμερὴς ὑπάρχειν ὁ τόπος, καὶ αὐτοὶ δοκιμάσαντες αἱρέσεις ἐπιδιασαφήσομεν. Ἔστω δὲ πρῶτος ἡμῖν λόγος ὁ περὶ ἐπικρατήσεως καὶ ἀκτινοβολίας καὶ οἰκοδεσποτείας· πρὸ πάντων δὲ ἡ ἐπικράτησις ζητείσθω περί τε τὸν Ἥλιον καὶ τὴν Σελήνην.
Τινὲς μὲν οὖν ἡμέρας ἔδοσαν Ἡλίῳ, νυκτὸς δὲ Σελήνῃ· ἐγὼ δέ φημι καὶ νυκτὸς ἐπικρατεῖν Ἥλιον, ἡμέρας δὲ Σελήνην, ἐὰν ἐπικαίρως τύχωσιν ἐσχηματισμένοι· ἐὰν δὲ καὶ ἀμφοτέροις τοῦτο συμβῇ, τῷ μᾶλλον οἰκείως ἐσχηματισμένῳ καὶ αἱρέσει ἢ τριγώνῳ τετευχότι προσνέμειν τὴν ἐπικράτησιν. Καὶ ἐκ τῶν ὁρίων τοῦ ἐπικρατήτορος εὑρίσκεται καὶ ὁ οἰκοδεσπότης· ἐὰν δ’ ἀμφότεροι παραπέσωσι, τὸ ὅριον τῆς ὡροσκοπούσης μοίρας ἢ τοῦ μεσουρανήματος γεννήσει τὴν οἰκοδεσποτείαν, κατὰ τὸ πλεῖστον δ’ ἐκείνου, οὗ ὁ κύριος οἰκεῖον σχηματισμὸν ἐπέχει ὡροσκόπου.
Ἔστωσαν δὲ αἱ ἐπικρατήσεις ἡμῖν δεδοκιμασμέναι αὗται. Πρώτη ἐπικράτησις Ἡλίου ὄντος Λέοντι, Σελήνης Καρκίνῳ· ὁ ὡροσκόπῳ ἢ μεσουρανήματι ἢ ἐπικαίρως ἐσχηματισμένος ἐπικρατήσει, ὁ δὲ κύριος τοῦ ὁρίου τὴν οἰκοδεσποτείαν ἐφέξει· ἐὰν δ’ ἀμφότεροι ἑνὸς ἀστέρος ὅριον ἔχωσιν, ἐκεῖνος ἀναμφιλέκτως καὶ οἰκοδεσπότης κριθήσεται. Δευτέρα ἐπικράτησις, ἐὰν ὁ Ἥλιος ὡροσκοπῇ τῆς Σελήνης κακοδαιμονούσης, ὁ Ἥλιος ἐπικρατήσει· ἐὰν ὁ Ἥλιος ἀγαθοδαιμονῇ, ἡ δὲ Σελήνη μεσουρανῇ, ὁ Ἥλιος ἐπικρατήσει. Ἐὰν ὁ Ἥλιος δύνῃ τῆς Σελήνης ἐν τῇ ἐπικαταδύσει οὔσης, ὁ Ἥλιος ἐπικρατήσει. Ἐὰν ὁ Ἥλιος ἐν τῷ ἀποκλίματι τοῦ μεσουρανήματος πέσῃ τῆς Σελήνης ὡροσκοπούσης, Σελήνη ἐπικρατήσει. Ἐὰν ὁ Ἥλιος ὁμοίως ἐν τῷ ἀποκλίματι τοῦ μεσουρανήματος πέσῃ τῆς Σελήνης ἐπαναφερομένης τῷ ὡροσκόπῳ, ἡ Σελήνη ἐπικρατήσει. Ἐὰν πάλιν ὁ Ἥλιος ἐν τῷ ἀποκλίματι τοῦ μεσουρανήματος πέσῃ τῆς Σελήνης μεσουρανούσης, Σελήνη ἐπικρατήσει.
Ἐὰν ὁ Ἥλιος ἐν τῷ ἀποκλίματι τοῦ μεσουρανήματος πέσῃ τῆς Σελήνης ἐπαναφερομένης τῷ μεσουρανήματι, Σελήνη ἐπικρατήσει. Ἐὰν Σελήνη ἐν τῷ ἀποκλίματι τοῦ μεσουρανήματος τύχῃ, ὁ δὲ Ἥλιος ἐν τῷ ὑπὸ γῆν κέντρῳ, ὁ Ἥλιος ἐπικρατήσει. Ἐὰν ἡ Σελήνη ἀποκλίνῃ τοῦ μεσουρανήματος, ὁ δὲ Ἥλιος ἐν τῇ ἐπαναφορᾷ τύχῃ τοῦ ὑπὸ γῆν κέντρου, ὁ Ἥλιος ἐπικρατήσει. Ἐὰν ὁ Ἥλιος ἀποκλίνῃ τοῦ κατὰ κορυφὴν κέντρου τῆς Σελήνης ἐπαναφερομένης τῷ ὑπὸ γῆν, Σελήνη ἐπικρατήσει. Ἐὰν ὁ Ἥλιος ἀποκλίνῃ τοῦ κατὰ κορυφὴν κέντρου, ἡ δὲ Σελήνη τύχῃ ἐν τῷ ὑπὸ γῆν κέντρῳ, Σελήνη ἐπικρατήσει. Ἀμφοτέρων τῶν φώτων ἀποκεκλικότων τοῦ μεσουρανήματος ὁ ὡροσκόπος ἐπικρατήσει καὶ ὁ τῶν ὁρίων κύριος οἰκοδεσπότης κριθήσεται. Ἐὰν Σελήνη ἐπαναφέρηται τῷ μεσουρανήματι, ὁ δὲ Ἥλιος ἐν θεῷ τύχῃ, ὁ πρῶτος ἐπιφέρων τὴν ἀκτῖνα τῷ ὡροσκόπῳ μοιρικῶς ἐπικρατήσει.
Σελήνης καὶ Ἡλίου ἐν τῷ τρίτῳ ἀποκεκλικότων τοῦ ὡροσκόπου τὸ μεσουράνημα ἐπικρατήσει καὶ ὁ τῶν ὁρίων κύριος οἰκοδεσποτήσει· ὅθεν ἐὰν ἡμέρας γένηται, ἀκυρολόγητα τὰ φῶτα ἐν τῷ ὑπὲρ γῆν ἡμισφαιρίῳ· ὡροσκόπος ἐπικρατήσει καὶ ὁ τῶν μοιρῶν κύριος οἰκοδεσποτήσει· νυκτὸς δὲ ἐν τῷ ὑπὸ γῆν ἀποκεκλικότων τὸ μεσουράνημα ἐπικρατήσει. ἐὰν ὁ Ἥλιος καὶ ἡ Σελήνη ἐν τῷ δυτικῷ τύχωσι ζῳδίῳ, τὸ ὅριον τῆς συνόδου ἐπικρατήσει καὶ ὁ κύριος τῶν μοιρῶν οἰκοδεσποτήσει. Ὁμοίως καὶ ἐὰν ἐν τῷ ὡροσκόπῳ ἀμφότεροι τύχωσιν ἢ ἐν τῷ μεσουρανήματι ἢ ἐν τῷ ὑπὸ γῆν, τὸ ὅριον τῆς συνόδου ἐπικρατήσει καὶ ὁ κύριος τῶν ὁρίων οἰκοδεσποτήσει· ἐάν τε γὰρ ἐν αὐτῷ τῷ ζῳδίῳ ἑνὸς ἀστέρος ὅριον ἔχωσιν ἐάν τε ἐν ἄλλῳ, ἀπαραβάτως ἐκεῖνος οἰκοδεσποτήσει.
Ἐὰν δέ πως ἐν τῷ ἰδίῳ ταπεινώματι ὁ Ἥλιος εὑρεθῇ, οὐκ ἔσται ἀφέτης, ἐκτὸς εἰ μὴ μοιρικῶς ὡροσκοπῶν τύχῃ· ὡσαύτως δὲ καὶ ἡ Σελήνη Σκορπίῳ. Σελήνη συνοδικὴ εὑρισκομένη καὶ ὑπὸ τὰς αὐγὰς τοῦ Ἡλίου πεπτωκυῖα οὐ γίνεται ἀφέτης, ἐκτὸς εἰ μὴ καὶ αὐτὴ μοιρικῶς ὡροσκοπήσῃ. ἐπὶ δὲ πανσέληνον φερομένη ἐὰν ἐντὸς τοῦ ὡροσκοποῦντος ὁρίου λύῃ τὴν φάσιν, ἔστιν ἀφέτις καὶ αὐτὴ δὲ ἀναιρέτις, ἐὰν αὐτῇ τῇ ἡμέρᾳ λύῃ τὴν πανσέληνον. Δεήσει οὖν σκοπεῖν τὰς μεταξὺ αὐτῆς καὶ τῆς πανσελήνου, πόσαι εἰσί, καὶ ἐπιγνόντας τὸ πλῆθος τῶν ἐτῶν ἀποφαίνεσθαι.
Οἷον ὡροσκόπος Σελήνη Ὑδροχόῳ Κριῷ κβ′· ἐν δὲ τῇ αὐτῇ ἡμέρᾳ τὴν πανσέληνον λύει περὶ μοίρας κζ′ τοῦ αὐτοῦ ζῳδίου. Τὸ διάστημα τὸ μεταξὺ αὐτῆς καὶ τῆς πανσελήνου μοῖραι ε′, ἅτινα συνάγεται ἔτη δ′. Τοσαῦτα ἐβίωσεν ὁ γεννώμενος. Καὶ μάλιστα ἐὰν κακοποιὸς ἐπιφέρῃ τὴν ἀκτῖνα καὶ εἰ μαρτυρήσει δὲ ἢ ἐναντιωθῇ τῷ ζῳδίῳ, ἔσται ὁ θάνατος· ἐὰν δὲ καὶ ὁ ἀγαθοποιὸς ὁμοίως ἐπιθεωρῇ, ὁ μὲν θάνατος οὐκ ἔσται, σίνος δὲ ἢ πάθος. Καὶ αἱ λοιπαὶ δὲ φάσεις τῆς Σελήνης ἕως τῆς τοῦ συνδέσμου λύσεώς εἰσιν ἀναιρετικαί.
Δεῖ δὲ καὶ τὴν ἐπικράτησιν τότε βεβαίαν κρίνειν, ἐὰν καὶ τῷ κυρίῳ τῶν ὁρίων Ἥλιος καὶ Σελήνη ἐπιμαρτυρῇ καὶ ἐπίκεντρος τύχῃ ἢ ἐν ταῖς χρηματιζούσαις μοίραις· ἐὰν δὲ ἀπόστροφος εὑρεθῇ, ἀνοικοδεσπότητος ἡ γένεσις κριθήσεται. Ἐὰν δὲ ἐναλλάξωσι τὰ ὅρια ὅ τε κύριος τοῦ ἡλιακοῦ ἢ σεληνιακοῦ ζῳδίου καὶ τῶν ὁρίων, καὶ οὕτως ἔσται ἀνεπικράτητος ἡ οἰκοδεσποτεία. Σκοπεῖν δὲ δεῖ, μήποτε ὁ δοκῶν οἰκοδεσποτεῖν ὑπὸ δύσιν τύχῃ· καὶ οὕτως γὰρ πάλιν ἀνοικοδεσπότητος ἡ γένεσις.
1. The Control
Various astrologers have handed down various teachings about the basis of the nativity’s length of life. Since this topic seems quite complicated and complex, we will clarify it using methods proven by our own experience. The first topics of discussion will be “control,” “projection of rays,” and “houserulership.” First let the control with respect to the sun and the moon be investigated.
Some give day births to the sun, night births to the moon, but I say that the sun controls night births and the moon day births, if they happen to be configured advantageously. If both are, assign control to the one which is more appropriately configured in its own sect or triangle. Then the houseruler is found from the terms of the controlling star. If both the sun and the moon are unfavorably situated, then the term of the degree in the Ascendant or at MC will fix the houserulership, usually that star whose ruler is in an appropriate configuration with the Ascendant.
Let these controlling points be considered as proven by us. The first control: the sun in Leo, the moon in Cancer; the luminary in appropriate configuration with the Ascendant or MC will have the control, and the ruler of its term will be houseruler. If both are in the terms of the same star, that star will unquestionably be judged the houseruler. The second control: if the sun is in the Ascendant, the moon in the XII Place of the Bad Daemon, the sun will have control. If the sun is in the XI Place of the Good Daemon, and the moon is at MC, the sun will have control. If the sun is in the Descendant while the moon is in the sign just following the Descendant, the sun will have control. If the sun just precedes MC while the moon is in the sign following the Ascendant, the moon will have control. If the sun again just precedes MC while the moon is at MC, the moon will have control.
If the sun again just precedes MC while the moon is also at the sign following the MC, the moon will have control. If the moon precedes MC while the sun is at IC, the sun will have control. If the moon precedes MC while the sun is at the sign that follows IC, the sun will have control. If the sun precedes the overhead angle while the moon is at the sign that follows IC, the moon will have control. If the sun precedes the overhead angle while the moon is at IC, the moon will have control. If both luminaries precede MC, the Ascendant will have control and the ruler if its terms will be considered the houseruler. If the Moon follows MC while the sun is in the IX Place of the God, the luminary which first sends its rays exactly to the Ascendant’s degree-position will have control.
If the sun and the moon just precede the Ascendant in the XII Place, MC will have control and the ruler of its terms will be houseruler. As can be seen, if the nativity is during the day, the luminaries are not dominant if they are above the earth; the Ascendant will have control and the ruler of its degrees will be the houseruler. For night births, if the luminaries precede IC, MC will have control. If the sun and the moon are in the Descendant, the term of the preceding new moon will have control and the ruler of its degrees will be the houseruler. Similarly if both are in the Ascendant, or at MC, or at IC, the term of the new moon will have control and the ruler of its terms will be the houseruler. If the luminaries are in the same sign (or in different signs) and in the terms of the same star, infallibly that star will be the houseruler.
If the sun is found to be in its own depression (Libra), it will not be the apheta, unless it is exactly in the Ascendant (to the degree). The same is true for the moon in Scorpio (its depression). If the moon is found to be new and to be under the rays of the sun, it will not be the apheta, unless it too is exactly in the Ascendant. If the moon is nearing full and passes out of this phase within the term in the Ascendant, it will be both the apheta and the anaereta, if it passes out of the full-moon phase on that same day. It will be necessary to examine the number of degrees between this day and the full moon; having found this number, you can forecast the number of years.
For example: Ascendant, moon in Aries 22°. On the same day it passed out of the full-moon phase at 27° of the same sign. The distance from its position then and the full moon was 5°, which totals 4 years. The native lived that many years. Death will occur particularly if a malefic applies its rays and if it is in aspect or opposition to the sign; if a benefic is in the same relation, there will be infirmity and disease instead of death. The rest of the moon’s phases during its connection with <the sun>
It is necessary to consider the control to be certain if the sun or the moon is in aspect with the ruler of the terms, and if it is at an angle or in operative degrees. If it is found to be turned away, the nativity is judged to lack a houseruler. If the ruler of the sun’s or the moon’s sign and the ruler of the terms exchange terms, then too will the houserulership be without a controller. It will be necessary to determine if the star that seems to be houseruler is in the Descendant, for if it is, that nativity as well will lack a houseruler.
2. Περὶ μοιρῶν ἐπισήμων τῶν κέντρων
Πρὸ πάντων οὖν στήσαντα τὴν ὡροσκοποῦσαν καὶ μεσουρανοῦσαν μοῖραν καὶ τῶν λοιπῶν κέντρων λαμβάνειν χρὴ ἀπὸ τῆς ὡροσκοπούσης μοίρας ἕως τῆς ἀντιμεσουρανούσης καὶ τοῦ συναχθέντος πλήθους τὸ τρίτον μέρος ἡγεῖσθαι κεντρικῷ σχήματι χρηματιζούσας μοίρας ἀπὸ τῆς ἑξῆς δυναστικούς τε τοὺς ἀστέρας ἤτοι ἀγαθοποιοὺς ἢ κακοποιοὺς ἐν ταύταις ταῖς μοίραις, τὰς δὲ λοιπὰς ἕως τοῦ ὑπογείου ἀχρηματίστους καὶ τοὺς ἐπόντας ἀστέρας ἀχρηματίστους ἢ ἀπράκτους. Tὴν δὲ αὐτὴν δύναμιν τὰ διάμετρα τοῦ τε ὡροσκόπου καὶ τῶν λοιπῶν κέντρων ἐφέξει πρός τε τὰς χρηματιζούσας μοίρας καὶ ἀχρηματίστους καὶ οἱ ἐπόντες ἀστέρες ὁμοίως εὐτονήσουσι.
Φανερὸν οὖν ὅτι οὐκ ἀεὶ τριάκοντα μοῖραι ἐπίκεντροι, ἀλλ’ ὅτε μὲν πλείους ὅτε δὲ ἐλάττους· ἐὰν δέ πως ἐν τῷ ὡροσκοποῦντι καὶ δύνοντι ζῳδίῳ δυναστικαὶ μοῖραι ἐλάττους ὦσι τῶν τριάκοντα, τότε ἐν τῷ μεσουρανήματι καὶ ὑπογείῳ κέντρῳ πλείους ἔσονται τῶν τριάκοντα μοιρῶν. Ἐὰν δὲ ἐν τῷ ὡροσκοποῦντι καὶ ἀνθωροσκοποῦντι κέντρῳ πλείους ὦσι τῶν τριάκοντα, τότε ἐν τῷ μεσουρανήματι καὶ ὑπογείῳ ἐλάττους.
Οἷον ἔστω ὡροσκοπεῖν Ἰχθύας περὶ μοίρας ιγ′, μεσουρανεῖν Τοξότου μοίρας κβ′, ὑπὸ γῆν εἶναι Διδύμους τῶν αὐτῶν, δύνειν Παρθένου μοῖραν ιγ′. Ἔλαβον τὸ ἀπὸ τοῦ ὡροσκόπου διάστημα ἕως τοῦ ὑπογείου· γίνονται μοῖραι ϛθ′. Τούτων τὸ τρίτον γίνονται λγ′· ταύτας ἀπέλυσα ἀπὸ τοῦ ὡροσκόπου, κατέληξεν εἰς τὴν τοῦ Κριοῦ μοῖραν ιϛ′· αὗται ἔσονται δυναστικαὶ μοῖραι καὶ οἱ ἐπ’ αὐτῶν ἀστέρες, αἱ δὲ λοιπαὶ μοῖραι ἀπὸ ιζ′ ἕως τοῦ ὑπογείου ἀχρημάτιστοι, καὶ αἱ τούτων δὲ διάμετροι τὸ ὅμοιον ἐφέξουσι.
Πάλιν ἔλαβον ἀπὸ τῆς μεσουρανούσης μοίρας ἕως τῆς ὡροσκοπούσης· γίνονται πα′· τούτων τὸ τρίτον γίνονται κζ′· ταύτας ἀπέλυσα ἀπὸ τῆς μεσουρανούσης μοίρας, κατέληξε εἰς τὴν τοῦ Αἰγόκερω μοῖραν ιθ′. Αὗται οὖν χρηματιστικαὶ καὶ αἱ τούτων διάμετροι, αἱ δὲ λοιπαὶ ἀχρημάτιστοι. Τὸ δʼ ὅμοιον καὶ ἐπὶ τῶν λοιπῶν γενέσεων δεῖ ποιεῖν πρὸς τὸ γινώσκειν τοὺς ἀστέρας πότερον ἐν χρηματιστικαῖς μοίραις εἰσὶν ἢ ἀχρηματίστοις.
Ἔδοξε δέ μοι φυσικώτερον οὕτως ἔχειν. Τὸ μὲν διάστημα ἀπὸ τῆς ὡροσκοπούσης μοίρας ἕως τῆς ὑπογείου λαμβάνοντα καὶ τούτων τὸ τρίτον λογισάμενον καθὼς πρόκειται καὶ ἀπολύσαντα ἀπὸ τῆς ὡροσκοπούσης κατὰ τὸ ἑξῆς κρίνειν δυναστικὰς μοίρας καὶ τὰς τούτων διαμέτρους, τὸ δὲ ἕτερον μέρος τῶν μοιρῶν κρίνειν πάλιν μέσον, μήτε πλέον ἀγαθὸν μήτε φαῦλον, διὰ τὴν ἐπαναφορὰν τοῦ ὡροσκόπου καὶ τὴν θεὰν καὶ τὸ διάμετρον τοῦ θεοῦ.
Ἔσται οὖν τὸ μὲν πρῶτον τρίτον μέρος τῶν ἀπὸ ὡροσκόπου μοιρῶν χρηματιστικὸν καὶ δυναστικόν, τὸ δὲ ἕτερον τρίτον μέρος μέσον, τὸ δὲ ἕτερον τρίτον αἰτιατικὸν καὶ φαῦλον. Κατὰ ταὐτὰ δὲ καὶ οἱ ἀστέρες ἐνεργήσουσι· δεῖ γὰρ ἀπὸ τῆς τοῦ μεσουρανήματος καὶ τῆς κεντρικῆς τάξεως *** τὸ δὲ ἕτερον τῆς ἐπαναφορᾶς, καθὸ καὶ παρὰ τοῖς παλαιοῖς Ἀγαθοδαίμων ὠνομάσθη· τὸ δὲ λοιπὸν τρίτον ἕως τῆς τοῦ ὡροσκόπου ἀποκεκλικυίας μοίρας κακωτικὸν καὶ ἀσχημάτιστον. Ὁμοίως δὲ καὶ τὰ τούτων διάμετρα συνεπισχύσει. Ταῦτα πάντα καὶ ὁ Ὠρίων ἐν τῷ βιβλίῳ ἐξέθετο.
2. The Significant Degrees of the Angles
First of all, fix the degree-positions of the Ascendant, MC, and the other angles. Then it is necessary to take the distance in degrees from the Ascendant to IC (moving in the order of the signs), to consider onethird of that total distance to be the “operative” degrees in the configuration of the angles, and to consider the stars in these degrees, whether benefics or malefics, to be powerful. Consider the rest of the degrees in order up to IC, as well as the stars in them, to be “inoperative” and impropitious. The points in opposition to the Ascendant and to the other angles will fall into the same pattern with respect to operative and inoperative degrees and the stars in the operative degrees will be powerful.
It is therefore obvious that there will not always be 30° at an angle, but sometimes more, sometimes fewer. If in the Ascending and Descending signs there are fewer than 30 powerful degrees, then there will be more than 30° at MC and IC. If in the Ascending sign and its opposite there are more than 30°, then at MC and IC there will be fewer.
An example: Ascendant at Pisces 13°, MC at Sagittarius 22°, IC at Gemini 22°, Descendant at Virgo 13°. I take the distance from the Ascendant to IC, 99°. One-third of this is 33°. I count this distance from the Ascendant and stop at Aries 16°. These degrees and the stars in them will be powerful; the rest of the degrees from Aries 16° to IC will be inoperative. The points in opposition will have the same effect.
Secondly I take the distance from MC to the Ascendant, 81°. One-third of this is 27°. I count this from MC and stop at Capricorn 19°. These degrees and those in opposition to them will be operative; the rest will be inoperative. It is necessary to do likewise for other nativities in order to know whether stars are in operative or inoperative degrees.
Now to me the following method seems more scientific: take the distance from the degree in the Ascendant to IC, calculate one-third (as previously stated), then count from the Ascendant in the order of the signs, and consider these degrees and those in opposition to be powerful. Now consider the other one-third portion of the degrees to be average, neither completely good or bad, because this region 1) follows the Ascendant, 2) is the III Place of the Goddess, 3) is in opposition to the IX Place of the God.
So then, the first third from the Ascendant will be operative and powerful, the second third will be average, the third third will be crisis-producing and bad. The stars in these regions will act in the same way. It is necessary to calculate likewise from MC, and to consider the first third of the distance between angles as operative, the second third, following MC, as of average influence, thus it was called Good Daemon by the ancients, and the last third, up to the Ascendant, as afflicting and inoperative. The Places in opposition to these will have the same force. Orion expounded all this in his book.
3. Περὶ ἀφέσεως
Ἐπεὶ δέ τινες φθόνῳ φερόμενοι ἢ ἀπειρίᾳ μονομερῶς καὶ σκοτεινῶς πραγματεύονται τὴν ἄφεσιν (πάντοτε γὰρ ἀπὸ τῆς ἀφετικῆς μοίρας ἕως τῆς τετραγώνου πλευρᾶς τὸ πλῆθος τῶν μοιρῶν κατὰ τὰς ἀναφορὰς ποιούμενοι ἀποφαίνονται), ἀναγκαῖον ἡμᾶς τὴν διάκρισιν ἐπιδιασαφῆσαι. Εὑρίσκομεν γὰρ γενέσεις καὶ τὴν τετράγωνον πλευρὰν διαβεβηκυίας καὶ μάλιστα ἐν τοῖς ὀλιγαναφόροις ζῳδίοις, καίπερ τοῦ παλαιοῦ ἀκριβῶς λέγοντος ὡς ἀδυνάτου ὄντος, καὶ πάλιν ἄτερ τῆς τῶν κακοποιῶν ἀκτινοβολίας μηδὲ τὴν τετράγωνον διεληλυθυίας.
Τεθείσης οὖν γενέσεως σκοπεῖν δεήσει, εἰ οἰκοδεσποτεῖται ἡ γένεσις ἢ ἀνοικοδεσπότητος ἔσται, καὶ πότερον Ἥλιος ἢ Σελήνη ἢ ὡροσκόπος ἀφέτης. καὶ ἐὰν μὲν ὁ Ἥλιος ἢ Σελήνη τὸν ἀφετικὸν τόπον λάχῃ, λογίζεσθαι δεῖ ἀπὸ τῆς ἀφετικῆς μοίρας ἕως τῆς τετραγώνου πλευρᾶς, πόσος χρόνος συνάγεται καθ’ ὃ κλίμα [τι] γεγένηται, καὶ συναγαγόντας ἀποφαίνεσθαι τοσαῦτα ἔτη ζήσεσθαι. Τοῦτο δὲ συμβαίνει, ἐάνπερ ὁ οἰκοδεσπότης ἐν ἰδίοις ὅροις ὑπάρχων καὶ οἰκείως ἐσχηματισμένος τῷ ἀφέτῃ συνάπτῃ ἢ ἐπιμαρτυρῇ καὶ μηδεὶς τῶν ἀναιρετῶν τὴν ἀκτῖνα ἐπιφέρων λοιπογραφήσῃ τὸ πλῆθος τῶν ἐτῶν. Ἐὰν δὲ ὁ οἰκοδεσπότης ἀκαταμαρτύρητος πρὸς τὸν ἐπικρατήτορα τύχῃ, ἄλλως δὲ καλῶς σχηματιζόμενος εὑρεθῇ, οἷον ἐὰν ὡροσκοπῇ ἢ μεσουρανῇ ἀνατολικός, αὐτὸς τὰ τέλεια ἔτη μερίσει· ἐὰν δὲ τῶν κέντρων, λοιπογραφήσας τὴν διαίρεσιν τοῦ διαστήματος κατὰ τὸν τῆς κοινωνίας λόγον τὰ λοιπὰ μερίσει.
Πάντοτε οὖν ἀπὸ τοῦ ἐπικρατήτορος δεῖ λογίζεσθαι τὴν ποσότητα τῶν ἐτῶν καὶ συγκρίνειν τοῖς τοῦ οἰκοδεσπότου· καὶ ὅσα ἂν εὑρίσκηται, τοσαῦτα ζήσεται ἔτη· ὁ γὰρ οἰκοδεσπότης μερίζει, ἐάνπερ οἰκοδεσποτουμένη τύχῃ, λοιπογραφουμένων τῶν κεντρικῶν διαστάσεων. Ἐὰν δὲ τὰ τοῦ ἀφέτου ἥττονα ὄντα τῶν τοῦ οἰκοδεσπότου τύχῃ, τὰ τοῦ ἀφέτου ζήσεται καὶ ἀνοικοδεσπότητος κριθήσεται. Ἐὰν δὲ οἰκείως ἡ ἐπικράτησις τύχῃ, καὶ ὁ οἰκοδεσπότης ἕκαστος τὰ ἴδια ἔτη μερίζει.
Ἔνιοι μὲν οὖν τὴν κεντρικὴν διάστασιν πάλιν τῶν οἰκοδεσποτῶν λογίζονται ἀπὸ τῆς ὥρας καὶ δυνούσης μοίρας· κἂν ε′ ἢ ϛ′ ζῴδια ἀπέχωσι, τοσαύτην ἀφαίρεσιν ποιοῦνται. Ἐγὼ δέ φημι καὶ ἐκ τῶν δ′ κέντρων τὴν διάστασιν τοῦ οἰκοδεσπότου λογίζεσθαι καὶ ἀφαιρεῖν, ἐάνπερ οἰκοδεσποτουμένη ἡ γένεσις εὑρεθῇ· τὸ γὰρ λέγειν *** ἐπὰν δὲ εὑρεθῇ μεσουρανῶν ἢ ἀγαθοδαιμονῶν ἢ καὶ ἐπί τινος χρηματιστικοῦ τόπου, τὰ τέλεια μεριεῖ. Οὐκ ἄρα ἀφελεῖ τις ἀπὸ τῆς ὥρας ἢ δυτικῆς διαστάσεως τὸ ἐπιβάλλον. Ἐὰν δέ πως μήτε Ἥλιος μήτε Σελήνη τὸν ἀφετικὸν τόπον λάχωσιν ἀλλὰ ὡροσκόπος ἢ μεσουράνημα, οὐκέτι τὸ πλῆθος τῶν ἐτῶν ἀπὸ τῆς ἀφετικῆς μοίρας ἕως τῆς τετραγώνου δέον λογίζεσθαι, ἀλλ’ ἕως τῆς κεντρικῆς διαστάσεως συλλογισαμένους ἀποφαίνεσθαι τὰ ἔτη, ἐάν πως μηδεὶς τῶν ἀναιρετῶν ἐπιφέρων τὴν ἀκτῖνα χρεωκοπήσῃ τὸ πλῆθος τῶν ἐτῶν.
Ὑποδείγματος χάριν ἔστω τινὰ ὡροσκοπεῖσθαι κατὰ τὸ β′ κλίμα Διδύμοις μοίρᾳ η′, μεσουρανεῖσθαι δὲ ὑπὸ Ὑδροχόου μοίρας κβ′. Καὶ τῆς ἀφέσεως οὔσης ἀπὸ τῆς ὡροσκοπούσης μοίρας οὐ πάντως ἡ κατάληξις τῶν ἐτῶν ἕως τῆς τετραγώνου πλευρᾶς Παρθένου μοίρας η′, ἀλλ’ ἕως τοῦ ὑπογείου Λέοντος μοίρας κβ′, καὶ τὸ συνηγμένον πλῆθος τῶν ἐτῶν ἀποφαίνεσθαι, ἐάνπερ μηδεὶς ἀναιρέτης τὴν ἀκτῖνα ἐπιφέρῃ. Ἐὰν γὰρ ἐν τῇ κ′ μοίρᾳ τῶν Διδύμων ἢ τοῦ Καρκίνου ὁποιᾳδήποτε μοίρᾳ ἀναιρέτης ἐπῇ ἢ ἀκτινοβολήσῃ, τοσαῦτα ἔτη ζήσεται, ὅσα ἀπὸ τῆς ἀφετικῆς ἕως τῆς ἀναιρετικῆς συνάγεται. Ὁμοίως δὲ καὶ ἂν ἀπὸ τοῦ μεσουρανήματος Ὑδροχόου μοίρας κβ′ τὴν ἄφεσιν ποιησώμεθα, τὴν συμπεραίωσιν τῶν ἐτῶν οὐκέτι ἕως τῆς τετραγώνου πλευρᾶς Ταύρου μοίρας κβ′ ἕξομεν, ἀλλ’ ἕως τῆς η′ μοίρας τῶν Διδύμων.
Προφανὲς οὖν ὅτι ζῳδιακῶς μὲν τὴν τετράγωνον πλευρὰν ἡ ἄφεσις ὑπερτέθεικε, κεντρικῶς δὲ οὔ. Ἐσθ’ ὅτε μὲν οὖν οὗτος ὁ τρόπος καὶ ἐπὶ Ἡλίου καὶ Σελήνης ἁρμόσει· πρὸς μὲν τὴν ὑπέρθεσιν, ἐὰν ὑπὸ τῶν οἰκοδεσποτῶν βοηθῶνται, τουτέστιν ὅταν μαρτυρῶνται ὑπὸ αὐτῶν καλῶς πεπτωκότων καὶ δυναμένων τὰ τέλεια μερίζειν. Ὡσαύτως δὲ καὶ ἐκ τῆς δύσεως τὴν ἄφεσιν ἐὰν ποιησώμεθα, τουτέστι Τοξότου μοίρας η′, ἕως τῆς κβ′ τοῦ Ὑδροχόου, τὸ τέλος εὑρήσομεν. Πάντοτε οὖν τὴν ἀφετικὴν μοῖραν εὑρόντας σκοπεῖν δεήσει τὸ κεντρικὸν διάστημα ποῦ φθάνει καὶ ἕως ἐκείνης τῆς μοίρας τὴν ἄφεσιν ποιεῖσθαι, ἐάνπερ μηδεὶς ἀναιρέτης διακόπτῃ.
Μυστικώτερος δὲ ἔστω οὗτος ὁ λόγος καὶ δεδοκιμασμένος ὑφ’ ἡμῶν καὶ ἀνηπλωμένος, τὴν ἀφετικὴν μοῖραν λογίζεσθαι ὡς μεσουρανοῦσαν. ταύτης δὲ μεσουρανούσης σκοπεῖν δεήσει καὶ καθ’ ὃ κλίμα τις ζητεῖ, πόστη μοῖρα δύναται ὡροσκοπεῖν, καὶ ἐπιγνόντας ἕως ἐκείνης τὴν ἄφεσιν ποιεῖσθαι. Οἷον ἔστω εἶναι ἀφετικὴν Σκορπίου μοῖραν ιβ′ κατὰ τὸ β′ κλίμα· ἐὰν μὲν οὖν αὐτὴν λογιζώμεθα ὡς ὡροσκοποῦσαν μοῖραν, ἡ ἄφεσις ἔσται ἕως τῆς τοῦ Ὑδροχόου μοίρας ιγ′, ἔνθα τὸ ὑπόγειον κατέληξε. Ἐὰν δὲ καθὼς προείπαμεν λογισώμεθα μεσουρανοῦσαν αὐτήν, εὑρήσομεν ἐν τῷ ἀναφορικῷ ὡροσκόπον Αἰγόκερω μοῖραν κη′, καὶ ἡ ἄφεσις ἔσται ἀπὸ τῆς ιβ′ μοίρας τοῦ Σκορπίου ἕως τῆς κη′ τοῦ Αἰγόκερω. Τὸ δὲ αὐτὸ καὶ ἐπὶ τῶν λοιπῶν ἤτοι γενέσεων ἤτοι ζῳδίων ποιήσαν τες εὑρήσομεν.
Ὁμοίως δὲ καὶ τὴν ἀναιρετικὴν ἤγουν ἀφετικὴν μοῖραν λογίζεσθαι ὡροσκοποῦσαν καὶ ταύτης ὡροσκοπούσης, πόστη δύναται μεσουρανεῖν οἵα δή ποτε οὖν μοῖρα ζῳδίου, καὶ ἕως ἐκείνης τὴν ἄφεσιν ποιεῖσθαι ἢ τῆς διαμέτρου· πρὸς δὲ τὸν οἰκοδεσποτικὸν λόγον πραγματεύεσθαι, καθὼς προείπαμεν, σκοποῦντας τὴν κεντρικὴν διάστασιν καὶ τὴν σχηματογραφίαν καὶ τὴν πρὸς τὸν ἀφέτην σύγκρισιν.
Ἔστω ὡροσκόπος ἡ Τοξότου μοῖρα ιη′, μεσουράνημα δὲ Ζυγοῦ μοῖρα δ′, οἰκοδεσποτεῖν δὲ Ἑρμῆν καὶ εἶναι Παρθένῳ μοίρᾳ ιγ′. Λογίζομαι τὸ διάστημα τὸ ἀπ’ αὐτοῦ ἕως τῆς ὡροσκοπούσης μοίρας· γίνονται μοῖραι λε′, ἅτινά ἐστι ὧραι β′ καὶ μέρος γ′ ὥρας. Ἐπεὶ οὖν οϛ′ ἐπιμερίζει τὰ τέλεια, ταῦτα παρὰ τὸν ιβ′· ἐπιβάλλει ἄρα ἑκάστῃ ὥρᾳ ἔτη ϛ′ μῆνες δ′. Τῶν οὖν δύο ὡρῶν γίνεται ἔτη ιβ′ μῆνες η′ καὶ τοῦ τρίτου ἔτη β′ μὴν α′ ἡμέραι ι′· ὁμοῦ γίνεται ἔτη ιδ′ μῆνες θ′ ἡμέραι ι′. Ταῦτα ἀφεῖλον ἀπὸ τῶν οϛ′· λοιπὰ ἔτη ξα′ μῆνες β′ ἡμέραι κ′. Τὸ δ’ ὅμοιον κἂν ἀπὸ τῶν ἑτέρων κέντρων ἀποσπάσῃς δεῖ λογίζεσθαι. Τούτων οὕτως ὄντων ἔστω τὴν Σελήνην ἀφέτην εἶναι Ζυγῷ περὶ μοίρας η′· ἔλαβον τῶν λοιπῶν κβ′ μοιρῶν ἔτη κθ′ μῆνας δ′ καὶ τοῦ Σκορπίου λϛ′ καὶ τῶν ιζ′ τοῦ Τοξότου ἔτη ιη′ μῆνα α′ ἡμέρας ιη′· ὁμοῦ τὰ πάντα γίγνεται ἀπὸ τῆς ἀφέσεως ἔτη πγ′ μῆνες ε′ ἡμέραι ιη′.
Ἐπεὶ οὖν τὰ τοῦ ἀφέτου πλείονα τῶν τοῦ οἰκοδεσπότου ἐτῶν εὑρέθη, τοσαῦτα ἔτη βιώσει ἡ γένεσις, ὅσα ὁ οἰκοδεσπότης Ἑρμῆς ἐμέρισεν, ξα′ μῆνας β′ ἡμέρας κ′· εἰ δ’ ἦν τὰ τοῦ ἀφέτου ἥττονα τῶν τοῦ οἰκοδεσπότου ἐτῶν ὑπὸ ἀναιρετικῆς ἀκτῖνος λελοιπογραφημένα, οἷον ἔτη νγ′, συνέβαινε τὴν προκειμένην γένεσιν μόνα τὰ νγ′ ἔτη ζήσεσθαι. Ἐὰν μέντοι ὁ οἰκοδεσπότης ἐπίκεντρος καὶ ἀνατολικὸς εὑρεθῇ ἢ καὶ ἐπὶ τῶν χρηματιζουσῶν μοιρῶν ὢν τύχῃ τῆς ἀφέσεως πλεοναζούσης, καὶ αὐτὸς τὰ τέλεια μεριεῖ. Καλῶς γὰρ τοῦ οἰκοδεσπότου τετευχότος οὐκέτι οἱ ἀναιρέται ἐπόντες ἢ ἀκτινοβολοῦντες παραιρέται τῶν χρόνων γενήσονται. Ἐὰν δέ πως ἀνοικοδεσπότητος ἡ γένεσις εὑρεθῇ ἀφέσεως οὔσης, σκοπεῖν τότε δεήσει τὰς συμπαρουσίας τῶν ἀναιρετῶν ἢ καὶ ἐπιμαρτυρίας ἑξαγώνους τριγώνους τετραγώνους διαμέτρους.
Ἀναιρέται δέ εἰσιν Κρόνος Ἄρης Ἥλιος Σελήνη ἐπὶ φάσιν φερομένη. Εἰσὶ δὲ καὶ ἀναιρετικοὶ τόποι καθ’ ἕκαστον ζῴδιον τά τε ἀφετικὰ ὅρια καὶ τὰ τῶν κακοποιῶν· ἀναιρετικαὶ δὲ μοῖραι κριθήσονται αἱ παρ’ ἑκάτερα τῆς ἀφέσεως γ′, ὅτι πᾶσα τριμοιρία καθηγουμένη καὶ ἑπομένη δύναμιν συμπαρουσίας ἔχει ἤτοι ἰσομοιρίας, καὶ αὐτὴ ἡ κατὰ κάθετον, ὡς εἶναι τὰς πάσας ζ′. Ἐν ταύταις οἱ κακοποιοὶ ἀκτινοβολοῦντες ἀναιρέται γενήσονται, οἱ δὲ ἀγαθοποιοὶ κωλυταὶ τῆς ἀναιρέσεως.
Οἷον ἔστω τινὰ ὡροσκοπεῖσθαι ὑπὸ τῆς τοῦ Κριοῦ μοίρας ιβ′· αὕτη μὲν οὖν ἔσται μέση ἀπὸ τῆς θ′ ἕως τῆς ιε′ μοίρας Κριοῦ· ἐὰν οὖν κακοποιὸς βάλῃ ἀκτῖνα ἀπὸ τῆς θ′ ἕως τῆς ιε′, ἀναιρεῖ οὐ μόνον εἰς τὸ αὐτὸ ζῴδιον τῆς ἀφέσεως, ἀλλὰ καὶ ἐν τοῖς ἑτέροις ἕως τῆς τετραγώνου πλευρᾶς. Οἷον ἐὰν τοῦ Κριοῦ ὡροσκοποῦντος Κρόνος ἢ Ἄρης εὑρεθῇ. Ταύρῳ ἢ Διδύμοις περὶ μοῖραν ιε′ τῆς ἀφετικῆς μοίρας κατὰ τὴν τῶν χρόνων ἀκολουθίαν γινομένης, εἰς τὴν τοῦ Ταύρου ἢ Διδύμων μοῖραν ιβ′ ἢ ιγ′ ἔσται ἡ ἀναίρεσις. Ἐπίκεντροι μὲν οὖν ἢ καὶ ἐπαναφερόμενοι οἱ ἀναιρέται εὐτονώτεροι καθίστανται, ἔκκεντροι δὲ ἐξασθενήσουσι.
Ἔστω δὲ καὶ οὗτος ὁ λόγος δυναστικὸς πρὸς τοὺς ἐπικέντρους. Οἷον ἐὰν τοῦ Κριοῦ ὡροσκοποῦντος καθὼς πρόκειται Κρόνος ἐν Τοξότῃ τύχῃ μοίρᾳ ιγ′ ἢ καὶ ιβ′ ἢ καὶ κ′, ζῳδιακῶς μὲν ἀποκέκλικεν· ἐπειδὴ δ’ εἰς ἐπικέντρους καὶ χρηματιζούσας μοίρας ἔβαλε τὴν ἀκτῖνα κατὰ τρίγωνον εἰς τὸν Κριόν, ἀναιρέτης κριθήσεται. Ἐὰν δὲ ἐν Τοξότῃ εὑρεθῇ μοίρᾳ γ′ ἢ ζ′, κατ’ ἀμφότερα οὗτος ἔσται ἀποκεκλικώς, καὶ μοιρικῶς καὶ ζῳδιακῶς, καὶ οὐκ ἔστιν ἀναιρέτης.
Συμβαίνει δὲ καὶ ἀπὸ ἐπικέντρων τόπων τοὺς ἀναιρέτας εἰς ἀχρηματίστους καὶ ἀποκεκλικυίας μοίρας τὰς ἀκτῖνας βάλλειν καὶ μὴ ἀναιρεῖν· τὸ δ’ ὅμοιον καὶ ἐπὶ τῶν ἀγαθῶν νοείσθω.
3. The Vital Sector
Some astrologers, moved by envy or ignorance, have written elaborately, obscurely, and simplemindedly about the vital sector. These men have made forecasts by adding, in every case, the rising times of the degrees from the aphetic place to the point square with it. In view of this error, we find it necessary to clarify the method of determining the length of life, because we find nativities living longer than the 90° arc, especially nativities in the signs of shorter rising times, even though the Old Astrologer specifically says this is impossible. On the other hand, we see some nativities which do not live this 90° arc, even without the malefics’ projection of rays.
Therefore in casting a nativity, it will be necessary to determine if it does or does not have a houseruler, and if the sun, the moon, or the Ascendant is the apheta. If the sun or moon are in the aphetic place, then it will be necessary to figure the total rising times (in the klima of the nativity) from the position of the apheta to the point square with it. Having found the total time, you can forecast that the native will live as many years. This forecast will be accurate if the houseruler is in its own terms or is configured appropriately, has contact or is in aspect with the apheta, and if no anaereta applies its rays and deducts from the number of years. If the houseruler is not in aspect with the controller, but is otherwise found to be favourably configured, i.e. in the Ascendant, at MC while rising, it will allot the full span of years. If it is not at one of the other angles, it will deduct a portion of the arc proportional to its relationship with the rest of the horoscope, but will allot the remainder as the length of life.
So, in all cases it will be necessary to figure the number of years allotted by the controller and compare them with the years allotted by the houseruler. The total will be the number of years the native will live. If the years of the houseruler are less than those of the apheta, he will live the years of the houseruler. The houseruler will allot the time – if the nativity has a houseruler – with some deduction of the arc from angle to angle. If the years of the apheta are less than the years of the houseruler, the native will live the number of years allotted by the apheta and the nativity will be judged to lack a houseruler. If the controller is appropriately situated, each one (viz. the apheta and the houseruler) will assign its own period of years.
Some astrologers figure the distance from the houserulers to the angles using only the Ascendant and the Descendant. If they are 5 or 6 signs apart, they subtract an appropriate amount. I say that one should figure the houseruler’s distance from all of the four angles, then subtract – if in fact the nativity is found to have a houseruler. For he says: “…If a star is found to be at MC, in the XI Place of the Good Daimon, or in some operative place, it will allot the full span of years.” So he did not subtract the appropriate amount from just the Ascendant or the Descendant position. If neither the sun nor the moon are in the aphetic place, but the Ascendant or MC are, one should not figure the number of years from the aphetic place to the point square with it. Instead determine the number of degrees from the apheta to the next angle, then forecast the years – unless some anaereta embezzles from the number of years by applying its rays.
An example: let a nativity in the second klima have Gemini 8° as the Ascendant, Aquarius 22° as MC. Even though the vital sector starts at the Ascendant, its ending point is by no means at the point square with it, Virgo 8°, but at IC, Leo 22°. I can forecast this total of years, unless some anaereta casts its rays. If an anaereta is in Gemini 20°, or in any degree of Cancer, or projects its rays to such a point, the native will live as many years as the number of degrees (=rising times) from the aphetic point to the anaeretic point. In the same way if we make the vital sector begin at MC, Aquarius 22°, we will not find the sum of years to be the distance from MC to the point square with it, Taurus 22°, but to Gemini 8° the Ascendant.
It is obvious that the vital sector can exceed 90° when using the method of signs, but it cannot exceed the distance to an angle. Occasionally this latter method can be used with the sun and moon, in which case they will exceed 90° if they are helped by houserulers, i.e. when they have houserulers in aspect, favourably situated, and able to allot the full span. In the same example: if we start the vital sector at the Descendant, Sagittarius 8°, we will find the end to be at Aquarius 22° MC. In each case, after finding the aphetic place, it will be necessary to examine the distance to the next angle, and to make the vital sector extend to that position, if no anaereta intercepts.
Let this further method be regarded as mystically proven in great detail by us: to treat the degree-position of the apheta as if it were MC. With it as MC, it will be necessary to investigate (using the correct klima) which degree can be in the Ascendant. Having found this, make the vital sector extend to that point. For example: let the aphetic point be at Scorpio 12° in the second klima. If we calculate this as the Ascendant, the vital sector will extend to Aquarius 13°, which is IC. But if, as we just stated, we make this point (Scorpio 12°) MC, we will find in the table of rising times that Capricorn 28° is the Ascendant, and that the vital sector will extend from Scorpio 12° to Capricorn 28°. We will find the same to be true for the rest of the nativities or signs.
Likewise make the anaeretic position the Ascendant (as with the aphetic point) and, while it is the Ascendant, examine which degree of which sign can be MC. Make the vital sector extend to that position or to the point in opposition. In addition calculate in detail the relationships of the houseruler (as we stated above), and examine the distance to the next angle, the configuration of the horoscope, and the combinations of the stars and the apheta.
An example: let the Ascendant be Sagittarius 18°, MC Libra 4°, and the houseruler Mercury at Virgo 13°. I calculate the distance from it (Mercury) to the Ascendant as 35°, which equals 2 1 ⁄3 hours. Now since 76 is assigned as the full span of years, I divide this by 12 hours and find for each hour, 6 years 4 months. So for the 2 hours we find 12 years 8 months, plus (for the one-third hour) 2 years 1 month 10 days. The total is 14 years 9 months 10 days. I subtract this from 76, and the result is 61 years 2 months 20 days. It is necessary to calculate in the same way if you subtract from the other angles. Having established this, now let the moon be the apheta at Libra 8°. For the remaining 22° (of Libra) I assign 29 years 4 months; for the 30° of Scorpio, 36 years; and for the 17° of Sagittarius, 18 years 1 month 18 days. Added, the total of the vital sector is 83 years 5 months 18 days.
Now since the years of the apheta are more than the years of the houseruler, the native will live as many years as the houseruler, Mercury, allots: 61 years 2 months 20 days. If the years of the apheta were less than those of the houseruler and suffered a deduction because of a destructive ray, e.g. at 53 years, it would happen that the cited nativity would live only 53 years. If, however, the houseruler is found to be at an angle and rising, or happens to be in operative degrees, even though the vital sector has more years, the houseruler will allot its total span. If the houseruler is favorably located, the destructive stars, even in conjunction or projecting their rays, will no longer shorten the length of life. If the nativity is found to lack a houseruler in the vital sector, it will then be necessary to examine the affiliations of the anaeretic stars or their aspects, whether sextile, trine, square, or opposition.
The anaeretic stars are Saturn, Mars, the sun, and the moon coming to a phase. The anaeretic places of each sign are the aphetic terms and the terms of malefics. The anaeretic degrees are considered to be the 3° on each side of the apheta, because each 3° segment either preceding or following has the same effect as conjunction or equivalent degree-position. As a result, the degree itself (of the apheta) plus the two segments total 7° in all. Malefics projecting rays into this area become anaeretic, while benefics prevent the destruction.
For example: let a nativity have Aries 12° as the Ascendant. This point will be the midpoint (of the segment Aries 9°) to Aries 15°. If a malefic projects rays into the arc from Aries 9° to Aries 15°, it will be destructive in these degrees, not only in the sign of the vital sector, but in the other signs from the apheta to the point square with it. For example: if Aries is the Ascendant, and if Saturn or Mars are found at Taurus 15° or Gemini 15°, and if the vital sector comes to Taurus 12° or 13° or to Gemini 12° or 13° in the sequence of chronocratorships, there will be destructive action. If the destructive stars are at or just following an angle, they become more active; if they are not at an angle, they are weakened.
Let this method be most effective for those at an angle. For example: Aries is the Ascendant as cited above, and Saturn is at Sagittarius 13°, 12° or even 20°. Figured by signs, it just precedes MC, but since it projects its rays into an angle and into operative places (viz. into Aries, which is trine with Sagittarius), it will be considered the anaereta. If, however, Saturn is found in Sagittarius 3° or 7°, it will precede an angle both by degrees and according to signs, and it will not be the anaereta.
This happens because an anaereta which projects rays from an angle into inoperative degrees which precede an angle does not become destructive. All this also applies to benefics.
4. Περὶ ἀνέμων τῶν ἀστέρων καὶ τῶν ὑψωμάτων καὶ βαθμῶν
Τούτων οὕτως ἐχόντων δεῖ καὶ τοὺς ἀνέμους ὑποτάξαι· πρότερον δὲ δεῖ σκοπεῖν, ἐν αἷς ἕκαστος μοίραις ὑψοῦται· ἐκ γὰρ τούτων ἡ διάκρισις γινώσκεται. Ὁ μὲν οὖν Ἥλιος ὑψοῦται περὶ μοῖραν ιθ′ τοῦ Κριοῦ, ἡ δὲ Σελήνη περὶ τὴν τρίτην τοῦ Ταύρου, ὁ δὲ Ζεὺς περὶ τὰς ιε′ τοῦ Καρκίνου, ὁ δὲ Ἄρης περὶ τὴν κη′ τοῦ Αἰγόκερω, ὁ δὲ Κρόνος περὶ τὴν κα′ τοῦ Ζυγοῦ, ὁ δὲ Ἑρμῆς περὶ τὴν ιε′ τῆς Παρθένου, ἡ δὲ Ἀφροδίτη περὶ τὴν κζ′ τῶν Ἰχθύων. Ἐν δὲ ταῖς διαμέτροις μοίραις ταπεινοῦνται. Τὸ οὖν προηγούμενον ἑκάστου ὑψώματος τετράγωνον βόρειον κληθήσεται καὶ τὸ ἑπόμενον νότιον. Οἷον ἐπεὶ ὁ Ἥλιος ὑψοῦται περὶ μοῖραν ιθ′ τοῦ Κριοῦ, ἔσται προηγούμενον αὐτοῦ τετράγωνον ἀπὸ ιθ′ μοίρας τοῦ Αἰγόκερω· ἐὰν οὖν εὑρεθῇ ἐν τούτῳ, λέγομεν αὐτὸν βορρὰν ἀναβαίνειν καὶ ὕψος ὑψοῦσθαι· ἀπὸ δὲ ιθ′ τοῦ Κριοῦ ἕως ιθ′ τοῦ Καρκίνου καταβαίνει τὸν βορράν· ἀπὸ δὲ ιθ′ τοῦ Καρκίνου ἕως ιθ′ τοῦ Ζυγοῦ καταβαίνει τὸν νότον· ἀπὸ δὲ ιθ′ τοῦ Ζυγοῦ ἕως ιθ′ τοῦ Αἰγόκερω ἀναβαίνει τὸν νότον.
Ἐὰν δὲ καὶ τὸν βαθμὸν τοῦ ἀνέμου ζητῶμεν, οὕτως εὑρήσομεν. Ἐπεὶ ἕκαστος βαθμός ἐστι μοιρῶν ιε′, ἀπὸ τῆς ἑκάστης μοίρας λαβὼν τὸ διάστημα τοῦ ἀστέρος καὶ ἐκκρούσας τὸ ιε′ ἐπιγνώσομαι. Οἷον ἔστω Ἥλιος Ὑδροχόου μοίρᾳ κβ′· λαμβάνω ἀπὸ τῆς ιθ′ τοῦ Αἰγόκερω ἕως κβ′ Ὑδροχόου· γίνονται λγ′· ἀφαιροῦμεν τὰς δὶς ιε′ μοίρας λ′, οἵ εἰσι βαθμοὶ β′· λοιπαὶ γ′, ὥστε εἶναι τὸν Ἥλιον τῆς τοῦ βορρᾶ ἀναβάσεως ἐπὶ βαθμοῦ τοῦ ἀνέμου γ′. Τοῦτο μὲν οὖν ὑποδείγματος χάριν ἐκτιθέμεθα· καὶ ἐπὶ τῶν ἀνέμων τῶν λοιπῶν λογισαμένους τό τε βόρειον καὶ τὸ νότιον ἡμικύκλιον ὡσαύτως χρὴ πραγματεύεσθαι τόν τε ἄνεμον καὶ τὸν βαθμόν.
Ἐπὶ πάσης οὖν γενέσεως ἐπιγνῶναι δεῖ, πότερον Ἥλιος ἢ [ἡ] Σελήνη ἢ ὡροσκόπος ἀφέτης ἐστὶ καὶ ποῖον ἄνεμον τρέχει καὶ οὕτως τοὺς λοιποὺς ἀστέρας συνορᾶν. Ἐὰν γάρ [τισι] τινες τὸν αὐτὸν τῷ ἀφέτῃ ἄνεμον τρέχωσιν, ἔσονται οἰκεῖοι καὶ συμπαθεῖς καὶ μάλιστα τοῖς ἰδίοις χρόνοις· κρείσσονες δὲ καὶ ἐπωφελεῖς, ἐὰν καὶ ἀνατολικοὶ ἢ ἐπίκεντροι τύχωσιν ἢ τοῖς ἀριθμοῖς προστιθέντες καὶ τῆς αὐτῆς αἱρέσεως.
Ἐὰν δέ τις τῶν ἀστέρων τὸν ἐναντίον τῷ ἀφέτῃ ἄνεμον τρέχῃ, ἐναντίος γενήσεται καὶ κακοποιὸς καὶ μάλιστα ἐπὶ τῆς τῶν χρόνων παραδόσεως. Ἐὰν δὲ καὶ δυτικὸς καὶ τοῖς ἀριθμοῖς ἀφαιρῶν, βλαπτικὸς καὶ ἐπικίνδυνος· οὐδ’ ἐὰν ἐπίκεντρος τύχῃ ἐν τούτῳ τῷ μέρει, ἀγαθοποιὸς κριθήσεται διὰ παντός. Ἐὰν δὲ τινὰ μὲν οἰκεῖα σχήματα ἔχῃ τινὰ δὲ ἀνοίκεια πρὸς τὸν ἀφέτην, ἀνώμαλος καὶ οὐ κατὰ πᾶν ὠφέλιμος οὐδὲ βλαπτικός. Ἐὰν δὲ ὁ ὡροσκόπος ἀφέτης εὑρεθῇ, τὸν κύριον τῶν ὁρίων τότε σκοπεῖν δεήσει καὶ ἐπιγνῶναι, ποῖον ἄνεμον τρέχει ἢ καὶ ἐπίκεντρος ἢ ἀνατολικὸς ἢ προσθετικός, καὶ συγκρίνειν πρὸς τοὺς λοιπούς.
Τινὲς μὲν οὖν δόξουσι ταύτην τὴν αἵρεσιν ματαίαν ὑπάρχειν· ἐγὼ δέ φημι φυσικωτέραν μᾶλλον καὶ ἐνεργεστέραν εἶναι· ἐν γὰρ ταῖς κανονικαῖς συμπήξεσιν ἄλλοι ἄλλως τὸν τόπον τοῦτον πραγματευόμενοι οὐ διηκρίβωσαν.
4. The Winds of the Stars, their Exaltations, and their Steps
Having established this, it is necessary to append the winds. First it is necessary to examine the degree in which each star is exalted; from these the determination is made:
| Star | Exaltation |
| Sun Moon Jupiter Mars Saturn Mercury Venus |
Aries 19° Taurus 3° Cancer 15° Capricorn 28° Libra 21° Virgo 15° Pisces 27° |
Each star has its depression at the point in opposition to its exaltation. The point square with the exaltation and preceding it is called northern; the point square and following it is called southern. For example: the sun is exalted in Aries 19°, and the point square with it and preceding is Capricorn 19°. If the sun is found there, we say it is ascending north and the exaltation is exalted. From Aries 19° to Cancer 19° it is descending north. From Cancer 19° to Libra 19° it is descending south. From Libra 19° to Capricorn 19° it is ascending south.
If we seek the step of the wind, we find it as follows: since each step has 15°, we find the distance of the star from each degree (listed above), then divide it by 15. For example: the sun is in Aquarius 22°. I find the distance from Capricorn 19° to Aquarius 22°; this is 33°. I subtract 30° (2 times 15°), which is equivalent to 2 steps, with a remainder of 3°. So the sun is ascending north in the third step of that wind. We have given this to use as an example. Note that the northern and southern hemispheres must be calculated when the rest of the winds are determined, as must the wind itself and the step also.
For each nativity it is necessary to note whether the sun, the moon, or the Ascendant is the apheta, and which wind it has. Then examine the other stars. If any have the same wind as the apheta, they will be related and associated, especially in their own chronocratorships. In fact they will be stronger and more effective if they are rising, at an angle, proceeding with their proper motion, and in their own sect.
If any star has a wind opposite to that of the apheta, it will oppose the apheta and will be malefic, especially at the transmission of the chronocratorship. If the star is setting or proceeding with a retrograde motion, it will be harmful and hazardous. It will not be considered a benefic at all, even if it happens to be at an angle during this period. If any star has a configuration with the apheta which is related in some ways, unrelated in others, it will be variable, not entirely helpful or harmful. If the Ascendant is found to be the apheta, it will be necessary to examine the ruler of the terms, and to note which wind it has and whether it is at an angle, rising, or proceeding with its proper motion, then to compare it with the other stars.
Now some astrologers think that this procedure is useless; I say that it is most scientific and effective. In their astronomical tables, astrologers have worked out this topic in various ways, but they have not brought it to perfection.
5. Περὶ αἱρέσεως τῶν ἀστέρων
Δεῖ δὲ σκοπεῖν καὶ τὰς αἱρέσεις τῶν ἀστέρων. Ἥλιος μὲν γὰρ καὶ Ζεὺς καὶ Κρόνος ἡμέρας ὑπέργειοι χαίρουσι, νυκτὸς δὲ ὑπόγειοι· Σελήνη δὲ καὶ Ἄρης καὶ Ἀφροδίτη νυκτὸς ὑπέργειοι χαίρουσι, ἡμέρας δὲ ὑπόγειοι· Ἑρμῆς παρὰ τὰς αἱρέσεις τοῦ οἰκοδεσπότου ἐν οἷς ἐστιν ὁρίοις. Ὅθεν ἐπὶ μὲν τῶν ἡμέρας γεννωμένων ἐάν τις εὑρεθῇ ἔχων Δία Ἥλιον Κρόνον ὑπεργείους καλῶς ἐσχηματισμένους, ἄμεινον ἔσται τοῦ ὑπογείους ἔχοντος. Ὁμοίως δὲ καὶ τοὺς νυκτερινοὺς ἐὰν ὑπεργείους τις ἔχῃ, σύμφορον. Ἡ δὲ Ἀφροδίτη μᾶλλον χαίρει ὡροσκοποῦσα ἢ μεσουρανοῦσα καὶ οἱ λοιποὶ δὲ ἀστέρες χαίρουσιν ὡροσκοποῦντες ἤπερ δύνοντες.
5. The Sects of the Stars
It is necessary to examine the sects of the stars: for day births the sun, Jupiter, and Saturn rejoice above the earth; for night births, below the earth. For night births the moon, Mars, and Venus rejoice above the earth; for day births below the earth. Mercury rejoices according to the sect of the houseruler in whose terms the star is located. Consequently for day births, if a nativity is found to have Jupiter, the sun, or Saturn favorably configured above the earth, this will be better than having them below the earth. Likewise for night births it is advantageous if the nocturnal stars are found above the earth. Venus particularly rejoices when in the Ascendant or at MC; the rest rejoice in the Ascendant or Descendant.
6. Τῶν προκειμένων κεφαλαίων ὑποδείγματα
Ἔστω ἐπὶ ὑποδείγματος Ἥλιος Καρκίνῳ μοίρᾳ κθ′ λ′, Σελήνη Ἰχθύσι μοίρᾳ ιβ′, Κρόνος Τοξότῃ μοίρᾳ κζ′ η′, Ζεὺς Παρθένῳ μοίρᾳ κβ′ ιγ′, Ἄρης Σκορπίῳ μοίρᾳ ζ′ κγ′, Ἀφροδίτη Καρκίνῳ μοίρᾳ κη′ ιγ′, Ἑρμῆς Λέοντι μοίρᾳ ια′ κε′, ὡροσκόπος Ἰχθύσι μοίρᾳ ιζ′, μεσουράνημα Τοξότῃ μοίρᾳ κε′. Ἀνοικοδεσπότητος ἡ γένεσις διὰ τὸ ὑπὸ δύσιν ἐμπεπτωκέναι Ἀφροδίτην τὴν κυρίαν τῶν ὁρίων τῆς Σελήνης· ἀφέτης ὡροσκόπος, Ἑρμῆς ὁ τῶν ὁρίων κύριος Ἀφροδίτης καὶ αὐτὸς ὑπὸ δύσιν ἀποκεκλικὼς εὑρέθη. Ἡ οὖν ἄφεσις ἀπὸ τοῦ ὡροσκόπου ἕως τῆς τετραγώνου πλευρᾶς καὶ τῆς πρὸς Κρόνον ἀπὸ διαμέτρου ἀκτινοβολίας εἰς κακοποιοῦ ὅριον· Ἄρης γὰρ τὴν διάμετρον ἀκτῖνα παρήλλαξε διὰ τὸ ἰσόμοιρον εὑρεθέντα Δία κεκωλυκέναι τὴν ἀναίρεσιν. Ἐτελεύτα οὖν ἐτῶν ξθ′· ἐὰν δὲ μὴ ἐκώλυσεν ὁ Ζεὺς τετραγωνίσας, μόνα ἔτη ξδ′ ἔζησεν ἄν.
Ἄλλη. Ἥλιος Ἰχθύσι μοίρᾳ κε′ η′, Σελήνη Διδύμοις μοίρᾳ ιϛ′ νγ′, Κρόνος Ἰχθύσι μοίρᾳ α′ κε′, Ζεὺς Τοξότῃ κδ′ ιη′, Ἄρης Ταύρῳ κα′ η′, Ἀφροδίτη Ὑδροχόῳ μοίρᾳ θ′, Ἑρμῆς Κρόνος Ταύρῳ λβ′, ὡροσκόπος Ζυγῷ ιε′, μεσουράνημα Καρκίνῳ ιϛ′. Τὰ φῶτα ἀπέκλιναν, ὡροσκόπος ἀφέτης, ὅρια Διὸς καὶ Ζεὺς παρέπεσεν, ἀνοικοδεσπότητος ἡ γένεσις, ἡ ἄφεσις ἕως τῆς διαμέτρου Ἄρεως τῆς ἐν Σκορπίῳ μοίρας κα′· τοῖς γὰρ ἀφετικοῖς ὁρίοις ἐφεστὼς εἰς τὰ αὐτὰ ὅρια βάλλων ἀνεῖλεν. Ἐτελεύτα τῷ να′ ἔτει. Ἔστιν οὖν τὰ ἀφετικὰ ὅρια καὶ τῶν κακοποιῶν ἀναιρετικὰ οὐ μόνον ἐφ’ ὧν ἔπεισι μοιρῶν οἱ ἀναιρέται ἢ τὰς ἀκτῖνας βάλλουσιν, ἀλλὰ καὶ ὅταν ἡ ἄφεσις ἐν ἀρχῇ τοῦ ὁρίου γένηται. Ἄλλως τε οὐ μόνον τὸν χρόνον τοῦ ἀκτινοβολουμένου ζῳδίου συλλογίζεσθαι δεῖ, ἀλλὰ καὶ τοῦ ἀκτινοβολοῦντος, ἐφ’ οὗ ὁ ἀναιρέτης τυγχάνει.
6. Examples Illustrating the Previous Chapters
An example: sun in Cancer 29° 30', moon in Pisces 12°, Saturn in Sagittarius 27° 8', Jupiter in Capricorn 22° 13' <7°?>, Mars in Scorpio 7° 23', Venus in Cancer 28° 13', Mercury in Leo 11° 25', Ascendant in Pisces 17°, MC in Sagittarius 25°. The nativity was without a houseruler because Venus, the ruler of the terms of the moon, had already set. The apheta was the Ascendant. Mercury, the ruler of its Ascendant’s terms, was itself found just preceding the Descendant. Thus the vital sector extends from the Ascendant to the point square (Gemini 17°), and to the projection of rays on the part of Saturn into the point in opposition (to Saturn: Gemini 27°) to Saturn, which is in the terms of a malefic (Saturn). Mars deflected its diametrically opposite ray because Jupiter was found in an equivalent degree and hindered the anaeretic influence. The native died at age 69, but if Jupiter trine had not hindered this malign influence, he would have lived only 64 years.
Another example: sun in Pisces 25° 8', moon in Gemini 16° 53', Saturn in Pisces 1° 25', Jupiter in Sagittarius 24° 18', Mars in Taurus 21° 8', Venus in Aquarius 9°, Mercury in Aries 12°, Ascendant in Libra 15°, MC at Cancer 16°. The luminaries preceded the angles MC Descendant, the Ascendant was the apheta in the terms of Jupiter, and Jupiter was unfavorably situated. The nativity lacked a houseruler, and the vital sector was from the Ascendant to Scorpio 21°, the point in opposition to Mars. Mars, located in the aphetic terms (of Jupiter) and casting rays into the same terms, was the anaereta. The native died in his 51st year. The aphetic terms and the anaeretic terms (i.e. the terms of malefics) are not only those degrees in which the destructive stars are found or into which they cast their rays, but also those where the vital sector is in the beginning of the term (of a malefic). In addition, it is necessary to calculate not only the chronocratorship of the sign which receives the ray, but also that of the sign which casts the ray, the sign in which the anaereta is found.
7. Ἄλλως περὶ ἐχθρῶν τόπων καὶ ἀφέσεων ἐκ τῶν Κριτοδήμου
Ἀπὸ Σελήνης καὶ ὡροσκόπου· ἀλλ’ ὁπόταν ἡ Σελήνη ἀφέτης εὑρεθῇ, παραφυλάττεσθαι χρὴ τὰς κωλύσεις καὶ τὰς ἑξαγώνους πλευρὰς καὶ τετραγώνους καὶ διαμέτρους τὰς πρὸς τὸν ὡροσκόπον κατὰ ἀναφοράν. Αὗται γὰρ ἐνεργητικαὶ κριθήσονται, καὶ μάλιστα ἐν τοῖς ἰσανατόλοις ἢ ἰσαναφόροις ἢ ἰσοδυναμοῦσιν ἢ τοῖς ἀκούουσιν ἢ βλέπουσι ζῳδίοις ἢ ταῖς ἀντισκίοις μοίραις. Ὁμοίως δὲ κἂν ὁ ὡροσκόπος ἀφέτης εὑρεθῇ, τὰς πρὸς τὴν Σελήνην διαστάσεις ὡσαύτως σκοπεῖν κατὰ ἀναφοράν. Ἔδοξε δέ μοι ἐκ πείρας θανατικὰς μοίρας κρίνειν καὶ δυναστικὰς τὰς μεσουρανούσας τοῦ τε ὡροσκόπου καὶ τῆς Σελήνης πρὸς ἀλλήλους καὶ τὰς τούτων διαμέτρους· αὗται γὰρ κεντρωθεῖσαι οὐ τὴν τυχοῦσαν κέκτηνται δύναμιν.
7. Another Method from Critodemus about Hostile Places and Vital Sectors
From the Moon and the Ascendant. Whenever the moon is found to be the apheta, one must observe the contacts and the points which are sextile, square, and in opposition to the Ascendant with reference to their rising times. These will be considered as effective, especially when they are in signs of the same or equal rising times, signs of the same power, the listening or beholding signs, or the degrees of the antiscia. Likewise if the Ascendant is found to be the apheta, then it will be necessary to examine its distances (=aspects) with respect to the moon according to rising times. My experience indicates that the fatal degrees and the powerful degrees are those at MC, those at the Ascendant and the moon by themselves, and those in opposition to these points. If they are at an angle, they have an extraordinary influence.
8. Περὶ ἐχθρῶν ἀστέρων καὶ κλιμακτηρικῶν τόπων περὶ τὸ α′ ὄργανον Κριτοδήμου
Σκοπεῖν δὲ δεῖ καὶ τοὺς ἐχθροὺς τόπους καὶ τοὺς ἀστέρας οὐ τῶν ἄλλων μόνον, ἀλλὰ καὶ τοῦ ὡροσκόπου καὶ Ἡλίου καὶ Σελήνης· οὗτοι γὰρ ἐὰν ἐναντίοι γένωνται, τοὺς κλιμακτῆρας καὶ τοὺς θανάτους σημαίνουσιν. Οἷον ἐπὶ τοῦ Κρόνου τῶν μοιρῶν τὰς διαμετρούσας θεωρεῖν, τίνος εἰσὶ θεοῦ, καθὼς ἐν τῷ ὀργάνῳ πρόκειται· κἀκεῖ Κρόνου ὄντος ἀποθανεῖται ἢ ἐν τοῖς τετραγώνοις τοῦ ὡροσκόπου ἢ ἰσαναφόροις, καθὼς ἂν ὁ χρόνος συντρέχῃ· τὸ δ’ αὐτὸ καὶ ἐπὶ τῶν ἄλλων ἀστέρων. Ἐχθροὶ γάρ εἰσιν οἱ τῶν ἀντικειμένων μοιρῶν ὁρικοὶ κύριοι. Οὗτοι οὖν παραγενόμενοι ἐπὶ τοὺς τόπους τὰς ἀναιρέσεις σημαίνουσιν ἢ εἰς τὰς ἀναφορὰς τοῦ ὡροσκόπου.
Οἷον ἔστω Κρόνος Καρκίνου μοίρᾳ κα ὁρίοις Ἀφροδίτης, διάμετρος Αἰγόκερως ὅρια Ἄρεως· Ἥλιος Ταύρου μοίρᾳ κζ′. Ἐνθάδε Κρόνου ὄντος ἀποθανεῖται Παρθένῳ· τὸ γὰρ μοιρικὸν τετράγωνον τοῦτο. Ζεὺς Σκορπίου μοίρᾳ ιδ′ ὁρίοις Κρόνου· αἱ ιδ′ Ταύρου εἰσὶν ὅρια Κρόνου· οὗτος ἑαυτῷ ἐχθρὸς οὐ γίνεται. Ἔστιν οὖν τὸ ἰσανάφορον Σκορπίου Λέων· εἰσὶν οὖν αἱ ιδ′ μοῖραι Λέοντος ὅρια Ἡλίου· ἐλθὼν οὖν ὁ Ζεὺς ἐπὶ τοὺς τοῦ Ἡλίου τόπους ἀναιρεῖ.
Ἄρης Ταύρου μοίρᾳ κζ′ ὁρίοις Ἡλίου· αἱ δὲ αὐταὶ Σκορπίου εἰσὶν ὅρια Ἡλίου. Ἐχθρὸς δὲ αὐτὸς ἑαυτοῦ οὐ γίνεται· ζητεῖν οὖν τὰς ἐν Λέοντι μοίρας κζ′ ἢ ἐν τῷ ἰσαναφόρῳ· εἰσὶ δὲ Ὑδροχόῳ κατὰ τὰς ὡριαίας διαστολάς. Εἰσὶ δὲ αἱ κζ′ Ὑδροχόου ὅρια Ἀφροδίτης· ἀποθανεῖται οὖν ὄντος ἐν Σκορπίῳ ἢ Ἰχθύσι τοῖς ἰσαναφόροις ἢ τοῖς τούτων τετραγώνοις. Ἐὰν οὖν λογίσηταί τις τὰς κζ′ τοῦ Λέοντος, εὑρήσει Κρόνου ὅρια· Κρόνος δὲ ἦν ἐν Καρκίνῳ· ἀποθανεῖται οὖν Ἄρεως ὄντος Καρκίνῳ ἢ Τοξότῃ ἢ τοῖς τούτων τετραγώνοις.
Ἀφροδίτη Σκορπίῳ μοίρᾳ κζ′ ὁρίοις Ἡλίου· αἱ διαμετροῦσαι Ταύρου μοῖραι λζ′ εἰσὶν ὅρια Ἡλίου. Αὐτὸς ἑαυτῷ ἐχθρὸς οὐ γίνεται· ζητῶ οὖν ἐν τῷ ἰσαναφόρῳ τοῦ Σκορπίου τὰς κζ′, αἵ εἰσιν ὅρια Ἑρμοῦ. Ἀποθανεῖται οὖν Ἀφροδίτης οὔσης ἐν Παρθένῳ, ὅπου Ἑρμῆς ἦν, ἢ ἐν τοῖς τετραγώνοις· τὸ δ’ αὐτὸ καὶ ἐπὶ τοῦ Ἑρμοῦ ποιητέον.
Σκοπεῖν δὲ δεῖ καὶ τὰς κατακλίσεις πρὸς τὸν ἐναντίον τόπον καὶ οἵους ἐπὶ τοὺς ἐχθροὺς τροπὰς ὄντας καὶ τοὺς μηνιαίους καὶ τοὺς ἡμερησίους καὶ ὡριαίους κλιμακτῆρας ποιοῦντας πρὸς τὴν τῆς Σελήνης τριακοντάδα, ἐξ ἧς ὁ ἐναντίος ἀστὴρ εὑρίσκεται. Ἔκ τε οὖν Ἡλίου καὶ Σελήνης καὶ ὡροσκόπου ὁ ἀφέτης κριθήσεται ἢ ὁ μετὰ τὸν ὡροσκόπον εὑρισκόμενος ἀστὴρ καὶ ἑξῆς τοῖς ἄλλοις ὡς ἔτυχον καὶ ἐπὶ τῆς γενέσεως ζῳδιακῶς καὶ μοιρικῶς διακρίνων ἀνὰ ἔτη ι′ καὶ μῆνας θ′.
8. Hostile Stars and Critical Places. The First Table of Critodemus
It is necessary to investigate the hostile places and stars, not only with respect to the other stars, but also for the Ascendant, the sun, and the moon. When they come into opposition, they indicate critical periods and death. Take Saturn for example: note which god controls the degrees in opposition to the position of Saturn, as given in the table. The native will die when Saturn is there, is square with the Ascendant, or in signs with the same rising time, depending on when the chronocratorships coincide. The same must be done for the other stars, because the rulers of the terms of the degrees in opposition are hostile. These stars indicate destruction when they come to these places or to the places with the same rising times as the Ascendant.
For example: Saturn in Cancer 21°, terms of Venus. The point in opposition is Capricorn 21°, terms of Mars; Mars was in Taurus 27°. The native will die when Saturn is in Virgo, because it was square, as calculated by degrees. Jupiter in Scorpio 14°, terms of Saturn. Taurus 14° (the point in opposition) is also in the terms of Saturn,and this star does not become hostile to itself. Leo has the same rising time as Scorpio, and Leo 14° is in the terms of the sun. So Jupiter is the anaereta when it comes to the places of the sun.
Mars in Taurus 27°, terms of the sun. The same position in Scorpio (the point in opposition) is also in the terms of the sun. Since the star does not become hostile to itself, I then investigate Leo 27° or the sign of equal rising time with Taurus, which is Gemini according to the hourly intervals. Gemini 27° is in the terms of Venus. The native will die when Mars is in Scorpio or Pisces, which have the same rising times (as Leo and Taurus), or in the signs square with them. If anyone calculates Leo 27°, he will find it to be in the terms of Saturn. Saturn was in Cancer. So the native will die when Mars is in Cancer, Sagittarius, or the signs square with them.
Venus in Scorpio 27°, terms of the sun. The point in opposition is Taurus 27°, terms of the sun, This star does not become hostile to itself, so I investigate Scorpio 27°, of equal rising time, which is in the terms of Mercury. The native will die when Venus is in Virgo, where Mercury was, or in the signs square with it. The same procedure should be followed with respect to Mercury.
In casting horoscopes for patients struck down by illness, it is necessary to examine the places in opposition, the stars in the hostile places, and the stars causing the monthly, daily, and hourly critical periods, with respect to the degree-position/sign of the moon in which the opposing star is found. The vital sector will be considered as starting from the sun, the moon, or the Ascendant, or from the star found following the Ascendant, then the other stars in sequence in order of sign and degree at the nativity, making the determination of the chronocrators by the 10 year 9 month system.
9. Περὶ ἀνέμων καὶ τροπῶν
Σύνοδον καὶ πανσέληνον ἀπὸ χειρὸς εὑρεῖν. Λαβὼν ἀπὸ τῆς ἡλιακῆς μοίρας ἐπὶ τὴν σεληνιακὴν καὶ ἐπιγνοὺς πόσα ἐστὶ δωδεκατημόρια ἀνάδραμε ἀπὸ τῆς ἡλιακῆς μοίρας κἀκεῖ εὑρήσεις τὴν σύνοδον. Καὶ ἡ Σελήνη δὲ τοσαύτας ἀπὸ συνόδου ἐφέξει μοίρας, ὅσα ἐὰν εὑρεθῇ δωδεκατημόρια. Ἐπὶ δὲ τῶν πανσελήνων γενέσεων ἀπὸ τῆς διαμετρούσης τὸν Ἥλιον μοίρας λάμβανε ὡς ἐπὶ τὴν Σελήνην καὶ ἐπιγνούς, πόσα ἐστὶ δωδεκατημόρια, ἀφαίρει ἀπὸ τῆς διαμετρούσης τὸν Ἥλιον μοίρας· κἀκεῖ ἔσται ἡ πανσέληνος. Ἐὰν δὲ τῇ πανσεληνιακῇ μοίρᾳ προσθῇς ιε′, εὑρήσεις τὴν μέλλουσαν σύνοδον. Ὁμοίως δὲ καὶ τῇ συνοδικῇ μοίρᾳ ἐὰν προσθῇς ιε′, εὑρήσεις τὴν μέλλουσαν πανσέληνον.
Οἷον Μεσωρὶ β′ Ἥλιος Λέοντι μοίρᾳ ε′, Σελήνη Ζυγῷ μοίρᾳ κϛ′· τὸ διάστημα ἀπὸ τοῦ Ἡλίου ἐπὶ τὴν Σελήνην γίνεται πα′, ἅ ἐστι δωδεκατημόρια ζ′ ἔγγιστα. Ἔσται οὖν ἑβδόμη ἡ Σελήνη ἀπὸ συνόδου. Πάλιν τὰ ἑπτὰ ἀνεπόδισα ἀπὸ ἡλιακῆς μοίρας· κατέληξεν εἰς τὴν τοῦ Καρκίνου μοῖραν κη′· ἐκεῖ ἡ σύνοδος ἐγένετο. Καὶ ἀπὸ τῆς δευτέρας τοῦ Μεσωρὶ ἀνεπόδισα τὰς ζ′· γίνεται Ἐπιφὶ κε′· ταῖς οὖν κη′ τοῦ Καρκίνου ἐὰν προσθῶμεν ιε′, γίγνεται Λέοντι ιγ′. Ἔσται οὖν ἡ πανσέληνος Λέοντι μοίρᾳ ιγ′.
Τὴν δὲ πανσέληνον οὕτως· ἔστω Μεχὶρ ιγ′ Ἥλιος Ὑδροχόῳ μοίρᾳ κβ′, Σελήνη Σκορπίῳ μοίρᾳ ζ′. Ἔλαβον ἀπὸ τῆς διαμετρούσης τὸν Ἥλιον μοίρας Λέοντος κβ′ ἕως τῆς σεληνιακῆς· γίνονται οε′. Εἰσὶν οὖν δωδεκατημόρια ϛ′, ἅτινα ἀφαιρῶ ἀπὸ τῆς τοῦ Λέοντος μοίρας κβ′· λοιπαὶ ιϛ′, ἐν αἷς γέγονεν ἡ πανσέληνος. Πάλιν τὰς ϛ′ ἀφεῖλον ἀπὸ τῆς ιγ′ τοῦ Μεχίρ· γέγονε τοῦ Μεχὶρ ζ′. Ὁμοίως ἐπεὶ ἀπὸ συνόδου ἕως πανσελήνου εἰσὶν ἡμέραι ιε′, ταύταις προσέθηκα τὰς η′· γίνονται κα′. Τοσαύτας ἡμέρας ἡ Σελήνη ἀπὸ τῆς συνόδου ἀφέξει.
9. A Handy Method for New and Full Moons
To find new and full moons handily: take the distance from the sun’s degree-position to the moon’s, and determine how many dodekatemoria there are between. Count this amount off from the sun’s degreeposition and you will find the new moon there. The moon will be as many degrees from conjunction as there are dodekatemoria which have been determined. For full-moon nativities, take the distance from the point opposite the sun to the moon, and determine how many dodekatemoria there are in this distance. Subtract that amount from the position of the point opposite the sun. The full moon will be there. Also, if you add 15° to the degree-position of the full moon, you will find the position of the next new moon. If you add 15° to the position of the new moon, you will find the next full moon.
For example: Mesore 2, the sun in Leo 5°, the moon in Libra 26°. The distance from the sun to the moon is 81°, which is very nearly 7 dodekatemoria. Therefore the moon is seven days past the conjunction. Next I deduct the 7 from the sun’s position and arrive at Cancer 28°. The previous new moon occurred there. From Mesore 2 I subtract 7; the result is Epiphi 25. If we add 15 to Cancer 28° the result is Leo 13°. The full moon will be at Leo 13°.
Calculate the full moon as follows: assume Mechir 13, the sun in Aquarius 22°, the moon in Scorpio 7°. I take the distance from the point opposite the sun, Leo 22°, to the moon’s position; this is 75°, which equals 6 dodekatemoria. I subtract this from Leo 22°. The result is Leo 16°, where the full moon occurred. Again I subtract the 6 dodekatemoria from Mechir 13, for a result of Mechir 7. Since from the conjunction to the full moon there are 15 days, I add the 8 (days from Mechir 7 to Mechir 13) to this 13, and get 21. Therefore the moon is that many days (21) from new.
10. Ἐκ τῶν Βάλεντος περὶ ἀριθμίου κλήρου καὶ χρόνων ζωῆς· ὁ δὲ αὐτὸς καὶ εἰς τὸ περὶ ἐμπράκτων χρόνων μεθ’ ὑποδειγμάτων
Περὶ δὲ τῆς ἑβδομάδος καὶ σαββατικῆς ἡμέρας οὕτως. Τὰ ἀπὸ Αὐγούστου ἔτη πλήρη καὶ τὰς ἐμβολίμους ἀναλαβὼν πρόσθες καὶ τὰς ἀπὸ Θὼθ ἕως τῆς γενεθλιακῆς ἡμέρας καὶ ἐκ τούτων ἀφαίρει ὁσάκις δύνῃ ἑπτά, τὰς δὲ λοιπὰς ἀπὸ Ἡλίου· εἰς οἷον δ’ ἂν καταλήξῃς ἀστέρα, ἐκείνου ἔσται ἡ ἡμέρα. Ἡ δὲ τάξις τῶν ἀστέρων πρὸς τὰς ἡμέρας οὕτως ἔχει· Ἥλιος Σελήνη Ἄρης Ἑρμῆς Ζεὺς Ἀφροδίτη Κρόνος. Ἡ δὲ τῶν ζωνῶν διάθεσις οὕτως· Κρόνος Ζεὺς Ἄρης Ἥλιος Ἀφροδίτη Ἑρμῆς Σελήνη· ἐκ ταύτης δὲ τῆς διαθέσεως αἱ ὧραι σημαίνονται, ἐκ δὲ τῶν ὡρῶν ἡ ἡμέρα τοῦ ἑξῆς ἀστέρος.
Οἷον ἔτος δ′ Ἀδριανοῦ Μεχὶρ κατὰ Ἀλεξανδρεῖς ιγ′ νυκτὸς ὥρα α′· τὰ ἀπὸ Αὐγούστου ἔτη πλήρη ρμη′ καὶ ἐμβόλιμοι λϛ′ καὶ ἀπὸ Θὼθ ἕως ιγ′ Μεχὶρ ἡμέραι ρξγ′· γίγνεται τμζ′. Ἀφαιρῶ ἑβδομάδας μθ′, λοιπαὶ δ′· ἀπὸ Ἡλίου καταλήγει εἰς Ἑρμοῦ ἡμέραν, καὶ ἡ α′ ὥρα νυκτὸς Ἑρμοῦ, ἡ δευτέρα Σελήνης, ἡ τρίτη Κρόνου, ἡ τετάρτη Διός, ἡ πέμπτη Ἄρεως, ἡ ἕκτη Ἡλίου, ἡ ἑβδόμη Ἀφροδίτης, ἡ ὀγδόη Ἑρμοῦ, ἡ ἐνάτη Σελήνης, ἡ δεκάτη Κρόνου, ἡ ἑνδεκάτη Διός, ἡ δωδεκάτη Ἄρεως·
ἡμέρας α′ Ἡλίου, β′ Ἀφροδίτης, τρίτη Ἑρμοῦ, τετάρτη Σελήνης, πέμπτη Κρόνου, ἕκτη Διός, ἑβδόμη Ἄρεως, ὀγδόη Ἡλίου, ἐνάτη Ἀφροδίτης, δεκάτη Ἑρμοῦ, ἑνδεκάτη Σελήνης, δωδεκάτη Κρόνου. Εἶτα ἑξῆς γίγνεται ἡ ἐπιοῦσα ἡμέρα τουτέστι Μεχὶρ ιδ′· ἔσται Διὸς καὶ ἡ α′ ὥρα.
10. A Handy Method for the Seven-Zone System [or the Sabbatical Day]
For the week [and the Sabbatical day] proceed as follows: take the full years of the Augustan era and the leap years, and add to that sum the days from Thoth 1 to the birth date. Then subtract as many 7’s as possible ( = divide by 7). Count the result off from the sun’s day, and the birth date will belong to the star at which the count stops. The order of the stars with respect to the days is Sun, Moon, Mars, Mercury, Jupiter, Venus, Saturn. The arrangement of their spheres is Saturn, Jupiter, Mars, Sun, Venus, Mercury, Moon. It is from this latter arrangement that the hours are named, and from the hours, the day of the next star in sequence.
For example: Hadrian year 4, Mechir 13 (in the Alexandrian calendar), the first hour of the night. The full years of the Augustan era are 148, the leap years are 36, and from Thoth 1 to Mechir 13 are 163 days. The total is 347. I divide by 7 for a result of 49, remainder 4. Starting from the sun’s day, (the count 4) comes to Mercury’s day. The first hour of that night belongs to Mercury, the second to moon, the third to Saturn, the fourth to Jupiter, the fifth to Mars, the sixth to sun, the seventh to Venus, the eighth to Mercury, the ninth to moon, the tenth to Saturn, the eleventh to Jupiter, the twelfth to Mars.
Of the day the first hour belongs to Sun, the second to Venus, the third to Mercury, the fourth to moon, the fifth to Saturn, the sixth to Jupiter, the seventh to Mars, the eighth to sun, the ninth to Venus, the tenth to Mercury, the eleventh to moon, the twelfth to Saturn. The next day, Mechir 14, continues in this pattern: the first hour belongs to Jupiter.
| Hours of the Night (of Mechir 13) | Hours of the Day (of Mechir 13) | ||
| 1 Mercury 2 Moon 3 Saturn 4 Jupiter 5 Mars 6 Sun |
7 Venus 8 Mercury 9 Moon 10 Saturn 11 Jupiter 12 Mars |
1 Sun 2 Venus 3 Mercury 4 Moon 5 Saturn 6 Jupiter |
7 Mars 8 Sun 9 Venus 10 Mercury 11 Moon 12 Sun |
11. Περὶ κλιμακτῆρος ἑβδομαδικῆς καὶ ἐννεαδικῆς ἀγωγῆς
Εἰ δὲ καὶ τὸν οἰκοδεσπότην τοῦ ἔτους θέλεις ἐπιγνῶναι τῷ αὐτῷ τρόπῳ, οἷον ἐπὶ τοῦ αὐτοῦ ὑποδείγματος τὰ πλήρη Αὐγούστου ἔτη ρμη′ καὶ ἐμβόλιμοι λϛ′ καὶ τοῦ Θὼθ α′· γίγνονται ρπε′· ἐκ τούτων ἀφαιρῶ ἑβδομάδας κϛ′· λοιπαὶ γ′. Ταύτας ἀπὸ Ἡλίου· καταλήγει τὸ ἔτος Ἄρει. Ἐπὰν οὖν ἐπιγνῷς τὸν κύριον τοῦ ἔτους, εὑρήσεις καὶ τὸν κύριον τοῦ μηνὸς οὕτως, τῇ τῶν ζωνῶν διαθέσει ἀνωφερῶς χρώμενος. Οἷον ὁ Θὼθ ἔσται Ἄρεως· ἐπεὶ οὖν ἡ κθ′ τοῦ Θὼθ πάλιν εἰς τὸν Ἄρεα καταλήγει, ἡ λ′ Ἑρμοῦ, ἡ πρώτη τοῦ Φαωφὶ ἔσται Διός, ἡ λ′ Ἀφροδίτης· ἡ α′ τοῦ Ἀθὺρ Κρόνου, ἡ τοῦ Χοιὰκ α′ Σελήνης, ἡ τοῦ Τυβὶ Ἑρμοῦ, ἡ τοῦ Μεχὶρ Ἀφροδίτης. Ἐπεὶ οὖν τοῦ μὲν ἔτους κύριος Ἄρης, τοῦ δὲ μηνὸς Ἀφροδίτη, τῆς δὲ ἡμέρας Ἑρμῆς, τῆς δὲ ὥρας Ἥλιος, τούτους σκοπεῖν δεήσει ἐπὶ τῆς γενέσεως πῶς εἰσι κείμενοι. Ἐπιτόπως μὲν γὰρ καὶ τῆς αἱρέσεως πράξεως δηλωτικοί, καὶ μάλιστα ὅταν ὁ κύριος τοῦ ἔτους διαπορευόμενος τύχῃ τὸν καταγόμενον ἐνιαυτόν, ὁ δὲ τοῦ μηνὸς τὸν μῆνα καὶ ὁ τῆς ἡμέρας τὴν ἡμέραν. Ἐὰν δέ πως παραπέσωσιν ἢ ὑπὸ κακοποιῶν μαρτυρηθῶσιν, ἐναντιωμάτων καὶ ταραχῶν εἰσιν δηλωτικοί.
Ἐμοὶ δὲ μᾶλλον φυσικώτερον ἔδοξε τὰ πλήρη [τὰ] ἀπὸ Αὐγούστου ἔτη καὶ τὰς ἐμβολίμους λαβόντα, καθὼς πρόκειται, καὶ τὰς ἀπὸ Θὼθ ἕως τῆς γενεσιακῆς ἡμέρας καὶ ἐκκρούσαντα ἑβδομάδας καὶ τὰς λοιπὰς ἀπολύσαντα ἀπὸ Ἡλίου ἐκεῖνον κρίνειν τοῦ ἔτους κύριον, εἰς ὃν κατέληξεν ὁ ἀριθμός· ἑκάστης γὰρ γενέσεως ἡ νουμηνία τὴν γεννητικὴν ἡμέραν ἐφέξει. Ἐν δὲ τῷ αὐτῷ ἔτει τοὺς γεννωμένους ὑπὸ μίαν οἰκοδεσποτίαν τετευχέναι οὐ δοκεῖ λόγον ἔχειν. Καθολικῶς οὖν τοῦ ἔτους τὸν κύριον καὶ κοσμικῶν κινήσεων οἱ παλαιοὶ ἐκ τῆς νουμηνίας τοῦ Θὼθ κατελάβοντο (ἔνθεν γὰρ τὴν ἀρχὴν τοῦ ἔτους ἐποιήσαντο), φυσικώτερον δὲ ἐκ κυνὸς ἐπιτολῆς.
11. Of the Houselord of the Year
If you want to know the houseruler of the year, calculate in the same way. To continue with the previous example: the full years of the Augustan era are 148, the leap years are 36, plus the one day of Thoth 1, for a total of 185. I divide by 7 for a result of 26, remainder 3. Count this (3) from the sun’s day. The year goes to Mars. Now that you have found the ruler of the year, you can find the ruler of the month as follows, applying the arrangement of the spheres in ascending order: Thoth (1) is Mars’. Since Thoth 29 goes to Mars again, the 30th is Mercury’s. Phaophi 1 is Jupiter’s, Phaophi 30 is Venus’, Athyr 1 is Saturn’s, Choiak 1 is the moon’s, Tybi (1) is Mercury’s, and Mechir (1) is Venus’. Since the ruler of the year is Mars, of the month, Venus, of the day, Mercury, and of the hour, the sun, it will be necessary to examine how these stars are situated at the nativity. If they are in their proper places and proper sect, they indicate activity/occupation, especially when the ruler of the year happens to be transiting the current year, the ruler of the month transiting the current month, and the ruler of the day transiting the current day. If however they are unfavorably situated and have malefics in aspect, they indicate reversals and upsets.
To me it seems more scientific to take the full years of the Augustan era plus the leap years (as was just stated), plus the days from Thoth 1 to the birth date, then to divide by 7 and count the remainder from the sun’s day. Then consider that day’s star, where the count stops, the ruler of the year. The first day of the month of each nativity will control the birth day. It does not seem reasonable for everyone born in the same year to have the same houseruler ( = ruler of the year). In general, the old astrologers took the ruler of the year and of the universal rotation from the first day of Thoth (where they put the start of the new year), but it is more scientific to take it from the rising of Sirius.
12. Συνοδικὴ καὶ πανσεληνιακὴ ἀγωγὴ καὶ σπορίμη πρὸς τὸν ἀναβιβάζοντα περὶ χρόνων ζωῆς μεθ’ ὑποδειγμάτων
Περὶ δὲ ἀρρενικῶν καὶ θηλυκῶν μοιρῶν οὕτως. Τῶν μὲν ἀρρενικῶν ζῳδίων αἱ πρῶται β′ ἥμισυ μοῖραι ἔσονται ἀρρενικαί, αἱ δὲ ἑξῆς β′ ἥμισυ θηλυκαί· τῶν δὲ θηλυκῶν ζῳδίων αἱ πρῶται β′ ἥμισυ θηλυκαί, αἱ ἑξῆς ἀρρενικαί, αἱ δὲ ἑξῆς θηλυκαί. Τοῖς οὖν συνοδικοῖς ἡ μοῖρα τῆς συνόδου δηλώσει, τοῖς δὲ πανσεληνιακοῖς ἡ μοῖρα τῆς πανσελήνου· οἱ δέ, ἐν ᾗ μοίρᾳ ὁ ὡροσκόπος ἢ ἡ Σελήνη.
12. Of Masculine and Feminine Degrees
The masculine and feminine degrees are as follows: the first 2 1 ⁄2 degrees of the masculine signs are masculine, the next 2 1 ⁄2 degrees are feminine. The first 2 1 ⁄2 degrees of feminine signs are feminine, the next (2 1 ⁄2 degrees) are masculine, the next (2 1 ⁄2 ) are feminine. The degree of the new moon will be indicative for new-moon births; the degree of the full moon will be indicative for full-moon births. Others say that the degree in which the Ascendant or the moon falls.